Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν ἀδελφὸν Ἠλὶ τὸν ἱερέα

Ἐφραίμ ὁ Σύρος

Η παραμέληση του θείου νόμου και η έλλειψη ιερατικού ζήλου του Ηλί

Εισαγωγή στο ζήτημα της ανοχής του Ηλί προς τους υιούς του. Η αδράνειά του ερμηνεύεται ως παραμέληση του νόμου και αντιπαραβάλλεται με την παιδαγωγία του Θεού και την αυστηρότητα των Αποστόλων έναντι της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Ἀπολογία πρὸς ἀδελφὸν περὶ Ἠλὶ τοῦ ἱερέως Ἐρώτησις. Τῆς Γραφῆς λεγούσης περὶ Ἠλὶ τοῦ ἱερέως ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ οὐκ ἐνουθέτει αὐτούς, καίπερ ἀκούομεν ὅτι παρήγγειλεν αὐτοὺς καὶ ἐνουθέτει;

Ἀπόκρισις. Πρόσεχε σεαυτῷ, μήποτε πολλὰ περιεργαζόμενος ἐξοκείλῃ σου ἡ διάνοια ὑπὸ τῆς τῶν ἀθέσμων πλάνης· τὸ γὰρ πᾶν πίστεώς ἐστιν ἔργον· τῆς δὲ πίστεως ἀπούσης, οὐδὲν τῶν ζητουμένων εὑρήσει ὁ δίψυχος· ἐὰν γάρ, φησί, μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε. Περὶ μὲν τοῦ Ἠλί, οὐκ ἀπεδέξατο μὲν αὐτοὺς τοῦτο ποιοῦντας, φησίν, ἀλλ᾽ ὅμως ἠδύνατο ῥᾳδίως ἀναστεῖλαι τὸ κακόν, καθὼς ὁ καθεξῆς λόγος παρίστησι. Πλὴν ἣν ὑπέλαβες νουθεσίαν, οὐκ ἔστι νουθεσία, ἀλλ᾽ ἀμέλεια τῆς πρὸς τὸ θεῖον στοργῆς. Καθότι συγκαταβάσεως ὅρον ἔχει ὁ τοῦ Ἠλὶ τρόπος· οἰκονομία δὲ γεγένηται καὶ ἐν τούτῳ, ἵνα αὐτὸς ἰδίῳ στόματι μαρτυρήσῃ περὶ τῆς τῶν υἱῶν παρανομίας, καθὼς γέγραπται· καὶ Ἠλὶ πρεσβύτερος σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ, καὶ εἶπεν αὐτοῖς· ἵνα τί ποιεῖτε κατὰ τὸ ῥῆμα, ὃ ἐγὼ ἀκούω ἐκ στόματος 〈παντὸς〉 τοῦ λαοῦ Κυρίου; Μή, τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν, τοῦ ποιεῖν τὸν λαὸν μὴ λατρεύειν τῷ Κυρίῳ. Ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ πρὸς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ ὁ ἄνθρωπος, τίς προσεύξεται περὶ αὐτοῦ;

Τοιγαροῦν ἐκ τῶν τοῦ πατρὸς μαρτυριῶν δεῖ σχολάσασθαι τὴν ὑπερβάλλουσαν τῶν ἀνθρώπων ἐκείνων παρανομίαν· οὐ γὰρ εἷς μονώτατος κατεβόα αὐτῶν, ἀλλὰ πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, καθὼς αὐτὸς ὁ Ἠλὶ μαρτυρεῖ λέγων· ἵνα τί ποιεῖτε κατὰ τὰ ῥήματα ταῦτα, ἃ ἐγὼ ἀκούω λαλούμενα καθ᾽ ὑμῶν ἐκ στόματος τοῦ λαοῦ Κυρίου; Πάντας ἠδίκουν καὶ ἐσκανδάλιζον, βεβηλοῦντες τὰς ἱερὰς θυσίας· οὐ μόνον γὰρ τοῦ θύειν τὸν λαὸν διεσκέδαζον, ἀλλὰ λοιπὸν καὶ ὁ λαὸς πρὸς ἀποστασίαν ἐμελέτα, ἐκπληττόμενος ὑπ᾽ αὐτῶν ἐκ τῶν ἀθεμίτων ἔργων, ὧν κατεσκεύαζον οἱ τοῦ Ἠλὶ υἱοί. Ἄκουε γὰρ τοῦ Ἠλὶ λέγοντος· οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἀκούω περὶ ὑμῶν, τοῦ ποιεῖν τὸν λαὸν μὴ λατρεύειν τῷ Κυρίῳ. Τὸ δὲ ἔλεγε· μὴ ποιεῖτε οὕτως.

Ἴσως τὴν ὁρμὴν τοῦ λαοῦ δεδοικώς, τῇ λέξει ἀποκέχρηται πρὸς τὸ ἁπαλύναι τοὺς καταβοῶντας τῶν τέκνων. Εἰ γὰρ ἔμελλεν αὐτῷ περὶ τὸ θεῖον σέβας, οὐκ ἠνείχετο παντελῶς τῆς τοσαύτης ζημίας τῶν τέκνων, ἤγουν παρανομίας, ἀλλ᾽ ἐσπούδασεν ἂν σύντομον ἐκποδὼν ποιῆσαι τὴν παρανομίαν τοῦ ἰδίου οἴκου· φύλακες γὰρ τοῦ νόμου ὑπῆρχον καὶ οἱ ἱερεῖς, οἵ τε νόμον καταλῦσαι ἐπιχειρήσαντες· καὶ ἢ πειθαρχοῦντας ἐνουθέτει νομίμως, ἢ ἀπειθοῦντας ἐξέκοπτε κατὰ τὴν τοῦ νόμου παράδοσιν, καθότι καὶ ἱερεὺς καὶ κριτὴς ἐτύγχανε, καὶ τῷ στόματι αὐτοῦ προσεῖχε πᾶς ὁ λαός. Πάντως ἐξαιρεῖσθαι αὐτὸν τῆς ὀργῆς τοῦ Θεοῦ, ἀλλὰ συμπεριενεχθεὶς τοῖς κακοῖς τῶν παίδων, δικαίως καὶ αὐτὸς ἐπειράθη τῆς ἐπικειμένης ὀργῆς.

Μὴ οὖν αἰτιῶ τὸ θεῖον· διότι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ὅτι καὶ ἔννομος νουθεσία ἐκ παιδείας συνίσταται, δηλοῖ ὁ καθεξῆς λόγος. Εἴρηται ἐν τῷ δικαίῳ Ἰώβ· μακάριος ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου· αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησι· καθὼς καὶ ὁ Ἀπόστολος τοῖς πατράσι παρατίθεται λέγων ἐκτρέφειν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Δικαίως οὖν περὶ αὐτοῦ λέγει ἡ θεία Γραφή, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, οὐκ ἐνουθέτει αὐτούς, οὐ γὰρ εἶχε ζῆλον περὶ τὸ θεῖον, οἷον ἐκτήσαντο οἱ Ἅγιοι· προέκρινε δὲ μᾶλλον τὴν τῶν τέκνων θεραπείαν ὑπὲρ τὴν τῶν κρειττόνων δόξαν. Οἵαν γὰρ συμπάθειαν ἠμφιάσατο ὁ διὰ τοῦ Εὐαγγελίου ἡμᾶς γεννήσας, ἴσασι πάντες οἱ ἔμφρονες· εἶχε γὰρ ἐν ἑαυτῷ σπλάγχνα οἰκτιρμῶν, χρηστότητα καὶ τὴν μακροθυμίαν· ἡνίκα δὲ ἤκουσέ τινα ὑπερόριον ἁμαρτήσαντα, οὐκ ἐκαρτέρησεν, οὐδὲ παρεσιώπησεν, ἀλλ᾽ εὐθὺς ἐπέτρεψε τὸν τοιοῦτον τῷ Σατανᾷ παραδοθῆναι εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁ δὲ μακάριος Πέτρος ὁ ἀπόστολος, καὶ τοῦ ζῆν ἀναξίους ἔκρινε τοὺς προσελθόντας πειράσαι τὸ Πνεῦμα τὸ Ἅγιον, τὴν εἰς τὸ θεῖον καταφρόνησιν οὐκ ἐντειλάμενος.

Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἡνίκα ἀποστάται τοῦ Θεοῦ γεγόνασι, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐπέθυον πρὸς τὴν τῶν δαιμόνων θεραπείαν. Οὗτος δὲ ἱερεὺς τυγχάνων καὶ εἴργειν δυνάμενος, παρεώρα τὴν τοσαύτην παρανομίαν, οὐ παιδείαν αὐτοῖς ἐπαγαγὼν πρὸς σωφρονισμόν, οὐ ῥάπισμα, οὐ λόγον σκληρὸν περὶ τῆς τῶν ἱερῶν θυσιῶν βεβηλώσεως, ὅπου ἐκεῖνοι πρὸς τὴν τῶν δαιμόνων θεραπείαν ἔσφαζον τὰ τέκνα αὐτῶν ἰδίαις χερσὶν ὑποκάτω παντὸς δένδρου συσκίου.