Ἔργον
Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν μοναχὸν ἀρχάριον
Η ματαιότητα της κοσμικής δόξας και η κρυπτή πολιτεία
Σύγκριση της πρόσκαιρης ευημερίας με την πνευματική δωρεά, και ενθάρρυνση για υπομονή στην αφάνεια υπό το παντεπόπτη βλέμμα του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ματαιότητα της κοσμικής δόξας και η κρυπτή πολιτεία
Σύγκριση της πρόσκαιρης ευημερίας με την πνευματική δωρεά, και ενθάρρυνση για υπομονή στην αφάνεια υπό το παντεπόπτη βλέμμα του Θεού.
λαʹ. Τί οὖν θαυμάζεις μακαρίζων τὰ πρόσκαιρα καὶ δίκην ῥεύματος παρατρέχοντα; Τί δὲ καὶ ὀνήσει ταφὴ λαμπρὰ καὶ τάφος κεκονιαμένος καὶ ἔπαινοι μάταιοι ἄνδρα ἐν ἀσεβείᾳ ζήσαντα, ὅταν αὐτὸς ἀνέσεως μὴ ἐπιτεύξεται;
λβʹ. Τί ὠφελεῖ τὸν ἐν χρυσορόφοις κατακείμενον τὸ στίλβον ἐν τοῖς τείχεσι καὶ ἐν τῇ ὀροφῇ, ὅταν αὐτὸς ὑπὸ παθῶν κολάζηται, ἢ ὑπὸ δράκοντος ἔνδον δακνύμενος κατεσθίεται τὸ σῶμα; Τί γὰρ ὠφελήσει τὴν διαζευχθεῖσαν ψυχὴν ἡ τῶν πλειόνων περὶ τὸ σῶμα σπουδή, ἐὰν μὴ ὁ ἔπαινος ᾖ παρὰ Κυρίου ἐν ἐκκλησίᾳ μεγάλῃ; Μὴ οὖν θαύμαζε τὰ πρόσκαιρα καὶ δίκην κηροῦ διαχεόμενα. Ἀλλ᾽ ἐκεῖνοι, φησί, πλουσίοις συνδιαιτῶνται. Ἀλλὰ σὺ προσομιλεῖς τῷ παμβασιλεῖ Θεῷ διὰ προσευχῆς, καὶ ἐσθίων τὸ σῶμα τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ καὶ πίνων αὐτοῦ τὸ αἷμα. Εὐφραίνου ἐν ἀγαλλιάσει, ὅτι ναὸς αὐτοῦ κατηξιώθης γενέσθαι.
λγʹ. Μὴ οὖν ὀλιγώρει βλέπων ἑαυτὸν ἐν τῷδε τῷ βίῳ ἐν ἀδοξίᾳ, ἢ ἐν νόσῳ, ἢ ἐν γήρᾳ βαθεῖ καὶ πτωχείᾳ· ὁ γὰρ διατρέφων τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐκ ἐάσει σε ἀπρονόητον. Ἀλλὰ στενοχωρεῖ, μήποτε ἀμβλυωπία σε ἐνοχλήσῃ; Ἀλλ᾽ ἐννόησον, ὅτι τοῦτο καὶ δίκαιοι ὑπέμειναν. Ὅθεν Ἰσαὰκ τῷ Ἰακώβ, ἡνίκα ἐλάμβανε τὴν εὐλογίαν, ἔλεγε· ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἠσαῦ. Τετράνωται δὲ τὸ ὄμμα τῆς διανοίας αὐτοῦ, ἀπὸ κακίας κεκαθαρμένον. Καθάρευε τοίνυν καὶ αὐτὸς ἀπὸ κακίας, καὶ περὶ τῆς σωματικῆς ἀρρωστίας μὴ λόγον ἔχε, καθότι αὐτῷ μέλλει περὶ ἡμῶν. Ἀλλὰ τὰ τῶν ἀναγκαίων χρειῶν λείπῃ σοι; Ἀναλόγισαι Ἡρώδην πλούτῳ καὶ τρυφαῖς διαρρεόμενον, τὸν δὲ Πρόδρομον ἐν φυλακῇ δεδεμένον, ὡς ἕνα τῶν κακούργων καὶ εὐτελῶν ἀνθρώπων. Ἀψευδὴς γὰρ ὁ εἰπών· θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ· ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
λδʹ. Ἀλλ᾽ ἐρεῖς, ὅτι ἐγὼ ἐν στενοχωρίᾳ διατελέσας τὸν βίον, ἄσημος καὶ ἀνεπίδοξος, καὶ μετὰ θάνατον οὐδεὶς ὁ τὴν μνήμην μου ἐπιτελῶν; Ἐσχάτης ἀνοίας ταῦτα καὶ φιλοδόξου ψυχῆς νοσήματα. Πόσους οἴει ἐπὶ τῶν διωγμῶν ἀθλήσαντας ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, καὶ ἄχρι τοῦ δεῦρο ἄγνωστοι καθεστήκασι τῷ κόσμῳ; Ἆρα οὖν καὶ οἱ τελειωθέντες ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν αἱ μνῆμαι ὑπὸ ἀνθρώπων οὐκ ἐπιτελοῦνται, ἀπώλοντο; Οὐδαμῶς. Ἐν γὰρ τῇ βίβλῳ αὐτοῦ πάντες γραφήσονται.
Τὰ ἄνω οὖν φρόνει, μὴ τὰ ἐπὶ τῆς γῆς· τὸ γὰρ πολίτευμα τῶν δικαίων ἐν οὐρανοῖς ὑπάρχει. Μὴ οὖν φύγῃς τοὺς πόνους, καίτοιγε καὶ ἡμεῖς οἱ περιλειπόμενοι τοὺς ἐν πόνοις καὶ στενοχωρίαις καὶ ἀνάγκαις εὐδοκιμήσαντας ἐν Κυρίῳ μακαρίζομεν. Ἐὰν οὖν σὺ κληρονόμος τῶν δικαίων βούλει εἶναι, μὴ διαπτύσῃς τὴν ταπείνωσιν, μηδὲ ἀποφύγῃς τὴν ἐν τοῖς πόνοις κακουχίαν, ἀλλ᾽ ἐγκαρτέρει, ἵνα τῆς ἀκαταλύτου ζωῆς καὶ χαρᾶς καὶ δόξης ἐπιτύχῃς· τοῦ Ἀποστόλου λέγοντος· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἰ δὲ βούλῃ μὴ ὑποκλαπῆναι ἔν τινι ὑπὸ τοῦ ἐξεναντίας, πίστευε ὅτι οὐδέν, ὧν πράττεις ἢ ἐπιθυμεῖς, λανθάνει Θεῷ. Εἰ δὲ ἀμφιβάλλει ὁ λογισμὸς περὶ τῆς τοῦ Θεοῦ γνώσεως, ὑπόδειγμα ἔχε τὸν προφήτην Ἐλισαιέ· ἡνίκα γὰρ πόλεμος συνεκροτεῖτο μεταξὺ τοῦ βασιλέως Ἰσραὴλ καὶ τῆς Συρίας, ἐβουλεύετο δὲ ὁ βασιλεὺς Συρίας πρὸς τοὺς ἑαυτοῦ παῖδας εἰπών· Εἰς τὸν τόπον τόνδε παρεμβαλῶ.
Καὶ ἀπέστειλεν Ἐλισαιὲ πρὸς τὸν βασιλέα Ἰσραήλ, λέγων· φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται. Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ Ἐλισαιέ, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν, οὐ δύο. Καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσε τοὺς παῖδας αὑτοῦ καὶ εἶπε πρὸς αὐτούς· οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσί με βασιλεῖ Ἰσραήλ; Καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ· οὐχί, κύριέ μου βασιλεῦ, ὅτι Ἐλισαιὲ ὁ προφήτης ὁ ἐν Ἰσραὴλ ἀναγγέλλει βασιλεῖ Ἰσραὴλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τῆς οἰκίας σου. Καὶ εἰ ἄρα Προφήτην οὐκ ἐλάνθανε τῶν κρυπτῶς γενομένων, καὶ πῶς ἂν τὸν Δημιουργὸν τῶν ἁπάντων λαθεῖν τι δυνήσεται;
Οὐδαμῶς. Διὰ τοῦτο γὰρ προσετάγημεν ἐν τοῖς ταμιείοις προσεύχεσθαι· τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου καὶ ἀπόκλεισον τὴν θύραν σου καὶ πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
Ἀπορρίψωμεν τοιγαροῦν ἀφ᾽ ἑαυτῶν πάντα λογισμὸν κακίας, μήποτε παραρρυῶμεν. Γυμνὸς γὰρ ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. Μὴ οὖν ἀποθύμει, μηδὲ δίσταζε. Ἐνώπιον γὰρ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐσμεν, κἂν θέλωμεν, κἂν μὴ θέλωμεν. Χαῖρέ σοι ἐν ταῖς θλίψεσιν, οἱ γὰρ στέφανοι ἐκ διαφόρων ἀνθῶν πλέκονται καὶ οἱ δίκαιοι διὰ πολλῶν θλίψεων εἰσπορεύονται εἰς τὴν χαρὰν τοῦ Κυρίου αὑτῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.