Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν μοναχὸν ἀρχάριον

Ἐφραίμ ὁ Σύρος

Σταθερότητα, αγάπη και υπέρβαση του φθόνου

Συμβουλές για την παραμονή στο κελί, την αντιμετώπιση της ακηδίας, την καλλιέργεια της αγάπης και την προστασία από την υπερηφάνεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 8 από 10

νεʹ. Ἐγκαρτέρει ἐν ᾧ καθέζῃ τόπῳ τῇ ὀλιγωρίᾳ ἀνθιστάμενος· οὐ γὰρ ἐν τῇ μεταβάσει καὶ διαστάσει ἐξημεροῖς τὰ πάθη, ἀλλ᾽ ἐν τῇ τοῦ νοῦ προσοχῇ. Ὑπομονῆς ἔχομεν χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες τύχωμεν τῶν ἐπαγγελιῶν. Ὁ δὲ τῇ ἀκηδίᾳ συμπεριφερόμενος μακρὰν ἀφέστηκε τῆς ὑπομονῆς, καθάπερ καὶ ὁ νοσῶν τῆς ὑγιείας. Οὐκ οὖν ἐν τῇ ἀκηδίᾳ ἡ ἀρετή, ἀλλ᾽ ἐν τῇ ὑπομονῇ γνωρίζεται· ἡ δὲ ὑπομονὴ ἀνανεουμένη κρατύνεται ἐν τῷ τὸν νοῦν προσασχολεῖσθαι τῇ θεωρίᾳ καὶ μελέτῃ τῶν προσδοκωμένων· ἐκεῖθεν γὰρ πιαινόμενος ὁ νοῦς μεταλαμβάνει ἰσχύν, καθάπερ καὶ τὸ σῶμα ὑπὸ τῶν ἐδωδίμων καὶ αἰσθητῶν βρωμάτων. Εἰ δὲ ἀμαυρώσειεν ὁ νοῦς ταύτης τῆς χάριτος καὶ τῆς ἀξίας, τῷ ὄντι πτωχὸς καὶ ἀσθενὴς ἀποκαθίσταται.

Ἀποτιναξάμενος τοίνυν τὴν προσπάθειαν τῶν ὑλικῶν παθῶν, σχόλαζε τὸν νοῦν πρὸς ἐκείνην τὴν ἔνθεον ἐργασίαν· καὶ οὐ χρεία μεταφέρειν τὸ σῶμα ἀπὸ τόπου εἰς τόπον καὶ διακόπτειν ἐν ταῖς ἀποδημίαις, δίχα εὐλόγου αἰτίας καὶ τῆς τῶν προεστηκότων ἐπιτροπῆς· ἡ γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν.

νϛʹ. Ἀβαρῆ σεαυτὸν τήρει καὶ ἀκατάγνωστον ἐν ᾧ δ᾽ ἂν κατοικήσῃς τόπῳ, ἵνα προκόψῃς καλῶς ἐν Κυρίῳ. Εἰ δὲ καταφρονητὴς ἀποβῇς, σκόπει μήποτε ἐπιχυθείη ἐπὶ σὲ ἐξουδένωσις παρὰ τοῦ κρείττονος, ἡγεμὼν γενόμενος ἀνοσίων πράξεων.

νζʹ. Ἴχνος ἐστὶ τελειότητος χαίρειν καὶ ἐπαγαλλιᾶσθαι ἐπὶ τῇ προκοπῇ τοῦ πλησίον· ἤθους δὲ πικροτάτου καὶ πονηρᾶς διαθέσεως τὸ ἀνιᾶσθαι καὶ δυσφορεῖν ἐπὶ τῇ ἑτέρου εὐδοκιμήσει. νηʹ. Τί δυσφορεῖς, ὦ ἄνθρωπε, ἐπὶ τῇ τοῦ προκόπτοντος εὐκλείᾳ; Μὴ γὰρ ἐν 〈τῷ〉 τοῦτον ἢ ἐκεῖνον ἀποπεσεῖν τῆς σωτηρίας διὰ τοῦτο σωθήσῃ;

Ἢ ἐν τῷ τοὺς πολλοὺς ἐκκλεισθῆναι τῆς βασιλείας τῶν οὐρανῶν σὺ βασιλεύσεις; Μὴ γὰρ σὲ μονώτατον χωρεῖ ἡ βασιλεία τῶν οὐρανῶν; Μὴ σοὶ μόνῳ ἡτοίμασται ἡ χαρὰ τοῦ παραδείσου, ὅτι ἄχθῃ ἐπὶ τῶν πολλῶν σωτηρίᾳ;

Μὴ τοίνυν ἀπεμπολήσῃς τὰ ἔργα τοῦ καθαροῦ ἔρωτος, καὶ τὰ τῆς ἐνθέσμου πολιτείας ἀντιδώσῃς τῇ δυσμενείᾳ καὶ τῇ τοῦ πικροτάτου ἤθους δεινότητι. μηδεὶς οὖν σε ἀπατάτω· μὴ ἄνθρωπος, μὴ Διάβολος, μὴ λογισμὸς ἐμφωλεύων ἐν διανοίᾳ καρδίας· τῶν γὰρ ἀμηχάνων ἐστὶν ἀρετὴν εἰς βεβαίωσιν προαγαγεῖν μὴ συνανακραθεῖσαν τῇ ἀγάπῃ. Κἂν γὰρ σχῇ τις ὑμῶν πᾶσαν τὴν γνῶσιν καὶ πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου, ἀγάπην δὲ μὴ ἔχῃ, οὐδὲν ὠφεληθήσεται, ἀλλὰ πόρρω τῆς εὐθείας τρίβου καθίσταται τῆς ἀγούσης πρὸς τὰς οὐρανίους πύλας.

Χρῄζομεν τοιγαροῦν πολλῶν δακρύων, τοῦ ἡμᾶς ἐλευθερωθῆναι τῶν δεσμῶν μίσους τε καὶ φθόνου καὶ τῆς ὑπερηφανίας καὶ πάσης διαβολικῆς κηλῖδος. Δαιμονικῆς γὰρ διαθέσεως τὸ ἀνιᾶσθαι ἐπὶ τῇ τῶν προκοπτόντων ἀριστείᾳ. Οἱ γὰρ δαίμονες τὸ μῖσος ἐγκολπωσάμενοι, περισπούδαστον αὐτοῖς ἅπαντας ἄρδην ἀπολέσαι. Οἱ δὲ Ἅγιοι τὸν ἑαυτῶν Δεσπότην μιμούμενοι, πάντας ἀνθρώπους θέλουσι σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· τῇ γὰρ ἀγάπῃ κορυφωθέντες, τὸν πλησίον, ὡς ἑαυτούς, ἠγάπησαν.

νθʹ. Ἐὰν ὑπάρχῃς σώφρων, μὴ ἐπαίρου ἐπὶ τῇ σεαυτοῦ ἐγκρατείᾳ, ἀλλὰ δέου τοῦ Κυρίου ἐν ταπεινοφροσύνῃ, ὅπως φρουρός σοι γένηται ἄχρι τέλους· πολλάκις γὰρ ἀμπελῶνι ἐξάπινα ἐπήρεια τετραπόδων ἐπιγενομένη τὸν καρπὸν ἄφνω διέφθειρεν ἐξ ἀμελείας τοῦ φύλακος.

ξʹ. Ἐὰν πλοῦτον ἔχῃς, μὴ μεγαφρόνει· καθότι οὔπω ἀπήλλαγες κινδύνων καὶ ἐπιβουλῶν· ὅθεν καὶ ἀβέβαιος ἡ ἐξ αὐτοῦ ἀπόλαυσις διὰ τὴν ταχίστην καὶ ἄδηλον μεταβολήν, καθὼς γέγραπται· εἶδον δούλους ἐφ᾽ ἵππους, καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ γῆς.

ξαʹ. Ἐὰν ᾖς εὐθαλὴς τοῖς μέλεσι, μὴ ἐπαίρου τῇ ῥώμῃ τοῦ σώματος, ἀλλ᾽ ἀναλόγισαι, ἡλίκους καὶ ὅσους κινδύνους περίκειται τὸ σῶμα. Καὶ γὰρ οὓς θεωροῦμεν ὑπὸ ἀνιάτων παθῶν συνεχομένους, εἴτε τῶν μελῶν ἠκρωτηριασμένους, εἴτε ὑπὸ ἀκαθάρτων πνευμάτων ὀχλουμένους, οὐχ οὕτως ἐκ γαστρὸς ἀπετέχθησαν, ἀλλ᾽ οἱ πλεῖστοι ἐν τούτοις ἄφνω κατελογίσθησαν· καὶ ἡ χθὲς ὑπερανθοῦσα ἡλικία, σήμερον ὑπὸ δυσιάτων παθῶν καταικιζομένη μεμάρανται. Σκόπει οὖν σεαυτόν, μήποτε ἐν τούτοις καταλογισθήσῃ οὐ μετὰ πολύ, καθότι τῆς αὐτῆς ὑπάρχεις φύσεως. Ὁπηνίκα οὖν ἐν ἄλλῳ θεωρήσωμέν τι τῶν λυπηρῶν, ἑαυτοὺς ἐν ἐκείνῳ ἐνοπτρισώμεθα, ὅτι οὐκ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα. Πολλῆς γὰρ ἀνίας καὶ ἀλγημάτων πεπλήρωται ἡμῶν τὸ σῶμα. Τοίνυν ἐπιστάμενοι τὴν ἀσθένειαν τῆς ἑαυτῶν φύσεως, μὴ ὦμεν ὑπερήφανοι καὶ ἀσυμπαθεῖς, ἀλλὰ διὰ τῆς εἰς ἀλλήλους συμπαθείας εὐδιάλλακτον σχῶμεν τὸν Δημιουργὸν τὸν δυνάμενον ἀλγεινὸν ποιεῖν καὶ πάλιν ἰᾶσθαι, καὶ κατάγειν εἰς ᾅδου καὶ ἀνάγειν. Κἂν πρὸς βραχὺ ἔρρωται ἡμῶν τὸ σῶμα, ἀλλ᾽ οὐκ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα.