Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν μοναχὸν ἀρχάριον

Ἐφραίμ ὁ Σύρος

Ταπεινοφροσύνη, σωφροσύνη και αντιμετώπιση των πειρασμών

Επισημάνσεις για τη μη κατάκριση, τη διάκριση του μοναχικού φρονήματος, τη σεμνότητα του σώματος και την εγρήγορση κατά τις δοκιμασίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 9 από 10

ξβʹ. Μὴ ἐπαίρου ἐπὶ τὸν ἡμαρτηκότα, μηδὲ ἐρέθιζε τὸν μὴ ἡμαρτηκότα ἁμαρτάνειν· ἀμφότερα γὰρ ἀσύμφορα καὶ ἐπικίνδυνα. Εἰ δὲ βούλει χρήσιμον σεαυτὸν ἀποκαταστῆσαι, ἑκατέροις τύπον πάρεχε σεαυτὸν καλῶν ἔργων, ἐκχέων δακρύων ὀχετοὺς ἔναντι Κυρίου, ἵνα τὸν μὲν πεσόντα ἀναστήσῃ ὁ Κύριος, τὸν δὲ ἑστῶτα μὴ ἁλῶναι ὑπὸ τῆς ἁμαρτίας. Κριτὴς δὲ εἷς ἐστιν, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι.

ξγʹ. Μὴ τάρασσε σύστημα ἀνδρῶν ἀσκητῶν ψαλλόντων τῷ Κυρίῳ, αὐθαδείᾳ λογισμῶν φερόμενος, ἵνα μὴ θεήλατος πληγή σοι ἔλθῃ. Τὸ γὰρ εἰς Θεὸν ἁμαρτάνειν χαλεπὸν καὶ ἀσύγγνωστον. Πνεύματα προφητῶν προφήταις ὑποτάσσεται· οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεός, ἀλλ᾽ εἰρήνης.

ξδʹ. Νέος τυγχάνων σιωπὴν ἄσκει καὶ τὴν ἀοκνησίαν· ἡ γὰρ ἀοκνησία ἀβαρῆ σε τηρεῖ. Ἡ δὲ σιωπὴ τὸ φέγγος τῆς ψυχῆς ἄσβεστον διαφυλάττει, μὴ συγχωροῦσα ὑπὸ κακίας ἐπισκοτίζεσθαι. ξεʹ. Παρέστω σοι ἡ ταπεινοφροσύνη ἐν παντὶ τόπῳ καὶ ἐν πᾶσιν οἷς διαπράττῃ· καθάπερ γὰρ τὸ σῶμα ἐπιδέεται ἱματίου, κἂν θάλπος ᾖ, κἂν κρυμὸς ἐνέστηκεν, οὕτω καὶ ἡ ψυχὴ ἐπιδέεται ἀνελλιπῶς τῆς ἐν ταπεινοφροσύνῃ περιστολῆς. Κτῆμα καλὸν καὶ ἐξαίρετον ἡ ταπεινοφροσύνη· καὶ ἴσασι πάντες οἱ ἀνεπαισχύντως ἑλκύσαντες τὸν ταύτης ζυγόν. Ἑλοῦ γυμνὸς καὶ ἀνυπόδητος βαδίζειν μᾶλλον, ἢ ταύτης διαγυμνοῦσθαι· τοὺς γὰρ ἀγαπῶντας αὐτὴν σκέπει ὁ Κύριος.

ξϛʹ. Ὥσπερ οὐ δυνατὸν τοὺς πλωτῆρας ἐνυπομεῖναι τῇ νηῒ διηνεκῶς, καὶ τὸν ἐν πανδοχείῳ καταλύσαντα μὴ ὑπεξελθεῖν τοῦ τόπου, οὕτω καὶ ἡμᾶς οὐ δυνατὸν διαιωνίζειν ἐν τῷδε τῷ βίῳ. Ὥσπερ γὰρ ἐκεῖ ὁδοιπόρος καὶ ἐπιβάτης κέκληται, οὕτω καὶ ἐνταῦθα πάροικοι καὶ παρεπίδημοι. Πρὸς ταῦτα οὖν ἐνατενίζοντες τῷ τῆς διανοίας ὄμματι, εὐτρεπισθῶμεν πρὸς τὴν μετάστασιν τοῦ βίου.

ξζʹ. Ὅταν θεάσῃ σεαυτὸν κομῶντα ταῖς ἀρεταῖς καὶ κορυφούμενον, τότε πολλῆς ἐπιδέῃ τῆς ταπεινοφροσύνης· ὅπως τῶν θεμελίων ὁλοκλήρων σῳζομένων ἄσειστον καὶ ἀρραγὲς διαμείνῃ τὸ ἐποικοδομηθέν, καὶ ἔσται ἐν ἀσφαλείᾳ πολλῇ ὁ καρπός σου.

ξηʹ. Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἐν αὐτῷ ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα τῷ ἑαυτοῦ διδασκάλῳ, δυσσεβὴς ὁ τοιοῦτος καὶ παράνομος· ὅθεν καὶ συγκατάκριτος ἔσται τῷ τὸν εὐεργέτην καὶ διδάσκαλον παραδεδωκότι εἰς χεῖρας ἀνόμων.

ξθʹ. Κοσμικὸν ἄνδρα οὐχ ἡ κόμη καὶ ἡ ἐσθὴς ποιεῖ, ἀλλ᾽ ὁ κακὸς τρόπος καὶ τὸ νενευκέναι πρὸς τὰς κοσμικὰς καὶ ὑλώδεις ἐπιθυμίας· ἐν τούτοις γὰρ ἡ ψυχὴ ἐναγὴς ἀποκαθίσταται. οʹ. Μοναχὸν οὐχ ἡ κουρὰ καὶ ἡ περιβολὴ συνίστησιν, ἀλλ᾽ ὁ οὐράνιος πόθος καὶ ἡ ἔνθεος πολιτεία· ἐν τούτοις γὰρ ὁ βίος ἄριστος φαίνεται.

οαʹ. Πρὸ πειρασμοῦ μὴ μεγέθυνε ἑαυτόν, πολλάκις γὰρ πειρασμὸς ἐπελθὼν ἤλεγξε καὶ τοὺς ἑστᾶναι δοκοῦντας. οβʹ. Οἶμαι πρὸ πειρασμοῦ μηδὲν σεαυτὸν ἐπιγινώσκειν ὁποῖος εἶ τῇ δυνάμει. Χρὴ οὖν ἐπασφαλίζειν τὴν διάνοιαν καὶ ἀγρυπνῆσαι πρὸς τὰς ἐφόδους.

ογʹ. Ὥσπερ πῦρ ἐν χωνευτηρίῳ δοκιμάζει χρυσὸν καὶ ἄργυρον, οὕτως ἐν πειρασμοῖς δοκιμάζονται τῶν βροτῶν αἱ ψυχαί, ἀρωγὸν ἔχοντες τὸν Κύριον. οδʹ. Μὴ δειλιάσωμεν ἐν τοῖς πειρασμοῖς, ἀλλὰ θαρσαλέως ἐπεκτείνωμεν πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ. Στεφανοῖ γὰρ ὁ Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν.

οεʹ. Ἐὰν συγκαλύπτῃς τὰ σεαυτοῦ μέλη μὴ ὁραθῆναι γυμνὰ ὑπό τινος, φυλάττου καὶ αὐτὸς τοῦ μὴ κατανοεῖν ἑτέρου τὴν γύμνωσιν δίχα ἀνάγκης ἢ ἀρρωστίας, ἵνα μὴ τύπους τινὰς ἀπρεπεῖς ἐγχαράξῃς τῇ σεαυτοῦ διανοίᾳ.

οϛʹ. Ἐὰν οἰκονομίαν πληρῶν ἀλείφῃς ἐλαίῳ τὸν κάμνοντα, φυλάττου τὸ ὄμμα καὶ τὰς χεῖρας καὶ τὴν γλῶσσαν, τοῦ μὴ ὑπερβαίνειν ἔν τινι τοὺς ὅρους τῆς σωφροσύνης· τοῦτο γὰρ πρέπον ἐστὶ τῇ εὐσεβείᾳ. οζʹ. Ἐπίβαλλε τὰς χεῖρας τοῖς τοῦ ἑτέρου μέλεσι μετὰ φρίκης, ὡς αὐτῷ τῷ ἁγιάσματι ἐφαπτόμενος. Καὶ γὰρ ἀληθῶς ἅγιος ναὸς τοῦ Κυρίου, θαυμαστὸς ἐν δικαιοσύνῃ· φησὶν γάρ· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις φθείρει τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Ταῦτα οὖν ἐπιστάμενοι, πάσῃ φυλακῇ τηρήσωμεν τὴν ἑαυτῶν καρδίαν.

οηʹ. Φύλαττε σεαυτὸν μὴ ἐνδιαστρόφως ἔχειν πρὸς μειράκιον· πολλοὶ γὰρ διέφθειραν καὶ ἐβδελύχθησαν, καὶ ἐσχάτως ἐματαιώθησαν. οθʹ. Ἐν τῷ σὲ καθεύδειν, μὴ ὑποστρώννυε σεαυτὸν ὑπὲρ τὴν χρείαν· δύναται γὰρ εἰκότως ἡ χαυνότης ἐκπυροῦν τὸ σῶμα καὶ σφοδρότερον ἐκκαῦσαι τὸν ἄνθρακα τῆς ἡδονῆς.