Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν μοναχὸν ἀρχάριον

Ἐφραίμ ὁ Σύρος

Καρποί της πνευματικής εργασίας και τελικές παραινέσεις

Αναφορές στην ελεημοσύνη, τη μακροθυμία, την καθαρότητα της καρδιάς, την έμπρακτη πίστη, τον ρόλο του αυτεξουσίου και τον τελικό αγώνα για τη σωτηρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 10 από 10

πʹ. Οἱ καθεύδοντες ἐν χρυσορόφοις καὶ ἐπὶ κλίναις ἐλεφαντίναις καὶ λιθοκολλήτοις τοὺς ἐν πόνοις διατρίψαντας μακαρίζουσι, κἂν μὴ ἀνέχονται τούτους ζηλοῦσθαι. παʹ. Πάντα πράττε καὶ διανοοῦ πρὸς τὸ ἀρέσαι Θεῷ. Ταύτης γὰρ τῆς ἐννοίας ἀπούσης, οἰχήσεται ὁ μισθὸς πάσης ἐργασίας.

πβʹ. Στέρξον τοὺς πόνους ἐν τῷ βραχεῖ καιρῷ τούτῳ, ἵνα εἰς αἰῶνας ἀναπαύσῃ· σὺ γὰρ ἐκεῖ ἀπελεύσῃ καὶ τὸ ἔργον σου διαμένει. πγʹ. Ἐὰν ᾖς ἐργάτης, μὴ περίλυπος ἔσο πρὸς ἐκείνην τὴν καλὴν ἀποδημίαν. Οὐδεὶς γὰρ μετὰ πλούτου ἐπαναλύων ἐν τοῖς ἰδίοις, ἐν λύπῃ καθίσταται.

πδʹ. Μὴ ἐκπείραζε τὸν πλησίον χάριν φιλαργυρίας, ἵνα μὴ λήψῃ ἁμαρτίαν δι᾽ αὐτόν. Ἀλλ᾽ ἐννόησον τὸ γεγραμμένον· μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς· ἄδικοι γὰρ βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. πεʹ. Μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, ἀλλὰ μᾶλλον εἰς τὸ διδόναι.

πϛʹ. Μακρόθυμος εἶ σύ; Ἔσο καὶ πολὺς τῇ φρονήσει· δῶρον γὰρ καλὸν ἡ μακροθυμία· ὀξυχολίαν γὰρ καὶ μῆνιν καὶ ὀλιγωρίαν ἀπελαύνει, καὶ εἰρηνικὴν κατάστασιν τῇ ψυχῇ ἐμποιεῖ. πζʹ. Ἐὰν ἀπὸ στρατείας, τυγχανούσης τῆς προσκαίρου δόξης τῆς ἀποπιπτούσης ὡς ἄνθος χόρτου, καὶ ἀποτάξῃ τῇ αὐτῆς φαντασίᾳ, στέρξον τοὺς πόνους ἄχρι τέλους, μήποτε βλασφημηθῇ ὁ Θεὸς διὰ σέ, λεγόντων τῶν ἀπίστων, οὐδὲ ὁ Θεὸς διέσωσεν αὐτόν. Ἀλλὰ καθὼς εἴρηκεν ὁ Κύριος· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καίτοιγε οἱ στρατευόμενοι τῷ ἐπιγείῳ βασιλεῖ, ἐὰν μὴ ἐνδείξωνται δοκιμὴν κατὰ τῶν ἐχθρῶν τοῦ βασιλέως, τῶν μειζόνων δωρεῶν ἀνέφικτοι μένουσιν. Ὅταν δὲ καὶ πάντα ποιήσωσιν, ὀλίγα εἰσὶν ὀψώνια. Τί δὲ καὶ φαμέν; Αὐτὰ κενοδοξία εἰσὶ καὶ γαστρὸς ἡδύσματα. Οἱ δὲ ἀριστεύσαντες κατὰ τῶν πνευμάτων τῆς πονηρίας, ἐναρίθμιοι γενόμενοι τῆς ἐπουρανίου βασιλείας, τῆς χαρᾶς αὐτῶν οὐκ ἔσται τέλος· ὡς γὰρ ἄγγελοι ἔσονται ἐν οὐρανοῖς.

πηʹ. Ἐὰν καθέζῃ ἐν κοινοβίῳ, εἴτε κατὰ σεαυτοῦ ἀναχωρῶν ἡσυχάζεις, τῶν ζητουμένων μὴ ἀμέλει, τουτέστι καρδίας καθαρᾶς καὶ πνεύματος συντετριμμένου. Ταῦτα γὰρ ὁ κτησάμενος οὐκ ἐξουδενωθήσεται παρὰ Θεοῦ· τούτων δὲ καταφρονεῖν μέγας ὁ κίνδυνος.

πθʹ. Μὴ κόμπαζε τῇ εὐγλωττίᾳ σεαυτὸν μεγαλύνων, ἀλλ᾽ ἔμπρακτον ἀπάγγελλε τῶν ἰδιωτῶν καὶ ἀγραμμάτων τὴν διδασκαλίαν, ἵνα ἔσῃ μαθητὴς τῶν τοῦ Κυρίου Ἀποστόλων. Τὸ γὰρ καυχᾶσθαι ἐπὶ τῇ ἔξω σοφίᾳ ἀπηγόρευται, μάλιστα Χριστιανοῖς. Ὁ γὰρ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. ϙʹ. Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, μιμνησκόμενος τῆς μηλωτῆς Ἠλιοῦ, καὶ Ἠσαΐου τοῦ σάκκου· καθὼς γέγραπται· Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου. Καὶ τοῦ Βαπτιστοῦ τὸ ἔνδυμα μὴ ἐπιλανθάνου. Μὴ οὖν διὰ ἐσθῆτος λαμπρᾶς περίβλεπτος ἔσο, ἀλλὰ δι᾽ ἔργων ἀγαθῶν λαμψάτω τὸ φῶς σου ἔμπροσθεν πάντων, ἵνα δοξασθῇ ὁ Κύριος. ϙαʹ. Περὶ πίστεως διαλεγόμενος, σκόπει εἰ πέπρακταί σοι ἔργα πίστεως.

Εἰ δὲ λέγειν καὶ ἀκούειν κατεπίθυμος εἶ, ῥηθήσεταί σοι τὸ γεγραμμένον· θέλεις γνῶναι, ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι; Τῷ ὄντι γὰρ νεκροὶ ὑπάρχουσι πάντες οἱ Θεὸν ὁμολογοῦντες εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνούμενοι, κατὰ τὸν Ἀπόστολον, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Σὺ οὖν ταπεινὸν φρόνημα ἔχε, ἵνα μὴ εἰς ὕψος ὑπεραρθεὶς καταρραγῇς πτῶμα ἐξαίσιον. Ἱκέτευε καθ᾽ ἑκάστην τὸν Θεόν, βοῶν πρὸς αὐτόν, θοῦ φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν. Ἡ γλῶσσα γὰρ μικρὸν μέλος ἐστί, καὶ μεγάλα αὐχεῖ. ϙβʹ. Δημώσεις πραγμάτων καὶ κολαστήρια καὶ θανάτου ἀπειλαὶ πολλοὺς ἐσάλευσαν· ἄλλοι δὲ διὰ τούτων ἐστεφανώθησαν, ἕτεροι δὲ φιλαργυρίας χάριν προδόται εὑρέθησαν· οἱ δὲ διὰ κενοδοξίαν τῆς ἀληθείας κατεφρόνησαν, ἕτεροι δὲ δι᾽ οἶστρον φιληδονίας τῇ ἀνομίᾳ ὑπέπεσον. Οὗτοι δὲ μόνοι ἐνίκησαν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν Διάβολον, οἱ ἀεὶ τὸν Κύριον ἔχοντες ἐν ἑαυτοῖς. Τὸ γὰρ νῖκος ἡμῶν ἐστιν ὁ Κύριος.

Εἴτε οὖν προκόπτεις ἐν ἀγαθαῖς πράξεσι, μὴ ὑψηλοφρόνει· εἴτε πολλὰ κατέγνως ἑαυτοῦ, μὴ ἀπογνῷς τῆς ἑαυτοῦ σωτηρίας· μακάριος γὰρ ἐκεῖνος, οὐχ ὁ καλῶς ἐναρξάμενος μόνον, ἀλλ᾽ ὁ ἀμέμπτως ἐπιτελέσας. Μὴ οὖν ἐκδῶμεν ἑαυτοὺς τῇ ἀργίᾳ ὅλην τὴν ἡμέραν· ἀλλ᾽ ἐργασώμεθα καλῶς ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ, ἵνα καὶ ἡμεῖς καταξιωθῶμεν δέξασθαι ἐκ χειρὸς Κυρίου τὸ δηνάριον. ϙγʹ. Ἐὰν σχῇς μετὰ σεαυτοῦ μαθητὴν καὶ τῇ ἀμελείᾳ τῆς ἑαυτοῦ ἀπροσεξίας ἀποβῇ τοῦ ζυγοῦ τῆς εὐσεβείας, μὴ ξενίζου ἐπὶ τούτοις, μηδὲ πάρεχε χώραν τῇ ἀθυμίᾳ ἐπὶ πλεῖον κατατρύχειν τὴν σεαυτοῦ διάνοιαν, μήποτε καὶ σεαυτὸν κακώσῃς κἀκεῖνον οὐκ ὠφελήσῃς. Ἀλλ᾽ ἐννόησον τὸν λειτουργὸν τοῦ προφήτου Ἐλισαιέ· εἰ δὲ καὶ εἰς πολλὴν κακίαν ἐξώλεκεν, ἀναλόγισαι τὸν ἀπόστολον προδότην γενόμενον. Καὶ τίς οὕτως ἀγνώμων καὶ δυσσεβής, ὥστε τῷ Διδασκάλῳ ἐπιγράψαι τὸ αἴτιον τῆς ἐκείνου καταπτώσεως, καὶ οὐχὶ τῇ τοῦ μαθητοῦ κακῇ προαιρέσει; Αὐτεξούσιον γὰρ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ὅθεν καὶ τιμαὶ καὶ τιμωρίαι ἀπόκεινται· τοῖς μὲν ἀγωνιζομένοις καλῶς αἱ τιμαὶ καὶ οἱ στέφανοι, τοῖς δὲ παραβάταις καὶ καταφρονηταῖς τιμωρίαι καὶ βάσανοι. Ἔστι γὰρ ἁμαρτία πρὸς θάνατον· θάνατον δὲ ἑαυτῷ πορίζει ὁ ἐπιμένων τῇ κακίᾳ καὶ μὴ μεταθέμενος ἐκ τῶν ἀπηγορευμένων πρὸς τὰ βέλτιστα. ϙδʹ.

Ὅταν θεάσῃ ἑαυτὸν κακουχοῦντα περὶ τὴν ἀνάγνωσιν τῶν θείων λογίων καὶ τὰς πνευματικὰς νουθεσίας ἀποποιούμενον, γίνωσκε τὴν σεαυτοῦ ψυχὴν ἐν νόσῳ δεινῇ πεπτωκέναι· ἀρχὴ γὰρ κακοφροσύνης ἐστὶ τοῦτο, ἣν οἱ νοσήσαντες καρπὸν θανάτου ἐτρύγησαν. ϙεʹ. Οἱ τὴν χαλκευτικὴν τέχνην μετεχόμενοι οὐ τὴν κόνιν παραιτοῦνται, οὐ τῆς σφύρας τὸν κτύπον, οὐ τὸν συμφυρμὸν τοῦ πυρός, ἀλλ᾽ ἐπιλαβόμενοι βόλον σιδήρου τῇ ἐπιμελείᾳ καὶ ἐπιμονῇ ἐξάγουσιν εὔχρηστα σκεύη.

Ὥστε οὖν καὶ ἡμεῖς μὴ ἐκκακῶμεν παρακαλοῦντες ἀλλήλους, ἵνα ἐξ ἀναξίου τίμιον ἐξάγοντες ἀξιωθῶμεν τῆς προσηγορίας ἐκείνης καὶ τῆς ὑπερφυοῦς δόξης· γέγραπται γάρ· ἐὰν ἐξαγάγῃς τίμιον ἐξ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ· καί, μακάριος ὁ ἔχων ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἱερουσαλήμ. ϙϛʹ. Θείοις νάμασι κατάρδευε τὴν ἑαυτοῦ ψυχήν, ἵνα ἐπανθοῦσα καρποφορήσῃ τὸν ἐν δικαιοσύνῃ καρπόν. Χρὴ δὲ ἡμᾶς μεταδιώκειν τὴν ὠφέλειαν τῆς ψυχῆς, ὃν τρόπον τὰ χερσαῖα τῶν ζώων τῶν βοτανῶν τὰς πόας.

Τῆς γὰρ ψυχῆς ἐρρωμένης, πάγιον ἔχει τὸ σῶμα πρὸς τοὺς ἀγαθοὺς πόνους· ταύτης δὲ διαπεσούσης ὑπὸ αἰσχρῶν λογισμῶν, ἐξ ἀνάγκης καὶ τὸ σῶμα καταφθαρήσεται ὑπὸ κακίας. Διὸ μακάριος ὁ ἐμπορευόμενος καλῶς ἐν τῷδε τῷ βίῳ τὰ τῆς βιοτῆς οἰκεῖα, ὅτι πλουτῶν πορεύεται πρὸς τὴν ἀκήρατον ζωήν. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν πρεσβείαις πάντων τῶν εὐαρεστησάντων τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. Ἀμήν.