Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τοὺς λέγοντας ὅτι οἱ σεισμοὶ ἐκ πνευμάτων γίνονται

Ἐφραίμ ὁ Σύρος

Φυσικά φαινόμενα ως αντίκρουση της ειδωλολατρικής ερμηνείας

Απόδειξη της θείας επισκέψεως μέσω παραδειγμάτων από την κυματοειδή κίνηση της γης, τη σύγκρουση ορέων στην Αρμενία και την εμπειρία των σεισμών στη θάλασσα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ταῦτα ἀκούοντες, οὐ πιστεύετε, διότι ἐμπεπνευμάτωται ὁ νοῦς ὑμῶν τῇ ἑλληνικῇ κραιπάλῃ· ὅθεν καὶ ληροῦντές φατε ὅτι ἐξ ἐμπνευματώσεως τῆς γῆς γίνονται οἱ σεισμοί, καὶ οὐκ ἐξ ἐπισκέψεως Κυρίου. Εἴπατε οὖν ἡμῖν τὸν τρόπον, πῶς σεισμοῦ γενομένου καὶ σαλευομένης τῆς μιᾶς ἀρούρας, ἐς τότε σαλευομένης, τῆς δὲ ἑτέρας μὴ σαλευομένης, οὐκ ἀποτέμνεται ἡ σαλευομένη ἄρουρα τῆς μὴ σαλευομένης, ἀλλ᾽ ὥσπερ κῦμα θαλάσσης παρελθὸν μετὰ τὴν κίνησιν τοῦ κύματος πάλιν τὸ ὕδωρ ἐν τῷ αὐτῷ καθίσταται, οὕτω καὶ τῆς γῆς σαλευομένης τάξει κυμάτων μετὰ τὸν σεισμὸν ὡσαύτως καθίσταται ἡ γῆ.

Εἴπατε δὲ ἡμῖν πάλιν τὸν τρόπον, πῶς σεισμοῦ γενομένου τὰ ὄρη τὰ πρὸς Ἀρμενίαν διεστῶτα ἀπ᾽ ἀλλήλων, συνέκρουσαν ἀλλήλοις, ὥστε ὡς πῦρ ἐξαφθῆναι καὶ καπνὸν πολὺν σφόδρα ἀνιέναι, ὡς ἀπὸ ἱκανοῦ διαστήματος τοῦτον ὁραθῆναι.

Καὶ πάλιν διασταθέντα τὰ ὄρη ἔστη ἕκαστον ἐν τῇ ἰδίᾳ τάξει καὶ τῷ ἰδίῳ τόπῳ. Τίς οὖν ἀναγγελεῖ τοῦτον τὸν τρόπον; Πῶς δὲ πάλιν σεισμοῦ γενομένου ἐν ἐκστάσει γίνονται οἱ ἐν θαλάσσῃ πλέοντες, καὶ τῆς νηὸς πολλάκις ἑκατέρωθεν ὑπὸ κυμάτων τυπτομένης, οὐ λέλησται τούτους ὁ σεισμός; Τῶν γὰρ φατνωμάτων ἤτοι καταλεκτίων καὶ τῶν λοιπῶν σκευῶν τῶν ὄντων ἐν τῷ πλοίῳ παρὰ τὸ εἰθισμένον συγκρουόντων καὶ σαλευομένων, ἐν ἐκστάσει γίνονται οἱ πλωτῆρες τοῦ ἐπικειμένου σεισμοῦ.