Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τοὺς λέγοντας ὅτι οἱ σεισμοὶ ἐκ πνευμάτων γίνονται

Ἐφραίμ ὁ Σύρος

Αγιογραφικές μαρτυρίες για τη θεία προέλευση των σεισμών

Αναίρεση της άποψης περί γεωδών αναθυμιάσεων μέσω παραπομπών στους Ψαλμούς και το βιβλίο του Ιώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Πρὸς τοὺς λέγοντας, ἀπὸ ἐμπνευματώσεως τῆς γῆς τοὺς σεισμοὺς γίνεσθαι Εἴπατε ἡμῖν οἱ ἀπὸ καρδίας λαλοῦντες καὶ οὐκ ἐκ στόματος Κυρίου· ἐὰν ὑμῖν εἴπωμεν τὸ εἰρημένον ὑπὸ τοῦ Ψαλμῳδοῦ, οὐ πιστεύετε; Λέγει γάρ· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Καί· συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. Ὁμοίως καὶ τὸ εἰρημένον ἐν τῷ δικαίῳ Ἰώβ· φάσκει γὰρ τὸ θεῖον λόγιον· ὁ σείων τὴν ὑπ᾽ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται· ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης· ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον, Ἀρκτοῦρον καὶ ταμιεῖα νότου· ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Καὶ πάλιν λέγει· ἐκτείνων βορρᾶν ἐπ᾽ οὐδέν, κρεμάζων δὲ γῆν ἐπὶ οὐδενός· ὁ δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ.