Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἀγκυρωτός

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η ενανθρώπηση του Λόγου και η πραγματικότητα της ανθρώπινης φύσης

Η πρόσληψη αληθινής σάρκας και ψυχής από τον Λόγο, το εκούσιο του θανάτου και η οικείωση των σωματικών παθών και της φαινομενικής άγνοιας από την απαθή θεότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 5 από 12

καὶ τίς γνώσεται αὐτόν;», τότε μετασχὼν τῆς σαρκὸς καὶ εἰς ἑαυτὸν χωρὶς σπέρματος ἀνδρὸς ἀπὸ τῆς θεοτόκου Μαρίας ἀναπλάσας τὴν αὐτὴν ἁγίαν σάρκα (κατὰ τὸ εἰρημένον «γενόμενος ἐκ γυναικός») καὶ μετασχὼν τοῦ ἡμετέρου διὰ τὸ ἡμέτερον φησὶ «θεόν μου»· διὰ δὲ τὸ ἀίδιον αὐτοῦ τῆς γνησιότητος κατὰ φύσιν λέγει «πατέρα μου» καὶ διὰ τὴν αὐτοῦ πρὸς τοὺς αὐτοῦ μαθητὰς χάριν «πατέρα ὑμῶν», διὰ δὲ τὸ κατὰ φύσιν αὐτῶν τῶν μαθητῶν πρὸς τὴν αὐτοῦ θεότητα καὶ τοῦ ἀιδίου αὐτοῦ πατρός «θεὸν ὑμῶν». θεὸς γὰρ τῶν μαθητῶν, πατὴρ δὲ τοῦ κυρίου κατὰ φύσιν, τῶν δὲ μαθητῶν πατὴρ κατὰ χάριν· θεὸς δὲ τοῦ υἱοῦ ἐστιν ὁ πατὴρ διὰ τὴν σάρκα, πατὴρ δὲ διὰ τὸ ἀίδιον καὶ ἀκατάληπτον τῆς αὐτοῦ γεννήσεως καὶ γνησιότητος, ὅτι ἐν ἀληθείᾳ ἐστὶν αὐτοῦ πατήρ, γεννήσας αὐτὸν ἀχρόνως καὶ ἀνάρχως κατὰ τὴν θεότητα. θεὸν δὲ ἐδέησεν εἰπεῖν αὐτοῦ δι᾽ ἣν δι᾽ ἡμᾶς ἐποίησεν οἰκονομίαν, ὢν ἀεὶ πρὸς τῷ πατρί, γεννηθεὶς ἀνάρχως Λόγος, ἐν σαρκὶ δὲ ἀπὸ Μαρίας ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν γεννηθεὶς κατὰ σάρκα, ἐκ Μαρίας δὲ τῆς αὐτῆς ἁγίας παρθένου διὰ πνεύματος ἁγίου.

Νοείτωσαν τοίνυν τὰ βαθέα τῆς τοῦ θεοῦ πραγματείας καὶ μὴ τὴν χάριν εἰς ἀχαριστίαν τρέψωσιν, ἀδοξίαν λογιζόμενοι εἰς τὴν ἄφραστον καὶ ἀκατάληπτον τοῦ θεοῦ φύσιν τὴν εἰς ἡμᾶς σωτηρίαν. ἀλλά, φασί, περὶ τοῦ θεοῦ γέγραπται «οὐ πεινάσει οὐδὲ διψήσει οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ», περὶ δὲ τοῦ υἱοῦ, ὅτι ἐπείνασεν ἐν τῇ ἐρήμῳ κατὰ τὸν πειρασμόν. καί φησιν «ὁ θεὸς ἡμῶν οὐ κοπιάσει», ὁ δὲ κύριος Ἰησοῦς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ· καί «οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ», ὕπνωσε δέ, φησίν, ὁ κύριος ἐν τῇ νηΐ. ὦ μάταιαι ὑπόνοιαι τῶν τὰ τοιαῦτα λογιζομένων. οὐ μόνον γὰρ τὰ ἡμῶν βάρη ἀνεδέξατο ὑπὲρ ἡμῶν ἐλθὼν ὁ ἅγιος Λόγος, ἀλλὰ καὶ ὑπὸ ἁφὴν ἐγένετο καὶ σάρκα ἔλαβε καὶ ἄνθρωπος εὑρέθη καὶ ὑπὸ τῶν γραμματέων συνελήφθη καὶ * 〈ὥς φησι〉 «τὸν νῶτον εἰς μάστιγας ἔδωκα, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων». ἀλλὰ καὶ «ἔκλαυσε», 〈ὡς〉 κεῖται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ ἐν τοῖς ἀδιορθώτοις ἀντιγράφοις, —καὶ κέχρηται τῇ μαρτυρίᾳ ὁ ἅγιος Εἰρηναῖος ἐν τῷ κατὰ αἱρέσεων πρὸς τοὺς δοκήσει τὸν Χριστὸν πεφηνέναι λέγοντας, ὀρθόδοξοι δὲ ἀφείλαντο τὸ ῥητόν, φοβηθέντες καὶ μὴ νοήσαντες αὐτοῦ τὸ τέλος καὶ τὸ ἰσχυρότατον—καὶ «γενόμενος ἐν ἀγωνίᾳ ἵδρωσε, καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡς θρόμβοι αἵματος, καὶ ὤφθη ἄγγελος ἐνισχύων αὐτόν».

οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἐρωτᾷ «ποῦ τεθείκατε τὸν Λάζαρον;» καὶ περὶ τῆς αἱμορροούσης «τίς μου ἥψατο;» καὶ περὶ τῶν ζητούντων αὐτόν «τίνα ζητεῖτε;», ἀλλὰ καὶ τοὺς μαθητὰς ὡς ἄνθρωπος ἐρωτᾷ «τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;», ἀλλὰ καί «πόσους ἄρτους ἔχετε μεθ᾽ ἑαυτῶν;» ἔλεγε, καὶ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκάθισε παρὰ τὸ φρέαρ ἐν τῇ Σαμαρείᾳ, ἀλλὰ καί «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι» καί «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ ὁ Ἰησοῦς», ἀλλὰ καί «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας», ὁ σοφία ὢν καὶ «διδάσκων ἀνθρώπους γνῶσιν καὶ φυτεύσας τὸ οὖς τῷ ἀνθρώπῳ» καὶ ἐναρθρώσας λαλιὰν τοῖς υἱοῖς τῶν ἀνθρώπων «καὶ ποιήσας γλῶσσαν τρανὴν μογγιλάλων». τὰ τοιαῦτα πάντα ὑπέμεινεν ὑπὲρ ἡμῶν, ἵνα τὴν πᾶσαν ἀκολουθίαν τῆς δι᾽ ἡμᾶς οἰκονομηθείσης ἐνανθρωπήσεως φυλάξας μὴ ἀφανίσῃ τὸν χαρακτῆρα τῆς ἀληθείας.

Ἀλλ᾽ ἵνα μὴ τὰς μαρτυρίας, ἃς παρηγάγομεν ὡς ἀπὸ προσώπου τῶν δι᾽ ἐναντίας πρὸς τὴν ἀλήθειαν ἀντιλεγομένας ἐκ θείων γραφῶν συνάξαντες, κακῶς δὲ ὑπ᾽ αὐτῶν νοουμένας, οὕτως ἐάσωμεν ἀνερμηνεύτους, ἑκάστης λέξω τὴν θεωρίαν τῆς ἐν αὐτῇ δυνάμεως, δι᾽ ἣν αἰτίαν ὡς ἀνθρωποπαθῶς εἴρηται· καὶ αὖθις πάλιν ἐροῦμεν, πολλὰ 〈ἤδη〉 εἰς τὸ θεός μου καὶ θεὸς ὑμῶν εἰρηκότες, ὡς ἔχει † τῷ τὸν νοῦν ἔχοντι γνῶναι ἀπ᾽ αὐτῆς τῆς ἀκολουθίας εὐλόγως εἰρῆσθαι. «ἄνθρωπος γάρ ἐστι, καὶ τίς γνώσεται αὐτόν;» ἐν ταὐτῷ τὰ δύο ὑποφαίνει τὸ θεῖον γράμμα, ὁρατόν τε καὶ ἀόρατον, διὰ μὲν τὸ ὁρατὸν εὐλόγως τὸ θεός μου εἰρῆσθαι, διὰ δὲ τὸ ἀόρατον 〈τὸ〉 πατήρ μου λελέχθαι, μὴ ἀντιλεγομένης οὐδ᾽ ὁποτέρας ποιήσεως τῷ λόγῳ. πῶς γάρ, εἰ ἦν ἄνθρωπος, οὐκ ἐγινώσκετο; εἰ δὲ οὐκ ἦν ἄνθρωπος, πῶς ἄνθρωπος ἐλέγετο; πάντως γὰρ πᾶς τις ὁ ἐξ ἀνθρώπων γενόμενος ὑπὸ ἀνθρώπων γινώσκεται, ἀπὸ τῆς γεννησάσης ἀπὸ τῶν συγγενῶν ἀπὸ τῶν οἰκείων ἀπὸ τῶν γειτόνων ἀπὸ τῶν συσκήνων ἢ συμπολιτῶν. καὶ ἀδύνατον τοῦτο πληροῦσθαι εἰς ἄνθρωπον ψιλόν· πληροῦται δὲ ἐν τῷ θεῷ Λόγῳ καὶ υἱῷ θεοῦ, ἐν τῷ εἰπεῖν «ἄνθρωπός ἐστιν», 〈ὅτι ἄνθρωπός ἐστιν〉 ἐν ἀληθείᾳ 〈καὶ τό〉 «τίς δὲ γνώσεται αὐτόν;» ὅτι θεός ἐστι· διότι συμμετέχει ἀνθρώποις καὶ θεός ἐστιν ἄγνωστος ἀνθρώποις διὰ τὸ ἀκατάληπτον.

ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ δίχα σπέρματος ἀνδρὸς γεγεννημένος· «καὶ ἡ παρθένος, 〈φησί〉, (τὸ γὰρ μέλλον πρὸ τοῦ χρόνου ἐκήρυττεν ὁ προφήτης) ἐν γαστρὶ ἕξει καὶ [τὸ] τέξεται υἱόν». εἰ τοίνυν παρθένος, οὐκ ἐξ ἀνδρῶν ἡ οἰκονομία τῆς κυήσεως διὰ τὸ πρὸ τούτου τοῦ χρόνου εἰρῆσθαι τῷ Ἄχαζ «αἴτησαι σεαυτῷ σημεῖον εἰς βάθος ἢ εἰς ὕψος»· ὁ δὲ ταπεινοφρονῶν «οὐ μὴ αἰτήσω οὐδ᾽ οὐ μὴ πειράσω κύριον τὸν θεόν μου» φησί, παραιτησάμενος τὸ αἰτήσασθαι σημεῖον. εὐθὺς δὲ διὰ τὸ μὴ αἰτήσασθαι αὐτὸν σημεῖον δύο χαρίζεται ὁ τὰ μεγάλα δωρούμενος ἀνθρώποις θεὸς δῶρα, ἀπὸ ὕψους τὸν Λόγον ἰδίᾳ θελήσει καὶ αὐτοῦ τοῦ Λόγου ἰδίᾳ θελήσει πέμψας, ἀπὸ βάθους δὲ τὴν σάρκα εὐδοκίᾳ ἰδίᾳ σὺν αὐτῷ τῷ Λόγῳ οἰκονομήσας. φησὶ γὰρ ὕστερον «καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ». καὶ οὐκ εἶπε καλέσω, ἀλλὰ καλέσουσιν· ἀνθρώποις μὲν γὰρ ἀπεκαλύπτετο θεὸς ὁ ποτὲ παρ᾽ αὐτοῖς ἀγνοηθείς. ἀλλ᾽ οὐ προσφάτως λαμβάνει τὸ ὄνομα· οὐ γὰρ εἶπε «καλέσω τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», ἀλλὰ καλέσουσι.

Τὸ δὲ «γενόμενος ἐκ γυναικός», καθάπερ ἄνω μοι προδεδήλωται, ἵνα ἐν τῷ ἀπὸ γυναικὸς τὸ γενόμενος 〈σὰρξ〉 πληρωθῇ, ὁ δὲ Λόγος ἀίδιος πᾶσι σαφῶς ἀποφανθῇ. εἰ δὲ καὶ τὸ «οὐ διψήσει» περὶ θεοῦ λόγος, περὶ δὲ υἱοῦ, ὅτι ἐπείνασε καὶ ἐδίψησεν, ἀναγκαῖον ἡμῖν τοῦτο ᾠκονόμηται. πῶς γὰρ εὑρίσκετο ἡ οἰκονομία ἐν ἀληθείᾳ οὖσα, εἰ μὴ εἶχε τὴν τῆς ἐνανθρωπήσεως χρειώδη συνήθειαν; ἐν τούτῳ ἀπέδειξεν ἡμῖν πάντων τῶν ζητημάτων τῶν αἱρετικῶν τὰς λύσεις. εὐθὺς γὰρ ἔλυσεν ὑπόνοιαν Μανιχαίων· ἐν τῷ γὰρ εἰπεῖν ἐσθίειν καὶ πίνειν σάρκα ἀληθινὴν ὑποδείκνυσιν. ἔλυσε Λουκιανιστῶν τὸν τρόπον καὶ Ἀρείου τὴν δύναμιν· Λουκιανὸς γὰρ καὶ πάντες Λουκιανισταὶ ἀρνοῦνται τὸν υἱὸν τοῦ θεοῦ ψυχὴν εἰληφέναι, σάρκα δὲ μόνον φασὶν ἐσχηκέναι, ἵνα δῆθεν προσάψωσι τῷ θεῷ Λόγῳ ἀνθρώπινον πάθος, δίψαν καὶ πεῖναν καὶ κάματον καὶ κλαυθμὸν καὶ λύπην καὶ ταραχὴν καὶ ὅσαπερ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ἐμφέρεται. εὔηθες δ᾽ ἂν εἴη ταῦτα εἰς τὴν θεότητα τοῦ υἱοῦ τοῦ θεοῦ λογίζεσθαι. ἀλλά, φασί, σὰρξ καθ᾽ ἑαυτὴν οὖσα οὔτε ἐσθίει οὔτε πίνει οὔτε κάμνει οὔτε 〈τὰ〉 ἄλλα πράττει. καὶ αὐτὸς σύμφημι σάρκα καθ᾽ ἑαυτὴν μὴ ἔχειν ταῦτα. ἔσχε δὲ πᾶσαν τὴν οἰκονομίαν ἐλθὼν ὁ Λόγος, καὶ σάρκα καὶ ψυχὴν καὶ ὅσαπέρ ἐστιν ἐν ἀνθρώπῳ· τῆς δὲ ψυχῆς καὶ τῆς σαρκὸς ἦν μέρη ἡ πεῖνα καὶ ὁ κάματος, ἥ τε δίψα καὶ ἡ λύπη καὶ τὰ ἄλλα.

δακρύει μὲν γάρ, ἵνα ἐλέγξῃ τὴν πλάνην Μανιχαίου, ὅτι οὐ δοκήσει ἠμφίεστο τὸ σῶμα, ἀλλ᾽ ἀληθείᾳ· καὶ διψᾷ δέ, ἵνα δείξῃ μὴ μόνον τὴν σάρκα ἔχειν, ἀλλὰ καὶ τὴν ψυχήν. οὐ γὰρ ἡ αὐτοῦ θεότης ἐδίψησέ που, 〈ἀλλὰ τῇ σαρκὶ〉 καὶ τῇ ψυχῇ ἐδίψησε καὶ κεκοπίακεν ἀπὸ τῆς ὁδοιπορίας διὰ τὴν τῆς σαρκὸς καὶ ψυχῆς ἀκολουθίαν.

Ὅτι δὲ σῶμα ἔχων καὶ ψυχὴν ἦλθεν ὁ Λόγος, πεισάτωσαν αὐτοὺς αἱ θεῖαι γραφαὶ παλαιᾶς τε καὶ καινῆς. εὐθὺς γὰρ Δαυὶδ περὶ αὐτοῦ λέγει καὶ Πέτρος τῷ Δαυὶδ συνῳδὰ *· «οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν», ἵνα τὸ σύνθετον τοῦ κυριακοῦ ἀνθρώπου νοοῖτο καὶ σαφῶς περὶ τούτου γνῶσις ἡμῖν γένηται, ἵνα συστήσῃ ψυχὴν μὲν σὺν θεότητι τῷ τριημέρῳ * συγκατατεθεῖσθαι, ἵνα τὴν σάρκα ὁσίαν ἀποδείξῃ, καὶ τὴν θεότητα σὺν τῇ ψυχῇ ἀκατασχέτως ἐν Ἅιδῃ τὸ μυστήριον τετελειωκέναι. ἔχει γάρ που καὶ ἄλλην μαρτυρίαν οὕτω λέγουσαν «ἐν νεκροῖς ἐλεύθερος»· τὸ ἐλεύθερος τοῦ μὴ κυριεύειν αὐτοῦ τὸν Ἅιδην σημαντικόν, τῇ δὲ ἰδίᾳ θελήσει ἕως Ἅιδου καταβεβηκέναι σὺν τῇ ψυχῇ. φησὶ δὲ ὁ Πέτρος «καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ», τουτέστιν ὑπὸ τοῦ Ἅιδου. καὶ αὐτὸς δὲ ὁ σωτήρ φησιν «ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου καὶ θεῖναι αὐτήν» καί «ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων» καί «ἡ ψυχή μου τετάρακται» φησί «καὶ τί εἴπω; (ὡς ἐπ᾽ ἀμφιβόλῳ λέγων »τί εἴπω;«) πάτερ, σῶσόν με ἀπὸ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην», ἵνα δείξῃ ὅτι ἑκοῦσα ἡ αὐτοῦ θεότης εἰς τοῦτο ἐλήλυθε· τὸ δὲ «τετάρακται», ἵνα τὸ εἶδος τῆς ἀληθείας τῆς ἐνσάρκου αὐτοῦ παρουσίας μὴ παρα〈χαρα〉χθῇ.

οὐ γὰρ δοκήσει ἦν ἡ ἔνσαρκος παρουσία, ἀλλὰ δίκην βασιλέως μεγάλου πόλεμον ἔχοντος πρὸς ὑποδεέστερον καὶ γινώσκοντος ὅτι ὁ ἐχθρὸς αὐτοῦ, εἴπερ ἴδῃ αὐτὸν ἐν δυνάμει ἐρχόμενον καὶ ἰσχύϊ πολλῇ, παραιτήσεται καὶ τραπήσεται πρὸς φυγὴν καὶ πολλὰς χώρας τῶν ὑποχειρίων ἀφανίσει, καὶ διὰ τοῦτο σχηματιζομένου τῇ ἰδίᾳ σοφίᾳ προφάσεις καὶ νῶτα διδόντος καὶ ἀποδιδράσκοντος, ἕως ὁ ἐχθρὸς λαβὼν θάρσος κατεπιθῆται ὡς δειλοῦ καὶ ἀδυνάτου τοῦ βασιλέως καὶ διώξῃ αὐτόν, ὁ δὲ βασιλεὺς στραφεὶς αἰφνιδίως μετὰ τῆς αὐτοῦ δυνάμεως ὅλον ὑποχείριον δέξηται τὸν ἀσθενῆ καὶ ὑπεναντίον, οὕτως καὶ ὁ κύριος ἡμῶν οὐκ ἐφοβήθη τὸν θάνατον, ὁ πρὸ τοῦ ἐλθεῖν αὐτὸν εἰς τὸ παθεῖν σημάνας ἐν τῇ ὁδοιπορίᾳ ὅτι μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι καὶ τοῦ Πέτρου λέγοντος «ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο» ἐπιτιμήσας, «ὕπαγε ὀπίσω μου, σατανᾶ» εἰπών «ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων». ὁ οὖν ταῦτα προλέγων καὶ διὰ τοῦτο αὐτὸ ἥκων πῶς ὕστερον εὔχεται παρελθεῖν τὸ ποτήριον, ἵνα μὴ πίῃ;

ὁ εἰπὼν πρὸ τοῦ θανεῖν περὶ τοῦ θανάτου κἂν διὰ τὸ μὴ ὑποληφθῆναι ψεύστην αὐτὸν οὐκ ἠδύνατο εὔξασθαι παρελθεῖν τὸ ποτήριον· ἀλλὰ προκαλεῖται διὰ τοῦ τοιούτου προσώπου τὸν ἀντίδικον, ἵνα ἐκείνου ὑπολαβόντος δεδιέναι τὸν σωτῆρα τὸν θάνατον ἐπαγάγῃ αὐτῷ τὸν θάνατον εἰς σωτηρίαν τοῖς θνῄσκουσι διὰ τῆς οἰκονομίας. ἀλλὰ κἂν ἀκούσῃς ὅτι τέθνηκεν ὁ κύριος, γνῶθι τὸ πάθος τοῦ θανάτου ποῦ πεπλήρωται. ἑρμηνεύει γάρ σοι ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος τὴν περὶ τοῦ θανάτου αὐτοῦ ὑπόθεσιν λέγων «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι». ἡ γὰρ αὐτοῦ θεότης ἀναδεξαμένη τὸ ἐν σαρκὶ παθεῖν ἀπαθής ἐστι καὶ ἀπαθὴς ἦν καὶ ἀπαθὴς διέμεινε, μὴ τραπείσης τῆς ἀπαθείας μηδὲ ἀλλοιωθείσης τῆς ἀιδιότητος.

Πάλιν τε ἐὰν εἴπωσιν οἱ κενόδοξοι· οὐκ ἀπὸ τῶν τοιούτων ῥημάτων δύνασαι ἡμᾶς πεῖσαι τὸν Χριστὸν ψυχὴν ἐσχηκέναι. εὑρήκαμεν γὰρ ἄνω ἐν ταῖς θείαις γραφαῖς, ὥς φησιν Ἠσαΐας ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς περὶ τοῦ μονογενοῦς «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου». τί νοήσομεν περὶ πατρός, ψυχὴν εἰληφέναι ἐν ἑαυτῷ ἢ ψυχὴν ἔχειν; τίς δὲ ληρῶν τοῦτο νοήσει περὶ τοῦ πατρός; τί οὖν φασι; τροπικώτερον εἰρῆσθαι τὸ ῥῆμα δηλονότι. εἰ τοίνυν περὶ πατρὸς τροπικώτερον εἰρῆσθαι λέγουσιν, ἄρα καὶ περὶ υἱοῦ τὸ αὐτὸ λαμβάνειν χρή. κἄν τε γὰρ εἴπῃ ὅτι «ἡ ψυχή μου τετάρακται» καί «〈ἐξουσίαν ἔχω〉 τὴν ψυχήν μου δοῦναι καὶ λαβεῖν αὐτήν», οὐκ εἶχε, φασί, ψυχήν, ἀλλὰ τροπικώτερον εἴρηται. καὶ δοκεῖ τὸ συλλογιστικὸν αὐτῶν φρόνημα λέγειν τι, * τῆς ἀληθείας αὐτοσυστάτου οὔσης ἐκ πολλῶν τεκμηρίων. ἀπὸ γὰρ τοῦ εἴδους λαμβάνεται ἕκαστος τρόπος. ἐπὶ μὲν γὰρ τῷ πατρὶ οὐ τολμητέον ἐστίν, διότι οὐδὲ σάρκα ἐφόρεσεν. ὁμολογουμένης δὲ τῆς σαρκὸς παρὰ τοῖς Λουκιανισταῖς εἴτουν Ἀρειανοῖς, οὐκ ἔνι ἀμφιβολία. ἀλλά, φησίν· «ὁ Λόγος σὰρξ ἐγένετο», καὶ οὐκ εἶπεν «ὁ Λόγος σὰρξ καὶ ψυχὴ ἐγένετο».

πρὸς δὲ τὴν αὐτῶν ἀμαθῆ οὖσαν ἀντιλογίαν κἀγὼ λέγω ὅτι «ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς», ἀπὸ δὲ τοῦ ἔπλασε τὰ πάντα συμπεριείληφε καὶ ἀπὸ τοῦ «ὁ Λόγος σὰρξ ἐγένετο» τὰ πάντα περιέχει. κατὰ γὰρ τὸν αὐτὸν λόγον ἀνθυποφέρομεν αὐτοῖς καὶ αὐτοὶ λέγοντες· ἰδοὺ λέγει «ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον», καὶ οὐκ εἶπεν· ἐποίησεν αὐτῷ ἧπαρ ἢ πνεύμονα ἢ καρδίαν ἢ φλέβας ἢ νεῦρα ἢ τὰ ἄλλα ὅσαπέρ ἐστιν ἐν τῷ σώματι. παρὰ τοῦτο νοήσομεν ἕν τι εἶναι ὁλοσφύρητον τὸν ἄνθρωπον, διὰ τὸ μὴ λεπτομερῶς τὴν σύνθεσιν τοῦ παντὸς ζῴου τὴν γραφὴν λεπτολογῆσαι; οὐ πάντως. ὡς γοῦν ἀπὸ τοῦ ἑνὸς εἴδους τὰ ὅλα συμπεριείληφεν, οὕτω καὶ ἀπὸ τῆς σαρκὸς τὴν ψυχὴν εἰληφέναι τὸν σωτῆρα εὖ ἐστι δῆλον.

Εἰ τοίνυν ψυχὴν εἴληφε καὶ σῶμα, καθάπερ ἀποδέδεικται, ἄρα οὐχ ἡ θεότης ἦν ἠλαττωμένη τῆς τοῦ πατρὸς οὐσίας, εἴσω παθῶν περιεχομένη, ὅπως διψήσῃ καὶ κοπιάσῃ καὶ πεινάσῃ καὶ ὅσαπερ τῷ ἀνθρώπῳ εἰσὶ χρειώδη. καὶ ὅτι 〈ὁ θεὸς〉 «οὐ κοπιάσει οὐδ᾽ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ», κεκοπιακὼς δὲ ὁ σωτὴρ εὑρίσκεται, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἄνωθεν κατελθὼν ὁ Λόγος. οὐ γὰρ ἄνω κεκοπίακεν, ἀλλ᾽ ἐν σαρκί. ἔδει γὰρ τὴν σάρκα κοπιάσαι, ἵνα μὴ δοκήσει νομίζηται, ἀλλ᾽ ἀληθείᾳ· καὶ τὰ ἄλλα ὅσαπερ τοιαύτην ἔχει δύναμιν, τὸ νυστάξαι τὸ ὑπνῶσαι, ἀνθρώπου ἐστὶν ὑποφαντικὰ καὶ τὸ ὑπὸ ἁφὴν *. ἔλαβε γὰρ ταῦτα καὶ ἄνθρωπος εὑρέθη. «εὑρήκαμεν, γάρ 〈φησιν〉, Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς». οἱ δὲ εὑρόντες αὐτὸν * διὰ τῆς ἀκαταλήπτου φύσεως, * τουτέστι τῆς ἐνσάρκου. ἐπειδὴ γὰρ ἐπὶ τῇ ἀκαταληψίᾳ οὐχ ηὑρίσκετο, διὰ τοῦτο ὑπὸ γραμματέων συλλαμβάνεται καὶ «τὸν νῶτον αὐτοῦ ἔδωκεν εἰς μάστιγας καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἀπέ〈σ〉τρεψεν ἀπὸ αἰσχύνης ἐμπτυσμάτων», ἔκλαυσε καὶ ὅσαπερ ἄλλα περὶ αὐτοῦ· ᾄδεται. τίς δὲ ἠδύνατο τὸν θεὸν Λόγον ἐν οὐρανῷ μαστίζειν ἢ ῥαπίζειν ἢ καταπτύειν τοῦ τοιούτου ἀφράστου καὶ ἀκαταλήπτου;

εἰ δὲ ταῦτα πέπονθεν ὁ ἀπαθὴς τοῦ θεοῦ Λόγος, ἄρα τὸ πάθος σωματικόν ἐστιν, ἐκτὸς τῆς αὐτοῦ ἀπαθείας καὶ οὐκ ἐκτὸς πάλιν διὰ τὸ εὐδοκῆσαι· καίτοι γε μὴ πάσχοντος αὐτοῦ εἰς ἑαυτὸν τὸ πάθος λελόγισται. καὶ καθάπερ ἐν ἱματίῳ σπῖλος τὸ σῶμα τοῦ φοροῦντος οὐ φθάνει, ὁ δὲ σπῖλος τοῦ ἱματίου εἰς τὸν φοροῦντα λογίζεται, οὕτως ὁ θεὸς πέπονθεν ἐν τῇ σαρκί, τῆς θεότητος αὐτοῦ μηδὲν παθούσης. εἰς δὲ τὴν θεότητα τὸ πάθος τῆς σαρκὸς ὑπὸ τῆς θεότητος φορουμένης ἐλογίσθη, ἵνα ἐν τῇ θεότητι ἡμῖν ἡ σωτηρία γένηται.

Μέμνημαι δὲ τοῦ ῥητοῦ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ οὐ βούλομαι αὐτὸ ἐᾶσαι ἀνερμήνευτον, τὸ γεγραμμένον ὅτι «γενόμενος ἐν ἀγωνίᾳ ἵδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι αἵματος. ὤφθη δὲ ἄγγελος κυρίου ἐνισχύων αὐτόν». τὰ βαθύτερα δὲ τῶν λόγων ὡς εἰώθαμεν λέγειν καὶ τὰ ἀναγκαῖα οἱ μὴ τὴν δύναμιν νοοῦντες, ἀντὶ ἀγαθῶν τῇ κακίᾳ * ἀνατρέπουσιν ἑαυτούς· οὐδὲν γὰρ τούτου καιριώτερον. ἐν τῷ γὰρ εἰπεῖν «γέγονεν ἐν ἀγωνίᾳ» τὸν κυριακὸν ἄνθρωπον ἀληθινὸν ἄνθρωπον ὄντα δείκνυσι. καὶ ἵνα δείξῃ ὅτι ἀληθινὸς ἦν ἄνθρωπος καὶ οὐκ ἀπὸ τῆς θεότητος ἡ ἀγωνία γέγονε, φησίν «ἵδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι αἵματος». σωματικόν ἐστι τὸ εἶδος καὶ οὐχὶ πνευματικόν. «ὤφθη δὲ ἄγγελος κυρίου ἐνισχύων αὐτόν», οὐχ ὅτι τῆς ἰσχύος τοῦ ἀγγέλου ἐπεδέετο ὁ μείζων ἀγγέλων, «ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», θεῷ ὄντι ἀεὶ Λόγῳ καὶ πρὸς τῷ πατρὶ ὄντι ἀεὶ καὶ ἐξ αὐτοῦ γεγεννημένῳ, ἀλλ᾽ ἵνα πληρώσῃ τὸ ἐν τῇ ᾠδῇ τῇ μεγάλῃ Μωυσέως ἐν τῇ ἐρήμῳ ᾀσθείσῃ, ἐν ᾗ ἔλεγε «προσκυνήσουσιν αὐτῷ πάντες υἱοὶ θεοῦ, καὶ ἐνισχυσάτωσαν αὐτὸν ἄγγελοι θεοῦ».

τό «ἐνισχυσάτωσαν αὐτόν», οὐχ ὡς παρέχοντες αὐτῷ ἰσχύν· ἀλλ᾽ ἐπειδὴ ἴσχυεν ἡ δοξολογία ἐν τούτοις δοξάζειν τὸν θεόν, [ὑπὸ] ἀγγέλων μὲν εὐθὺς ἄνω καὶ πνευματικῶν ζῴων βοώντων καὶ λεγόντων «σή ἐστιν ἡ δύναμις, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ ἰσχύς», ἐν τούτῳ δείκνυσι τὸ προσκυνεῖν καὶ ἐνισχύειν, τουτέστι διδόναι αὐτῷ τὸ ἴδιον τῆς ἰσχύος κράτος, ὡς καὶ ὁ ἄγγελος ὤφθη ἐνώπιον τῶν μαθητῶν προσκυνῶν τὸν αὐτοῦ δεσπότην· μὴ ἀγνοῶν τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρώπου οἰκονομίας, θαυμάζων δὲ τὴν τοσαύτην ἐν αὐτῷ γεγενημένην πραότητος πραγματείαν, τὴν τὸν διάβολον ἡττήσασαν, τὴν τὸ κέντρον τοῦ θανάτου συντρίψασαν, τὴν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θριαμβεύσασαν, τὴν τὴν ἁμαρτίαν θραύσασαν. καὶ διὰ τὴν ὑπερβολὴν τῆς θαυμασιότητος ἐν τῇ δοξολογίᾳ ὁ ἄγγελος ἔλεγε προσκυνῶν· σή ἐστιν ἡ ἰσχύς, δέσποτα· σὺ γὰρ ἴσχυσας κατὰ θανάτου καὶ κατὰ Ἅιδου καὶ κατὰ διαβόλου, συντρῖψαι τὸ κέντρον αὐτοῦ καὶ ἐκβαλεῖν ἀπὸ τῆς ἀνθρωπότητος.

Ἐὰν δὲ πάλιν εἴπῃ «ποῦ τεθείκατε Λάζαρον;» ἀνθρωποπαθῶς 〈λέγων〉 καὶ περὶ τῆς αἱμορροούσης «τίς μου ἥψατο;» ἤ «τίνα ζητεῖτε;» ἤ «τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» ἤ «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο» ἤ «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ» ἤ «πρὸ τοῦ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα», οὐχ ὁρᾷς ἀπ᾽ αὐτῆς τῆς ὑποθέσεως τὸ ὑπερβάλλον τῆς γνώσεως, ὅτι ἐκ σαρκὸς καὶ ἀνθρωπότητος τὰ διηγήματα; ὅσα γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς ὑποκατερχόμενά εἰσιν εἰς πειθὼ τῶν ἀνθρώπων, ἀγνωσίας ἐχόμενα, οὐκ ὄντα δὲ ἄγνωστα τῷ θεῷ, ταῦτα ἐλθὼν ὁ Λόγος πεπλήρωκεν, ἵνα πληρώσῃ τὸ εἰρημένον «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι». «ποῦ τεθείκατε τὸν Λάζαρον;» ἠρώτα ἐγγὺς τοῦ τόπου γενόμενος· πρὸ δὲ τοῦ ἐλθεῖν εἰς τὸν τόπον ὑπὸ μηδενὸς ἀκούσας ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται». ὁ τοίνυν ἀπὸ τοσούτων τῆς ὁδοιπορίας διεστὼς τοῦ τόπου γνοὺς ὅτι τέθνηκε Λάζαρος, παρὼν ἐν τῷ τόπῳ ἠγνόει; οὔκουν, ἄλλ᾽ ἤθελε δεῖξαι ὅτι ταῦτα πάντα ἐποίει, ἐπεὶ οὔπω οὐδεὶς τελείως αὐτῷ ἐπίστευεν, ἵνα ἐνδείξηται τῆς αὐτοῦ πρὸς ἡμᾶς φειδοῦς τὴν πολλὴν φιλανθρωπίαν. ἔδει γὰρ ἐκείνας μὴ εἰπεῖν «τεταρταῖός ἐστιν, ἤδη ὄζει» μηδὲ ἀπελθεῖν καὶ δεῖξαι, ἀλλ᾽ εἰπεῖν· πάντα οἶδας καὶ ἐὰν θέλῃς, ζήσεται. διόπερ καὶ ἐδάκρυσεν ἐπὶ τῇ τῶν ἀνθρώπων πωρώσει.

οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ᾽ ἐλέγχει πειράζων καὶ φιλανθρωπεύεται. καί «τίς μου ἥψατο;» φησίν, οὐχ ὅτι οὐκ ᾔδει τίς αὐτοῦ ἥψατο, ἀλλ᾽ ἵνα μὴ εἴπῃ δι᾽ ἑαυτοῦ τὸ γενόμενον θαῦμα, ἀλλ᾽ ὅπως ἐκείνη ἀκούσασα προσελθοῦσα εἴπῃ τὴν εἰς αὐτὴν γενομένην χάριν καὶ ὁμολογήσασα ἀκούσῃ· «ἡ πίστις σου σέσωκέ σε», ὅπως προτρέψηται καὶ ἄλλους πιστεύειν, ἵνα ἰαθῶσι. «τίνα με» φησί «λέγουσιν εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» ὡς καὶ ἐν τῇ παλαιᾷ ἀπὸ προσώπου τοῦ πατρὸς λέγει «Ἀδάμ, ποῦ εἶ;» ᾔδει δὲ αὐτὸν ποῦ ἐστιν· διὸ καὶ ἐλέγχει αὐτὸν μετέπειτα λέγων «ἐκ τοῦ ξύλου ἔφαγες». καὶ τῷ Κάϊν «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» καὶ οὐκ ἀγνοῶν ἠρώτα. λέγει γὰρ «ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. ἰδοὺ γὰρ τὸ αἷμα αὐτοῦ βοᾷ πρός με». οὐκ ἠγνόει τοίνυν ὁ λέγων ὅτι τὸ αἷμα βοᾷ, ἀλλ᾽ ὅπως δῷ αὐτῷ τόπον μετανοίας εἰς ἀπολογίαν, διὰ τοῦτο ἠρώτα.

Στρέφονται δὲ πάλιν εἰς τὴν τῆς ἀμαθίας φιλονεικίαν καί φασιν αὐτοῦ τοῦ υἱοῦ εἶναι ταύτας τὰς φωνὰς ἐν τῇ παλαιᾷ. εὐθὺς δὲ ἐλέγχεται αὐτῶν τὸ ἐπιτήδευμα. ὁ γὰρ εἰπὼν τῷ Μωυσῇ «τί τοῦτο τὸ ἐν τῇ χειρί σου;» αὐτὸς ἔλεγεν «ἐγώ εἰμι ὁ ὤν». καί φησιν ὁ κύριος τοῖς Σαδδουκαίοις περὶ ἀναστάσεως διηγούμενος «ὅτι δὲ ἐγείρονται οἱ νεκροί, εἶπεν ὁ θεός· ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ. θεὸς οὖν ἐστι ζώντων καὶ οὐ νεκρῶν». καὶ πάλιν πολλὰ ἔστι δεῖξαι ὅτι ἐκ προσώπου τοῦ πατρός ἐστιν ἐν τῇ παλαιᾷ διαθήκῃ εἰρημένα· ἀλλὰ καὶ ἐκ προσώπου τοῦ υἱοῦ πολλάκις καὶ ἐκ προσώπου πάλιν τοῦ ἁγίου πνεύματος. καί «ποῦ Σάρρα ἡ γυνή σου;» τῷ Ἀβραὰμ ἔλεγεν ὁ ἐλθὼν ἄνωθεν σὺν τοῖς δυσὶν ἀγγέλοις υἱὸς θεοῦ. εἰ γὰρ ἠγνόει ποῦ ἐστιν, οὐκ ἂν ἔλεγεν «Σάρρα». * «ἐγέλασεν οὖν ἡ Σάρρα ἔνδον οὖσα» βούλεται αὐτῆς ὑποδεῖξαι τὴν σεμνότητα ὑπογραμμὸν τῶν θελουσῶν εὐσεβεῖν ἐν ἀληθείᾳ, ἵν᾽ ὅτε ὑποδέχονται ξένους ἐξ ἰδίων καμάτων ὑπηρετῶσι μέν, διὰ δὲ τὴν σεμνότητα τὸ πρόσωπον αὐτῶν τοῖς ἀνδράσι μὴ ὑποδεικνύωσιν. ἐκείνη γὰρ ἡ μακαρία πάντως ἐξήρτυσε καὶ ἐξαρτύσασα εἰς πρόσωπον ἀγγέλων οὐκ ὤφθη, σεμνότητος ὑπογραμμὸν ὑποβάλλουσα ταῖς μετὰ ταῦτα γενεαῖς.

ἀλλὰ καὶ ἵνα δείξῃ ὁ παρὼν τίς ἐστιν, 〈τὸ〉 ὄνομα τῆς γυναικὸς ἐκάλει ὁ ἐπιξενωθεὶς πρὸς τὴν ὥραν, * ὅτι οὔτε τὸ ὄνομα αὐτὸν λέληθεν οὔτε πλάσμα οὔτε διανόημα ἀνθρώπου. «τίνα με» φησί «λέγουσιν εἶναι οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου;» καὶ τὸν μὲν υἱὸν τοῦ ἀνθρώπου αὐτὸς φράζει ὁμολογῶν, ἵνα μὴ νομίσωσι περὶ τοῦ ἀοράτου αὐτὸν ἐρωτᾶν. οἱ δέ φασιν Ἠλίαν καὶ Ἰερεμίαν καὶ Ἰωάννην. «ὑμεῖς δὲ τίνα με λέγετε;»· «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος» φησὶ καὶ εὐθὺς μακαρίζεται. οὐ γὰρ ἀγνοῶν ἠρώτα, ἀλλὰ δεῖξαι βουλόμενος ὅτι πατρός ἐστιν ἡ διδαχὴ ἡ τὸν υἱὸν τῇ ἐκκλησίᾳ ἀληθινὸν 〈θεὸν〉 κηρύττουσα, ἵνα ἀναγκασθῇ ὁ Πέτρος λέγειν ἃ παρὰ τοῦ πατρὸς ἐδιδάχθη.

Καὶ μὴ θαυμάσῃς ἐὰν εἴπῃ ὅτι «δι᾽ ἐμοῦ εἰσέρχονται πρὸς τὸν πατέρα» καὶ ἠλλοιωμένον τῆς τοῦ πατρὸς οὐσίας ὑπολάβῃς. αὐτὸς γὰρ πάλιν διδάσκει «οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατὴρ αὐτὸν ἑλκύσῃ». ὡς γοῦν ὁ πατὴρ πέμπει πρὸς τὸν υἱόν, καὶ ὁ υἱὸς εἰσφέρει πρὸς τὸν πατέρα, ἵνα δείξῃ μίαν καὶ τὴν αὐτὴν εἶναι θεότητα. τὸ δέ «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ», εἰ σοφία ἐστὶ τοῦ θεοῦ, οὐκ ἐνδέεται σοφίας. ἀλλ᾽ ἐπειδὴ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών, οὐ τὸ πλήρωμα * ἠλαττώθη· * ἀλλ᾽ ἵνα δείξῃ ἀπ᾽ οὐρανοῦ μετακενωθέντα εἰς ἀνθρωπότητα τουτέστιν εἰς ἐργαστήριον Μαρίας. «μύρον γὰρ ἐκκενωθὲν ὄνομά σοι», φησίν· οὐκ εἶπεν ἐκχυθέν, ἀλλ᾽ ἐκκενωθὲν ἀπ᾽ οὐρανοῦ εἰς γῆν, ἵνα ἀπὸ γῆς εἰς Μαρίαν 〈ἐκκενωθῇ〉. καὶ ἀπὸ Μαρίας σὰρξ γενόμενος κυΐσκεται, εἰς Βηθλεὲμ γεννᾶται, ἀπὸ Βηθλεὲμ εἰς Ναζαρὲτ μεταβαίνει, ἀπὸ Ναζαρὲτ εἰς Καπερναούμ, ἀπὸ Καπερναοὺμ εἰς Ἱερουσαλὴμ καὶ θάλασσαν ἐν τῷ βαδίζειν αὐτὸν ἐπὶ τῶν ὑδάτων καὶ τὰ μέρη Τύρου καὶ Ναῒν καὶ τὴν Ἰουδαίαν καὶ Ἱεριχὼ καὶ εἰς Βηθφαγὴ καὶ Βηθανίαν, εἰς Ἱερουσαλήμ τε τὸν ναὸν καὶ τὸ ὄρος τῶν ἐλαιῶν καὶ Γεθσημανῆ, εἰς οἶκον Καϊάφα εἰς τὸ πραιτώριον καὶ πρὸς Ἡρῴδην, εἰς τόπον Γολγοθᾶ εἰς τὸ μνῆμα καὶ ἕως τοῦ Ἅιδου, εἰς γῆν μετὰ τὴν ἀνάστασιν καὶ εἰς οὐρανούς.

μύρον γὰρ ἐκκενωθὲν ἀπὸ ἄγγους εἰς ἄγγος πάντα τὰ ἄγγη μυρίζει καὶ Χριστοῦ ἡ παρουσία ἀπ᾽ οὐρανοῦ ὅλην τὴν γῆν ἡγίασε, τοὺς αὐτὸν λαμβάνοντας ἐν ἀληθεία. ὁ ὄρος [ὁ] ὤν, ὡς ἐν τῷ Δανιὴλ 〈λέγεται〉, καὶ μέγα ὄρος, «λίθος 〈δὲ〉 τεμνόμενος ἄνευ χειρῶν» * ἄνευ σπέρματος ἀνδρὸς ὑπαινιττόμενος, τὸ μεῖζον αὖθις μικρὸν εὑρισκόμενον· λίθος 〈δὲ〉 πάλιν ἀναλαμβάνων [τὸ] μέγεθος καὶ γινόμενος αὖθις ὄρος μέγα καὶ 〈δηλον〉ότι [τὸ] ὄρος οὐκ 〈ὂν ἐν〉 ἑνὶ τόπῳ, ἀλλὰ πληρῶν ἅπασαν τὴν οἰκουμένην, οὗτος ὁ σοφία ὢν καὶ γενόμενος ἄνθρωπος, ἐπεκτείνων ἑαυτοῦ τὴν δύναμιν τῷ κόσμῳ, ἵνα πληρώσῃ τὴν οἰκουμένην χάριτος, «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ». ἐπεὶ σοφία ὢν τοῦ πατρὸς καὶ «διδάσκων ἀνθρώπους» λαλεῖν καὶ ἀνθρώποις διαρθρώσας γλῶσσαν καὶ «φυτεύσας τὸ οὖς» τοῖς ἀκούουσι, πῶς οὐκ ᾔδει καλεῖν πατέρα ἢ μητέρα; * «λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας» καὶ τὰ ἑξῆς; ἀλλ᾽ ἐπειδή, γεννηθεὶς ἀπὸ κοιλίας εὐθὺς λαλῶν εἰ ἐδείκνυτο καὶ καθαρῶς οἷα δὴ ἀρτίπαις ἐφθέγγετο, φαντασία ἂν ἐνομίσθη καὶ οὐκ ἀληθὴς 〈ἀλλ᾽〉 ἢ μᾶλλον δόκησις ἡ ἔνσαρκος αὐτοῦ κύησις, διά τοι τοῦτο ὑπομένει τὸ ὀλίγον τῆς ἡλικίας. ἵνα μὴ ἀφανίσῃ τὸ ἀληθὲς τῆς ἀκολουθίας.