Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἀποφθέγματα τῶν πατέρων

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η αδιάλειπτη προσευχή και τα βιβλικά πρότυπα

Αποφθέγματα γ'-ζ', με διδαχές για την προσευχή, την αμνησικακία και τα βιβλικά πρότυπα πίστεως και μετανοίας, όπως ο Μελχισεδέκ και ο προφήτης Δαβίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 2 από 4

γʹ. Ἐδηλώθη τῷ μακαρίῳ Ἐπιφανίῳ τῷ ἐπισκόπῳ Κύπρου παρὰ τοῦ ἀββᾶ τῆς μονῆς ἧς εἶχεν ἐν Παλαιστίνῃ, ὅτι Εὐχαῖς σου οὐκ ἠμελήσαμεν τοῦ κανόνος ἡμῶν, ἀλλὰ μετὰ σπουδῆς καὶ τὴν τρίτην καὶ τὴν ἕκτην καὶ τὴν ἐννάτην ἐπιτελοῦμεν. Ὁ δὲ καταγνοὺς αὐτῶν, ἐδήλωσεν αὐτοῖς λέγων, ὅτι Φανεροί ἐστε ἀμελοῦντες τὰς ἄλλας ὥρας τῆς ἡμέρας ἀργοῦντες ἀπὸ τῆς εὐχῆς. Δεῖ γὰρ τὸν ἀληθινὸν μοναχὸν ἀδιαλείπτως ἔχειν τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἐν τῇ καρδίᾳ αὐτοῦ.

δʹ. Ἔπεμψέ ποτε ὁ ἅγιος Ἐπιφάνιος πρὸς τὸν ἀββᾶν Ἱλαρίωνα, παρακαλῶν αὐτὸν, καὶ λέγων· Δεῦρο, ἴδωμεν ἑαυτοὺς πρὸ τοῦ ἐξελθεῖν ἡμᾶς ἀπὸ τοῦ σώματος· καὶ παραγενομένου αὐτοῦ, ἐχάρησαν μετ᾽ ἀλλήλων. Ἐσθιόντων δὲ αὐτῶν, ἠνέχθη πετεινόν.

Καὶ λαβὼν ὁ ἐπίσκοπος ἔδωκε τῷ ἀββᾷ Ἱλαρίωνι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Συγχώρησόν μοι, ὅτι ἐξ οὗ ἔλαβον τὸ σχῆμα, οὐκ ἔφαγον θῦμα. Καὶ λέγει αὐτῷ ὁ ἐπίσκοπος· Ἐγὼ δὲ ἐξ οὗ ἔλαβον τὸ σχῆμα, οὐκ ἀφῆκά τινα κοιμηθῆναι ἔχοντα κατ᾽ ἐμοῦ, οὐδὲ ἐγὼ ἐκοιμήθην ἔχων κατὰ τινός. Καὶ λέγει αὐτῷ ὁ γέρων· Συγχώρησόν μοι, ὅτι ἡ σὴ πολιτεία μείζων ἐστὶ τῆς ἐμῆς.

εʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι ἡ εἰκὼν τοῦ Χριστοῦ Μελχισεδὲκ, τὴν ῥίζαν τῶν Ἰουδαίων εὐλόγησε τὸν Ἀβραάμ· πολλῷ πλέον αὐτὴ ἡ ἀλήθεια ὁ Χριστὸς, εὐλογεῖ καὶ ἁγιάζει πάντας τοὺς πιστεύοντας εἰς αὐτόν. ϛʹ. Ὁ αὐτὸς ἔλεγεν· Ἡ Χαναναία βοᾷ καὶ ἀκούεται· καὶ ἡ αἱμόῤῥους σιωπᾷ καὶ μακαρίζεται· ὁ δὲ Φαρισαῖος κράζει καὶ κατακρίνεται· ὁ τελώνης οὐδὲ ἀνοίγει τὸ στόμα καὶ ἀκούεται.

ζʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι Δαβὶδ ὁ προφήτης, ἐν ἀωρίᾳ ηὔχετο, μεσονύκτιον ἐξηγείρετο, πρὸ τοῦ ὄρθρου παρεκάλει, ὄρθρου παρίστατο, πρωΐας ἐδέετο, ἑσπέρας καὶ μεσημβρίας ἱκέτευε, καὶ διὰ τοῦτο ἔλεγεν· Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε.