Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὰ βαΐα

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η είσοδος στα Ιεροσόλυμα και η καθολική δοξολογία

Η ευαγγελική διήγηση της θριαμβευτικής εισόδου του Ιησού, συνοδευόμενη από το κάλεσμα προς τις ουράνιες και επίγειες δυνάμεις να ενώσουν τις φωνές τους σε κοινό δοξολογικό ύμνο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 4

Τί γάρ φησιν ὁ ἱεροκῆρυξ εὐαγγελιστὴς τῆς ἑορτῆς, ἄκουσον· Ἐγένετο ὅτε ἤγγιζεν ὁ Κύριος εἰς Βηθφαγὴ, καὶ εἰς Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο ἐκ τῶν μαθητῶν αὐτοῦ, λέγων· Ὑπάγετε εἰς τὴν ἀπέναντι κώμην, καὶ ἐν τῷ εἰσελθεῖν ὑμᾶς εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένην· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐποίησαν οἱ μαθηταὶ καθὼς ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ ὑπέστρωσαν τὰ ἱμάτια αὐτῶν ἐπὶ τὴν πῶλον, καὶ ἐκάθισεν ὁ Ἰησοῦς. Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς τὴν κατάβασιν τοῦ ὄρους, ὁ ὄχλος ἐλθὼν εἰς τὴν ἑορτὴν ἔλαβον βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Ἰησοῦ. Καὶ οἱ προάγοντες, καὶ οἱ ἀκολουθοῦντες ἔκραζον· Ὡσαννὰ τῷ υἱῷ Δαβὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὕτη τῆς παρούσης ἑορτῆς ἡ Δεσποτικὴ παρουσία· αὕτη τοῦ Βασιλέως τῶν βασιλευόντων ἡ ἐν Σιὼν πάλαι καὶ νῦν ἐπιδημία· αὕτη τῆς παρούσης ἡμέρας ἡ λαμπρὰ καὶ πάνδημος τοῦ ποιητοῦ τῶν ἁπάντων ἔλευσις.

Διὸ νῦν, ἀδελφοὶ, ὁ ὄχλος ἐλθὼν εἰς τὴν ἑορτὴν, ἐξέλθωμεν εἰς ἀπάντησιν αὐτοῦ, ὅ τε ὁρατὸς κόσμος καὶ ὁ ἀόρατος, καὶ οἱ προάγοντες χρόνῳ προφῆται, καὶ διδάσκαλοι, καὶ οἱ ἀκολουθοῦντες τῷ πώλῳ, οἱ Θεῷ πίστει συμφωνοῦντες. Σήμερον τὰ οὐράνια σὺν τοῖς ἐπιγείοις ὁμοῦ τε καὶ καταχθονίοις ἀνυμνείτω· πᾶν στόμα καὶ πνεῦμα πρὸς αἶνον Θεοῦ ἀνοιγόμενον.

Τὰ χερουβὶμ, βοήσατε, Ἅγιος, ἅγιος, ἅγιος Κύριος, ὁ τρισάγιος, σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ· σεραφὶμ, ὑμνήσατε· προφῆται, κηρύξατε. Καὶ ὁ μὲν λεγέτω· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ· ὁ δὲ, Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυττε, θύγατερ Ἱερουσαλήμ· καὶ ἄλλος τῷ βασιλεῖ Χριστῷ ἀτενίζων βοάτω· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ ἕτερος περὶ αὐτοῦ τοῦ Κυρίου κηρυξάτω· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ ἄλλος· Ἰδοὺ ἄνθρωπος ὁμοῦ καὶ Θεός.

Ἀνατολὴ ὄνομα αὐτῷ· καὶ Δαβὶδ πρὸς τὸν ἐξ αὐτοῦ κατὰ σάρκα Χριστὸν ἀτενίζων λέγῃ· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· καὶ πάλιν ἄλλος τὸ γόνυ κλίνων βοάτω Χριστῷ· Πᾶσα ἡ γῆ προσκυνησάτω σοι· καὶ ἕτερος τοῖς λαοῖς ἐπιτρέπῃ, λέγων· Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.

Οὕτω γὰρ ἐπετελεῖτο καὶ πάλαι ἡ ἐν Σιὼν τοῦ Δεσπότου μετὰ τοῦ πώλου ἐπιδημία· πάνδημος συμφωνία, οἱ χοροὶ τῶν πατέρων, οἱ δῆμοι τῶν δικαίων, τὰ πνεύματα τῶν προφητῶν, οἱ παῖδες τῶν Ἑβραίων, τὰ νήπια τῶν μητέρων, τὰ πλήθη τῶν ἀγγέλων. Οἱ μὲν πτέρυγας ἐφήπλουν, οἱ δὲ βαΐα κατεῖχον, οἱ δὲ ὄπισθεν ἤρχοντο, ἄλλοι τοὺς κλάδους ἔκοπτον, ἄλλοι δὲ τοὺς θάλλους ἔπλεκον, οἱ μὲν τὸν πῶλον ἔλυον, οἱ δὲ χιτῶνας ἐστρώννυον, οἱ μὲν τὰς πύλας ἤνοιγον, οἱ δὲ ὁδοὺς ἐκάθαιρον, ἄλλοι πῶλον εὐτρέπιζον, ἄλλοι νίκην ἐκήρυττον, ἄλλοι τοὺς κλάδους ἔσειον, ἄλλοι νηπίοις ἔλεγον, Αἰνεῖτε, παῖδες, Κύριον· οἱ παῖδες ἀπεκρίναντο, Ὡσαννὰ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων καὶ θαυμάτων τῆς ἑορτῆς!