Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὴν ἀνάληψιν τοῦ Χριστοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η κυριότητα του Θεού και οι καρποί της Εκκλησίας

Έμφαση στην κυριαρχία του Κυρίου έναντι των δαιμονικών επιβουλών, προτροπή σε πνευματική εγρήγορση και αλληγορική ερμηνεία της παραβολής του σπορέως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 4

Θέλω κἂν τῆς γῆς κρατῆσαι, καὶ πάντες ὡς δεσποτικῆς νομῆς φύλακες, τὴν κατ᾽ ἐμοῦ φωνὴν βοῶσι· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἔδειξεν ὁ σεισμὸς, ὅτι τοῦ Κυρίου ἡ γῆ. Ἡ γὰρ γῆ τὸ τοῦ Κυρίου ὄνομα μὴ φέρουσα ἀκαρτερήτῳ τρόμῳ ἐβράσσετο, διὰ τὴν ἀταξίαν τῶν αὐτῆς τέκνων μαστιζομένη, καθάπερ στόμα κατὰ τῶν στοιχείων ἀνοίξασα ῥήγματα, τῆς κρυπτομένης ὀδύνης ἐβόα τὸ μέγεθος· καὶ φείσασθαι τῶν ἡμαρτηκότων, ὡς μήτηρ ὑπὲρ τέκνων, ἱκέτευε. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Τὴν γὰρ σάρκα τὴν ἐκ γῆς πλασθεῖσαν ἥνωσεν ἐν αὐτῷ ὁ Χριστὸς, καὶ ἐκάθισεν ἐν οὐρανοῖς. Ἔρχεται ὁ διάβολος διὰ πορνείας μολύνειν βουλόμενος. Ἀλλ᾽ ὡς φύλαξ ἄγρυπνον ἔχων τὸν τῆς ψυχῆς ὀφθαλμὸν, μὴ συγχωρήσῃς τῷ λῃστῇ τὸν τῆς διανοίας διαῤῥῆξαι ὀφθαλμὸν, ἵνα θαῤῥῶν πρὸς αὐτὸν εἴπῃς· Δεσποτικοῦ κτήματος προδότης οὐ γίνομαι, διάβολε. Τοῦ Κυρίου γὰρ ἡ γῆ καὶ ἡ Ἐκκλησία τοῦ Χριστοῦ ἡ πάντοτε ὑπὸ τοῦ οὐρανίου ὄμβρου γεωργουμένη, καὶ ἀειθαλὲς καρποφοροῦσα Χριστῷ τριάκοντα [καὶ ἑξήκοντα] καὶ ἑκατόν.

Ἐξῆλθε, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὸ μὲν ἔπεσεν ἐπὶ τὴν ὁδὸν, τὴν ἀπάτην τὴν Ἑλληνικήν. Καὶ ἦλθον τὰ πετεινὰ, οἱ ὀξύπεινοι τῶν δαιμόνων ἅρπαγες, καὶ κατέφαγον αὐτό. Ἄλλο ἔπεσεν ἐπὶ τὰ πετρώδη, τὴν σκληρότροπον τῶν Ἰουδαίων φημὶ προαίρεσιν, καὶ εὐθέως ἀνέτειλε προπετείας φυτὸν [καὶ] παρανομίας. Τοιοῦτος γὰρ Ἰουδαίων ὁ τρόπος. Ἐν γὰρ τῇ ἐρήμῳ νομοθετούμενοι ἔφασκον πρὸς Μωϋσῆν· Πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιησόμεθα καὶ ἀκουσόμεθα. Καὶ οἱ ταῦτα ἐπαγγελλόμενοι, μόσχον ἄψυχον προσεκύνουν, καὶ τὸν νεκρὸν τοῦ ζῶντος Θεοῦ προετίμων. Ἄλλο ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, τὰς τραχυκέντρους καὶ βλασφημογλώσσους αἱρέσεις, αἵτινες τὸν τῆς εὐσεβείας σπόρον καθ᾽ ἡμέραν συμπνίγουσιν. Ἕτερον ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, τὴν εὔφορον, τὴν καρποφοροῦσαν τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατόν. Τριάκοντα τὸν τῆς σωφροσύνης ζυγόν· ἑξήκοντα τῆς ἀγγελομόρφου παρθενίας· ἑκατὸν τῆς θείας δικαιοσύνης, καὶ ἁγνείας, καὶ τῆς τῶν μαρτύρων ἀνδραγαθίας.