Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὴν ἀνάληψιν τοῦ Χριστοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Εσχατολογική προοπτική και τελική δοξολογία

Ανάλυση της εμφάνισης των αγγέλων κατά την Ανάληψη, σύνδεση με την προσδοκία της Δευτέρας Παρουσίας του Χριστού και κατακλείδα του έργου με τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 4 από 4

Οἱ γὰρ τῆς εὐσεβείας κήρυκες τὴν ἐπ᾽ ἐσχάτων τοῦ Κυρίου ἔλευσιν πᾶσιν εὐαγγελιζόμενοι ἔλεγον· Οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον. Ὤφθησαν γὰρ δύο ἄνδρες ἐν ἐσθῆτι λευκῇ. Δύο, ἵνα πιστευθῇ ἡ ἀλήθεια· ἄνδρες, ἵνα εἰς ἀνδρίαν τοὺς μαθητὰς στηρίξωσι· λευχειμονοῦντες, ἵνα καταλαμπρύνωσι τὰς τῶν ἀκουόντων διανοίας. Τί οὖν οἱ ὀφθέντες ἐκήρυττον; Ἄνδρες Ἰσραηλῖται, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; τί εἰς τὸν οὐρανὸν ἀτενίζετε; Μᾶλλον τὸν οὐρανοῦ ποιητὴν θεωροῦντες, δοξάσατε τοῦ ἀναλαμβανομένου τὸ μέγεθος, καὶ τὴν συγκατάβασιν αὐτοῦ τῆς φιλανθρωπίας θαυμάσατε, ὅτι τὸν γήινον ἑνώσας ἑαυτῷ ἄνθρωπον, οὐρανοπολίτην ἀνέδειξε, καὶ οἰκήτορα οὐρανοῦ κατέστησε· βαβαί! τὸν κάτω κείμενον ποῦ ἀνήγαγε. Τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν;

Οὕτως ἐλεύσεται. Οὕτω. Πῶς; Τὸ σῶμα τὸ ἡμέτερον περικείμενος, τὴν τρωθεῖσαν τῇ λόγχῃ πλευρὰν προβαλλόμενος· ἵνα ὄψωνται οἱ Ἰουδαῖοι εἰς ὃν ἐξεκέντησαν· ἡμεῖς δὲ ἀξιωθῶμεν ὄψεσθαι τὸ πρόσωπον αὐτοῦ μετὰ παῤῥησίας, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ᾽ οὗ τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.