Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὴν ἀνάστασιν τοῦ Χριστοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Το μυστήριο του Πάθους και η έκπληξη της κτίσης

Θεολογική και ρητορική περιγραφή του σταυρικού θανάτου του Δημιουργού, τα κοσμικά σημεία κατά τη Σταύρωση και η απορία των αγγέλων μπροστά στο μυστήριο της θείας συγκατάβασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 2 από 4

Καὶ ὁ ἀσεβὴς λαὸς τῶν Ἰουδαίων ἀπέκτειναν τὸν ἑαυτῶν εὐεργέτην, ἀποδόντες αὐτῷ 〈«πονηρὰ ἀντὶ ἀγαθῶν»〉 καὶ θλῖψιν ἀντὶ χαρᾶς καὶ θάνατον ἀντὶ ζωῆς· τὸν γὰρ ἐγείροντα τοὺς νεκροὺς αὐτῶν καὶ θεραπεύοντα τοὺς χωλοὺς καὶ φωταγωγοῦντα τοὺς τυφλούς, τοῦτον ἀπέκτεισαν κρεμάσαντες ἐπὶ ξύλου.

Ἴδετε οἱ ἄνθρωποι, ἴδετε πᾶσαι αἱ πατριαὶ τὰ καινὰ τολμήματα· ἐκρέμασαν τὸν κρεμάσαντα τὴν γῆν, καὶ προσέπηξαν ξύλῳ τὸν πήξαντα τὸν κόσμον, καὶ ἐμέτρησαν τὸν μετρήσαντα τοὺς οὐρανούς, καὶ ἔδησαν τὸν λύσαντα τοὺς ἁμαρτωλούς, καὶ ἐπότισαν ὄξος τὸν ποτίσαντα δικαιοσύνην, καὶ ἐψώμισαν χολὴν τὸν ψωμίσαντα ζωήν, καὶ ἠφάνισαν χεῖρας καὶ πόδας τοῦ θεραπεύσαντος αὐτῶν χεῖρας καὶ πόδας, καὶ ἠνέγκασαν καμμύσαι τὸν ποιήσαντα αὐτοὺς ἀναβλέψαι, καὶ ἔθαψαν τὸν ἐγείραντα τοὺς νεκροὺς αὐτῶν.

Ὢ μυστηρίου καινοῦ καὶ θαύματος παραδόξου· ἐκρίθη ὁ κριτής, καὶ ἐδήθη ὁ λύων τοὺς πεπεδημένους, καὶ προσεπάγη ὁ πήξας τὴν γῆν, καὶ ἐκρεμάσθη ὁ κρεμάσας τὸν κόσμον, καὶ ἐμετρήθη ὁ μετρήσας τοὺς οὐρανούς, καὶ ἐψωμίσθη χολὴν ὁ ψωμίσας ζωήν, καὶ ἀπέθανεν ὁ ζωογονῶν τὰ πάντα, καὶ ἐτάφη ὁ ἀνιστῶν τοὺς νεκρούς.

Τοῦ γὰρ κυρίου κρεμαμένου ἐπὶ τοῦ ξύλου, ἐρράγησαν οἱ τάφοι, καὶ ὁ ᾅδης ἠνεώχθη, καὶ ἀνέστησαν νεκροί, καὶ ἐξήλλοντο ψυχαί, καὶ ἐνεφανίσθησαν πολλοὶ τῶν ἀνισταμένων ἐν Ἰσραήλ, ὅτε ἐπετελεῖτο τὸ τοῦ Χριστοῦ μυστήριον· ἐπὶ γὰρ τοῦ σταυροῦ ὕψωσεν τὴν σάρκα, ἵνα φανῇ ἡ σὰρξ ὑψουμένη καὶ θάνατος πεπτωκὼς ὑπὸ τοὺς πόδας τῆς σαρκός.

Τότε οἱ ἄγγελοι ἐξενίσθησαν καὶ αἱ δυνάμεις τῶν οὐρανῶν ἐξεπλάγησαν ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ, ἐξεπλάγη ἡ κτίσις ξενιζομένη καὶ λέγουσα· Τί ἄρα εἴη τοῦτο τὸ καινὸν μυστήριον; Ὁ κριτὴς κρίνεται καὶ σιωπᾷ, ὁ ἀόρατος ὁρᾶται καὶ οὐκ ἐπαισχύνεται, ὁ ἀκράτητος κρατεῖται καὶ οὐκ ἀγανακτεῖ, ὁ ἀμέτρητος μετρεῖται καὶ οὐκ ἀντιτάσσεται, ὁ ἀπαθὴς πάσχει καὶ οὐκ ἀνταποδίδωσιν, ὁ ἀθάνατος θνῄσκει καὶ καρτερεῖ, ὁ ἐν οὐρανοῖς θάπτεται καὶ ὑπομένει· τί τοῦτο τὸ καινὸν μυστήριον ἢ πάντως διὰ τὸν ἄνθρωπον;