Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὴν ἀνάστασιν τοῦ Χριστοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Προτροπή σε προσευχή και αλληλεγγύη υπέρ των διωκομένων

Κάλεσμα προς τους πιστούς για έμπρακτη συμπαράσταση και ομόφωνη προσευχή υπέρ των αδελφών που βρίσκονται σε κατάσταση αιχμαλωσίας και διωγμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 5

Εἶτα τί καὶ μετὰ ταῦτα; Ἡμεῖς μόνοι ἑορτάζομεν, ἢ καὶ τοῦ πλησίον μεριμνήσομεν; Ἡμεῖς πανηγυρίσωμεν, ἢ καὶ περὶ ἄλλων ἡμῖν ὁ λόγος; Ἀναγκαίως τῆς ἡμῶν ἑορτῆς θεάρεστος ὁμοῦ καὶ εὐπρόσδεκτος γενέσθω τις κοινὸς τῆς Ἐκκλησίας στεναγμὸς πρὸς τὸν Θεὸν, καὶ ὑπὲρ τῶν ἐνάγκαις ἡμῶν ἀδελφῶν μνημονεύσωμεν, τῶν ἐν ἐρήμοις ἐνάγκαις ἐξεταζομένων ἰδίων ἡμῶν. Γενώμεθα ὡς συνδεδεμένοι τοῖς δεδεμένοις· γενώμεθα ὡς συμπάσχοντες τοῖς τὴν ἀνάγκην πάσχουσιν· ὅτι ἐὰν ἓν μέλος πάσχοι, συμπάσχει πάντα τὰ μέλη. Συμπαθήσωμεν τοίνυν τοῖς ἡμῶν ἀδελφοῖς, τοῖς ἡμῶν μέλεσιν· οἱ μὲν διὰ χρημάτων, οἱ δὲ διὰ ῥημάτων, καὶ ἄλλοι δι᾽ εὐποιίας, πάντες δὲ διὰ τῆς πρὸς Θεὸν ὑπὲρ αὐτῶν ἱκεσίας. Κοινὴ πάντων, παρακαλῶ, σήμερον γενέσθω πρὸς Θεὸν πρεσβεία, ὅτι κοινὴ ἡμῶν καὶ ἡ αἰχμαλωσία. Κοινὴ, παρακαλῶ, γενέσθω ἡ δέησις, ὅτι κοινὴ ὑπάρχει ἡ παίδευσις.

Ἀκούσωμεν τοῦ λέγοντος, ὅτι Εὔξασθε ὑπὲρ ἀλλήλων ὅπως ἐσθῆτε. Ἀκούσωμεν Χριστοῦ λέγοντος, ὅτι Ἐὰν δύο ἢ τρεῖς συμφωνήσουσιν εἰς εὐχὴν, περὶ παντὸς αἰτήματος οὗ αἰτήσονται, γενήσεται αὐτοῖς. Μέγα, ἀδελφοὶ, ὅπλον εὐχὴ Ἐκκλησίας· μέγα τεῖχος, ἀδελφοὶ, πρὸς Θεὸν εὐχὴ συμφωνίας, καὶ μάλιστα λαοῦ πιστοῦ αἰχμαλωσίας. Μηδεὶς εἰπεῖν τολμήσει, ὅτι οὐκ εἰσακούει ὁ Θεὸς ἁμαρτωλῶν.

Πλεῖον δέχεται τὴν δέησιν τῶν ταπεινῶν, καὶ μάλιστα τῶν διὰ τὸ ὄνομα αὐτοῦ καταπονουμένων, μαστιζομένων, φυλακιζομένων, θλιβομένων, ὑπὸ ἐχθρῶν ὀνειδιζομένων, καὶ τὴν πίστιν Χριστοῦ μὴ ἀρνησαμένων. Ἐξ ὧν ὑπάρχουσι πολλοὶ καὶ πολλαὶ ἐν τῷ παρόντι ἡμῶν λαῷ τοῦ Χριστοῦ ὁμολογηταὶ γενόμενοι, καὶ παρ᾽ αὐτοῦ ταχέως εἰσακουόμενοι. Μέγα ὅπλον, ἀγαπητοὶ, ἡ ἐκείνων εὐχή· αἰδεῖται γὰρ αὐτοὺς πάντας ὁ Χριστὸς, δι᾽ ὧν καὶ καθ᾽ ἡμέραν κινδυνεύουσι.

Διὸ ταῖς τούτων ἡμεῖς θαῤῥοῦντες εὐχαῖς, καὶ εἰς τὴν τούτων παῤῥησίαν πρὸς Θεὸν ἀποβλέποντες, κοινῶς καὶ ἐκτενῶς ὑπὲρ τῶν ἐνάγκαις ἀδελφῶν ἡμῶν προσευξώμεθα, διότι πολλάκις φιλανθρωπία βασιλικὴ ἐν ταῖς ἑορταῖ· πολλοῖς καταδίκοις ἄφεσιν καὶ ἀπολύτρωσιν χαρίζεται. Μέγα, πάλιν λέγω, ἀδελφοὶ, εὐχὴ Ἐκκλησίας, καὶ μάλιστα πίστις αἰχμαλωσίας.