Ἐκείνοις μικρὸν ἔλεος ποίησον, Δέσποτα· οὐ γὰρ αἰτοῦμαι πολύ. Φθάσον ἐκείνους, ὁ Θεὸς, ὁ παιδεύσας ἐκείνους· φθάσον τά ποτε τέκνα σου, ὅτι καὶ αὐτοί ποτε τέκνα σου, ὅτι καὶ αὐτοί ποτε Χριστιανοὶ ὑπῆρχον, καὶ αὐτοί ποτε ποίμνη σου, καὶ αὐτοί ποτε μέλη σου, καὶ αὐτοί ποτε τοῦ ἀχράντου σου μετελάμβανον σώματος, καὶ νῦν σωμάτων ἀλόγων μεταλαμβάνουσι. Διὸ δὴ, Δέσποτα, ἐπίβλεψον ἐπ᾽ αὐτοὺς ἐν ἐλέοις καὶ οἰκτιρμοῖς σου. Ἴδε ἐκείνων τῶν ἐλεεινῶν τὴν βίαν, καὶ δὸς φιλανθρωπίαν· ἴδε τὴν γύμνωσιν, καὶ δὸς τὴν ἀνάῤῥυσιν· ἴδε τὴν βαθεῖαν ἐρημίαν, καὶ ποίησον τὴν σὴν εὐσπλαγχνίαν. Εἰ γὰρ καὶ δικαίως ἐπαίδευσας, ἀλλ᾽ ὅμως ἴασαι· εἰ καὶ ἀξίως παρέδωκας, ὅμως συνάγαγε. Ἐμάστιξας, παρακάλεσον· παρέδωκας, λύτρωσαι. Εἰ καὶ πολλάκις ἡμάρτομεν, ἀλλ᾽ ὅμως πάλιν ἡμῶν μνήσθητι, καὶ πάλιν ἡμῶν τῇ δεήσει πείσθητι, καὶ μάλιστα τοῖς ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ὁ παῖς τῆς γῆς ἀβάτοις τόποις ἡμῶν ἀδελφοῖς (σου) Χριστιανοῖς, σοῦ δὲ λαοῖς. Εἰ γὰρ καὶ ἡμεῖς ἐν ἐκκλησίαις μετὰ τῶν πιστῶν, ἀλλ᾽ ἐκεῖνοι ἐν ἐρημίαις μετὰ τῶν ἐχθρῶν· εἰ καὶ ἡμεῖς φαιδροὶ ἐν ταῖς ἑορταῖς, ἀλλ᾽ ἐκεῖνοι ἐν μεγάλῃ σκοτίᾳ. Μεγάλη ἡ ἐκείνων δυστυχία· μέγα τὸ ἐκείνων ὕποπτον· δεινὸν τὸ ἐκείνων τραῦμα, πικρὰ ἡ ἐκείνων συμφορά· ἀδιήγητος ἡ αὐτῶν καταφθορὰ, μέγα τὸ ἐκείνων κέντρον, πολλὴ ἡ ἐκείνων τραγῳδία, Δέσποτα.