Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὴν ταφὴν τοῦ θείου σώματος

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η αποκαθήλωση, ο ενταφιασμός και ο μακαρισμός των κρυφών μαθητών

Η παράδοση του σώματος, η αποκαθήλωση, το θεολογικό παράδοξο της ταφής του Ζωοδότου και ο εγκωμιασμός των πράξεων του Ιωσήφ και του Νικοδήμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 4 από 7

Τούτων οὕτως ὑπὸ Ἰωσὴφ πρὸς Πιλᾶτον εἰρημένων, ἐκέλευσεν ὁ Πιλᾶτος δοθῆναι αὐτῷ τὸ πανάγιον σῶμα τοῦ Ἰησοῦ. Καὶ ἐλθὼν ἐπὶ τὸν Γολγοθὰ τόπον, καθεῖλε Θεὸν ἐν σαρκὶ ἀπὸ τοῦ ξύλου, καὶ τίθησιν ἐπὶ γῆν· Θεὸν ἐν σαρκὶ γυμνὸν, καὶ ἄνθρωπον οὐ ψιλόν.

Καὶ ὁρᾶται κείμενος κάτω, ὁ πάντας ἑλκύσας ἄνω· καὶ γίνεται πρὸς βραχὺ ἄπνους, ἡ πάντων ζωὴ καὶ πνοή· καὶ ὁρᾶται ἀόμματος, ὁ κτίσας τὰ πολυόμματα· καὶ κεῖται ὕπτιος, ἡ πάντων ἀνάστασις· καὶ νεκροῦται σαρκὶ Θεὸς, ὁ τοὺς νεκροὺς ἀνιστῶν· καὶ σιγᾷ πρὸς βραχὺ ἡ τοῦ Θεοῦ λόγου βροντή· καὶ αἴρεται παλάμαις, ὁ τὴν γῆν κατέχων δρακί. Ἆρα γὰρ, ἆρα, ὦ Ἰωσὴφ, αἰτήσας καὶ λαβὼν, οἶδας ὃν εἴληφας; ἆρα προσελθὼν τῷ σταυρῷ, καθελὼν Ἰησοῦν, οἶδας τίνα ἐβάστασας; Εἰ ὄντως οἶδας ὃν κρατεῖς, νῦν γέγονας πλούσιος. Πῶς δὲ ἄρα καὶ τὴν θεόσωμον ταύτην καὶ φρικωδεστάτην Ἰησοῦ ἐπιτελεῖς κηδείαν; Ἐπαινετός σου ὁ πόθος· ἀλλ᾽ ἐπαινετώτερος ὁ τῆς ψυχῆς σου τρόπος. Ἆρα γὰρ, ἆρα οὐ φρίττεις, ὃν τὰ χερουβὶμ φρίττουσιν, ἐπὶ χειρῶν βαστάζων; ἢ ποίῳ φόβῳ πάντως τῆς θείας ἐκείνης σαρκὸς ἀπογυμνοῖς τὸ λέντιον; πῶς δὲ δὴ εὐλαβῶς τὸ ὄμμα κατέστελλες; οὐ φρίττεις ἐνατενίζων, ἀνακαλύπτων φύσιν σαρκὸς Θεοῦ, τοῦ ὑπὲρ φύσιν; Ἆρα γὰρ, ἆρα, εἰπέ μοι, ὦ Ἰωσὴφ, καὶ πρὸς ἀνατολὰς καταθάπτεις νεκρὸν, τὴν ἀνατολὴν τῶν ἀνατολῶν; ἆρα δὲ καὶ τοῖς σοῖς δακτύλοις νεκροπρεπῶς Ἰησοῦ κατακλείεις τὰ ὄμματα τοῦ τῷ ἀχράντῳ δακτύλῳ τοῦ τυφλοῦ ἀνοίξαντος ὄμμα; ἆρα δὲ καὶ τὸ στόμα περικλείεις τοῦ τὸ μογιλάλου ἀνοίξαντος στόμα; ἆρα δὲ καὶ χεῖρας περιστέλλεις τοῦ ἐκτείναντος τὰς ξηρανθείσας χεῖρας;

ἢ καὶ τοὺς πόδας νεκροπρεπῶς καταδεσμεῖς τοῦ τὸ βαδίζειν δόντος τοῖς ἀκινήτοις ποσίν; ἆρα καὶ ἐπὶ κλίνης αἴρεις τὸν τῷ παραλύτῳ κελεύσαντα· Ἆρον σοῦ τὸν κράβατον, καὶ περιπάτει; ἆρα δὲ καὶ μύρα κενοῖς τῷ οὐρανίῳ μύρῳ τὰ ἑαυτοῦ κενώσαντι, καὶ κόσμον ἁγιάσαντι; ἆρα καὶ τὴν θεόσωμον ἔτι αἱμοῤῥοοῦσαν ἐκείνην Ἰησοῦ ἐκμάξαι τολμᾷς πλευρὰν, τοῦ τὴν αἱμοῤῥοοῦσαν ἰασαμένου Θεοῦ; ἆρα δὲ καὶ ὕδατι καταπλύνεις σῶμα Θεοῦ, τοῦ πάντας ἐκπλύναντος, καὶ τὴν κάθαρσιν δόντος; Ποίας δὲ ἆρα καὶ λαμπάδας ὑπανάψεις τῷ φωτὶ τῷ ἀληθινῷ, τῷ φωτίσαντι πάντα ἄνθρωπον; ποίας δὲ καὶ ᾄσεις ἐπιταφίους ᾠδὰς τῷ ἀσιγήτως αἰνουμένῳ ὑπὸ πάσης οὐρανίου στρατιᾶς; ἆρα δὲ καὶ δακρυῤῥοεῖς ὡς νεκρὸν τὸν δακρύσαντα, καὶ νεκρὸν τετραήμερον τὸν Λάζαρον ἀναστήσαντα; ἆρα δὲ καὶ θρήνους ποιεῖς τῷ τὴν χαρὰν πᾶσι διδόντι, καὶ τὴν λύπην τῆς Εὔας διαλύσαντι;

Ὅμως μακαρίζω σου τὰς χεῖρας, ὦ Ἰωσὴφ, ὑπουργησάσας, καὶ ψηλαφησάσας ἔτι αἱμοῤῥοούσας τὰς θεοσώμους Ἰησοῦ χεῖρας καὶ πόδας· μακαρίζω σου τὰς χεῖρας προσεγγισάσας τῇ τοῦ Θεοῦ αἱμοῤῥοούσῃ πλευρᾷ, πρὸ Θωμᾶ τοῦ πιστοῦ ἀπίστου καὶ ἐπαινουμένου περιέργου· μακαρίζω σου τὸ στόμα ἐμπλησθὲν ἀπλήστως καὶ ἑνωθὲν πρὸς Ἰησοῦ τὸ στόμα, καὶ Πνεύματος ἁγίου ἐκεῖθεν πληρωθέν· μακαρίζω σου τοὺς ὀφθαλμοὺς προστεθέντας τοῖς τοῦ Ἰησοῦ ὀφθαλμοῖς, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἐκεῖθεν μεταλαχόντας· μακαρίζω σου τὸ πρόσωπον προσπελάσαν πρὸς τὸ τοῦ Θεοῦ πρόσωπον· μακαρίζω σου τοὺς ὤμους βαστάσαντας τὸν πάντας βαστάζοντα· μακαρίζω σου τὴν κεφαλὴν [ἐν] ᾗ προσήγγισεν Ἰησοῦς πάντων κεφαλή· μακαρίζω σου τὰς χεῖρας, ἐν αἷς ἐβάστασας τὸν βαστάζοντα πάντα· μακαρίζω Ἰωσὴφ καὶ Νικόδημον. Γεγόνασι γὰρ πρὸ τῶν χερουβὶμ Θεὸν ἐν ἑαυτοῖς ὑψώσαντες καὶ φέροντες· γεγόνασι πρὸ τῶν ἑξαπτερύγων Θεοῦ ὑπουργοὶ, οὐ πτέρυξιν, ἀλλὰ σινδόσι τὸν Κύριον καλύψαντες, καὶ τιμήσαντες. Ὃν τὰ χερουβὶμ τρέμουσι, τοῦτον ἐπὶ τῶν ὤμων Ἰωσὴφ καὶ Νικόδημος φέρουσι, καὶ πᾶσαι αἱ τῶν ἀσωμάτων τάξεις ἐξίστανται.