Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὴν ταφὴν τοῦ θείου σώματος

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η θριαμβευτική κάθοδος του Χριστού και η συντριβή των πυλών του Άδη

Η έλευση του Δεσπότη συνοδεία αγγελικών ταγμάτων, η προσταγή για τη διάνοιξη των αιώνιων πυλών, ο τρόμος των σκοτεινών δυνάμεων και η κατάλυση του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 6 από 7

Ὧν δὴ ἁπάντων ὑπακούσας ὁ πανοικτίρμων Θεὸς ὁ Χριστὸς οὐ δίκαιον κέκρικε τοῖς ἐπ᾽ αὐτοῦ καὶ μετ᾽ αὐτὸν τῆς οἰκείας μεταδοῦναι μόνοις φιλανθρωπίας· ἀλλὰ καὶ τοῖς πρὸ τῆς αὐτοῦ ἐπιδημίας ἐν ᾅδῃ κατεχομένοις, καὶ καθημένοις ἐν σκότει, σκιᾷ θανάτου.

Διὸ ἀνθρώπους μὲν ἐν σαρκὶ ὄντας διὰ σαρκὸς ἐμψύχου ὁ Θεὸς Λόγος ἐπεσκέψατο· ψυχαῖς δὲ σωμάτων ἀπηλλαγμέναις διὰ τῆς ἐνθέου καὶ ἀχράντου αὐτοῦ ψυχῆς ἐν ᾅδῃ ἐπέφανε, σώματος ἀλλ᾽ οὐ θεότητος ἀπηλλαγμένης. Οὐκοῦν σπεύσωμεν τῷ νῷ, καὶ ἐπὶ τὸν ᾅδην βαδίσωμεν, ὅπως ἴδωμεν πῶς ἐκεῖ ποτε τὸν τῷ κράτει κραταιὸν κατὰ κράτος κρατεῖ τοῦ κράτους κρατοτύραννον, καὶ λαῷ πανστρατὶ τῇ αὐτοῦ ἀστραπῇ τὰς ἀθανάτους ἐκείνας τῶν φαλάγγων ἀχειρὶ χειροῦται τάξεις· θύρας ἀθύρους ἄρας ἐκ μέσου, καὶ πύλας ἀξύλους τῷ ξύλῳ τοῦ σταυροῦ Χριστὸς ἡ θύρα κατακλάσας, ἥλοις τε τοῖς ἐνθέοις μοχλοὺς αἰωνίους συντρίψας καὶ συνθλάσας· καὶ δεσμοῖς χειρενθέοις τὰς ἀλύτους ἁλύσεις ὡς κηρὸν διαλύσας· καὶ λόγχῃ τῇ θεοπλεύρῳ καρδίαν τοῦ τυράννου τὴν ἄσαρκον διατρήσας. Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅτε τῷ σταυρῷ τοξότας χειροθέους νευρὰς διέτεινε.

Διὸ ἐὰν μεθ᾽ ἡσυχίας ἀκολουθήσῃς Χριστῷ, νῦν ὄψῃ ποῦ μὲν τὸν τύραννον ἔδησε· ποῦ δὲ τὴν τούτου κεφαλὴν ἀνήρτησε· πῶς δὲ τὸ δεσμωτήριον ἀνέσκαψε, ποῦ δὲ τοὺς δεσμώτας ἐξήγαγε, πῶς δὲ τὸν ὄφιν ἐπάτησε, καὶ ποῦ τὴν κάραν ἐκρέμασε· πῶς δὲ τὸν Ἀδὰμ ἠλευθέρωσε, καὶ πῶς τὴν Εὔαν ἀνέστησε, καὶ πῶς τὸ μεσότοιχον ἔλυσε, καὶ πῶς τὸν πικρὸν κατεδίκασε δράκοντα, καὶ πῶς τὰ ἀήττητα ἔστησε τρόπαια· ποῦ δὲ τὸν θάνατον ἐθανάτωσε, καὶ πῶς τὴν φθορὰν κατέφθειρε, καὶ ποῦ τὸν ἄνθρωπον εἰς τὸ ἀρχαῖον κατέστησεν ἀξίωμα.

Ὁ χθὲς τοίνυν οἰκονομικῶς τὰς λεγεῶνας τῶν ἀγγέλων παραιτούμενος, καὶ λέγων τῷ Πέτρῳ· Οὐ δύναμαι ἄρτι παραστῆσαι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; σήμερον θεοπρεπῶς ὁμοῦ τε καὶ πολεμικῶς, καὶ δεσποτικῶς κάτεισι κάτω τοῦ ᾅδου καὶ θανάτου· καὶ τύραννον διὰ θανάτου τὰς ἀθανάτους τῶν ἀσωμάτων στρατευμάτων καὶ ταγμάτων ἀοράτων οὐ δώδεκά τινας λεγεῶνας, ἀλλὰ μυρίας μυριάδας καὶ χιλίας χιλιάδας ἔχων ἀγγέλων, ἐξουσιῶν, θρόνων ἀθρόνων, ἑξαπτερύγων, ἀπτερύγων, πολυομμάτων, ἀομμάτων, οὐρανίων ταγμάτων· ἅτε δὴ ἅτε ὡς οἰκεῖον Δεσπότην, καὶ βασιλέα προπεμπούσας, καὶ δορυφορούσας, καὶ τιμώσας Χριστόν· οὐ συμμάχους· ἄπαγε! Ποίας γὰρ καὶ συμμαχίας ὁ παντοδύναμος ἐπιδέεται Χριστός; Ἀλλ᾽ ὀφειλούσας ὁμοῦ καὶ φιλούσας τῷ ἑαυτῶν ἀεὶ παρίστασθαι Δεσπότῃ τῷ Θεῷ φερέγγειοί τινες δορυφόροι, ὁπλῖται καὶ σκηπτοῦχοι λαμπροὶ τῆς θείας ὀξεῖς δεσποτικῆς σκηπτουχίας, νεύματι μόνῳ σπουδῇ τῷ θείῳ τάχει ἀλλήλας προφθανούσας, ὁμοῦ εἰς ἔργον ἀγούσας τῇ κελεύσει τὴν πρᾶξιν, καὶ τῇ νίκῃ κατεστεμμένας πρὸς ἐχθρῶν καὶ παρανόμων παρατάξεις. Διὸ δὴ καὶ κατιούσας τότε δρόμοις ὁμοῦ τε καὶ σύνδρομοι τῷ Θεῷ καὶ Δεσπότῃ ἐπὶ τὰ ἐν ᾅδου καὶ ὑπόγεια, καὶ γῆς ἁπάσης βαθύτερα, τῶν ἀπ᾽ αἰῶνος κεκοιμημένων ὑποχθόνια οἰκητήρια, ἐξάγων ἐν ἀνδρείᾳ τοὺς ἀπ᾽ αἰῶνος πεπεδημένους.

Ὡς γοῦν τὰ παντόθυρα, καὶ ἀνήλια, καὶ πανέσπερα τοῦ ᾅδου δεσμωτήρια καὶ οἰκητήρια, καταδύσεις καὶ σπήλαια ἡ θεόδημος τοῦ Δεσπότου κατέλαβεν αἰγληφόρος παρουσία, προφθάνει πάντας Γαβριὴλ ἀρχιστράτηγος· ἅτε δὴ ἅτε ἐξ ἔθους ὢν χαρᾶς εὐαγγέλια ἀνθρώποις φέρειν καὶ ῥῆσίν τινα ἰσχυρὰν ἀρχαγγελικωτάτων καὶ στρατηγικωτάτων λαμπρὰν καὶ λεοντιαίαν φωνὴν πρὸς τὰς ἐναντίας δυνάμεις, καὶ λέγει· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν· μεθ᾽ ὃν βοᾷ καὶ Μιχαήλ· Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. Εἶτα καὶ αἱ δυνάμεις φασίν· Ἀπόστητε, πυλωροὶ οἱ παράνομοι· εἶτα καὶ ἐξουσίαι μετ᾽ ἐξουσίας· Συντρίβητε, αἱ ἁλύσεις αἱ ἄλυτοι· καὶ ἄλλος· Αἰσχύνθητε, ἐναντίοι πολέμιοι· καὶ ἕτερος· Φοβήθητε, τύραννοι οἱ παράνομοι.

Καὶ καθάπερ ἐπί τινος φοβερᾶς καὶ ἀηττήτου παντοδυνάμου βασιλικῆς τροπαιούχου στρατοῦ παρατάξεως φρίκη τις καὶ τάραχος καὶ φόβος κατώδυνος τοῖς τοῦ ἀκαταγωνίστου Δεσπότου ἐπιπίπτει ἐχθροῖς· οὕτω δὴ καὶ ἐπὶ τοῖς ἐν ᾅδου ἐκείνοις καὶ παραδόξου Χριστοῦ ἐν τοῖς καταχθονίοις παρουσίας ἐξαίφνης ἐγένετο· ἄνωθεν ἀστραπῆς ἡ ἀμαύρωσις τῶν ἐναντίων τοῦ ᾅδου δυνάμεων τὰς ὄψεις σκοτίζουσα καὶ βροντοφώνων βοῶν ἀκουόντων καὶ στρατῶν κελευόντων λέγοντας· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Οὐ γὰρ ἀνοίξατε, ἀλλ᾽ ἐξ αὐτῶν θεμελίων ταύτας ἄρατε, ἐκριζώσατε, μεταστήσατε εἰς τὸ μηκέτι κλείεσθαι· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Οὐχ ὡς ἀδυνατοῦντος τοῦ παρόντος Δεσπότου καὶ θυρῶν κεκλεισμένων ὅτε κελεύει εἰσέρχεσθαι, ἀλλὰ δραπετοδούλως ὑμῖν ἐπιτρέποντος τὴν τῶν πυλῶν τῶν αἰωνίων ἔπαρσιν καὶ μετάστασιν καὶ κατάκλασιν. Διὸ οὐδὲ τοῖς δήμοις ὑμῶν, ἀλλ᾽ αὐτοῖς τοῖς δοκοῦσι παρ᾽ ὑμῶν εἶναι ἄρχουσιν, αὐτοῖς ἐπιτρέπει λέγων· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Ὑμῶν, ἀλλ᾽ οὐκ ἄλλων τινῶν. Λοιπὸν ἄρχοντες.

Εἰ γὰρ καὶ μέχρι τοῦ νῦν τῶν ἀπ᾽ αἰῶνος κεκοιμημένων κακῶς ἤρξατε· ἀλλ᾽ οὐκέτι λοιπὸν αὐτῶν, ἀλλ᾽ οὐδ᾽ ἄλλων, ἀλλ᾽ ὑμῶν, ἀλλ᾽ οὐδ᾽ αὐτῶν ὑμῶν ἔσεσθε ἄρχοντες. Πάρεστι γὰρ Χριστὸς ἡ οὐράνιος θύρα· Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ τῶν τοῦ ᾅδου δυσμῶν. Κύριος ὄνομα αὐτοῦ, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τῶν τοῦ θανάτου πυλῶν. Ὑμεῖς ἐποιήσατε τὰς εἰσόδους· τὰς διεξόδους αὐτὸς ποιῆσαι παραγέγονεν. Διὸ μὴ μέλλετε· Ἄρατε πύλας καὶ ταχύνατε· ἄρατε, καὶ μὴ ἀναβάλλετε.

Εἰ δὲ ἀναμένειν νομίζετε, αὐταῖς ταῖς πύλαις ἀχειρὶ καὶ αὐτοματὶ αἴρεσθαι ἐπιτρέπομεν. Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. Ἅμα αἱ δυνάμεις ἐβόησαν, ἅμα αἱ πύλαι ἐπήρθησαν, ἅμα αἱ ἁλύσεις ἐλύθησαν, ἅμα οἱ μοχλοὶ κατεκλάσθησαν, ἅμα τὰ κλεῖθρα ἐξέπεσαν, ἅμα τὰ θεμέλια τοῦ δεσμωτηρίου ἐδονήθησαν, ἅμα αἱ ἐναντίαι δυνάμεις εἰς φυγὴν ἐτράπησαν, ἕτερος ἕτερον συνωθούμενος, καὶ ἄλλος πρὸς ἄλλον συμποδιζόμενος, καὶ ἕτερος τῷ ἑτέρῳ φεύγειν φθεγγόμενος· ἔφριξαν, ἐσαλεύθησαν, κατεπλάγησαν, ἐταράχθησαν, ἠλλοιώθησαν, ἐθροήθησαν, ἔστησαν ὁμοῦ καὶ ἐξέστησαν, ἠπόρησαν ὁμοῦ καὶ ἐτρόμαξαν. Καὶ ὁ μὲν κεχηνὼς ἵστατο, ὁ δὲ τοῖς γόνασι τὸ πρόσωπον συνεκάλυπτε· καὶ ἄλλος πρηνὴς ἀνεπήγνυτο, καὶ ἕτερος ὡσεὶ νεκρὸς ἀπεστηλοῦτο, καὶ ἄλλος τῷ θάμβει κατείχετο, καὶ ἕτερος [οὐρανίων] ἠλλοιωμένος κατέκειτο, καὶ ἄλλος ἐνδότερον ἔφευγεν.

Ἐκεῖ γὰρ τότε διέκοψε Χριστὸς ἐν ἐκστάσει κεφαλὰς δυναστῶν· ἐκεῖ ἐσείσθησαν ἐν αὐτῷ, ἐκεῖ διήνοιξαν χαλινοὺς αὐτῶν λέγοντες· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; τίς ἐστιν οὗτος ὁ τοσοῦτος, ὁ μετὰ τοσούτων τοιαῦτα ἐνταῦθα ἐπιτελῶν θαύματα; Τίς οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὁ ἐν ᾅδῃ ποιῶν νῦν τὰ οὐδέποτε ἐν ᾅδῃ γενόμενα; τίς οὗτος ὁ ἐξάγων ἔνθεν τοὺς ἀπ᾽ αἰῶνος κεκοιμημένους; τίς ἐστιν οὗτος ὁ λύσας καὶ καταλύσας ἡμῶν τῶν ἀηττήτων τὸ θράσος καὶ τὸ κράτος, καὶ ἐξάγων ἐκ τῆς τοῦ ᾅδου φυλακῆς τοὺς ἀπ᾽ αἰῶνος πεπεδημένους; Πρὸς οὓς ἀνέκραζον αἱ τοῦ Δεσπότου δυνάμεις λέγουσαι· Μαθεῖν βούλεσθε, ὦ παράνομοι τύραννοι, τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός· Κύριος δυνατὸς καὶ ἰσχυρὸς καὶ ἀήττητος ἐν πολέμοις.

Οὗτος ἐκεῖνός ἐστιν ὁ ἐκ τῶν οὐρανίων ἀψίδων ἐξορίσας καὶ ἀποῤῥίψας ὑμᾶς, ὦ δείλαιοι καὶ παράνομοι τύραννοι! Ἐκεῖνος οὗτός ἐστιν ὁ ἐν ὕδασι Ἰορδάνου συντρίψας τὰς κεφαλὰς τῶν δρακόντων ὑμῶν. Οὗτος ἐκεῖνός ἐστιν ὁ διὰ σταυροῦ στηλιτεύσας, καὶ θριαμβεύσας, καὶ νεκρώσας ὑμᾶς. Ἐκεῖνος οὗτός ἐστιν ὁ δήσας, καὶ ζοφώσας, καὶ τῇ ἀβύσσῳ παραπέμψας ὑμᾶς. Οὗτος ἐκεῖνός ἐστιν ὁ πυρὶ αἰωνίῳ καὶ γεέννῃ παραπέμπων καὶ ἀπολλῶν ὑμᾶς. Λοιπὸν μὴ μέλλετε, μηδὲ ἀναμένετε, ἀλλὰ σπεύσατε, καὶ τοὺς δεσμίους ἐξάξατε, οὓς μέχρι καὶ νῦν κακῶς κατεπίετε. Τὸ γὰρ ὑμέτερον κράτος λοιπὸν καταλέλυται· ἡ ὑμῶν τυραννὶς λοιπὸν πέπαυται· τὸ ὑμέτερον φρύαγμα δεινῶς κατήργηται· ἡ ὑμῶν μεγαλαυχία εἰς τέλος ἐκλέλοιπεν· ἡ ὑμῶν ἰσχὺς πεπάτηται καὶ ἀπόλωλε. Ταῦτα αἱ δεσποτικαὶ τοῦ Δεσπότου δυνάμεις ταῖς ἐναντίαις δυνάμεσιν ἔλεγον, ὁμοῦ τε καὶ κατέσπευδον. Καὶ οἱ μὲν τὸ δεσμωτήριον ἐξ αὐτῶν τῶν θεμελίων κατέσκαπτον· οἱ δὲ τὰς ἐναντίας ἐξουσίας κατεδίωκον ἐκ τῶν ἐξωτέρων ταμείων φευγούσας ἐνδότερον. Καὶ ἄλλοι τὰς καταδύσεις, καὶ τὰ φρούρια, καὶ τὰ σπήλαια διερεύνων, καὶ ἔτρεχον.

Καὶ ἕτεροι ἄλλος ἄλλον ἄλλοθεν δέσμιον τῷ Δεσπότῃ προσέφερον, καὶ ἄλλοι τὸν τύραννον δεσμοῖς ἀλύτοις ἔδεον, καὶ ἕτεροι τοὺς ἀπ᾽ αἰῶνος δεσμίους ἀπέλυον· καὶ ἄλλοι ἐπέταττον, καὶ ἕτεροι ὑπούργουν ὡς τάχιστα· καὶ οἱ μὲν εἰσερχομένου τοῦ Δεσπότου ἐνδότερον προέτρεχον, οἱ δὲ ὡς βασιλεῖ καὶ Θεῷ νικηφόρῳ παρείποντο.