Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Ἐπιστολὴ πρὸς Εὐσέβιον, Μάρκελλον, Βιβιανόν, Κάρπον καὶ πρὸς Αἰγυπτίους (ἀπόσπασμα)

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Χρονολόγηση της Σταύρωσης και της Ανάστασης

Επίλυση της φαινομενικής διαφωνίας των Ευαγγελιστών για την ώρα της Σταύρωσης, υπολογισμός των τριών ημερονυκτίων και προσδιορισμός του ακριβούς χρόνου της Ανάστασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 3

καὶ ὡς ἐκεῖνος πολλὰ αὐτὸν ἐρωτήσας καὶ μὴ καταξιωθεὶς ἀποκρίσεως ἀντιπέμπει αὐτὸν Πιλάτῳ, καὶ ἐπιμείνας ἕως ἐνάτης ὥρας ἐν τῷ πραιτωρίῳ συγκεκλεισμένος. παράδοσις δέ τις ἔδραμε λεγόντων ἕως καὶ τῶν ἡμετέρων χρόνων, ὅτι τὴν ἐνάτην ὥραν εἰσῆλθον οἱ μαθηταὶ κρυφῇ πρὸς αὐτὸν καὶ ἔκλασεν ἄρτον ψιλὸν καὶ συνεγεύσατο μετ᾽ αὐτῶν ἐν τῇ φυλακῇ. ἔμεινε δὲ ἐκεῖ ὅλην τὴν νύκτα καὶ πρωῒ λίαν προφέρει αὐτὸν ἀπὸ τοῦ πραιτωρίου ἡμέρᾳ προσαββάτου τῇ παρασκευῇ καλουμένῃ καὶ οὕτως ὥρᾳ 〈γ〉 σταυροῦται κατὰ τὴν ἀκριβῆ τοῦ Μάρκου εἰσήγησιν καὶ Ἰωάννου τῶν θεσπεσίων εὐαγγελιστῶν· εἰ καὶ ἔν τισιν ἀντιγράφοις τοῦ κατὰ Ἰωάννην εὐαγγελίου γραφικοῦ ἕνεκεν σφάλματος παραπεποίηται τὸ Γ στοιχεῖον, ὅπερ τὸν τρεῖς ψῆφον δηλοῖ, εἰς τὸ ἐπισήμου, ὅπερ τὸν ἓξ παρίστησι διὰ τὸ ἀμφοτέρων τῶν στοιχείων τὰς κεραίας ἐκ τῶν εὐωνύμων εἰς τὰ δεξιὰ ἐπιβλέπειν ἡμᾶς· ὃ καὶ πρὸ ἡμῶν ἠκρίβωσαν Κλήμης τε καὶ Ὠριγένης καὶ ὁ Πάμφιλος Εὐσέβιος. καὶ οὐ χρὴ τοὺς φιλομαθεῖς ἀκροατὰς διὰ τὴν τοῦ στοιχείου ἀναίρεσιν ἢ παράθεσιν διασπᾶν τὴν τῶν θείων εὐαγγελίων συμφωνίαν.

ὅρα γὰρ πῶς καὶ Ματθαῖος ὁ σοφώτατος τὸν τοῦ σταυροῦ καιρὸν ἀκριβῶς ἐπισημαίνεται τῷ εἰπεῖν “καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθά, ὅ ἐστι κρανίου τόπος„, ἔπειτα καὶ τὸν οἶνον μετὰ τῆς σμύρνης λοιπὸν καὶ τὴν τῶν ἱματίων διαμέρισιν ** ἐπάγει· “ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας 〈θ〉„ καὶ τὰ ἑξῆς. τινὲς δὲ οἴονται τὸν ἅγιον Ματθαῖον ἕκτῃ ὥρᾳ αὐτὸν ἐσταυρῶσθαι λέγειν· μεμελέτ〈ηται〉 δὲ τῷ ἁγίῳ τὸ ἀπὸ τῆς ἕκτης ὥρας σκότος. σταυροῦται μὲν οὖν ὡς εἴρηται προσαββάτῳ ὥρᾳ 〈γ〉 καὶ ἐλογίσθη αὐτῷ ἡμέρα μία ἀπὸ ὥρας 〈γ〉 εἰς 〈ϛ〉. μετὰ τὸ σταυρωθῆναι γὰρ λοιπὸν τῶν καταχθονίων εἰργάζετο τὴν σωτηρίαν, καὶ ἀπὸ τῆς ἕκτης εἰς 〈θ〉 μία νύξ, ἀπὸ δὲ ἐννάτης εἰς ἑσπέραν μία ἡμέρα. ** καὶ γεγόνασι τρεῖς ἡμέραι καὶ δύο νύκτες. καὶ δι᾽ ὅλου τοῦ σαββάτου μία ἡμέρα καὶ ἡ νὺξ ἡ ἐπιφώσκουσα εἰς τὴν κυριακήν. καὶ ἐπληρώθη τὸ περὶ αὐτοῦ εἰρημένον ὅτι “δεῖ ποιῆσαι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας„. ὥρᾳ 〈γ〉 ἐσταυρώθη πλήρης ἕκτῃ σαββάτων τεσσαρεσκαιδεκάτῃ κατὰ σελήνην, τετάρτῃ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνός, πρὸ 〈ιγ〉 καλάνδων Ἀπριλλίων. διὸ νηστεύομεν καὶ τῷ προσαββάτῳ.

ἀνέστη δὲ τῇ ἡμέρᾳ τῆς κυριακῆς, ἐξότε οἱ ἀλεκτρυόνες ἐφώνησαν, ἐν νυκτὶ τῆς ἰσονυκτίας συημμένῃ τῇ ἰσημερίᾳ τουτέστι τῇ 〈ϛ〉 καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνός, ὃς ἦν Νισὰν παρ᾽ Ἑβραίοις ὁ ἑρμηνευόμενος Φαρμουθί. προλαμβάνουσι δὲ οἱ τῶν Ἑβραίων μῆνες τοὺς τῶν Αἰγυπτίων μῆνας καὶ οἱ τῶν εὐδαιμόνων Ἀθην〈αί〉ων ὡσαύτως καὶ Λακεδαιμονίων ὀκτὼ ἡμέρα〈ι〉ς, ἐὰν οὕτω τύχοι. ἦν δὲ ἡ νὺξ ἡ ἔχουσα τὰς αὐτὰς ὥρας καὶ ἡ παρελθοῦσα ἡμέρα τὰς αὐτάς.