Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Κατάλογος ἀποστόλων

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ο Απόστολος Παύλος

Περιγραφή του κηρύγματος και των χρονολογικών δεδομένων σχετικά με το μαρτύριο του αποστόλου Παύλου στη Ρώμη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 4

ιγʹ. Παῦλος δὲ ὁ ἀπόστολος μετὰ τὴν εἰς οὐρανοὺς τοῦ κυρίου ἀνάληψιν ἤρξατο κηρύσσειν τὸ εὐαγγέλιον τοῦ κυρίου ἀρξάμενος ἀπὸ Ἱεροσολύμων προῆλθεν ἕως τοῦ Ἰλλυρικοῦ καὶ τῆς Ἰταλίας καὶ Ἱσπανίας, οὗ καὶ ἐπιστολαὶ μετὰ σοφίας παρ᾽ ἡμῖν φέρονται. Ἐπὶ δὲ Νέρωνος υἱοῦ Κλαυδίου βασιλέως ἐν πόλει Ῥώμῃ τὴν κεφαλὴν ἀπετμήθη, ἐμαρτύρησεν Ἐπιφὶ εʹ, πρὸ γʹ Καλανδῶν Ἰουλίων· καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ ἁγίου ἀποστόλου Πέτρου, ἐκεῖ εἰσιν ἕως σήμερον ἐν Χριστῷ. [Μαρτύριον Παύλου τοῦ ἀποστόλου. Ἐπὶ Νέρωνος τοῦ Καίσαρος Ῥωμαίων ἐμαρτύρησεν αὐτόθι Παῦλος ὁ ἀποστόλος ξίφει τὴν κεφαλὴν ἀποτμηθεὶς ἐν τῷ τριακοστῷ καὶ ἕκτῳ ἔτει τοῦ σωτηρίου πάθους, τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος ἐν Ῥώμῃ πέμπτῃ ἡμέρᾳ κατὰ Συρομακεδόνας Πανέμου μηνός, ὅστις λέγεται παρ᾽ Αἰγυπτίοις Ἐπιφί, παρὰ δὲ Ῥωμαίοις πρὸ τριῶν Καλανδῶν Ἰουλίων μηνὶ Ἰουνίῳ, καθ᾽ ἣν ἐτελειώθη ὁ ἅγιος ἀπόστολος τῷ κατ᾽ αὐτὸν μαρτυρίῳ ἑξηκοστῷ καὶ ἐννάτῳ ἔτει τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας. Ἐστὶν οὖν ὁ πᾶς χρόνος, ἐξ οὗ ἐμαρτύρησε τριακόσια τριάκοντα ἔτη μέχρι τῆς παρούσης ταύτης ὑπατίας, τετάρτης μὲν Ἀρκαδίου, τρίτης δὲ Ὁνωρίου τῶν δύο ἀδελφῶν αὐτοκρατόρων Αὐγούστων, ἐννάτης ἰνδικτίωνος τῆς πεντεκαιδεκαετηρικῆς περιόδου μηνὸς Ἰουνίου εἰκοστῆς ἐννάτης ἡμέρας.] ιδʹ.