Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον
Η αρειανική έριδα και η εκτενής ανασκευή της διδασκαλίας του Αρείου
Εξιστόρηση της εμφάνισης του Αρειανισμού και αναλυτική θεολογική ανασκευή των δοξασιών περί κτιστού Υιού και ανισότητας στην Αγία Τριάδα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αρειανική έριδα και η εκτενής ανασκευή της διδασκαλίας του Αρείου
Εξιστόρηση της εμφάνισης του Αρειανισμού και αναλυτική θεολογική ανασκευή των δοξασιών περί κτιστού Υιού και ανισότητας στην Αγία Τριάδα.
Ταῦτα ἕως τῆς δεῦρο πέπρακται, τῶν μὲν ἐξορισθέντων, ἐπισκόπων τε καὶ πρεσβυτέρων καὶ διακόνων, ἄλλων δὲ κεφαλικὴν τιμωρίαν ὑποστάντων ἐπὶ τῆς Ἀλεξανδρείας, ἑτέρων δὲ θηριομαχησάντων, παρθενευουσῶν δὲ ἀποκτανθεισῶν καὶ πολλῶν ἄλλων ἀπολομένων. ἐν τούτοις ἔτι δεῦρο φέρεται ἡ ἐκκλησία τοῦ θεοῦ, ἀπὸ τῆς προειρημένης ὑποθέσεως τῶν Μελιτιανῶν καὶ τῶν Ἀρειανῶν, τῶν διὰ τοιούτων τρόπων ἐσχηκότων τὴν στάσιν καὶ 〈τὴν πρόφασιν〉 τοῦ ἐνισχῦσαι τὸ αὐτὸ σύστημα τῆς κακοδοξίας, φημὶ δὲ Ἀρειανῶν. ἐν δὲ τῷ κατὰ Ἀρείου ἐλέγχῳ κατὰ λεπτὸν περὶ πάντων διηγησόμεθα. ὑπερβήσομαι δὲ καὶ ταύτην τὴν ὑπόθεσιν, ἐπὶ δὲ αὐτὴν τὴν τῶν Ἀρειανῶν αἵρεσιν παρελεύσομαι, θεὸν ἐπικαλούμενος βοηθὸν τῷ φοβερῷ τούτῳ καὶ πολυκεφάλῳ ἑρπετῷ πρὸς μάχην πελάζειν παρερχόμενος.
Κατὰ τῶν Ἀρειομανιτῶν 〈μθ〉, τῆς δὲ ἀκολουθίας 〈ξθ〉. 1. Τούτους τοὺς 〈τῶν〉 περὶ τὸν Μελίτιον καὶ τοῦ ἁγίου Πέτρου Ἀλεξανδρείας ἐπισκόπου χρόνους καθεξῆς διαδέχεται Ἄρειος καὶ οἱ ἀπ᾽ αὐτοῦ Ἀρειανοί, ἐν χρόνοις ἀκμάσας Ἀλεξάνδρου τοῦ ἁγίου ἐπισκόπου, τοῦ διαδόχου Πέτρου, τοῦ καθελόντος τὸν αὐτὸν Ἄρειον διὰ πολλῆς κινήσεως καὶ μεγάλης συνόδου. ἀπεκίνησε γὰρ αὐτὸν καὶ ἐξέβαλε τῆς ἐκκλησίας τε καὶ τῆς πόλεως, ὡς μέγα κακὸν φοιτῆσαν τῷ βίῳ. φασὶν δὲ αὐτὸν Λίβυν τῷ γένει, ἐν Ἀλεξανδρείᾳ δὲ πρεσβύτερον γεγονότα, ὃς προΐστατο τῆς ἐκκλησίας τῆς Βαυκάλεως οὕτω καλουμένης. ὅσαι γὰρ ἐκκλησίαι τῆς καθολικῆς ἐκκλησίας ἐν Ἀλεξανδρείᾳ ὑπὸ ἕνα ἀρχιεπίσκοπον 〈τυγχάνουσιν〉 οὖσαι καὶ κατ᾽ ἰδίαν ταύταις ἐπιτεταγμένοι εἰσὶ πρεσβύτεροι, διὰ τὰς ἐκκλησιαστικὰς χρείας τῶν οἰκητόρων πλησίον ἑκάστης ἐκκλησίας * αὐτῶν, 〈τῶν〉 καὶ ἀμφόδων ἤτοι λαυρῶν ἐπιχωρίως καλουμένων ὑπὸ τῶν τὴν Ἀλεξανδρέων κατοικούντων πόλιν. ἐγένετο δὲ οὗτος ὁ Ἄρειος ἐν χρόνοις Κωνσταντίνου τοῦ μεγάλου καὶ μακαρίτου βασιλέως, υἱοῦ Κωνσταντίου γέροντος, γενομένου υἱοῦ Οὐαλεριανοῦ βασιλέως, 〈τοῦ〉 καὶ αὐτοῦ συμβασιλεύσαντος Διοκλητιανῷ καὶ Μαξιμιανῷ καὶ τοῖς ἄλλοις.
πάντες δὲ τὸν Κωνσταντῖνον, τὸν πατέρα τῶν περὶ Κωνστάντιον καὶ Κώνσταν καὶ Κρίσπον, ἴσασιν ἐκθειαζόμενον ἐν Χριστιανισμῷ καὶ πίστει τῇ τῶν πατέρων ἀποστολικῇ τε καὶ προφητικῇ, ἐν ταῖς ἐκκλησίαις ἕως αὐτοῦ τοῦ Ἀρείου μὴ νοθευθείσῃ. συμβέβηκε δὲ τοῦτον ἀποσχίσαι πλῆθος. 2. Τὸν δὲ Ἄρειον τοῦτον πρεσβύτερον ὄντα Ἀλεξάνδρου τοῦ προειρημένου ὑπεισῆλθε πνεῦμα σατᾶν, κατὰ τὸ γεγραμμένον, καὶ ἐπέσεισεν αὐτὸν κατὰ τῆς ἐκκλησίας κονιορτὸν ἐγεῖραι, 〈ὡς〉 καὶ ἐξαφθῆναι ἐξ αὐτοῦ πῦρ οὐ τὸ τυχόν, ὃ κατείληφε πᾶσαν τὴν Ῥωμανίαν σχεδόν, μάλιστα τῆς ἀνατολῆς τὰ μέρη, ὡς ἔτι καὶ δεῦρο πολεμοῦσα ἡ αὐτοῦ αἵρεσις τὴν ἀληθινὴν πίστιν καὶ τὴν ἐκκλησίαν οὐ διέλιπε. κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον ἐδόκει πρεσβύτερος εἶναι ὁ Ἄρειος καὶ γεγόνασι πολλοὶ αὐτοῦ συμπρεσβύτεροι καθ᾽ ἑκάστην ἐκκλησίαν· εἰσὶ τοίνυν πλείους τὸν ἀριθμὸν ἐν τῇ Ἀλεξανδρείᾳ σὺν τῇ νῦν κτισθείσῃ τῇ Καισαρίῳ καλουμένῃ, ὃ πρότερον Ἀδριανὸν ἐτύγχανεν, ὕστερον Λικινιανὸν γέγονε γυμνάσιον εἴτ᾽ οὖν βασίλειον. μετέπειτα δὲ ἐν χρόνοις Κωνσταντίου ἔδοξεν αὐτὸ οἰκοδομηθῆναι ἐκκλησίαν, Γρηγορίου τοῦ Μελιτιανοῦ καὶ Ἀρειανοῦ ἀρξαμένου, τελειώσαντος δὲ Ἀθανασίου τοῦ μακαρίου καὶ πατρὸς τῆς ὀρθοδοξίας, καυθείσης δὲ ἐπὶ Ἰουλιανοῦ καὶ αὖθις ἀνακτισθείσης ὑπ᾽ αὐτοῦ τοῦ μακαρίτου Ἀθανασίου τοῦ ἐπισκόπου.
ἄλλαι δέ εἰσι πλείους, ὡς ἔφην, Διονυσίου καλουμένη ἐκκλησία καὶ ἡ τοῦ Θεωνᾶ καὶ ἡ Πιερίου καὶ Σεραπίωνος καὶ ἡ τῆς Περσαίας καὶ ἡ τοῦ Διζύας καὶ ἡ τοῦ Μενδιδίου καὶ ἡ Ἀννιανοῦ καὶ ἡ τῆς Βαυκάλεως καὶ ἄλλαι. ἐν μιᾷ δὲ τούτων Κόλλουθός τις ὑπῆρχεν, ἐν ἑτέρᾳ δὲ Καρπώνης, ἐν ἄλλῃ δὲ Σαρματᾶς, καὶ Ἄρειος οὗτος ὁ προειρημένος, μίαν τῶν προειρημένων κατέχων ἐκκλησίαν. ἕκαστος δὲ τούτων δῆλον κατὰ τὴν εἰθισμένην σύναξιν τὸν αὐτῷ πεπιστευμένον λαὸν διδάσκων, ἐν ταῖς ἐξηγήσεσιν ἔριν τινὰ ἐνέβαλον ἐν τῷ λαῷ. καὶ οἱ μὲν προσεκλίθησαν Ἀρείῳ, ἕτεροι δὲ Κολλούθῳ, ἄλλοι δὲ Καρπώνῃ, ἕτεροι δὲ Σαρματᾷ. ὡς οὖν ἐξηγεῖτο ἕκαστος ἐν τῇ ἰδίᾳ ἐκκλησίᾳ ἄλλος ἄλλο τι καὶ ἄλλος ἄλλο, ἐκ τῆς προσκλίσεως καὶ ἐπαίνου δὲ τοῦ παρ᾽ αὐτῶν οἱ μὲν Κολλουθιανοὺς ἑαυτοὺς ὠνόμασαν, ἄλλοι δὲ Ἀρειανούς. καὶ γὰρ 〈καὶ〉 ὁ Κόλλουθός τινα παρατετραμμένα ἐδίδαξεν, ἀλλ᾽ οὐκ ἐνέμεινεν ἡ τούτου αἵρεσις, ἀλλ᾽ εὐθὺς διεσκορπίσθη· ὡς εἴθε καὶ ἡ τοῦ Ἀρείου ἐμβεβροντημένη πίστις, μᾶλλον δὲ ἀπιστία, ἔτι δὲ μᾶλλον κακοπιστία. 3. Ἐπάρματι γὰρ ἀρθεὶς ὁ γέρων τοῦ προκειμένου ἐξέστη. ἦν δὲ τὴν ἡλικίαν ὑπερμήκης, κατηφὴς τὸ εἶδος, ἐσχηματισμένος ὡς δόλιος ὄφις, ὑποκλέψαι δυνάμενος πᾶσαν ἄκακον καρδίαν διὰ τοῦ αὐτοῦ πανούργου προσχήματος.
ἡμιφόριον γὰρ ὁ τοιοῦτος ἀεὶ καὶ κολοβίωνα ἐνδιδυσκόμενος, γλυκὺς ἦν τῇ προσηγορίᾳ, πείθων ἀεὶ ψυχὰς καὶ θωπεύων. διόπερ αὐτίκα μάλα, τί γὰρ ἀλλ᾽ ἢ ἑπτακοσίας παρθενευούσας τὸν ἀριθμὸν τῆς ἐκκλησίας ὑπὸ ἓν παρείλκυσε καὶ ἀποσπάσαι τὸν αὐτὸν ἔχει λόγος πρεσβυτέρους τε ἑπτὰ καὶ διακόνους δώδεκα. ἄχρι δὲ καὶ ἐπισκόπων εὐθὺς ἔφθασε τὸ αὐτοῦ δηλητήριον· Σεκοῦνδον γὰρ τὸν Πενταπόλεως καὶ ἄλλους ἔπεισεν ἅμα αὐτῷ συναπαχθῆναι. ἐγίνετο δὲ ταῦτα ἐν τῇ ἐκκλησίᾳ ἀγνοοῦντος τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ἕως ὅτε Μελίτιος ὁ τῆς Αἰγύπτου ἀπὸ Θηβαΐδος, δοκῶν εἶναι καὶ αὐτὸς ἀρχιεπίσκοπος, ὁ ἤδη μοι προειρημένος (οὔπω γὰρ τὰ κατὰ τὸν Μελίτιον εἰς ἔχθραν ἀτοπίας ἐλήλακε)—ζήλῳ τοίνυν ἐνεχθεὶς ὁ Μελίτιος (οὐδὲν γὰρ ἦν διηλλαγμένος τῇ πίστει ἢ μόνον προσχήματι ἐθελοδικαιοσύνης, 〈δι᾽〉 ὅπερ καὶ αὐτὸς δεινόν τι ἐπειργάσατο τῷ βίῳ, ὡς ἤδη καὶ περὶ αὐτοῦ εἴπομεν)—ἀνήνεγκε τοίνυν εἰς τὰ ὦτα τοῦ ἀρχιεπισκόπου Ἀλεξάνδρου ὁ ἀρχιεπίσκοπος Μελίτιος ὁ κατὰ τὴν Αἴγυπτον, ὑπὸ δὲ χεῖρα Ἀλεξάνδρου δοκῶν εἶναι· σύγχρονος δὲ οὗτος ὁ Μελίτιος γέγονε Πέτρου τοῦ μακαρίτου ἐπισκόπου καὶ μάρτυρος, ὡς ἔφην.
ὡς οὖν ἐσήμανε τὰ κατὰ τὸν Ἄρειον πάντα, ὡς ἐκτὸς βέβηκε τῆς ἀληθείας καὶ ὡς πολλοὺς ἔχρανε καὶ ἠφάνισεν, ὑποφθείρας ἀπὸ τῆς ὀρθῆς πίστεως τοὺς αὐτῷ πεισθέντας, τότε μεταστειλάμενος ὁ ἐπίσκοπος αὐτὸν τὸν Ἄρειον, ἠρώτα περὶ τῶν ἐνηχηθέντων εἰ ταῦτα οὕτως ἔχει. ὁ δὲ οὔτε ἐδίστασεν οὔτε ἐδειλίασεν, ἀλλ᾽ ἐξ ὑπαρχῆς παρατρίψας τὸ μέτωπον τὴν πᾶσαν αὐτοῦ ἐξήμεσε κακοδοξίαν, ὡς αἱ αὐτοῦ ἐπιστολαὶ δεικνύουσι καὶ ἡ κατ᾽ αὐτὸν γενομένη τότε ἐξέτασις. συγκαλεῖται τοίνυν τὸ πρεσβυτέριον ὁ Ἀλέξανδρος καὶ ἄλλους τινὰς ἐπισκόπους παρόντας, καὶ ἀνέτασιν τούτου ποιεῖται καὶ ἀνάκρισιν. ὡς δὲ οὐκ ἐπείσθη τῇ ἀληθείᾳ, ἐξεοῖ αὐτὸν τῆς ἐκκλησίας καὶ ἐκκήρυκτον ποιεῖ ἐν τῇ πόλει. σὺν αὐτῷ δὲ ἀπεσπάσθησαν αἱ προειρημέναι παρθενεύουσαι καὶ κληρικοὶ οἱ προειρημένοι καὶ ὄχλος ἄλλος πολύς. 4. Διατρίβοντος δὲ Ἀρείου πολὺν χρόνον ἐν τῇ πόλει, εὐθὺς τελευτᾷ ὁ ὁμολογητὴς Μελίτιος καὶ μάρτυς. σχίσματα οὖν ποιῶν ὁ αὐτὸς Ἄρειος καὶ ἕκαστον ὑποκλέπτων πολλοὺς ἠφάνισεν. ἐς ὕστερον δέ, ἐπειδὴ ἐφωράθη καὶ εἰς ἔλεγχον ἦλθεν ἐν τῇ πόλει καὶ ἐκκήρυκτος γεγένηται, ἀποδιδράσκει ἀπὸ τῆς Ἀλεξανδρέων καὶ ἐπὶ τὴν Παλαιστίνην στέλλεται 〈τὴν〉 πορείαν. ὃς ἐλθὼν προσεπέλαζεν ἑκάστῳ τῶν ἐπισκόπων μετὰ θωπείας τε καὶ κολακείας, ἵνα ἑαυτῷ πολλοὺς ποιήσῃ συνεργούς. καὶ δέχονται μὲν αὐτόν τινες, ἄλλοι δὲ αὐτὸν ἀπώσαντο.
μετέπειτα δὲ εἰς ὦτα ἔρχεται τοῦ ἐπισκόπου Ἀλεξάνδρου καὶ γράφει ἐπιστολὰς ἐγκυκλίους, αἵτινες παρὰ φιλοκάλοις ἔτι σῴζονται, ὡς τὸν ἀριθμὸν ἑβδομήκοντα, τῶν ἐπισκόπων ἑκάστῳ, Εὐσεβίῳ εὐθὺς τῷ ἐν Καισαρείᾳ (περιῆν γάρ), καὶ Μακαρίῳ Ἱεροσολύμων, Ἀσκληπιῷ ἐν Γάζῃ, Λογγίνῳ ἐν Ἀσκάλωνι, Μακρίνῳ τῷ ἐν Ἰαμνίᾳ καὶ ἄλλοις, ἔν τε τῇ Φοινίκῃ Ζήνωνί τινι ἀρχαίῳ ἐν Τύρῳ καὶ ἄλλοις, ἅμα καὶ 〈τοῖς〉 ἐν τῇ Κοίλῃ Συρίᾳ. ὡς οὖν ἀπεστάλησαν αἱ ἐπιστολαί, μεμφόμεναι τοὺς αὐτὸν ὑποδεξαμένους, ἕκαστος ἀντέγραψε τῷ μακαρίῳ Ἀλεξάνδρῳ ἀπολογούμενος. καὶ οἱ μὲν εἰρωνείᾳ γεγράφασιν, ἄλλοι δὲ ἐν ἀληθείᾳ, οἱ μὲν λέγοντες μὴ ὑποδέχεσθαι τοῦτον, ἄλλοι δὲ κατὰ ἄγνοιαν ὑποδέχεσθαι, ἕτεροι δὲ φάσκοντες, ὡς διὰ τῆς ὑποδοχῆς κερδῆσαι αὐτόν, ἀπολογούμενοι. καὶ πολλή τίς ἐστιν ἡ περὶ τούτων ὑπόθεσις. 5.
Μετέπειτα δὲ ὡς ἔγνω ὁ Ἄρειος ὅτι ἐπιστολαὶ ἠνέχθησαν τοῖς ἐπισκόποις πάντη καὶ λοιπὸν πανταχόθεν ἀπηλαύνετο καὶ οὐκέτι τις αὐτὸν προσελαμβάνετο ἢ οἱ αὐτοῦ συνεργοί (Εὐσέβιος γὰρ ὁ παλαιὸς γέρων Νικομηδεὺς † ὁ λόγος αὐτῷ ὑπῆρχεν, ἅμα Λουκιανῷ ἐν Νικομηδείᾳ συμβεβιωκώς, ἀλλὰ καὶ Λεόντιος ὁ ἀπόκοπος ἐν Ἀντιοχείᾳ, οὔπω τὴν ἐπισκοπὴν πεπιστευμένος, καὶ ἄλλοι τινές· ἐπεὶ οὖν ἐκ τῆς αὐτῆς [τοῦ] δηλητηρίου φρατρίας οὗτοι πάντες ἦσαν, ὑποδέχεται μὲν αὐτὸν Εὐσέβιος χρόνῳ ἱκανῷ)—ὅθεν δὴ ἐπιστολὰς πάσης φλυαρίας ἐμπεπλησμένας, περιεχούσας πᾶσαν αὐτοῦ τὴν κακόδοξον πίστιν, γράψας ὁ αὐτὸς Ἄρειος Εὐσεβίῳ τῷ ἐν Νικομηδείᾳ, μηδέπω φθάσας πρὸς αὐτὸν ἐν Νικομηδείᾳ, οὐδὲν πλέον ἀλλ᾽ ἢ τὰ αὐτὰ ὁποῖα καὶ ἐφρόνει ἐν αὐταῖς ἐντάξας, κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐπραγματεύσατο, ἐξ ὧν μίαν ἐλθοῦσαν εἰς τὰς ἡμετέρας χεῖρας ἐνταῦθα ἀναγκαῖον ἡγησάμην παραθέσθαι, ὅπως ἴδοιεν οἱ ἐντυγχάνοντες ὅτι οὔ τι κατά τινος σεσυκοφαντημένως εἰρήκαμεν ἢ λέγομεν. καὶ ἔστιν ἥδε· 6. Κυρίῳ ποθεινοτάτῳ ἀνθρώπῳ θεοῦ πιστῷ ὀρθοδόξῳ Εὐσεβίῳ, Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου πάπα ἀδίκως διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἧς καὶ σὺ ὑπερασπίζεις, ἐν κυρίῳ χαίρειν.
Τοῦ πατρός μου Ἀμμωνίου εἰς τὴν Νικομήδειαν ἀφικομένου εὔλογον καὶ ὀφειλόμενον ἐφάνη μοι προσαγορεῦσαί σε δι᾽ αὐτοῦ, ὁμοῦ τε καὶ ὑπομνῆσαι τὴν ἔμφυτόν σου ἀγάπην καὶ διάθεσιν, ἣν ἔχεις πρὸς τοὺς ἀδελφοὺς διὰ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, ὅτι μεγάλως ἡμᾶς ἐκπορθεῖ καὶ διώκει καὶ πᾶν κακὸν κινεῖ καθ᾽ ἡμῶν ὁ ἐπίσκοπος, ὥστε ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους, ἐπειδὴ οὐ συμφωνοῦμεν αὐτῷ δημοσίᾳ λέγοντι· ἀεὶ θεὸς ἀεὶ υἱός, ἅμα πατὴρ ἅμα υἱός, συνυπάρχει ὁ υἱὸς ἀγεννήτως τῷ θεῷ, ἀειγενής, ἀγενητογενής, οὔτ᾽ ἐπινοίᾳ οὔτ᾽ ἀτόμῳ τινὶ προάγει ὁ θεὸς τοῦ υἱοῦ, ἀεὶ θεός, ἀεὶ υἱός, ἐξ αὐτοῦ τοῦ θεοῦ ὁ υἱός. καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ἐν Καισαρείᾳ καὶ Θεόδοτος καὶ Παυλῖνος καὶ Ἀθανάσιος καὶ Γρηγόριος καὶ Ἀέτιος καὶ πάντες οἱ κατὰ τὴν ἀνατολὴν λέγουσιν ὅτι προϋπάρχει ὁ θεὸς τοῦ υἱοῦ ἀνάρχως, ἀνάθεμα ἐγένοντο, δίχα Φιλογονίου καὶ Ἑλλανικοῦ καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν ἀκατηχήτων, τὸν υἱὸν λεγόντων οἱ μὲν ἐρυγήν, οἱ δὲ προβολὴν ἀγένητον. καὶ τούτων τῶν ἀσεβ〈ει〉ῶν οὐδὲ ἀκοῦσαι δυνάμεθα, ἐὰν μυρίους θανάτους ἡμῖν ἐπαπειλῶσιν οἱ αἱρετικοί. ἡμεῖς δὲ τί λέγομεν καὶ φρονοῦμεν καὶ ἐδιδάξαμεν καὶ διδάσκομεν;
ὅτι ὁ υἱὸς οὐκ ἔστιν ἀγένητος οὐδὲ μέρος ἀγενήτου κατ᾽ οὐδένα τρόπον, ἀλλ᾽ οὔτε ἐξ ὑποκειμένου τινός, ἀλλ᾽ ὅτι θελήματι καὶ βουλῇ ὑπέστη πρὸ χρόνων καὶ πρὸ αἰώνων, πλήρης θεὸς μονογενής, ἀναλλοίωτος, καὶ πρὶν γεννηθῇ ἤτοι κτισθῇ ἤτοι ὁρισθῇ ἢ θεμελιωθῇ, οὐκ ἦν. ἀγένητος γὰρ οὐκ ἦν. διωκόμεθα δέ, ὅτι εἴπομεν· ἀρχὴν ἔχει ὁ υἱός, ὁ δὲ θεὸς ἄναρχός ἐστι. διὰ τοῦτο διωκόμεθα καὶ ὅτι εἴπομεν· ἐξ οὐκ ὄντων ἐστίν. οὕτως δὲ εἴπομεν, καθότι οὐδὲ μέρος θεοῦ ἐστιν οὐδὲ ἐξ ὑποκειμένου τινός· διὰ τοῦτο διωκόμεθα. λοιπὸν σὺ οἶδας. ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι, μεμνημένον τῶν θλίψεων ἡμῶν, συλλουκιανιστὰ ἀληθῶς Εὐσέβιε. 7. Ἀλλὰ καὶ ἄλλην, ἀπὸ Νικομηδείας τῷ ἁγιωτάτῳ πάπᾳ Ἀλεξάνδρῳ ἀπολογίας χάριν δῆθεν γραφεῖσαν καὶ χείρω πάλιν τῆς αὐτοῦ ἰοβολίας ἀπαραλείπτως βλασφήμων ῥημάτων ἐμπεπλησμένην καὶ ὑπ᾽ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ ἀπεσταλμένην, ὑπετάξαμεν. καὶ ἔστιν ἥδε· Μακαρίῳ πάπᾳ καὶ ἐπισκόπῳ ἡμῶν Ἀλεξάνδρῳ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ἐν κυρίῳ χαίρειν.
Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη· οἴδαμεν ἕνα θεόν, μόνον ἀγέννητον, μόνον ἀΐδιον, μόνον ἄναρχον, μόνον ἀληθινόν, μόνον ἀθανασίαν ἔχοντα, μόνον σοφόν, μόνον ἀγαθόν, μόνον δυνάστην, μόνον κριτὴν πάντων διοικητὴν οἰκονόμον, ἄτρεπτον καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθόν, νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης * τοῦτον θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, δι᾽ οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ λοιπὰ πεποίηκε, γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλ᾽ ἀληθείᾳ, ὑποστήσαντα δὲ ἰδίῳ θελήματι, ἄτρεπτον καὶ ἀναλλοίωτον, κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ᾽ οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα, ἀλλ᾽ οὐχ ὡς ἓν τῶν γεννημάτων, οὐδ᾽ ὡς Οὐαλεντῖνος προβολὴν τὸ γέννημα τοῦ πατρὸς ἐδογμάτισεν, οὐδ᾽ ὡς ὁ Μανιχαῖος μέρος ὁμοούσιον τοῦ πατρὸς τὸ γέννημα εἰσηγήσατο, οὐδ᾽ ὡς Σαβέλλιος ὁ τὴν μονάδα διαιρῶν υἱοπάτορα εἶπεν, οὐδ᾽ ὡς Ἱερακᾶς λύχνον ἀπὸ λύχνου ἢ ὡς λαμπάδα εἰς δύο, οὐδὲ τὸν ὄντα πρότερον, ὕστερον γεννηθέντα ἢ ἐπικτισθέντα εἰς υἱόν, ὡς καὶ σὺ αὐτός, μακάριε πάπα, ἐν μέσῃ τε ἐκκλησίᾳ καὶ συνεδρίῳ πλειστάκις τοὺς ταῦτα εἰσηγησαμένους ἀπηγόρευσας, ἀλλ᾽ ὥς φαμεν, θελήματι τοῦ θεοῦ πρὸ χρόνων καὶ πρὸ αἰώνων κτισθέντα καὶ τὸ ζῆν καὶ τὸ εἶναι παρὰ τοῦ πατρὸς εἰληφότα καὶ τὰς δόξας, συνυποστήσαντος αὐτῷ τοῦ πατρός· οὐ γὰρ ὁ πατὴρ δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν ἐστέρησεν ἑαυτὸν 〈τοῦ〉 τὸ ἀγένητον ἔχειν ἐν ἑαυτῷ· πηγὴ γάρ ἐστι πάντων. 8.
Ὥστε τρεῖς εἰσιν ὑποστάσεις, πατὴρ υἱὸς καὶ ἅγιον πνεῦμα. καὶ ὁ μὲν θεός, αἴτιος τῶν πάντων τυγχάνων, ἐστὶν ἄναρχος μονώτατος, ὁ δὲ υἱὸς ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ πατρὸς καὶ πρὸ αἰώνων κτισθεὶς καὶ θεμελιωθείς, οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι, ἀλλὰ ἀχρόνως πρὸ πάντων γεννηθεὶς μόνος ὑπὸ μόνου τοῦ πατρὸς ὑπέστη. οὐδὲ γάρ ἐστιν ἀΐδιος ἢ συναΐδιος ἢ συναγένητος τῷ πατρί· οὐδὲ ἅμα τῷ πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι, δύο ἀγενήτους ἀρχὰς εἰσηγούμενοι, ἀλλὰ ὡς μονὰς καὶ ἀρχὴ τῶν πάντων, οὕτως ὁ θεὸς πρὸ πάντων ἐστί. διὸ καὶ πρὸ τοῦ Χριστοῦ ἐστιν, ὡς παρὰ σοῦ μεμαθήκαμεν, 〈ἐν〉 μέσῃ τῇ ἐκκλησίᾳ κηρύξαντος. καθὸ οὖν παρὰ τοῦ θεοῦ τὸ εἶναι ἔχει 〈τοῦ〉 καὶ τὸ ζῆν καὶ τὰς δόξας καὶ πάντα αὐτῷ παρασχόντος κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ θεός. ἄρχει γὰρ αὐτοῦ, ὡς θεὸς αὐτοῦ καὶ πρὸ αὐτοῦ 〈ἔχων τὸ〉 εἶναι διὰ τὸ ἐξ αὐτοῦ. καὶ εἰ τὸ «ἐκ γαστρός» καὶ τὸ «ἐκ πατρὸς ἐξῆλθον καὶ ἥκω», ὡς μέρος τοῦ ὁμοουσίου καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται, σύνθετος ἔσται ὁ πατὴρ καὶ διαιρετὸς καὶ τρεπτὸς, καὶ σῶμα κατ᾽ αὐτοὺς καὶ τὸ ὅσον ἐπ᾽ αὐτοῖς τὰ ἀκόλουθα σώματι πάσχων, ὁ ἀσώματος θεός. ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι, μακάριε πάπα.
Ἄρειος, Ἀειθάλης, Ἀχιλλᾶς, Καρπώνης, Σαρματᾶς, Ἄρειος, πρεσβύτεροι· διάκονοι Εὐζώϊος, Λούκιος, Ἰούλιος, Μηνᾶς, Ἑλλάδιος, Γάϊος· ἐπίσκοποι Σεκοῦνδος Πενταπόλεως, Θεωνᾶς Λίβυς, Πιστός· ὃν κατέστησαν εἰς Ἀλεξάνδρειαν οἱ Ἀρειανοί. 9. Ὡς οὖν οὕτω παρεκινεῖτο τὰ πράγματα, Ἀλέξανδρος Κωνσταντίνῳ τῷ βασιλεῖ γράφει. ὁ δὲ μακαρίτης βασιλεὺς συγκαλεσάμενος τὸν Ἄρειον καί τινας ἐπισκόπους ἀνέκρινεν. ὁ δὲ τοὺς συμμύστας 〈συνεργοὺς〉 ἔχων τὸ μὲν πρῶτον ἠρνεῖτο εἰς πρόσωπον τοῦ βασιλέως, ἔσωθεν δὲ εἰργάζετο τὴν συσκευὴν τῆς ἐκκλησίας. ὡς οὖν συνεκαλέσατο αὐτὸν ὁ μακάριος Κωνσταντῖνος, ὡς καὶ ἐκ μέρους 〈ἀπὸ〉 πνεύματος ἁγίου ἐνεπνεύσθη, λόγον αὐτῷ προσεφθέγξατο λέγων ὅτι πεπίστευκα τῷ θεῷ, εἰ δολίως ἔχεις τι κεκρυμμένον καὶ ἀρνῆσαι, τάχιον ὁ πάντων δεσπότης ἐλέγξαι σε ἔχει, μάλιστα καθ᾽ οὗ ὤμοσας. ὅθεν καὶ ἐφωράθη τὰ αὐτὰ φρονῶν, καὶ εἰς πρόσωπον τοῦ βασιλέως ἠλέγχθη. πάλιν δὲ ὡσαύτως ἠρνεῖτο, καὶ πολλοὶ αὐτοῦ ὑπερασπισταὶ ὑπερεδέοντο διὰ Εὐσεβίου τοῦ Νικομηδείας. ὁμοῦ δὲ ζήλῳ ἐπαρθεὶς ὁ βασιλεὺς [καὶ] ἐπιστολὴν μεγάλην ἐγκύκλιον ὅλῃ τῇ Ῥωμανίᾳ γέγραφε κατὰ Ἀρείου καὶ τῆς αὐτοῦ πίστεως, πάσης σοφίας ἔμπλεων καὶ ἀληθινῶν ῥημάτων· ὡς καὶ αὕτη εἰς ἔτι δεῦρο παρὰ φιλοκάλοις σῴζεται, περιέχουσα τὴν ἀρχήν· «Κωνσταντῖνος σεβαστὸς μέγιστος Ἀρείῳ καὶ Ἀρειανοῖς.
Κακὸς ἑρμηνεὺς αὐτόχρημα εἰκών τε καὶ ἀνδριάς ἐστι τοῦ διαβόλου.» εἶτα μεθ᾽ ἕτερα καὶ μετὰ τὸ πολλὴν πρὸς αὐτὸν ἐκθέσθαι ἐκ θείων λογίων ἀντιλογίαν, καὶ ἔπος ἀπὸ τῶν Ὁμήρου πρὸς αὐτὸν σχετλιασμοῦ ἕνεκα ἀποτεινόμενος παρέθετο, ὅπερ καὶ αὐτὸ ἀναγκαῖον ἐνταῦθα παραθέσθαι ἡγησάμην· καὶ ἔστιν· «ἄγε δή, Ἄρες Ἄρειε, ἀσπίδων χρεία, μή γε σὺ τοῦτο ποιήσῃς, ἱκετεύομεν· ἐπισχέτω δέ σε γοῦν ἡ τῆς Ἀφροδίτης ὁμιλία.» 10. Βουλομένου τοίνυν τοῦ Ἀρείου ἐν τῇ Κωνσταντινουπόλει ὁμοῦ συναχθῆναι, Εὐσεβίου ἀναγκάζοντος καὶ τὰ μεγάλα παρὰ βασιλεῖ ἰσχύοντος καὶ παρενοχλοῦντος τῷ ἐν Κωνσταντινουπόλει ἐπισκόπῳ κατ᾽ ἐκεῖνο καιροῦ, κἀκείνου μὴ βουλομένου μετ᾽ αὐτοῦ συναχθῆναι μηδὲ εἰς κοινωνίαν αὐτοῦ ἐλθεῖν καὶ βιοφορουμένου καὶ στένοντος, τοῦ δὲ Εὐσεβίου λέγοντος· εἰ μὴ βούλει ἰδίᾳ τῇ προαιρέσει, τῇ αὔριον ἡμέρᾳ κυριακῆς ἐπιφωσκούσης σὺν ἐμοὶ εἰσελεύσεται, καὶ τί δύνασαι ποιῆσαι; ὁ δὲ εὐλαβέστατος ἐπίσκοπος καὶ θεὸν φοβούμενος Ἀλέξανδρος, ὁ τῆς αὐτῆς ἀρίστης πόλεως ἐπίσκοπος (ὁμώνυμος γὰρ ἦν καὶ οὗτος τῷ ἐν Ἀλεξανδρείᾳ) δι᾽ ὅλης τῆς ἡμέρας ἐξότου ἤκουσε καὶ τῆς νυκτὸς στενάζων καὶ στυγνάζων διετέλεσεν εὐχόμενος καὶ παρακαλῶν τὸν θεὸν ἢ αὐτοῦ τὴν ψυχὴν παραλαβεῖν, ἵνα μὴ συμμιανθῇ τῇ τοῦ Ἀρείου κοινωνίᾳ, ἢ ποιῆσαί τι παράδοξον· ὅπερ καὶ ἐγένετο τούτῳ.
τοῦ γὰρ Ἀρείου προελθεῖν κατὰ τὰς νύκτας ἐπειχθέντος ἐπὶ τὸ 〈τὰς χρείας〉 παρασκευασθῆναι, διέρχεται μέχρι τοῦ ἀφεδρῶνος καὶ ἔνδον ἐν τοῖς ἀβάτοις καθεζόμενος εὑρέθη λακήσας καὶ ἔκπνους γεγονώς. ὃς δὲ οὕτω κατείληπται ἐν τῷ δυσώδει τόπῳ ἀποδοὺς αὐτοῦ τὰ τέλη, καθάπερ καὶ ἐξήμεσεν ἀκάθαρτον κακοπιστίαν. 11. Ὡς οὖν ταῦτα ἐτελέσθη, ὁ βασιλεὺς μέριμναν συνενεγκάμενος τῇ ἐκκλησίᾳ, διὰ τὸ ἤδη πολλάκις πολλοὺς εἰς ἀλλήλους διαφέρεσθαί τε καὶ σχίσματα πολλὰ εἶναι, συνεκρότησεν οἰκουμενικὴν σύνοδον ὧν καὶ τὰ ὀνόματα εἰς ἔτι δεῦρο σῴζεται τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων· καὶ ἀναθεματίζουσι τὴν Ἀρείου πίστιν ἐν τῇ Νικαέων πόλει καὶ ὁμολογοῦσι τὴν τῶν πατέρων ὀρθόδοξον πίστιν καὶ ἀκλινῆ [καὶ] ἀπὸ τῶν ἀποστόλων καὶ προφητῶν παραδοθεῖσαν. ὑπογραψάντων δὲ τῶν ἐπισκόπων εἰς ταύτην καὶ ἀναθεματισάντων τὴν Ἀρειομανίτιδα αἵρεσιν, οὕτω * γεγένηται. ἅμα δὲ καὶ ἐν τῷ αὐτῷ κανόνας τινὰς ἔθηκαν ἐν τῇ συνόδῳ ἐκκλησιαστικούς· ὁμοῦ δὲ καὶ περὶ τοῦ πάσχα ὥρισαν μίαν ἕνωσιν καὶ ὁμόνοιαν 〈κατὰ〉 τὴν ἁγίαν θεοῦ πανάρετον ἡμέραν γίνεσθαι, ἐπειδὴ διαφόρως παρά τισιν ἐφυλάττετο· οἱ μὲν γὰρ προελάμβανον, οἱ δὲ ἐμέσαζον, οἱ δὲ μετέπειτα ἐπετέλουν. καὶ ἁπλῶς πολλὴ στάσις ἦν κατ᾽ ἐκεῖνο καιροῦ. τούτων δὲ ὁ θεὸς τὸ κατόρθωμα διὰ τοῦ μακαρίτου Κωνσταντίνου ἐβράβευσεν εἰρήνης χάριν.
ὡς οὖν ἀνεθεματίσθη ὁ Ἄρειος καὶ ταῦτα οὕτως ἐπράχθη, ἐν τῷ αὐτῷ ἔτει παύεται Ἀλέξανδρος τοῦ βίου καὶ διαδέχεται αὐτὸν Ἀχιλλᾶς. ἦν δὲ καὶ Θεωνᾶς κατασταθεὶς ὑπὸ τῶν Μελιτιανῶν. τότε διαδέχεται Ἀχιλλᾶν τὸν ἐπίσκοπον ποιήσαντα μῆνας τρεῖς Ἀθανάσιος ὁ μακαρίτης, ὢν τότε διάκονος Ἀλεξάνδρου καὶ ὑπ᾽ αὐτοῦ ἀπεσταλμένος ἐπὶ τὸ κομητάτον, ᾧ ὁ Ἀλέξανδρος μέλλων τελευτᾶν παρήγγειλεν ἀποδοθῆναι τὴν ἐπισκοπήν. ἔθος δὲ ἐν Ἀλεξανδρείᾳ μὴ χρονίζειν μετὰ τελευτὴν ἐπισκόπου τοὺς καθισταμένους, ἀλλ᾽ ἅμα * γίνεσθαι εἰρήνης ἕνεκα, τοῦ μὴ παρατριβὰς γενέσθαι ἐν τοῖς λαοῖς, τῶν μὲν τόνδε θελόντων, τῶν δὲ τόνδε. κατέστησαν δὲ δι᾽ ἀνάγκην μὴ παρόντος Ἀθανασίου Ἀχιλλᾶν. ὁ δὲ θρόνος ἦν καὶ ἡ ἱερωσύνη ἑτοιμαζομένη τῷ ἐκ θεοῦ κεκλημένῳ καὶ ἀπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου ὡρισμένῳ. ἐπεὶ οὖν ἐλθόντος Ἀθανασίου καὶ κατασταθέντος, ὄντος περὶ τὴν πίστιν ζηλωτοῦ σφόδρα καὶ τῆς ἐκκλησίας ὑπερασπίζοντος, ἤδη συνάξεων πάντῃ καὶ ἀποσπάσματος τῶν λαῶν γινομένων ὑπὸ τῶν Μελιτιανῶν καλουμένων, δι᾽ ἣν ἐν τῇ περὶ Μελιτίου ὑποθέσει αἰτίαν προδεδήλωκα, καὶ βουλομένου τὴν συνένωσιν τῆς ἐκκλησίας ποιήσασθαι, ἐνεκάλει καὶ ἠπείλει ἐνουθέτει τε καὶ οὐδεὶς ἠνείχετο.
ὅθεν πάντα τὰ κατ᾽ αὐτοῦ κινηθέντα ἐκ τοῦ ὑπερβάλλοντος ἐν αὐτῷ θεόθεν ζήλου ἐπράχθη τε καὶ συνεσκευάσθη· ὥστε καὶ ἐξορίας αὐτὸν ὑπομεῖναι διὰ τῆς τῶν Ἀρειανῶν μετὰ δυναστείας ἀδικωτάτης ἀκοινωνησίας. ἀλλὰ περὶ τοῦ μακαρίτου Ἀθανασίου ἕως ἐνταῦθα ἐχέτω. ἐρρήθη γὰρ τὰ κατ᾽ αὐτὸν κατὰ λεπτότατον ἄνω ἐν τῇ Μελιτίου ὑποθέσει. 12. Ἄρειος τοίνυν οὗτος ἐνεπνεύσθη ὑπὸ διαβολικῆς ἐνεργείας καὶ ἀθυρογλώττως ἀναισχυντὶ φερόμενος ἐπῆρεν αὐτοῦ τὴν γλῶτταν κατὰ τοῦ ἰδίου δεσπότου, ἐξ ἀρχῆς δῆθεν τὴν παρὰ τῷ Σολομῶνι ἐν ταῖς αὐτοῦ παροιμίαις λέξιν ἑρμηνεῦσαι βουλόμενος, τό «ὁ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ἔνθεν αὐτῷ ἡ εἰσαγωγὴ τῆς πλάνης γεγένηται, [καὶ] οὐκ ᾐδέσθη 〈αὐτὸς〉 καὶ οἱ αὐτοῦ μαθηταὶ κτίσμα ἀποκαλεῖν τὸν τὰ πάντα κτίσαντα, τὸν ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννημένον λόγον. λοιπὸν δὲ ἀπὸ τοῦ ἑνὸς τούτου λόγου εἰς πολλὰς καὶ κακὰς τρίβους ἐλάσας τὴν ἑαυτοῦ κακότροπον γνώμην, 〈αὐτὸς〉 καὶ οἱ ἀπ᾽ αὐτοῦ διάδοχοι, μυρία καὶ ἐπέκεινα εἰς τὸν υἱὸν τοῦ θεοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα βλασφημῆσαι ἐπεχείρησαν.
παρέλυσαν δὲ ὡς εἰπεῖν τὸ στῖφος καὶ τὴν ὁμόνοιαν τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως καὶ ἐκκλησίας· οὐ διὰ τῆς αὐτῶν δυνάμεως ἢ σοφίας· ὀλίγοι γὰρ οἱ προσκλιθέντες ἠπατημένοι, πολλοὶ δὲ οἱ ὑποκρίσει ὑπεισδύνοντες, πολλοὶ δὲ καὶ κατὰ βίαν μὴ ἔχοντες * οὕτως κοινωνοὶ τοῖς αὐτοῖς τυγχάνουσιν. οὐδεὶς δὲ * τούτων πρόξενος, ἀλλὰ πρῶτον μὲν 〈ἀ〉δοκιμασία πιστῶν, βασιλέων δὲ ὑπερασπισμός.
ἀρχὴ μὲν 〈ἀπὸ〉 Κωνσταντίου τοῦ βασιλέως, τὰ μὲν ἄλλα πάντα πρᾴου καὶ ἀγαθοῦ, ὡς υἱοῦ τοῦ μεγάλου καὶ τελείου Κωνσταντίνου τοῦ θεοσεβοῦς καὶ πίστιν ὀρθὴν ἀκλινῶς πεφυλαχότος, καὶ αὐτοῦ δὲ τοῦ Κωνσταντίου θεοσεβοῦς ὄντος καὶ ἀγαθοῦ κατὰ πολλοὺς τρόπους· ἐν τούτῳ δὲ μόνον, ἐν τῷ μὴ κατὰ τὴν πίστιν τοῦ πατρὸς αὐτοῦ ὡδευκέναι ἐσφάλη, οὐκ ἀφ᾽ ἑαυτοῦ αἰτίας, ἀλλὰ ἀπὸ τῶν μελλόντων δοῦναι λόγον εἰς ἡμέραν κρίσεως, τῶν δοκήσει ἐπισκόπων λεγομένων, παραφθειράντων δὲ τὴν θεοῦ ἀληθινὴν πίστιν· οἵτινες ἔχουσι δοῦναι λόγον καὶ ὑπὲρ τῆς πίστεως καὶ ὑπὲρ τῶν διωγμῶν τῆς ἐκκλησίας καὶ τοσούτων κακῶν καὶ φόνων τῶν ἐν ταῖς ἐκκλησίαις ἕνεκεν αὐτῶν γεγενημένων καὶ τῶν λαῶν τῶν ἐν ὑπαίθρῳ ἔτι δεῦρο τοσούτων μυριάδων θλῖψιν ὑπομενουσῶν καὶ ὑπὲρ αὐτοῦ τοῦ μακαρίτου Κωνσταντίου τοῦ ὑπ᾽ αὐτῶν πεπλανημένου καὶ ἀγνοήσαντος τὴν πίστιν τῆς ὀρθοδοξίας καὶ ὑπείξαντος αὐτοῖς ὡς ἱερεῦσι κατὰ ἄγνοιαν, ἀγνοήσαντος τὴν ἐν αὐτοῖς πλάνην τῆς τυφλώσεως καὶ κακοπιστίας γενομένην ἐκ διαβόλου παρασκευῆς. 13. Δεύτερον ἔτι ἐνίσχυσε τὸ τούτων ἑρπετῶδες ἐργαστήριον δι᾽ Εὐδοξίου τοῦ ὑπεισδύντος καὶ παραφθείραντος τὴν ἀκοὴν πάλιν Οὐάλεντος τοῦ θεοσεβοῦς βασιλέως καὶ εὐλαβεστάτου καὶ θεοφιλοῦς. ἐπειδὴ γὰρ παρ᾽ αὐτοῦ τὸ λουτρὸν ἐκομίσατο, διὰ τοιαύτης ὑποθέσεως ἠδυνήθησαν οὗτοι στῆναι.
ἐπεὶ ἂν ἔκπαλαι καὶ ὑπὸ γυναικῶν καὶ παιδαρίων, οὐ λέγω περὶ τῶν ἐντελεστέρων τῶν τὴν πᾶσαν ἀκρίβειαν τῆς θεοσεβείας καὶ πίστεως τῆς ὀρθῆς ἐπιγινωσκόντων, ἀλλὰ καὶ ὑπὸ τῶν τι ἀπὸ μέρους κἂν τὸ τυχὸν τῆς ἀληθείας ἐπισταμένων 〈ἐλέγχοντο〉 καὶ ἐλεγχόμενοι ἀπὸ τῶν παλαιῶν ἐδιώκοντο, ὡς βλάσφημοι δεσπότου καὶ δεύτεροι κυριοκτόνοι τινὲς καὶ ἀθετηταὶ τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐνθέου τελειότητος· διὰ 〈δὲ〉 τῆς τοῦ βασιλέως προστασίας, ὅπερ ἐστὶν ὑπερασπισμὸς αὐτῶν, * εἰς τὸ ἐπιχειρεῖν πάντα τὰ κακὰ ὅσα γέγονε καὶ ἔτι δι᾽ αὐτῶν γίνεται ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Νικομηδείᾳ, ἐν Μεσοποταμίᾳ, ἐν Παλαιστίνῃ τῇ τοῦ αὐτοῦ παρόντος βασιλέως προστασίᾳ. 14. Ἐκ ταύτης οὖν τῆς λέξεως τῆς ἐν τῷ παροιμιαστῇ γεγραμμένης ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», λοιπὸν τὰ πάντα αὐτοῖς ἐπινοεῖται· ὅσα τε δύναται σύμφωνα τῷ λόγῳ εἶναι καὶ ἰσορροπῆ καὶ δύναται συνᾴδειν 〈ἐκ τῶν γραφῶν συνάγουσιν〉, οὔτε αὐτοῦ τοῦ λόγου οὔτε τῶν ἄλλων ῥημάτων περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ τοιοῦτόν τι φασκόντων.
ἀλλὰ λοιπὸν ὅσα ἐστὶ τούτοις ὅμοια, τὸ ἐν τῷ ἀποστόλῳ γεγραμμένον τὸ «δέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν», καὶ 〈τὸ〉 ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ γεγραμμένον ὅτι «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὅτι ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε», καὶ τὸ ἐν ταῖς Πράξεσι γεγραμμένον ὅτι «γνωστὸν ὑμῖν ἔστω πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε, καὶ κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε» καὶ ἄλλα τούτοις ὅμοια, † ὅπου γὰρ εἰς παρατήρησιν, εἰς ἐχθρῶν ἄμυναν. ἐχθροὶ γάρ εἰσιν ὡς ἀληθῶς καὶ ἐπίβουλοι. τάχα γὰρ περὶ αὐτῶν γέγραπται καὶ τῶν αὐτοῖς ὁμοίων ὅτι «ἀναστήτω ὁ θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ». δοκοῦσι δὲ καὶ οἰκειακοὶ εἶναι (οὐδεὶς δὲ χείρων οἰκειακῶν ἐχθρῶν) «ἐχθροὶ γὰρ τοῦ ἀνθρώπου ἅπαντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ». καὶ τοῦτο τάχα καὶ περὶ τούτων πληροῦται. 15. Ἀναπηδῶσι γὰρ ὡς λυσσητῆρες κύνες εἰς ἐχθρῶν ἄμυναν καί φησι· «πῶς λέγεις περὶ τοῦ υἱοῦ τοῦ θεοῦ;» ταῦτα γὰρ αὐτῶν ἐστι τὰ τεχνάσματα τῆς εἰσαγωγῆς τοῦ δηλητηρίου αὐτῶν πρὸς τοὺς ἀφελεῖς. καὶ «τί ἔνι μετὰ ταῦτα, μετὰ τὸ λέγειν υἱὸν θεοῦ;» ὦ «συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐπιγνώμονες ἐνώπιον αὐτῶν» καὶ ἐπιστήμονες δοκοῦντες εἶναι. τί ἔτι προσθείη τις τῷ ὀνόματι Ἰησοῦ, εἰ μὴ ὅτι υἱὸν γνήσιον λέγοι, ἐκ πατρὸς ὄντα καὶ οὐκ ἠλλοιωμένον;
εἶτα εὐθὺς χλευαστικῶς ἀναπηδῶσι λέγοντες· «πῶς δύναται εἶναι ἐκ θεοῦ;» ἐρωτώμενοι δὲ ὅτι· «οὐκ ἔστιν υἱός;» τὸ μὲν υἱὸς ὀνόματι ὁμολογοῦσι, τῇ δὲ δυνάμει καὶ διανοίᾳ ἀρνοῦνται, νόθον αὐτὸν παντάπασι βουλόμενοι λέγειν καὶ οὐκ ἀληθινόν. εἰ γάρ, φησίν, ἐκ θεοῦ ἐστι καὶ ἐγέννησεν ἐξ αὐτοῦ ὁ θεὸς 〈υἱόν〉, ὡς εἰπεῖν, ἐξ ἰδίας ὑποστάσεως φύσει ἢ ἐκ ἰδίας οὐσίας, οὐκοῦν ὠγκώθη ἢ τομὴν ἐδέξατο ἢ ἐν τῷ γεννᾶν ἐπλατύνθη ἢ συνεστάλη ἤ τι τῶν κατὰ τὰ πάθη τὰ σωματικὰ ὑπέστη. καὶ τὸ πᾶν εἰσὶ χλευαζόμενοι, τὰ ἑαυτῶν εἰς τὸν θεὸν ἀναλογοῦντες καὶ ἀφ᾽ ἑαυτῶν εἰκάσαι τὸν θεὸν βουλόμενοι. ἐν γὰρ θεῷ οὐδὲν ἔνι τῶν τοιούτων· «πνεῦμα γὰρ ὁ θεός», καὶ ἀφ᾽ ἑαυτοῦ ἐγέννησε τὸν μονογενῆ ἀρρήτως καὶ ἀκαταλήπτως καὶ ἀχράντως. πῶς οὖν, φησίν, εἰ ἐκ τῆς οὐσίας αὐτοῦ ἐστιν, οὐκ οἶδε τὴν ἡμέραν, ὡς λέγει, καὶ τὴν ὥραν, «περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος;» «πῶς δὲ εἰς σάρκα ἦλθεν, εἰ ἔστιν ἐκ τοῦ πατρός; πῶς δὲ ἐδύνατο ἡ ἀχώρητος ἐκείνη φύσις σάρκα ἐνδύσασθαι, εἰ ἦν ἐκ τοῦ πατρὸς κατὰ φύσιν;» 16. Καὶ οὐκ οἴδασι πῶς εἰς ἑαυτῶν αἰσχύνην τοὺς λογισμοὺς τούτους ἐπισυνάγουσιν.
εἰ γὰρ διὰ τὸ ἠλλοιῶσθαι αὐτὸν παρὰ τὴν τοῦ πατρὸς οὐσίαν ἐνεδύσατο σάρκα καὶ ἐν αὐτῇ πέπονθε καὶ ἐσταυρώθη, δειξάτωσαν ἡμῖν, τί τῶν ἄλλων πνευματικῶν, κτισμάτων καίτοι γε ὄντων, ἐνεδύσατο σάρκα. οὐ γὰρ δύνα〈ν〉ται μὴ οὐχ ὁμολογεῖν τὸν υἱὸν ὑπὲρ πάντα. κἄν τε κτίσμα αὐτὸν λέγοιεν, ὁμολογοῦσιν αὐτὸν ὑπὲρ ὅλα τὰ κτίσματα αὐτοῦ. ἀλλὰ καὶ ὡς χαριζόμενοι αὐτῷ βούλονται αὐτὸν θεραπεύειν λόγῳ, ὥσπερ χειρὶ μιᾷ μὲν παίοντες, τῇ δὲ ἄλλῃ ἀλείφοντες. τοῦτο γὰρ θέλουσιν ὥσπερ ἐξ ἰδίας προαιρέσεως αὐτῷ προσχαρίσασθαι καὶ λέγουσι· «κτίσμα μὲν λέγομεν, ἀλλ᾽ οὐχ ὡς ἓν τῶν κτισμάτων, καὶ ποίημα, καὶ οὐχ ὡς ἓν τῶν ποιημάτων, καὶ γέννημα, καὶ οὐχ ὡς ἓν τῶν γεννημάτων», ἵνα ἐν τῷ εἰπεῖν, «οὐχ ὡς ἓν τῶν γεννημάτων», ἀποστερήσωσιν αὐτὸν τῆς κατὰ φύσιν γεννήσεως, καὶ ἐν τῷ εἰπεῖν, «οὐχ ὡς ἓν τῶν κτισμάτων», [ἵνα] ἀληθινὸν κτίσμα αὐτὸν ἀποφάνωσιν. οἷον γὰρ ἐὰν ᾖ κτίσμα, κτίσμα ὑπάρχει, κἄν τε μυριονταπλάσιον ἐπάνω εἴη ὄνομα ἔχον, τὸ αὐτό ἐστι τοῖς πᾶσι κτίσμασιν ἐξισαζόμενον. οὐ γὰρ ὅτι ἥλιος φαιδρότερος τῶν ἄλλων ἐστί, δύναται μὴ εἶναι κτίσμα, ὥσπερ καὶ ὁ λίθος· οὐδὲ ὅτι ἡ σελήνη ὑπερπαίει τὰ ἄστρα, παρὰ τοῦτο οὐκ ἔστι τῶν κτισμάτων. «ἰδοὺ γὰρ τὰ σύμπαντα δοῦλα σά». ὅσα γὰρ ἔστιν, ἐξ αὐτοῦ ἐστιν ἐκτισμένα καὶ δοῦλα.
ὁ δὲ μονογενὴς ἀλήθειά ἐστι καὶ ὁ λόγος αὐτοῦ ἀληθινὸς ὑπάρχει, ὡς ἔφη· «ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταὶ μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» εἰ δὲ ὁ λόγος αὐτοῦ ἀλήθεια ὑπάρχει καὶ ἐλευθεροῖ τοὺς ἐλευθερουμένους, πόσῳ γε μᾶλλον αὐτὸς ἐλεύθερος ὑπάρχει, ἀλήθεια ὢν καὶ ἐλευθερῶν τοὺς αὐτῷ πειθομένους ὄντας δούλους; διὰ τὸ σύμπαντα δοῦλα εἶναι αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ ἁγίου πνεύματος [αὐτοῦ]. 17. Εἶτα πάλιν λέγουσι· «πῶς ἐνεδήμησεν εἰς σάρκα, εἰ ἦν ἐκ τῆς τοῦ πατρὸς οὐσίας;» εἴπωσι τοίνυν ἡμῖν, πῶς ἄγγελοι σάρκα οὐκ ἔλαβον ὄντες δοῦλοι αὐτοῦ; πῶς ἀρχάγγελοι; πῶς στρατιαί; πῶς τὰ ἄλλα πάντα τὰ πνευματικά; ἀλλὰ καὶ ὑποδεέστερόν φασιν εἶναι οἱ τοιοῦτοι τὸ πνεῦμα καὶ κτίσμα κτίσματος, ὡς αὐτοῦ τοῦ λόγου 〈ποίημα〉. πῶς οὖν τὸ πνεῦμα οὐκ ἔλαβε σάρκα, δυνάμενον ἔχειν πρόσωπον τρεπτὸν ὑπὲρ τὸν υἱὸν κατὰ τὸν αὐτῶν λόγον; ἀλλ᾽ ἐπειδὴ σοφία ἦν τοῦ πατρός, ηὐδόκησε δι᾽ ἑαυτοῦ τῆς τελειότητος τὸ ἡμέτερον ἀσθενὲς ἀναλαβεῖν, ἵνα δι᾽ ἑαυτοῦ πᾶσα σωτηρία τῷ κόσμῳ γένηται. τὰ δὲ ἀγαθὰ εἰς κακὰ μετατρέποντες ἀχαριστοῦσιν, ἀχάριστοι καὶ ἀγνώμονες καὶ δεσπότου ἰδίου ὑβρισταὶ καὶ βλάσφημοι. τὰ δὲ ἄλλα λοιπὸν ὅσα λέγουσιν ἠλαττωμένως φρονοῦσι· «πῶς δὲ ἐπείνασεν, εἰ ἦν τῆς τοῦ πατρὸς οὐσίας;»
περὶ γὰρ τοῦ θεοῦ γέγραπται «οὐ πεινάσει, οὐδὲ διψήσει, οὔτε ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ». οὗτος δὲ καὶ ἐπείνασε καὶ ἐδίψησε. πῶς κέκμηκεν ἐκ τῆς ὁδοιπορίας καὶ ἐκάθισε 〈ὅπου γέγραπται〉 καὶ ὅτι ὁ θεὸς «οὐ κοπιάσει». πῶς δέ, φησιν, εἶπεν· «ὁ ἀποστείλας με πατήρ μου μείζων μου ἐστίν; ἄλλος γὰρ ὁ ἀποστέλλων, ἄλλος δὲ ὁ ἀποστελλόμενος.» καὶ δῆλον ὅτι ὁ πατὴρ οὐκ ἔστιν ὁ υἱὸς καὶ ὁ υἱὸς οὐκ ἔστιν ὁ πατήρ. οὐ γὰρ κατὰ τὸν Σαβέλλιον ἡμεῖς λέγομεν, τὸν λέγοντα υἱοπάτορα εἶναι. εἰ μὴ γὰρ εἶπεν ὅτι «ἄλλος ἐστὶν ὁ ἀποστείλας με» καὶ «ἀπέρχομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν, πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν» * εἶπε, * καὶ οὐκ ἐκ τῆς τοῦ θεοῦ οὐσίας οἱ μαθηταὶ κατὰ φύσιν ἐγεννήθησαν. 〈διὸ〉 καὶ ἔλεγεν αὐτοῖς· «πατέρα ὑμῶν.» Πολλὴ δὲ φρενοβλάβεια τῶν τὰ τοιαῦτα λεγόντων. εἰ γὰρ ὀνόματι μόνον 〈υἱὸς〉 καλεῖται καὶ οὐκ ἔστι κατὰ φύσιν, οὐδὲν διαφέρει τῶν ἄλλων πάντων κτισμάτων, κἄν τε ἐν ὑπεροχῇ ἀξιώματος ὑπάρχει. οὐ γὰρ ὅτι ὁ βασιλεὺς ὑπερέχει τῶν ἐπάρχων καὶ στρατηλατῶν, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ὁμοιοπαθὴς τῶν ἄλλων καὶ σύνδουλος τῆς αὐτῆς κτίσεως, θνητός τις ὤν, ὥσπερ καὶ οἱ ὑπ᾽ αὐτοῦ ἀρχόμενοι.
καὶ οὐχ ὅτι ὁ ἥλιος ὑπερέχει τῶν ἄλλων ἄστρων καὶ ἡ σελήνη ἐν μέρει, οὐ παρὰ τοῦτο οὐκ εἰσὶν ὑποτεταγμένα στοιχεῖα καὶ τῇ τοῦ ἑνὸς διατάξει δημιουργοῦ τε καὶ κτιστοῦ, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὑπείκοντα. καὶ οὐχ ὅτι ἄγγελοι ὑπερέχουσι τῶν ὁρατῶν καὶ ἐν τάξει τῶν ἄλλων μείζους πάντων εἰσίν, οἷα δὴ ἀόρατοι κτισθέντες καὶ τὸ πρῶτον γέρας τῆς τοῦ θεοῦ θεραπείας ἀποκαρπούμενοι ἐν ὕμνοις διηνεκέσι, καὶ ἀθάνατοι κατὰ χάριν ὑπ᾽ αὐτοῦ κτισθέντες καὶ οὐ κατὰ φύσιν, ἀθάνατοι δὲ φύσει ἐξ αὐτοῦ τοῦ ἀθανάτου καὶ ὄντος ἐν ἑαυτῷ ζωὴ καὶ ἀθανασία καταξιωθέντες γενέσθαι, οὐ παρὰ τοῦτο οὐκ εἰσὶ φόβῳ καὶ τρόμῳ καὶ ὑπὸ ἀπολογίαν καὶ ἐξέτασιν καὶ κέλευσιν καὶ προσταγὴν τῆς ἁγίας θεότητος δεδουλωμένοι. 18. Ἔνθεν γάρ ἐστι * τὸ ζητούμενον τῆς ἀληθείας ἀκρίβασμα, τὸ υἱὸν μὲν λέγειν, λέγειν δὲ καὶ ἔχειν οὐχ ἁπλῶς ὀνόματι, ἀλλὰ υἱὸν κατὰ φύσιν υἱόν. καὶ ἐν ἡμῖν γὰρ πολλοὶ καλοῦνται υἱοί, μὴ ὄντες ἡμῶν υἱοὶ κατὰ φύσιν. οἱ δὲ ἀληθινοὶ υἱοὶ οἱ γνήσιοι καλοῦνται, οἱ κατὰ φύσιν ὑφ᾽ ἡμῶν γεγεννημένοι. καὶ εἰ μὲν οὖν υἱὸς μόνον ἐκαλεῖτο, ὡς καὶ πάντες ἐκλήθησαν υἱοὶ θεοῦ, ἄρα οὐδὲν διαλλάττει τῶν ἄλλων. καὶ πῶς ὡς θεὸς προσκυνεῖται; ἔδει οὖν καὶ τὰ ἄλλα πάντα, ἐφ᾽ οὓς τὸ ὄνομα τῆς υἱοθεσίας ἐπικέκληται, κατ᾽ αὐτὸν προσκυνεῖσθαι, ἐπειδὴ υἱοὶ θεοῦ προσαγορεύονται.
ἀλλὰ ἡ ἀλήθεια οὐκ ἔχει οὕτως, ἀλλ᾽ οἶδεν ἀεὶ ἕνα μονογενῆ υἱὸν θεοῦ, ᾧ πάντα λατρεύει καὶ προσκυνεῖ, «καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». ἀλλ᾽ οὔτε τὸ ἅγιον πνεῦμα ἐξισοῦται τοῖς ἄλλοις πνεύμασιν, ἐπειδὴ ἕν ἐστι τὸ πνεῦμα τοῦ θεοῦ, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. οὗτοι δὲ βούλονται αὐτὸ εἶναι κτίσμα κτίσματος. φασὶ γὰρ ὅτι «πάντα δι᾽ αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἄρα, φασί, καὶ τὸ πνεῦμα ἐκ τῶν ποιημάτων ὑπάρχει, ἐπειδὴ «πάντα δι᾽ αὐτοῦ γέγονε». καὶ ἀγνοοῦσιν οἱ μάτην ἑαυτῶν τὴν ψυχὴν ἀπολέσαντες ὅτι ἄλλα ἐστὶ τὰ κτίσματα καὶ ἄλλα τὰ 〈ἄ〉κτιστα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, εἷς θεός, τριὰς ἐν ἀληθείᾳ καὶ μονὰς ἐν ἑνότητι. διὰ τοῦτο γὰρ [ὅτι] εἷς θεός, ὅτι οὐ δύο πατέρες οὔτε δύο υἱοὶ οὔτε δύο πνεύματα ἅγια καὶ ἐπειδὴ οὐκ ἀλλότριος ὁ υἱὸς τοῦ πατρός, ἀλλ᾽ ἐξ αὐτοῦ γεγεννημένος καὶ οὐκ ἀλλότριον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ᾽ ὁ μὲν υἱὸς μονογενὴς γεγεννημένος ἀνάρχως 〈καὶ〉 ἀχρόνως, τὸ δὲ ἅγιον πνεῦμα, ὡς οἶδεν αὐτὸς ὁ πατὴρ καὶ ὁ μονογενής, οὔτε γεννητὸν οὔτε κτιστὸν οὔτε ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλ᾽ ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. «
τὸ πνεῦμά μου» γάρ φησιν, «ἐφέστηκεν ἐν μέσῳ ὑμῶν», καὶ «ἔχρισε τὸν Χριστὸν ἐν πνεύματι ἁγίῳ.» εἰ αὐτὸς ὁ μονογενὴς χρίεται ἐν πνεύματι, τίς ἐγκαλέσει τῇ ἁγίᾳ τριάδι; 19. Εἶτα πάλιν φησὶν ὁ μανιώδης Ἄρειος· «πῶς εἶπεν ὁ κύριος, »τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθὸς ὁ θεός«, ὡς αὐτοῦ ἀρνουμένου τὴν ἀγαθότητα· καὶ τίς ἄλλος οὕτως ἀγαθὸς ὡς ὁ μονογενής, ὃς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον τῶν ἡμετέρων ψυχῶν; καὶ οὐκ οἴδασι θεοῦ τὴν δύναμιν καὶ τὴν ἀγαθότητα οὔτε τὴν οἰκονομίαν τῆς τοῦ θεοῦ σοφίας, ψυχικοὶ ὄντες καὶ σαρκικοί, ἀνακρινόμενοι ἀπὸ ἁγίου πνεύματος, κοῦφοι ὄντες ἀπ᾽ αὐτοῦ, μὴ ἔχοντες τὴν τοῦ ἁγίου πνεύματος δωρεάν, τὴν σοφίζουσαν πάντα ἄνθρωπον. πάλιν δὲ αἰτοῦνται αὐτόν, φησίν, οἱ υἱοὶ Ζεβεδαίου διὰ τῆς αὐτῶν μητρὸς τὸ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἕνα καθίσαι ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων, καὶ ἔφη αὐτοῖς· »οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν; αὐτῶν δὲ φησάντων, ναί, ἔφη πρὸς αὐτούς, τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἀριστερῶν οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός«. εἶτά φησιν ὁ ἀπόστολος »ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν«, ὡς αὐτοῦ χρείαν ἔχοντος τοῦ ἐγείραντος αὐτόν.
καὶ ὅτι, φησίν, »ἐφάνη ἄγγελος κυρίου ἐνισχύων αὐτόν, ὅτε ἐν ἀγωνίᾳ γέγονε, καὶ ἵδρωσε καὶ ὁ ἱδρὼς αὐτοῦ γέγονεν αὐτῷ ὡς θρόμβοι αἵματος, ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ, ὅτε ἀπελθὼν ηὔχετο μέλλων παραδίδοσθαι«. »καὶ πάλιν ἐν τῷ σταυρῷ, φησίν, ἔλεγεν· Ἠλί, Ἠλί, λημᾶ σαβαχθανί, τουτέστι, Θεέ μου, Θεέ μου ἵνα τί με ἐγκατέλιπες; καὶ ὁρᾷς, φησίν, ὡς ἐπιδέεται βοηθείας;» ἀλλὰ περὶ τοῦ λέγειν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί» * καὶ τὸ «οἱ δύο ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἓν ὦσιν», * ὥστε οὖν τὸ ἓν εἶναι πάντως οὐ κατὰ φύσιν λέγει, ἀλλὰ κατὰ ὁμόνοιαν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἀρνοῦνται ψυχὴν αὐτὸν ἀνθρωπείαν εἰληφέναι, αὐτὸ τοῦτο προκατασκευάζοντες. σάρκα γὰρ ὁμολογοῦσιν ἀληθινὴν ἀπὸ Μαρίας αὐτὸν ἐσχηκότα καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ ἀνθρώπῳ χωρὶς ψυχῆς, ἵνα ὅταν ἀκούσῃς περὶ πείνης ἢ δίψης ἢ καμάτου ἢ ὁδοιπορίας, ἢ ἱδρῶτος, ἢ ὕπνου ἢ ἐμβριμήσεως καὶ εἴπῃς ὅτι διὰ τὴν ἐνανθρώπησιν τούτων ἐπεδέετο, λέξουσί σοι ὕστερον ὅτι σὰρξ καθ᾽ ἑαυτὴν ταῦτα οὐκ ἐνεργεῖ, ἐὰν μὴ ἔχῃ τὴν ψυχήν. καὶ γὰρ τῷ μὲν ὄντι οὕτως ἐστί. τί οὖν ἐστι, φησίν, ἀλλ᾽ ὅτι ἡ θεότης αὐτοῦ ἐπεδέετο, ἵνα ὅταν εἴπωσι τὴν θεότητα αὐτοῦ ἐπιδεομένην, ξένον ἀποφάνωσιν αὐτὸν καὶ ἀλλότριον τῆς τοῦ πατρὸς οὐσίας τε καὶ φύσεως ἀληθινῆς.
νομίζω δὲ 〈παντὶ〉 τῷ σύνεσιν κεκτημένῳ ἀπὸ μιᾶς ἢ δύο μαρτυριῶν ἢ πέντε τῶν κακῶς παρ᾽ αὐτοῖς ἐπινενοημένων καὶ ἐλεγχομένων καὶ ἀνατρεπομένων, * τῆς πάσης ἀληθείας κηρυττομένης καὶ σαφῶς ἐν τῇ πίστει τῆς ὀρθοδοξίας βεβαιουμένης, ἐλεγχθήσονται παρὰ τοῖς προειρημένοις νοῦν θεϊκὸν κεκτημένοις, κἄν τε μετὰ ταύτας τὰς ἐπιλύσεις ἐπινενοημένας λέξεις μυρίας ἄλλας ἐνέγκωσιν. ἀπὸ γὰρ τῶν ὀλίγων αἱ πλεῖσται λυθήσονται τὴν ἴσην δύναμιν φέρουσαι. 20. Καὶ ἄρξομαι πρῶτον τοῦ λέγειν, ὅθεν διέλαβον κακῶς φυτεύειν τῆς πικρίας αὐτῶν ῥίζαν, 〈ἀπὸ〉 τοῦ λόγου τοῦ ὑπὸ Σολομῶντος εἰρημένου, ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ οὐ πάντως που ἐβεβαίωσε γραφὴ οὐδὲ ἐμνήσθη τις τῶν ἀποστόλων τῆς λέξεως ταύτης, ἵνα παραγάγῃ αὐτὴν εἰς ὄνομα Χριστοῦ. ὥστε οὖν οὐ πάντως περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγει, κἄν τε εἴπῃ ὅτι «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην». πόσαι γάρ εἰσι καταχρηστικῶς λεγόμεναι θεοῦ σοφίαι; μία δὲ ὁ μονογενής, οὐχὶ καταχρηστικῶς λεγόμενος, ἀλλ᾽ ἐν ἀληθείᾳ. τὰ πάντα γὰρ θεοῦ σοφία, καὶ ὅσα ἐστὶν ἀπὸ τοῦ θεοῦ, σοφία ἐστίν.
ἄλλη δὲ ἰδιάζουσα καὶ ὑπὲρ πάντα οὖσα, τουτέστιν ὁ μονογενής, ὁ μὴ καταχρηστικῶς ὢν σοφία, ἀλλ᾽ ἀληθείᾳ, ὁ σὺν πατρὶ ἀεὶ ὤν, ὁ «δύναμις ὢν θεοῦ καὶ σοφία» κατὰ τὸ γεγραμμένον «ἡμῖν δὲ Χριστὸς δύναμις θεοῦ καὶ θεοῦ σοφία», «ἔστι δὲ σοφία πένητος ἐξουθενημένη», καὶ «ἐπειδὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος τὸν θεόν, ηὐδόκησε διὰ τῆς μωρίας τοῦ εὐαγγελίου σῶσαι τοὺς πιστεύοντας», καὶ «ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου», καὶ «ἔδωκεν ὁ θεὸς καρδίαν τῷ Σολομῶντι ὡς τὸ χύμα τῆς θαλάσσης, καὶ ἐσοφίσατο ὑπὲρ τοὺς υἱοὺς Ἐνάκ», καὶ «ἔδωκεν ὁ θεὸς τῷ Βεσελεὴλ σοφίαν καὶ ἐνέπλησεν ὁ θεὸς σοφίας τὸν Οὐρί».
Καὶ πολλά ἐστι περὶ σοφίας λέγειν, καὶ «ποῖος ἐστὶ τόπος φρονήσεως, καὶ ἡ σοφία πόθεν εὑρέθη;» κἄν τε οὖν αὕτη ἡ ᾀδομένη σοφία λέγῃ «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ δι᾽ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ δυνάσται γράφουσι δικαιοσύνην, καὶ τύραννοι κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, καὶ οἱ ἐμὲ ζητοῦντες εὑρήσουσί με πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. ἐν ὁδῷ δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἀγαπῶσί με ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾽ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,» καὶ τὰ ἑξῆς, δηλονότι βουλομένων τινῶν ἀντιλέγειν τῇ λέξει ἀνθυποφορᾷ χρῶνται οἱ δι᾽ ἐναντίας διὰ τοῦ ὀνόματος τῆς σοφίας καὶ τῆς ἀκολουθίας τοῦ λόγου τοῦ λέγοντος «κύριος ἔκτισε με», σὺν τῷ εἰπεῖν «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν»· ὅτι «ἰδού, 〈φησίν〉, ἡ σοφία ἀπ᾽ ἀρχῆς ἑαυτὴν ὀνομάσασα καὶ προβαίνουσα καθ᾽ ἑξῆς ἑαυτὴν σημαίνει λέγουσα· κύριος ἔκτισέ με.
ἰδοὺ γὰρ λέγει ἄνω· ἐγὼ ἡ σοφία, καὶ κάτω λέγει· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾽ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. καὶ τί φησι· κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ;» 21. Ἔφημεν δὲ ὅτι πολλαί τινες αἱ καταχρηστικῶς 〈λεγόμεναι〉 κατὰ καιρὸν ἐκ θεοῦ δοθεῖσαι σοφίαι, ὅτι πάντα ὁ θεὸς ἐν σοφίᾳ ἐπιτελεῖ. μία δέ ἐστιν ἡ οὖσα σοφία τοῦ πατρὸς ὁ ἐνυπόστατος θεὸς λόγος. αὐτὸ γὰρ τὸ ῥῆμα οὐ πάντως ἀναγκάζει με περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγειν· οὐ γὰρ 〈γραφὴ〉 ἐδήλωσεν οὐδέ τις τῶν ἀποστόλων ἐμνημόνευσεν, ἀλλ᾽ οὔτε τὸ εὐαγγέλιον. εἰ δὲ ἄρα περὶ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦτο ἐλαμβάνετο, οὐκ ἔστι ταὐτὸν τὸ ῥῆμα οὔτε πρὸς εὐθεῖαν κρίσιν κείμενον. ὅλη γὰρ ἡ βίβλος παροιμίαι εἰσί. πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταὐτόν ἐστι τῇ δυνάμει, ἀλλὰ ἄλλῃ μὲν ῥήσει διηγεῖται, ἄλλῃ δὲ δυνάμει ἀλληγορεῖται. εἰ τοίνυν τοῦτο λέγει καὶ τολμῶσι τινὲς ἐπὶ τὸν υἱὸν τοῦ θεοῦ τοῦτο φέρειν, —μὴ γένοιτο· ἐπὶ τῇ θεότητι αὐτοῦ τοῦτο οὐ φέρεται τὸ ῥῆμα.
εἰ δὲ δύναται ἐν τῇ ἐνσάρκῳ αὐτοῦ πληροῦσθαι παρουσίᾳ (ἐπειδὴ γὰρ αὐτὴ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ τὸν οἶκον») καὶ εἰ ἄρα ἀπὸ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως εὐσεβῶς λεχθείη, ὡς ἡ ἔνσαρκος αὐτοῦ παρουσία περὶ τῆς αὐτοῦ θεότητος φάσκει ὅτι «κύριος ἔκτισέ με» (τουτέστιν ᾠκοδόμησέ με ἐν γαστρὶ Μαρίας) «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» (ἀρχὴ γὰρ ὁδῶν τῆς καθόδου Χριστοῦ εἰς τὸν κόσμον τὸ σῶμα τὸ ἐκ Μαρίας ληφθὲν ἐν τῷ ἔργῳ αὐτοῦ τῆς δικαιοσύνης καὶ σωτηρίας), ἀλλὰ πάντως προπηδήσειεν ὁ τὴν καρδίαν βεβλαμμένος καὶ τὴν δεινὴν ταύτην πληγὴν πεπληγμένος, περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ἔχων τὴν ἔχθραν ἐν τῇ διανοίᾳ, «ὅτι, φησίν, εἶπεν· ‘ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾽ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι’, καὶ ὁρᾷς ὅτι ἐξ αἰῶνος λέγει, ἡ δὲ ἔνσαρκος θεοῦ παρουσία μετὰ ἑξήκοντα δύο γενεὰς κατὰ τὸν Ματθαῖον ἦλθε· πῶς οὖν δύναται τὰ ἐξ ἀρχῆς αἰῶνος τούτῳ λέγεσθαι;» 22. Καὶ οὐκ οἴδασιν οἱ τὴν πᾶσαν ὁδὸν τῆς ἀληθείας πεπλανημένοι, ὅτι ἀεὶ ἡ θεία γραφὴ πάντα ὅσα βούλεται διδάσκειν, 〈εἰ〉 ἄρχεται διηγεῖσθαι, οὐκ εὐθὺς εἰς τὸ ἀρχαΐζον καὶ ὡς εἰπεῖν εἰς τὸ κεφάλαιον ἐπιβάλλεται, ἀλλ᾽ ἀπὸ τῶν ἐγγυτάτων ἄρχεται, ἵνα τὸ προὸν ἔσχατον σημάνῃ.
διὰ τοῦτο γὰρ καὶ εἶπεν «ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾽ ἡμέραν γινόμενα», ἀπὸ τούτων δὲ «μνημονεύ〈σ〉ω καὶ τὰ ἐξ αἰῶνος»· ὡς καὶ τῷ Μωυσῇ ἐσήμανεν ὁ θεὸς πρῶτον τὸ πῦρ καιόμενον καὶ ἐν πυρὶ βάτου γέγονεν ἡ ὀπτασία τὸ ἔναγχος· ἄγγελος δὲ αὐτῷ λελάληκεν εὐθέως, μετέπειτα δὲ κύριος ἀπὸ τῆς βάτου. ὁ δὲ πρὸς αὐτοῦ εὐθὺς οὐ τὰ ὁρώμενα ζητεῖ, ἀλλὰ τὰ ἀπ᾽ ἀρχῆς ἐρωτᾷ· «δεῦρο γάρ, φησίν, ἀποστείλω σε πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς, ὅτι ὁ θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέ με. ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», πρὸ γενεῶν τοῦ Μωυσέως πέντε ἢ ἓξ ὀνομάσας τοὺς περὶ Ἀβραάμ, καὶ ἐπειδὴ εἶπεν «θεὸς τῶν πατέρων», τὸ ἀρχαῖον ἀπεφήνατο· ὁ δὲ Μωυσῆς συνέσει ἐκ θεοῦ κεχαριτωμένος ἠρώτα οὐ ταῦτα, ἀλλὰ καὶ τὸ ἔτι ἀνώτατον, ὅτι «ἐὰν ἀπέλθω πρὸς αὐτοὺς καὶ εἴπωσι πρός με· τί αὐτῷ ὄνομα; τί ἐρῶ πρὸς αὐτούς;» ὁ δὲ λοιπὸν ἀποκαλύπτει· «ἐγώ εἰμι ὁ ὤν». καὶ τὰ μὲν πρῶτα ἀπὸ τῶν ἐγγυτάτων ἤρξατο, εἰς ἔσχατον δὲ τὸ ἀνώτατον ἐδήλου. ἀλλὰ καὶ ὁ Λουκᾶς ἄρχεται ἀπὸ τῶν κάτω καὶ ἐγγυτάτω, ὅτι «ἦν αὐτὸς ὁ Ἰησοῦς ἀρχόμενος ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ, τοῦ Ἠλί, τοῦ Ματθᾶν, τοῦ Νάθαν, τοῦ Δαυίδ, τοῦ Ἰούδα, τοῦ Ἰακώβ, τοῦ Ἀβραάμ, τοῦ Ναχώρ, τοῦ Νῶε, τοῦ Λάμεχ, τοῦ Ἐνώχ, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ θεοῦ». καὶ ὁρᾷς πῶς τὴν ἔνσαρκον παρουσίαν πρῶτον ἔδειξεν, ἔπειτα τὸ ἔσχατον.
διὸ καὶ Ματθαῖος κατὰ τὴν ἔνσαρκον γενεαλογίαν βουλόμενος καταγαγεῖν τὴν Χριστοῦ παρουσίαν εἰς τὴν τῶν ἀνθρώπων διάνοιαν, οὐκ εὐθὺς εἶπεν ὅτι γένεσις Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ, ἀλλὰ υἱοῦ Δαυὶδ πρῶτον, εἶτα υἱοῦ Ἀβραάμ, ἵνα τὸ πρόσφατον ὁρώμενον καὶ τὸ ἔγγιστα συγκροτούμενον καὶ τὸ ἔτι ἀνώτερον ὑποδεικνύων, τὸ ἔτι ὑπὲρ πᾶσαν κτίσιν σημάνῃ ἀναφαίρετον. 23. Διὸ καὶ ὁ Ἰωάννης ἐλθὼν ὁ μακάριος καὶ εὑρὼν τοὺς ἀνθρώπους ἠσχολημένους περὶ τὴν κάτω Χριστοῦ παρουσίαν, [καὶ] τῶν μὲν Ἐβιωναίων πλανηθέντων διὰ τὴν ἔνσαρκον Χριστοῦ γενεαλογίαν ἀπὸ Ἀβραὰμ 〈ὑπὸ Ματθαίου〉 καταγομένην καὶ Λουκᾶ ἀναγομένην ἄχρι τοῦ Ἀδάμ, εὑρών τε τοὺς Κηρινθιανοὺς καὶ Μηρινθιανοὺς ἐκ παρατριβῆς αὐτὸν λέγοντας εἶναι ψιλὸν ἄνθρωπον καὶ τοὺς Ναζωραίους καὶ ἄλλας πολλὰς αἱρέσεις, ὡς κατόπιν ἐλθὼν (τέταρτος γὰρ οὗτος εὐαγγελίζεται) ἄρχεται ἀνακαλεῖσθαι ὡς εἰπεῖν τοὺς πλανηθέντας καὶ ἠσχολημένους περὶ τὴν κάτω Χριστοῦ παρουσίαν καὶ λέγειν αὐτοῖς ὡς κατόπιν βαίνων καὶ ὁρῶν τινας εἰς τραχείας ὁδοὺς κεκλικότας καὶ ἀφέντας τὴν εὐθεῖαν καὶ ἀληθινήν, ὡς εἰπεῖν· ποῖ φέρεσθε; ποῖ βαδίζετε οἱ τὴν τραχεῖαν ὁδὸν καὶ σκανδαλώδη καὶ εἰς χάσμα φέρουσαν βαδίζοντες; ἀνακάμψατε.
οὐκ ἔστιν οὕτως, οὐκ ἔστιν ἀπὸ Μαρίας μόνον ὁ θεὸς λόγος, ὁ ἐκ πατρὸς ἄνωθεν γεγεννημένος, οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Ἰωσὴφ τοῦ ταύτης ὁρμαστοῦ, οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Σαλαθιὴλ καὶ Ζοροβάβελ καὶ Δαυὶδ καὶ Ἀβραὰμ καὶ Ἰακὼβ καὶ Νῶε καὶ Ἀδάμ, ἀλλὰ «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος». τὸ δὲ ἦν καὶ ἦν καὶ ἦν οὐχ ὑποδέχεται τὸ μὴ εἶναί ποτε.
καὶ ὁρᾷς πῶς εὐθὺς τὰ ἐγγυτάτω πρῶτον σημαίνει, πῶς Ματθαῖος μὲν τὴν ὁδὸν ἔδειξε διὰ τῆς γενεαλογίας καὶ οὐδὲ αὐτὸς 〈πάντα〉 ἠκρίβωσεν, ἀλλ᾽ ἐπὶ τὰ ἄνωθεν ἔφερε καίτοι γε τὴν γενεαλογίαν, πῶς τε ὁ Μάρκος περὶ τῶν ἐν τῷ κόσμῳ πεπραγματευμένων 〈διηγήσατο〉 καὶ φωνῆς βοώσης ἐν τῇ ἐρήμῳ, περί 〈τε〉 τοῦ κυρίου τοῦ διὰ προφητῶν πεπροφητευμένου καὶ νόμου, πῶς τε ὁ Λουκᾶς ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἀνῆγεν, ἐς ὕστερον 〈δὲ〉 ἐλθὼν τέταρτος ὁ Ἰωάννης τὴν κορωνίδα καὶ τὸ ἀκραιφνὲς τῆς ἄνω τάξεως καὶ ἀεὶ οὔσης θεότητος τὸ ὕστερον ἐδήλωσεν, οὕτως καὶ ὁ Σολομῶν παροιμιωδῶς λέγων τὴν ἀρχὴν τῶν ὁδῶν *, εἴ γε κἂν εὐσεβῶς θελήσαιέν τινες λέγειν περὶ τῆς ἐνσάρκου οἰκονομίας, ὡς αὐτῆς φασκούσης περὶ τῆς τοῦ Χριστοῦ θεότητος ὅτι «αὐτὴ ἡ θεότης ἔκτισε τὸν οἶκον», ὅτι αὐτὴ ἡ θεότης τὴν σάρκα καὶ τὴν ἐνανθρώπησιν εἰργάσατο, «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ ἀγαθότητος, εἶτα εὐθὺς μετέπειτα, ἔτι προκοπτόντων τῶν πραγμάτων λέγει «ἐθεμελίωσέ με ἐν ἀρχῇ». ἆρα γοῦν ὁ υἱὸς τοῦ θεοῦ κατὰ τὴν θεότητα κτισθεὶς ὕστερον ἐθεμελιώθη; λεγέτωσαν ἡμῖν οἱ μηχανικοί, οἱ τῶν ἄνω κατοπτευταί, ποίᾳ τέχνῃ ἐκτίσθη ἡ σοφία, ποίῳ ἐργαλείῳ ἐθεμελιώθη.
ἀλλὰ εἰ ὅλως διανοεῖσθαι χρή, φεύγωμεν ἀπὸ τοσούτου βυθοῦ τῆς βλασφημίας, τοῦ μὴ προσψαύειν τῇ θεότητι τοῦ μονογενοῦς, τῇ ἀεὶ σὺν πατρὶ ὑπαρχούσῃ καὶ γεγεννημένῃ ἐξ αὐτοῦ. ἀεὶ γὰρ ἦν ὁ λόγος σὺν πατρί, ἀεὶ ἡ σοφία, ἀεὶ θεὸς ἐκ θεοῦ 〈ὁ〉 κύριος, ἀεὶ φῶς ἀληθινὸν καὶ οὐ νόθον, ἀεὶ τὸ εἶναι ἐξ αὐτοῦ ἔχων καὶ ἀλήθεια ὢν καὶ ζωὴ ὑπάρχων. 24. Καὶ τί μοι τὰ πολλὰ λέγειν περὶ τούτου; εἶτά φησιν «ἐθεμελίωσέ με ἐν ἀρχῇ». ἄρα ἔστιν ἰδεῖν εὐσεβέσ〈ι〉, ὅτι τὴν ψυχὴν τὴν ἀνθρωπείαν ἐνταῦθα σημαίνει. τὸ μὲν γὰρ «κύριος ἔκτισέ με» ἡ ἐνανθρώπησις λέγει ἡ ἔνσαρκος, ἐάν γε καὶ οὕτω νοοῖτο. τὸ δὲ «ἐθεμελίωσεν», ὡς ἐν τῇ ψυχῇ ἐθεμελιώθη. τὸ δὲ «πρὸ πάντων βουνῶν γεννᾷ με», ἵνα δείξῃ τὴν γέννησιν ἄνωθεν. καὶ ταῦτα εἴπομεν, οὐχ οὕτως πάντως ὁριζόμενοι, εὐσεβῶς δὲ μᾶλλον εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες. εἰ καὶ χρὴ οὕτω λέγειν, ὅμως οὐδεὶς ἡμᾶς ἀναγκάσειε πάντως περὶ τοῦ Χριστοῦ λέγειν τὸ ῥῆμα τοῦτο. εἰ δὲ περὶ τοῦ Χριστοῦ ῥηθήσεται, ἔχει καὶ τὴν αὐτοῦ δύναμιν, οὐ κατὰ μαντείαν λεγομένην, ἀλλὰ κατὰ τὸ εὐσεβὲς τοῦ λογισμοῦ, τοῦ μὴ λογίζεσθαι εἰς υἱόν τι ἐλαττώματος 〈μήτε〉 ὑποβεβηκυῖαν νομίζειν αὐτὸν θεότητα παρὰ τὴν τοῦ πατρὸς ἔχειν οὐσίαν.
καὶ γάρ τινες τῶν πατέρων ἡμῶν καὶ ὀρθοδόξων ἀπέδωκαν τοῦτο εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες, εἰ καὶ χρὴ οὕτω λέγειν τὸ περὶ τοῦ «κύριος ἔκτισέ με, καὶ ἐθεμελίωσέ με». καὶ 〈ὅτι〉 οὗτός ἐστιν εὐσεβὴς λογισμός, μεγάλοι πατέρες τοῦτο ὑφηγήσαντο. καὶ εἰ μή τις βουληθείη τῶν ὀρθοδόξων καταδέξασθαι, οὐ καταναγκασθήσεται, πρὸς δὲ τοὺς ξένους τῆς πίστεως καὶ ἀλλοτρίους εἰς οὐδέν ἐστιν ἡ βλάβη. οὔτε γὰρ τοῦτο ἡμῖν ἐνσκήψει εἰς 〈υἱόν〉 τι ἐλαττώματος *, τῆς θεότητος ἐλευθέρας οὔσης καὶ ἀεὶ οὔσης σὺν τῷ πατρί. καὶ ὅ τι μὲν πέπονθεν ὁ Χριστός, πέπονθεν, ἀλλ᾽ οὐκ ἐτράπη τὴν φύσιν, ἔμεινε δὲ ἐν τῇ αὐτοῦ ἀπαθείᾳ ἡ αὐτοῦ θεότης. διὸ θελήσας παθεῖν ἰδίᾳ εὐδοκίᾳ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, (ἐπειδὴ οὐκ ἐδύνατο ἡ θεότης παθεῖν, καθ᾽ ἑαυτὴν ἀπαθὴς οὖσα) ἔλαβε τὸ ἡμέτερον παθητὸν σῶμα, σοφία ὤν, ἵνα ἐν αὐτῷ συνευδοκήσῃ τοῦ παθεῖν καὶ ἀναδέξηται τὰ ἡμέτερα πάθη ἐν σαρκί, συνούσης τῆς θεότητος. καὶ γὰρ ἡ θεότης οὐ πάσχει. πῶς γὰρ ὁ λέγων «ἐγώ εἰμι ἡ ζωή», ἀποθανεῖν δυνήσεται; ἀλλὰ ἀπαθὴς διαμένει ὁ θεός, συμπάσχει δὲ τῇ σαρκί, ἵνα τὸ πάθος εἰς τὴν θεότητα λογισθῇ, μὴ πασχούσης τῆς θεότητος, εἰς τὸ εἶναι ἡμῖν ἐν θεῷ τὴν σωτηρίαν. ἐν σαρκὶ δὲ τὸ πάθος, ἵνα μὴ παθητὸν θεὸν ἔχωμεν, ἀλλὰ ἀπαθῆ, ἐλλογοῦντα εἰς ἑαυτὸν τὸ πάθος, κατὰ προαίρεσιν καὶ οὐ κατὰ ἀνάγκην. 25.
Ὅμως δὲ καὶ οὗτοι τὰς λέξεις τὰς Ἑβραϊκὰς οὔτε ψηλαφήσαντες οὔτε γνόντες οὔτε 〈νοοῦντες〉 πῶς ἔχει ἡ τούτων δύναμις, προαλῶς καὶ προπετῶς ἀνέκυψαν δεινοὶ ἐχθροί, ζητοῦντες πρόφασιν πόθεν τὴν πίστιν λωβήσουσι, μᾶλλον δὲ ἑαυτούς· οὐ γὰρ τὴν ἀλήθειαν. καὶ ἐπειδὴ εὗρον, τὸ «ὁ κύριος ἔκτισέ με», ῥιψοκινδύνως ὥσπερ φανταζόμενοι ὀνειροπολοῦσι, τὰ μηδὲν χρήσιμα ἐπεισενέγκαντες τῷ βίῳ καὶ ταράξαντες τὴν οἰκουμένην. τὸ δὲ Ἑβραϊκὸν οὐχ οὕτως ἔχει· ὅθεν Ἀκύλας λέγει «κύριος ἐκτήσατό με». ἀεὶ δὲ οἱ γεννῶντες παῖδας λέγουσιν· ἐκτησάμην υἱόν. ἀλλ᾽ οὔτε Ἀκύλας τὴν δύναμιν ἡρμήνευσε· καὶ γὰρ τὸ «ἐκτησάμην υἱόν» ὡς πρόσφατόν ἐστιν ἐν θεῷ δὲ οὐδὲν ἔνι πρόσφατον. κἄν τε ὁμολογῇ τις ὅτι γεγέννηται ὁ υἱὸς ἐκ τοῦ πατρὸς καὶ οὐκ ἔκτισται, γεγέννηται δὲ ἀχρόνως καὶ ἀνάρχως. οὔτε γὰρ ἔνι χρόνος ἀνὰ μέσον υἱοῦ καὶ πατρός, ἵνα μὴ χρόνος τις † ὑπὲρ πλείω γένηται τοῦ υἱοῦ. εἰ γὰρ δι᾽ αὐτοῦ τὰ πάντα, ἄρα καὶ οἱ χρόνοι. χρόνου δὲ ὑπάρχοντος 〈πρὸ〉 τοῦ πρὸ πάντων ὄντος, πῶς ἔσται τοῦτο; ἀλλὰ εἰ ἄρα, ζητηθήσεται ἄλλος υἱός, δι᾽ οὗ πρὸ τοῦ υἱοῦ γέγονε χρόνος. καὶ πολλά ἐστιν ἃ εἰς ἄπειρον ἀπορίαν ἄγει τὰ τῶν «περιεργαζομένων καὶ μηδὲν ἀγαθὸν ἐργαζομένων» ἀνθρώπων φρονήματα. ἐν δὲ τῷ Ἑβραϊκῷ λέγει· «ἀδωναΐ,» ὃ λέγεται κύριος, «κανανί,» 〈ὃ〉 δύναται λέγεσθαι καὶ «ἐνόσσευσέ με» καὶ «ἐκτήσατό με».
τὸ δὲ ἀκριβέστατον λέγεται· «ἐνόσσευσέ με». ποῖος δὲ νοσσὸς οὐκ ἀπὸ φύσεως τοῦ γεγεννηκότος γεννᾶται; καὶ ὧδε μὲν ἐν τοῖς σωματικοῖς πλαστίοις διὰ συνδυασμῶν ἄρρενός τε καὶ θηλείας τὰ νοσσευόμενα γίνεται ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πετεινῶν καὶ τῶν ἄλλων. διόπερ ὁ μονογενής, τὰ πάντα σοφία ὢν τοῦ πατρὸς καὶ βουλόμενος ἐπὶ διορθώσει τὰ πάντα ἐργάσασθαι, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ἃ μὴ ἔστι καὶ ἐκπέσῃ τῆς ἀληθείας, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει καὶ φύσει ἀπὸ γυναικὸς γεννηθεὶς, καὶ ἐν μήτρᾳ παρθένου ἀνακλιθεὶς τὸν τῶν κυοφοριῶν χρόνον, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς συνελήφθη, ἵνα μὴ συνδυασμὸς καὶ παραπλοκὴ [καὶ] ἐν τῇ ἐνσάρκῳ γεννήσει γένηται, ἀλλ᾽ ἐκ μητρὸς μονοειδῶς ἔλαβε τὴν σάρκα καὶ εἰς ἑαυτὸν ἐπλήρωσε τελείαν τὴν ἑαυτοῦ ἐνανθρώπησιν, οὐκ ἐλλιπῆ οὖσαν, ἀλλὰ ἀληθινήν.
καὶ οὐχ ὅτι ἀπὸ σπέρματος ἀνδρὸς οὐκ ἦν, εἶχέ τι ἐλλιπές· πάντα γὰρ τελείως ἔσχε τὰ πάντα ἔχων, σάρκα καὶ νεῦρα καὶ φλέβας καὶ τὰ ἄλλα πάντα ὅσα ἐστί, ψυχὴν δὲ ἀληθινῶς, καὶ οὐ δοκήσει, νοῦν δὲ καὶ τὰ πάντα ὅσα ἐστὶν ἐν τῇ ἀνθρωπότητι, χωρὶς ἁμαρτίας, ὡς γέγραπται «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας,» ἵνα ἐν τῷ μονοειδῶς ἐνταῦθα ἀπὸ μητρὸς κατὰ σάρκα γεγεννῆσθαι τελείως καὶ οὐκ ἐλλιπῶς δείξῃ τοῖς βουλομένοις ὁρᾶν τὴν ἀλήθειαν καὶ μὴ τυφλώττειν τὸν ἴδιον νοῦν, ὅτι καὶ ἄνω ἐκ πατρὸς τελείως γεγέννηται ἀχρόνως καὶ ἀνάρχως καὶ κάτω ἐκ μητρὸς μόνης γεγέννηται ἀχράντως καὶ ἀμολύντως. 26. Ἵνα δὲ καὶ ἑρμηνεύσωμεν τὴν τοῦ «ἀδωναῒ καννανὶ» λέξιν, ὅπερ ἐστὶ «κύριος ἐνόσσευσέ με». πᾶν γὰρ τὸ γεννῶν ὅμοιόν τι γεννήσει. ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ θεὸς θεόν, καὶ ὁ μὲν ἄνθρωπος γεννᾷ κατὰ σάρκα, θεὸς δὲ κατὰ πνεῦμα. καὶ οἷος ὁ γεννῶν ἄνθρωπος, τοιοῦτος καὶ ὁ ὑπ᾽ αὐτοῦ γεννώμενος. εἴσω παθῶν περιεχόμενος ὁ γεννήσας ἄνθρωπος 〈γεννᾷ〉 τὸν ἴδιον υἱὸν καὶ ὁ ἀπαθὴς θεὸς τὸν ὑπ᾽ αὐτοῦ γεγεννημένον υἱὸν ἀπαθῶς ἐγέννησεν, ἀληθινῶς καὶ οὐ δοκήσει, ἀπὸ ἑαυτοῦ καὶ οὐκ ἔξωθεν ἑαυτοῦ, πνεῦμα ὢν ἀπαθὲς καὶ γεννῶν πνεῦμα ἀπαθῶς, θεὸς ὢν ἀπαθὴς θεὸν ἀληθινὸν γεννήσας ἀπαθῶς. εἰ γὰρ αὐτὸς ἔκτισε τὰ πάντα καὶ ὁμολογεῖς, ὦ Ἄρειε, ὅτι κέκτικεν ὁ θεὸς τὰ πάντα, αὐτὸς καὶ τὸν υἱὸν ἐγέννησεν.
εἰ δὲ λέγεις· ἐὰν ἐγέννησεν, ἔπαθε γεννήσας, καὶ ἡμεῖς πρὸς σὲ ἐροῦμεν ὅτι εἰ γεννῶν ἔπαθε, κέκμηκε κτίσας. ἀλλ᾽ ἅμα πάντα ἃ βούλεται, πάντα ἔχει ἐν ἑαυτῷ ἐν τελειότητι, καὶ οὔτε ἐν τῷ κτίζειν εἰς τὸν υἱὸν πάθος ἐνσκήψει οὔτε πάθει συνέχεσθαι τὸ θεῖον διὰ τὴν ἄχραντον τοῦ υἱοῦ γέννησιν νοηθήσεται. ἄτρεπτος γὰρ ὁ πατήρ, ἄτρεπτος ὁ υἱός, ἄτρεπτον τὸ πνεῦμα τὸ ἅγιον, μία οὐσία, μία θεότης.
Ἀλλὰ πάντως ἐρεῖς μοι· θέλων ἐγέννησεν ἢ μὴ θέλων; καὶ οὐκ εἰμὶ κατὰ σέ, ὦ φιλόνεικε, ἵνα ἕν τι τοιοῦτον εἰς θεὸν διανοηθῶ. εἰ μὲν γὰρ μὴ βουλόμενος ἐγέννησεν, ἄκων ἐγέννησε. καὶ εἰ βουλόμενος ἐγέννησεν, ἄρα ἦν τὸ βούλημα πρὸ τοῦ υἱοῦ, καὶ ἔσται κἂν ῥοπὴ χρόνου μεταξὺ υἱοῦ διὰ τοῦ βουλήματος. ἐν θεῷ δὲ οὐ χρόνος εἰς βουλὴν οὐ βούλησις εἰς διανόησιν. οὔτε οὖν θέλων ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλὰ ἐν τῇ ὑπὲρ βουλὴν φύσει. φύσις γὰρ αὐτῷ ἐστι θεότητος οὔτε βουλῆς ἐπιδεομένη οὔτε ἄνευ βουλῆς τι πράττουσα, ἀλλ᾽ ἅμα ἐξ αὐτῆς τὰ πάντα ἔχουσα καὶ οὐδὲν λείπουσα τῶν ὄντων. 27. Ἔτι δὲ πάλιν ὁ αὐτὸς Ἄρειος θηρᾶται λέξεις, περινοστῶν ἀεὶ τὰ πάντα καὶ περιεργαζόμενος ἑαυτῷ τὰ μοχθηρά, οὐχ ὡς ἔχει τὸ θεῖον γράμμα, ἀλλ᾽ ὡς αὐτὸς νοσῶν περὶ τὰς ζητήσεις καὶ λογομαχίας εἰς οὐδὲν χρήσιμον, ἀλλ᾽ ἐπὶ καταστροφῇ ἑαυτοῦ καὶ τῶν ὑπ᾽ αὐτοῦ πεπλανημένων *, ἐπιλαμβάνεταί 〈τε〉 τοῦ ῥητοῦ, οὗ ὁ κύριος εὐλογῶν τοὺς μαθητὰς ἔφη «πάτερ, δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». ἀλλ᾽ ἤδη μοι πεπραγμάτευται περὶ τούτων πάντων ἐν τῷ μεγάλῳ περὶ πίστεως λόγῳ, ᾧ πάλιν κατὰ τὴν ἡμῶν μετριότητα καὶ ἀσθένειαν ἀναγκασθέντες ὑπὸ τῆς τῶν ἀδελφῶν προτρεπτικῆς παρακλήσεως γεγράφαμεν περὶ πίστεως, ᾧ λόγῳ ἐπεθέμεθα ὄνομα Ἀγκυρωτόν.
καὶ γὰρ καθάπερ ὁ ἡμέτερος ἐξίσχυσε πτωχὸς νοῦς διὰ τῆς τοῦ θεοῦ βοηθείας ἐκ πάσης γραφῆς συνάγοντες τὰ ἀληθινὰ τῆς τοῦ θεοῦ διδασκαλίας, ἄγκυραν ὥσπερ τοῖς βουλομένοις 〈κατέχειν〉 τὴν ἁγίαν πατέρων πίστιν ἀποστολικήν τε καὶ προφητικὴν καὶ ἀπ᾽ ἀρχῆς ἄχρι τοῦ δεῦρο ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ κεκηρυγμένην, σαφῶς παρεθέμεθα, εἰς τὸ κατέχεσθαι τὴν διάνοιαν καὶ ἀσφαλίζεσθαι, 〈τοῦ〉 μὴ ταῖς ἐπινοίαις τοῦ διαβόλου ῥιπίζεσθαι μηδὲ κλυδωνισμῷ παραβλάπτεσθαι τῷ ἀπὸ τῶν αἱρέσεων ἐν κόσμῳ πολυβλύστως κεκινημένῳ. οὕτω γὰρ καὶ ὁ κύριος ἐδίδαξε τοὺς ἑαυτοῦ μαθητὰς λέγων, ὅτι «ἐὰν ὅπερ ἀπ᾽ ἀρχῆς ἠκούσατε, μείνῃ ἐν ὑμῖν καὶ ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἠκούσατε † ἀπ᾽ ἀρχῆς, ὑμεῖς ἐν ἐμοὶ μενεῖτε καὶ ἐγὼ ἐν ὑμῖν, κἀγὼ ἐν τῷ πατρὶ καὶ ὑμεῖς ἐν ἐμοί». ὥστε οὖν τὰ ἀπ᾽ ἀρχῆς ἀκουσθέντα ἀπὸ τοῦ κυρίου ἀληθινὰ τῆς πίστεως μένει ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ διὰ τοῦτο μένει ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία καὶ ὀρθόδοξος πίστις ἐν κυρίῳ καὶ ὁ κύριος ὁ μονογενὴς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ καὶ ἡμεῖς ἐν αὐτῷ διὰ τοῦ ἁγίου πνεύματος, ἐὰν γενώμεθα ναοὶ χωροῦντες τὸ ἅγιον αὐτοῦ πνεῦμα· καθὼς εἶπεν ὁ ἅγιος τοῦ θεοῦ ἀπόστολος ὅτι «ὑμεῖς ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν». ἄρα γοῦν θεὸς ἐκ θεοῦ τὸ πνεῦμα, δι᾽ οὗ πνεύματος ἁγίου ναοὶ καλούμεθα, ἐὰν κατοικίσωμεν τὸ αὐτοῦ πνεῦμα ἐν ἡμῖν.
πνεῦμα γὰρ Χριστοῦ 〈τὸ〉 πνεῦμα, 〈ἐκ〉 πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, ὡς αὐτὸς ὁ μονογενὴς ὁμολογεῖ. 28. Ταῦτα οὖν πάντα ἐν τῷ περὶ πίστεως λόγῳ προειρημένῳ ὑφηγησάμεθα ἐν τῷ, ὡς εἶπον, γραφέντι εἰς τὰ μέρη τῆς Παμφυλίας καὶ Πισιδίας. ἐνταῦθα δέ, ἐπειδὴ ἐφθάσαμεν εἰς τὰς ἑξῆς ζητουμένας λέξεις, ἀναγκαίως πάλιν ἐπιμνημονεῦσαι ἐσπουδάσαμεν τὰ αὐτά, ὡς εἰπεῖν, διὰ τὸν προκείμενον αἱρεσιάρχην Ἄρειον καὶ τοὺς ἀπ᾽ αὐτοῦ Ἀρειανοὺς, ἵνα ἐκλύσωμεν τὰς αὐτῶν κακίας τὰς «τὸ γλυκὺ εἰς πικρὸν» μεταβαλλούσας καὶ «τὸ ἀγαθὸν εἰς φαῦλον καὶ τὸ φῶς εἰς σκότος». τοῖς γὰρ τοιούτοις τελείως ὑπὸ τοῦ κυρίου διὰ τοῦ ἁγίου Ἠσαΐου τὸ οὐαὶ ὁρίζεται, «τοῖς τὰ ἀγαθὰ εἰς κακὰ μεταβάλλουσι». καὶ θεὸς οὐδαμοῦ αἴτιος τῶν τοιούτων, ἀλλ᾽ ἕκαστος τούτων ἢ κατὰ κενοδοξίαν ἢ κατὰ πρόληψιν ἢ κατὰ ἐθελοσοφίαν ἢ κατὰ οἴησιν δαιμονιώδη ἐξέπεσε τῆς ἀληθείας καὶ τῷ κόσμῳ παρεισήγαγε θλῖψιν, τὴν αὐτοῦ μοχθηρίαν.
Φέρε γοῦν διὰ ταύτης τῆς λέξεως διαλάβωμεν, ἵνα γνῶμεν τὰ ὑπὸ κυρίου λελαλημένα, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «καὶ ἡμεῖς πνεῦμα θεοῦ ἔχομεν, ἵνα γνῶμεν τὰ ὑπὸ θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν» καὶ τὰ ἑξῆς. φησὶ γοῦν ὁ κύριος «δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». 29. Ἀναπηδᾷ δὲ κυκῶν οὗτος ὁ Ἄρειος καὶ οἱ ἀπ᾽ αὐτοῦ καὶ λέγουσι· τῷ ὅλως εὔξασθαι τῷ θεῷ καὶ λέγειν «πάτερ δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς», οὐκ ἔστιν ἴσος τῷ παρέχοντι τὴν ζωήν. εἰ γὰρ ἦν ἐκ τῆς τοῦ πατρὸς οὐσίας, αὐτὸς ἂν ἐχαρίζετο τὴν ζωὴν καὶ οὐκ ἂν ᾐτεῖτο τὸν πατέρα δοῦναι τοῖς λαμβάνουσι τὰ ὑπ᾽ αὐτοῦ διδόμενα δι᾽ αἰτήσεων. καὶ οὐκ ἴσασιν οἱ καθ᾽ ἑαυτῶν τὴν διάνοιαν διαστρέψαντες ὅτι τὰ πάντα ὁ μονογενὴς ἦλθεν, ἵνα γένηται ἡμῖν ὑπογραμμὸς καὶ σωτηρία, μέσος ἑστὼς τοῦ κόσμου ὡς ἐπὶ θεάτρου ἀθλητοῦ δίκην διαλύων πάντα τὰ κατὰ τῆς ἀληθείας ἐπαναστάντα ἔκ τε τῆς ἀπιστίας καὶ συκοφαντίας καὶ πλάνης διαβόλου, πῆ μὲν διὰ εἰδωλολατρείας πῆ δὲ διὰ Ἰουδαϊκῆς οἰήσεως πῆ δὲ δι᾽ ἀπιστίας πῆ δὲ διὰ τῆς ἐπάρσεως τῆς τῶν ἀνθρώπων ὑπολήψεως, ἵνα διδάξῃ τοὺς ἀνθρώπους ταπεινοφρονεῖν, τοῦ μή τινα ἑαυτὸν ἡγήσασθαί τι ἄνθρωπος ὤν, ἀλλ᾽ εἰς τὸν πατέρα τῶν ὅλων ἀναφέρειν τὸ πᾶν.
καὶ διὰ τοῦτο καίπερ ὢν ζωή, ὡς λέγει «ἐγώ εἰμι ἡ ζωή», δυνάμενος παρέχειν τὴν ζωὴν οὐ βούλεται ταράξαι τὸ δίκαιον, ἀλλὰ 〈ὡς〉 ἦλθεν εἰς μίαν ἀρχήν, εἰς μίαν θεότητα, εἰς μίαν ἀλήθειαν, εἰς μίαν ὁμόνοιαν, εἰς μίαν δοξολογίαν, συναγαγεῖν τῶν ἀνθρώπων σωτηρίαν τε καὶ διάνοιαν, καὶ ἐνώπιον τῶν μαθητῶν τὸν πατέρα αἰτεῖται. τίς γὰρ υἱὸς παρὰ πατρὸς οὐκ αἰτεῖται; τίς δὲ πατὴρ υἱῷ οὐ δίδωσι; ποῖος δὲ υἱὸς ἀλλοῖος τυγχάνει παρὰ τὴν τοῦ πατρὸς φύσιν; καὶ διὰ τοῦτο 〈ὁ〉 υἱὸς «μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας» οὐκ ἐπεδέετο τοῦ πληρώματος, οὐκ ἐλλιπὴς 〈ὢν〉 τῆς ἀληθείας, ἀλλὰ πλήρης χάριτος καὶ ἀληθείας. ὁ δὲ πλήρης ὢν καὶ δίδωσι καὶ δύναται δοῦναι· βούλεται δὲ πάντα ἀνάγειν ἐπὶ τὸν πατέρα. δοξάζει γὰρ υἱὸς τὸν πατέρα, δοξάζει ὁ πατὴρ τὸν μονογενῆ· «ἐγὼ γάρ σε ἐδόξασα ἐπὶ τῆς γῆς», ἔλεγεν ὁ υἱὸς τῷ πατρί, καὶ ὁ πατὴρ ἔλεγε τῷ υἱῷ «ἐδόξασά σε, καὶ πάλιν δοξάσω». οὐκ ἔνι γὰρ διάστασις, οὐκ ἔνι φθόνος θεότητος. «δὸς οὖν αὐτοῖς ἔχειν ζωὴν ἐν ἑαυτοῖς». ὁ ζωὴ ὢν ζωὴν θέλει παρὰ πατρὸς λαμβάνειν καὶ διδόναι τοῖς μαθηταῖς, αὐτὸς ὢν ζωή, ἵνα μὴ διέλῃ τὴν μονάδα, ἵνα μὴ σκῶλος γένηται τοῖς Ἰουδαίοις, ἵνα ἀκούσωσιν οἱ Ἰουδαῖοι παρὰ τοῦ πατρὸς αἰτοῦντα καὶ διδόντα τοῖς αὐτοῦ μαθηταῖς. 30. Πῶς οὖν αἰτεῖ τὸν πατέρα ὁ υἱός; ὡς μὴ ἔχων καὶ αἰτῶν;
οὐχί, ἀλλὰ τὴν μονάδα τῆς τριάδος σημαίνων, τελείως παρέχουσαν τῷ λαμβάνοντι τὰ δῶρα ἀξίως. ἵνα δὲ σημάνῃ ὅτι μία ἐστὶν ἡ θεότης, πάλιν ἐν ἄλλῳ τόπῳ οὐκέτι αἰτούμενος δίδωσιν, ἀλλ᾽ αὐθεντίᾳ τὰ ἴδια, ὡς πηγὴ ὢν ἀπὸ πηγῆς καὶ θεὸς ὢν ἐκ θεοῦ· «ἐνεφύσησεν 〈γὰρ〉 εἰς τὸ πρόσωπον αὐτῶν καὶ εἶπε· λάβετε πνεῦμα ἅγιον», καὶ ἄλλοτε «ἐπῇρε τὰς χεῖρας καὶ εἶπε λάβετε πνεῦμα ἅγιον»· καὶ ἔχει ἐν ἑαυτῷ ζωήν, ἵνα ᾧ βούλεται δοῦναι δῷ. «ὡς γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ ὁ υἱὸς ἔχει ζωὴν ἐν ἑαυτῷ». καὶ ὁρᾷς ὅτι ἕνεκεν τιμῆς πρὸς τὸν πατέρα καὶ ἕνεκεν μιᾶς ἑνότητος καὶ μιᾶς δοξολογίας καὶ τοῦ μὴ τοὺς μαθητὰς νομίσαι, μὴ ἀπὸ τοῦ θεοῦ τοῦ νόμου καὶ τῶν προφητῶν παρεκκλίνειν ὁ μονογενὴς ἦλθε τὰς διανοίας τῶν πιστευόντων, τούτου ἕνεκα, θεὸς ὢν καὶ προγινώσκων τὴν τῶν ἀνθρώπων κακοήθειαν, τὸν λόγον ὡς πρὸς τὸν πατέρα πέμπει καὶ τὴν δόξαν ἀναφαίρετον τῷ πατρὶ δίδωσιν, ἵνα Μανιχαῖος καταισχυνθῇ ἀρνούμενος τὸν πατέρα, ἵνα οἱ μαθηταὶ μάθωσιν, ὅτι αὐτή ἐστιν ἡ θεότης ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ, ἵνα οἱ Ἰουδαῖοι ἐντραπῶσιν ὅτι οὐκ ἦλθεν ὁ μονογενὴς διδάξαι ἄλλον θεόν, ἀλλὰ ἀποκαλύψαι αὐτοῦ τὴν θεότητα καὶ πατρὸς αὐτοῦ τοῦ ἐπουρανίου. «δὸς οὖν αὐτοῖς ἔχειν ζωὴν ἐν ἑαυτοῖς,» καίτοι γε αὐτὸς ἐκήρυττε ταύτην τὴν ζωήν. πῶς οὖν τὸν πατέρα ᾔτει, ἵνα δῷ αὐτοῖς ὃ αὐτὸς ἐδίδασκε καὶ ἐδίδου;
τὴν γὰρ ζωὴν ὕστερον ἀπεφήνατο λέγων «αὕτη, φησίν, ἐστὶν ἡ ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν». 31. Εἶτα ὁ Ἄρειος καὶ οἱ ἀπ᾽ αὐτοῦ ἀναπηδῶσι διὰ τῆς λέξεως, ὥς τι κατὰ τῆς ἀληθείας εὑράμενοι, ὅτι εἶπε «τὸν μόνον», φησί, «ἀληθινὸν θεόν». ὁρᾷς τοίνυν ὅτι μόνος ἐστὶν ὁ πατὴρ ὁ ἀληθινός. ἐρωτῶμεν δὲ ὑμᾶς καὶ αὐτοί, τί οὖν φατέ; μόνος ἐστὶν ὁ πατὴρ ὁ ἀληθινός, ὁ δὲ υἱὸς τί ἄρα ἔσται; οὐκ ἔστιν ἀληθινὸς ὁ υἱός; εἰ οὐκ ἔστιν ἀληθινὸς ὁ υἱός, «ματαία ἡ πίστις ἡμῶν, μάταιον τὸ ἐν ἡμῖν κήρυγμα», εὑρεθήσεσθε ἀπεικάζοντες τὸν υἱὸν τοῦ 〈θεοῦ〉, βλασφημοῦντες καθ᾽ ἑαυτῶν, τοῖς ἀνωνύμοις καὶ ἀθεμίτοις εἰδώλοις, οἷς εἴρηκαν οἱ προφῆται * ἐκ προσώπου τῶν ἠπατημένων, ὡς ἕκαστος τῶν προφητῶν τῆς λέξεως ταύτης ἐπεμνήσθη * λέγων καὶ ὅτι «ψευδεῖς ἐποίησαν ἑαυτοῖς θεοὺς οἱ πατέρες ἡμῶν καὶ ψευδεῖς ἐγένοντο οἱ βουνοί». ἄρα οὖν καὶ ὁ μονογενὴς παρ᾽ ὑμῖν οὕτως κρίνεται, καὶ οὕτως αἰσχρῶς περὶ τοῦ «ἐξαγοράσαντος ὑμᾶς», εἴ γε ἐξηγόρασε, διανοεῖσθε. οὐκέτι δὲ τῆς αὐτοῦ ἐπαύλεώς ἐστε, ἀρνούμενοι τὸν ὑμῶν σωτῆρα [καὶ] τὸν ἀγοράσαντα ὑμᾶς. εἰ γὰρ οὐκ ἔστιν ἀληθινὸς [ὁ] θεός, οὔτε προσκυνητός ἐστι, καὶ εἰ ἔστι κτιστός, οὐ θεός. καὶ εἰ οὐκ ἔστι προσκυνητός, πῶς ἄρα θεολογεῖται;
παύσασθε οἱ πάλιν τὴν φύσιν * ἐργαζόμενοι τὴν Βαβυλωνίαν, οἱ τὴν εἰκόνα καὶ τὸν τύπον ἐγείραντες τοῦ Ναβουχοδονόσορ, οἱ τὴν πολυθρύλητον ταύτην σάλπιγγα 〈εἰς〉 ἕνωσιν τῶν πολεμούντων * σαλπίζοντες, οἱ ἐν μουσικοῖς καὶ ἐν κυμβάλοις καὶ ἐν ψαλτηρίῳ διὰ τῶν πεπλανημένων ὑμῶν ῥημάτων εἰς πτῶσιν τοὺς λαοὺς φέροντες, εἰκόνι μᾶλλον δουλεῦσαι παρασκευάζοντες ἤπερ θεῷ καὶ ἀληθείᾳ. καὶ τίς ἀληθινὸς ἕτερος ὡς ὁ υἱὸς τοῦ θεοῦ; «τίς γὰρ ἐξισωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ,» φησιν ἡ γραφὴ καὶ «ἕτερος πρὸς αὐτὸν οὐ λογισθήσεται». καὶ τίνα φησίν; ἵνα ἴδῃς ὅτι περὶ τοῦ υἱοῦ λέγει, καθεξῆς διηγούμενός φησι «ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν 〈Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ〉. καὶ μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» πῶς οὖν οὐκ ἀληθινῶς πρὸς αὐτὸν ταῦτα εἴρητοι; * ὁ καὶ λέγων «ἐγώ εἰμι ἡ ἀλήθεια». 32. Ἀλλ᾽ ἐρεῖς μοι· πῶς εἶπεν ὁ μονογενὴς ἀληθινὸς θεὸς «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», ἵνα μὴ πολυθεΐα νομισθείη, ἵνα μὴ διαίρεσις γένηται τῆς ζωτικῆς γνώσεως; εἰ γὰρ μόνος ἀληθινὸς θεὸς ὁ πατήρ, ἀληθινὸς ὁ υἱός, ἐκ πατρὸς ἀληθινῶς γεγεννημένος. «τιμῶν γὰρ τὸν ποτέρα» καὶ μόνον αὐτὸν θεὸν ἀληθινὸν ἀποκαλύπτων ἑαυτὸν ἔδειξεν ἐκ πατρὸς ἀληθινῶς γεγεννημένον. διὰ τοῦτο ἀληθινὸς θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱὸς ὁ μονογενής.
καὶ πόθεν τοῦτο δεικτέον; ἀλλ᾽ ὅρα μοι τὰς λέξεις ἐνταῦθα, ὡς μόνον ἀληθινὸν θεὸν φάσκει ἐνταῦθα τὸν πατέρα· ἐν δὲ τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὅτι, φησίν, «ἦν τὸ φῶς τὸ ἀληθινόν». καὶ ποῖον φῶς ἀληθινὸν ἀλλ᾽ ἢ ὁ μονογενής; καὶ πάλιν, αἱ γραφαί φασι περὶ τοῦ θεοῦ ὅτι «φῶς ὁ θεός», καὶ οὐκ εἶπε φῶς ἀληθινὸν ὁ θεός· περὶ δὲ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ὅτι φῶς ἀληθινὸν ὁ μονογενής. περὶ δὲ τοῦ πατρὸς θεὸς ἀληθινός, καὶ οὐκ εἶπεν ὅτι φῶς ἀληθινὸν ὁ θεός· περὶ δὲ τοῦ υἱοῦ ὅτι θεός, καὶ ἐπὶ τοῦ θεὸς ὁ υἱός, οὐ προσέθετο τὸ ἀληθινόν. καὶ ὅπου φῶς ὁ θεός, οὐ προσέθετο φῶς ἀληθινόν. τί οὖν λέγωμεν περὶ τοῦ πατρός; ὅτι μὲν γὰρ φῶς ἀληθινὸν ὁ θεός, * καὶ οὐκ ἄρα ἐλλιπὲς ποιήσομεν τὸ θεῖον. καὶ ἐπειδὴ οὐκ ἔστι γεγραμμένον τὸ φῶς τὸ ἀληθινόν, 〈καὶ〉 εἴπο〈ι〉μεν ἁμαρτάνοντες, ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καὶ ἐπειδὴ ὁ υἱὸς γέγραπται ὅτι θεός ἐστι καὶ ἦν [ὁ] θεὸς πρὸς τὸν ὄντα πατέρα (καὶ γὰρ «ἦν θεὸς ὁ λόγος», καὶ οὐκ εἶπεν ὅτι θεὸς ἐγένετο ὁ λόγος, ἀλλὰ θεὸς ἦν), ἐκ δὲ τῶν δύο τὰ ἰσόρροπα δειχθήσεται· ἐκ τοῦ μὲν θεὸς ἀληθινὸς ὁ πατὴρ καὶ φῶς ἀληθινὸν ὁ υἱὸς τὰ ἰσόζυγα φανεῖται τῆς ἀξίας καὶ ἐκ τοῦ θεὸς ὁ υἱὸς καὶ φῶς ὁ θεὸς τὰ ἰσόρροπα τῆς δοξολογίας εὑρεθήσεται. καὶ οὐδὲν διοίσει οὐδὲ ἀντιλέξειέ τις τῇ ἀληθείᾳ, ἀλλὰ ἀληθινὸς θεὸς ὁ πατὴρ καὶ ἀληθινὸς θεὸς ὁ μονογενής. 33.
Ἔτι δὲ καὶ περὶ τοῦ ἁγίου πνεύματος ἀναγκάζομαι τοῦ λέγειν ἐνταῦθα, ἵνα μὴ παραλείψας τι δῶ τοῖς βουλομένοις 〈ἀντιλέγειν〉 ἐχθροῖς τὰς αὐτῶν ἔχειν * πρόφασιν. οὕτω γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς αὐτὸς ὁ κύριος μαρτυρεῖ λέγων «τὸ πνεῦμα τῆς ἀληθείας», «τὸ πνεῦμα τοῦ πατρός», ὁ δὲ ἀπόστολος «πνεῦμα Χριστοῦ». ἄρα γοῦν τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα ἀληθείας, πνεῦμα θεοῦ, ὡς θεὸς ἀληθινός, ὡς φῶς ἀληθινόν, ὡς πνεῦμα πατρός, ὡς πνεῦμα υἱοῦ. μία γάρ ἐστιν ἡ τριάς, μία ἡ δοξολογία, μία ἡ θεότης, μία ἡ κυριότης. πατὴρ πατήρ, υἱὸς υἱός. ἅγιον πνεῦμα ἅγιον πνεῦμα, οὐ συναλοιφὴ ἡ τριάς, οὐ διεστῶσα τῆς ἰδίας αὐτῆς μονάδος, οὐκ ἐλλιπὴς τῆς τελειότητος, οὐκ ἀλλοία τῆς ἰδίας ἰδιότητος, ἀλλὰ πάντα τελειότης, τρία τέλεια, μία θεότης. καὶ πέπτωκεν ἡ τῶν δι᾽ ἐναντίας μάχαιρα. καὶ γὰρ οὕτω γέγραπται ὅτι «βέλος νηπίων ἐγενήθησαν 〈αἱ πληγαὶ αὐτῶν〉». καὶ γὰρ τὰ νήπια, κἄν τε θέλῃ λαμβάνειν βέλη, ἀνίσχυρα τυγχάνει, μὴ δυνάμενα ἐν χερσὶν αὐτῶν τι πράττειν. ἐὰν δὲ καὶ παραταραχθῇ τὰ νήπια, μᾶλλον ἑαυτὰ σφάζει καὶ ἑαυτὰ ἀδικεῖ, μὴ δυνάμενα ἄλλοις ἐπιχειρεῖν τοῦ βέλους τὸ ἐπιχείρημα, ὡς καὶ οὗτοι καθ᾽ ἑαυτῶν ἐπεστράτευσαν τὴν πλάνην, οὐδὲν δὲ ἐνσκήψουσιν εἰς τοὺς υἱοὺς τῆς ἀληθείας. 34. Παρελεύσομαι δὲ καὶ εἰς ἑτέρας λέξεις πάλιν τὰς ὑπ᾽ αὐτῶν ἐπινοουμένας.
καὶ πρῶτον μὲν ἐκπλήξεώς ἐστι τὸ ἔργον, ὡς εἰρωνείᾳ κέχρηνται πρὸς ἀπάτην τῶν ἀφελῶν καὶ ἀκεραίων φύσει· ὡς ὁ ὄφις ἠπάτησε τὴν Εὔαν ἀκεραίαν οὖσαν, τῷ αὐτῷ τρόπῳ καὶ οὗτοι, ἐὰν θέλωσι περιποιήσασθαι, τὸ πρῶτον μὲν κολακείαις πολλαῖς καὶ δαψιλείᾳ καὶ προσοχῇ, ὑποσχέσει τε ἅμα καὶ φοβερισμοῖς, ὅτι «τοῖς βασιλικοῖς προστάγμασι καὶ τῷ τοῦ βασιλέως Οὐάλεντος θυμῷ ἐναντιοῦσθε», τοῖς μὴ βουλομένοις κατὰ τὴν αὐτῶν πίστιν φέρεσθαι *. καὶ τί φασι; «τί γάρ ἐστιν ὃ λέγομεν; αὐτή ἐστιν ἡ πίστις, μόνον δὲ ὅτι κενοδοξεῖτε.» ἴδωμεν οὖν, εἰ ἡ αὐτή ἐστι πίστις. φησὶν οὖν· ὁμολογοῦμεν τὸν γεγεννημένον υἱὸν ἐκ πατρὸς καὶ οὐκ ἀρνούμεθα. ἀλλὰ δεῖ ἡμᾶς, φησι, καὶ τὸ κτίσμα ὁμολογεῖν καὶ τὸ ποίημα. οὐδὲν δὲ ἠλιθιώτερον. πᾶν γὰρ τὸ κτιζόμενον οὐχ ὅμοιον τυγχάνει τῷ γεγεννημένῳ οὔτε τὸ γεννώμενον ὅμοιον τῷ κτιζομένῳ, μάλιστα πρὸς ἐκείνην τὴν μίαν ἀκραιφνῆ καὶ τελείαν οὐσίαν. πάντα γὰρ ὑπὸ θεοῦ κέκτισται, μόνος δὲ ὁ υἱὸς τοῦ θεοῦ γεγέννηται καὶ μόνον τὸ ἅγιον πνεῦμα ἐκ πατρὸς προῆλθε καὶ τοῦ υἱοῦ ἔλαβε. τὰ δὲ ἄλλα πάντα κτιστὰ καὶ οὔτε προελθόντα ἐκ πατρὸς [προῆλθεν] οὔτε τοῦ υἱοῦ λαμβάνοντα, ἀλλὰ ἐκ τοῦ πληρώματος τοῦ υἱοῦ, καθὼς γέγραπται· «τῷ γὰρ λόγῳ τοῦ θεοῦ τὰ πάντα ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.»
ἀλλά, φησι, δεῖ ὁμολογεῖν καὶ τὸ κτίσμα, ἐπειδὴ εἶπεν ἡ γραφὴ τροπικώτερον λεγόμενον τὸ κτίσμα καὶ τροπικῶς λεγόμενον τὸ γέννημα. κἄν τε γὰρ εἴπωμεν γέννημα, οὐχ ὡς ἓν τῶν γεννημάτων ἐροῦμεν. ἄρα οὖν ἐν ᾧ ἐροῦσι τὸ γέννημα καὶ οὐκ ἀληθινὸν τὸ γέννημα, τοὺς ἀκεραιοτέρους ἀπατῶσι. καὶ τὸ κτίσμα δὲ ὁμολογοῦμεν, φασίν· ἐπειδὴ γὰρ καὶ θύρα κέκληται ὁ Χριστὸς καὶ ὁδὸς καὶ στύλος καὶ νεφέλη καὶ πέτρα καὶ ἀρνίον καὶ ἀμνὸς καὶ χείμαρρος καὶ μόσχος καὶ λέων καὶ πηγὴ καὶ σοφία καὶ λόγος καὶ υἱὸς καὶ ἄγγελος καὶ Χριστὸς καὶ σωτὴρ καὶ κύριος καὶ ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου καὶ λίθος ἀκρογωνιαῖος καὶ ἥλιος καὶ προφήτης καὶ ἄρτος καὶ βασιλεὺς καὶ οἰκοδόμος καὶ γεωργὸς καὶ ποιμὴν καὶ ἄμπελος καὶ ὅσα τοιαῦτα. οὕτω, φασί, καὶ τὸ κτίσμα λέγομεν καταχρηστικῶς. δεῖ γὰρ ἡμᾶς ὁμολογεῖν. 35. Φεῦ γε τῆς τοιαύτης κακῆς ὑπονοίας καὶ πανουργίας. μὴ δῴη κύριός τινι τῶν τῆς ἀληθείας υἱῶν ὑπαχθῆναι τῇ τοιαύτῃ εἰρωνείᾳ, ἵνα διὰ τῶν τοιούτων ὑποθέσεων καὶ τὸ τοῦ κτίσματος ὄνομα εἰς τὸν υἱὸν τοῦ θεοῦ εἰσδεξάμενος πεισθῇ καὶ οὕτως ὁμολογεῖν. δότωσαν γὰρ ἡμῖν τούτου τὴν χρῆσιν καὶ * τὴν τῶν λογισμῶν ἀπόδοσιν. πάντα γὰρ ἐκεῖνα καταχρηστικῶς εἴρηται, οὐδὲν εἰς τὴν θεότητα τοῦ υἱοῦ ἐνσκήπτοντα, οὔτε ἐλλιπῆ ποιούμενα πρὸς τὸν πατέρα * τῆς αὐτοῦ οὐσιότητος.
κἄν τε θύρα λεχθείη, ἐπειδὴ δι᾽ αὐτοῦ εἰσερχόμεθα, κἄν τε ὁδός, ἐπειδὴ δι᾽ αὐτοῦ βαδίζομεν, κἄν τε στύλος, ἐπειδὴ αὐτός ἐστιν ἑδραίωμα τῆς ἀληθείας, κἄν τε νεφέλη, ἐπειδὴ ἐσκέπασε τοὺς υἱοὺς Ἰσραήλ, κἄν τε στύλος, διὰ τὸ φωτεινὸν τοῦ πυρός, ὃ ἐφώτισεν ἐν τῇ ἐρήμῳ, κἄν τε μάννα, ἐπειδὴ ἠρνήσαντο αὐτὸν ἄρτον ἐπουράνιον, κἄν τε ἄρτος, ἐπειδὴ δι᾽ αὐτοῦ ἰσχυροποιούμεθα, κἄν τε ἄγγελος, ἐπειδὴ μεγάλης βουλῆς ἄγγελος, (ὁμώνυμον γάρ ἐστι τὸ τοῦ ἀγγέλου ὄνομα· ἐδέξατο γὰρ ἡ Ῥαὰβ τοὺς ἀγγέλους καὶ οὐκ ἦσαν ἄγγελοι οἱ ἀπεσταλμένοι ἀλλ᾽ ἢ οἱ ἀναγγείλαντες περὶ τοῦ τόπου· οὕτω καὶ ὁ μονογενής, ἐπειδὴ ἀνήγγειλε τὸ θέλημα τοῦ πατρὸς τοῖς ἀνθρώποις, μεγάλης βουλῆς ἄγγελος, ἐν τῷ κόσμῳ ἀναγγέλλων τὴν μεγάλην βουλήν) καὶ λίθος, οὐκ ἀναίσθητος ὁ λίθος, ἀλλὰ καταχρηστικῶς, διὰ τὸ πρόσκομμα γεγονέναι Ἰουδαίοις, ἡμῖν δὲ θεμέλιον σωτηρίας, καὶ ἀκρογωνιαῖος λίθος, διὰ τὸ ἐπισφίγξαι παλαιὰν καὶ νέαν διαθήκην, περιτομήν τε καὶ ἀκροβυστίαν εἰς μίαν ἕνωσιν· ἀμνὸς δὲ διὰ τὸ ἄκακον καὶ τὸ δι᾽ αὐτοῦ τὴν ἁμαρτίαν ἀπὸ τῶν ἀνθρώπων ἠφανίσθαι ἐν τῷ αὐτὸν τῷ πατρὶ προσενηνέχθαι πρόβατον εἰς σφαγήν, ἐπειδὴ ἦλθεν ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθής, ἵνα ἡμεῖς σωθῶμεν, καὶ εἴ τί ἐστιν ἕτερον ταῖς αὐταῖς χρήσεσι συμβαλλόμενον εἰς σωτηρίαν υἱῶν τῶν ἀνθρώπων, καταχρηστικῶς ἀπὸ τῆς θείας γραφῆς εἰς αὐτὸν ἀναφέρεται. 36.
Τί οὖν τὸ κτίσμα ὠφελήσειεν ἢ ποίαν χρῆσιν ποιεῖται πρὸς τὴν ἡμῶν σωτηρίαν καὶ πρὸς τὴν τοῦ θεοῦ λόγου ἔνσαρκον δοξολογίαν καὶ τελείαν θεότητα; τί ὠφελεῖ ἡμᾶς τὸ λέγειν αὐτὸν κτίσμα; τί κτίσμα ταῖς κτίσεσιν ἐργάζεται; τί κτίσμα ὠφελεῖ τὰς κτίσεις; πῶς δὲ ἔκτισεν ὁ θεὸς 〈υἱόν〉, θεὸν εἰς προσκύνησιν 〈αὐτὸν〉 διδούς, ὁπότε λέγει «μὴ ποιήσῃς σεαυτῷ πᾶν ὁμοίωμα μήτε ἐπὶ γῆς μήτε ἐν οὐρανῷ καὶ μὴ προσκυνήσεις αὐτῷ;» πῶς οὖν ἔκτισεν ἑαυτῷ υἱὸν καὶ ἐπέταξε προσκυνεῖσθαι; μάλιστα τοῦ ἀποστόλου λέγοντος «καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν». μωρὸν γὰρ τὸ κτίσιν θεολογεῖν, ἀθετεῖν δὲ πρώτην ἐντολὴν τὴν λέγουσαν «κύριον τὸν θέον σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις». διὸ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία οὐ κτίσμα προσκυνεῖ, ἀλλὰ υἱὸν γεννητόν, πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρί, σὺν ἁγίῳ πνεύματι. ἀλλὰ ναί, φησιν· ἐὰν γὰρ μὴ εἴπω ὅτι κτίσμα, φησίν, ἐλάττωσιν προσφέρω τῷ πατρί. τὸ γὰρ κτιστὸν οὐκ ἐλαττοῖ τὸν κτίσαντα, τὸ δὲ γεγεννημένον ἐκ φύσεως ἢ συστολὴν ἐργάζεται ἢ πλατυσμὸν ἢ μείωσιν ἢ τομὴν ἤ τι τῶν τοιούτων παθῶν προσάπτει τῷ γεγεννηκότι. πολλὴ δὲ μωρία τῶν τοιαῦτα λογιζομένων, ὡς ἀφ᾽ ἑαυτῶν τὸ θεῖον εἰκάζειν καὶ τὰ εἰς αὐτοὺς πάθη τῷ θεῷ προσάπτειν βουλομένων, τοῦ θεοῦ ἀπαθοῦς ὄντος παντελῶς καὶ ἐν τῷ γεννᾶν καὶ ἐν τῷ κτίζειν.
ὡς γὰρ ἡμεῖς πάσχομεν γεννῶντες, ἐπειδὴ κτιστοί ἐσμεν, οὕτω καὶ κάμνομεν κτίζοντες. καὶ εἰ πάσχει ὁ πατὴρ γεννῶν, ἄρα καὶ κτίζων κάμνει. πῶς δὲ περὶ θεοῦ πάθος ἐστὶν εἰπεῖν καὶ τὸ κάμνειν, εἴπερ κτίζει; ἀλλ᾽ οὐ κάμνει, μὴ γένοιτο. «οὐ κοπιάσει» γάρ φησιν ἡ γραφή. «πνεῦμα οὖν ὁ θεὸς» καὶ 〈κατὰ〉 πνεῦμα ἀνάρχως καὶ ἀρχόνως τὸν υἱὸν ἐγέννησεν, «θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ κτισθέντα». 37. Παρελεύσομαι δὲ καὶ τοῦτο τὸ ῥητόν, ἐφ᾽ ἕτερα δὲ πάλιν ἑαυτοὺς ἐπιδῶμεν τῶν ὑπ᾽ αὐτῶν ἐν κακαῖς ὑπονοίαις λεγομένων τε καὶ ᾀδομένων, ἄνω δέ μοι προτεταγμένων. καὶ γὰρ πάλιν χυδαίως φασὶ τοῦτο τὸ ῥητὸν παρερμηνεύοντες τὸ «δέξασθε τὸν ἀρχιερέα ὑμῶν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν». καὶ πρῶτον μὲν τὴν ἐπιστολὴν ταύτην, τὴν πρὸς Ἑβραίους φημί, ἀπωθοῦνται, φύσει αὐτὴν ἀναιροῦντες ἀπὸ τοῦ ἀποστόλου καὶ λέγοντες μὴ εἶναι [τοῦ] αὐτοῦ. τὸ δὲ ῥητὸν διὰ τὴν ἰδίαν νόσον εἰς ἑαυτούς, ὡς προεῖπον, * κακῶς ἐκδέχονται, δῆθεν ἀπὸ τοῦ εἰρημένου ὅτι «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» τὸ κτίσμα παρεισφέροντες. ἐρωτήσειε δ᾽ ἄν τις αὐτοὺς σύνεσιν κεκτημένος, καὶ ἀπορήσουσι, μὴ ἔχοντες τί ἀποκριθήσονται, ὅτι τὸ «ἀρχιερέα» πότε προσελάβετο ὁ κύριος ἡμῶν ὄνομα αὐτῷ καλεῖσθαι;
οὐδαμοῦ γὰρ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ταῦτα ἔσχε τὰ ὀνόματα, τὸ λίθον καλεῖσθαι, τὸ πρόβατον εἰς σφαγὴν φερόμενον, τὸ ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου, τὸ ἀετὸν καὶ ἀρνίον καὶ τὰ ἄλλα πάντα, ὅσαπερ εἰς αὐτὸν μετὰ τὴν ἔνσαρκον παρουσίαν ἀναφέρεται, ὡς καὶ 〈τὸ〉 ἀρχιερέα αὐτὸν καλεῖσθαι, δι᾽ ἣν ὁ νόμος ἐκήρυττε περὶ αὐτοῦ ὑπόθεσιν, ὅτι «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ κύριος ὁ θεὸς ὑμῖν». ἄρα γοῦν τὸ «προφήτην» καὶ «ἀρχιερέα» καὶ «τὸ ἐξ αὐτῶν» μετὰ τὴν ἐνταῦθα κατακωχὴν ἑρμηνεύει σαφῶς ὁ λόγος, ὡς καὶ ἀραρότως ἔστιν ἰδεῖν, πῶς πάλιν ἡ ἀνίκητος τοῦ θεοῦ δύναμις καὶ προγνωσία «εἰς τὸ φράξαι πᾶν στόμα» ἐπεγειρόμενον κατὰ τῆς ἀληθείας πάντα μετὰ θαυμαστῆς φωταγωγίας προεθέσπισε καὶ ἠσφαλίσατο. φάσκει γὰρ οὕτως ἐν τῇ αὐτῇ ἀκολουθίᾳ ὅτι «πᾶς ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας, δυνάμενος μετριοπαθεῖν. ἀνάγκην γὰρ ἔχει καὶ περὶ τῶν ἰδίων ἁμαρτιῶν 〈προσφέρειν〉, ὁ δὲ μὴ ἔχων ἁμαρτίαν ἑαυτὸν προσήνεγκε τῷ πατρί». καὶ τὸ μὲν «ἐκ τῶν ἀνθρώπων» διὰ τὴν ἐνδημίαν, τὸ δὲ «οὐκ ἐξ ἀνθρώπων» 〈καὶ〉 τὸ «μὴ ἔχων ἁμαρτίαν» διὰ τὴν θεότητα. καὶ περὶ τῆς αὐτοῦ θεότητός φησι «καίπερ ὢν υἱός», περὶ δὲ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας «ἔμαθεν ἐξ ὧν ἔπαθε», φησί. 38. Καὶ ὁρᾷς ὅτι πάντα τοῦ Χριστοῦ λεῖα καὶ οὐδὲν ἐν αὐτοῖς στραγγαλιῶδες.
τὸ γὰρ «ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» οὐδὲ τὴν αὐτὴν πλάσιν ἐνταῦθα διηγεῖται τοῦ σώματος οὐδὲ τῆς αὐτοῦ ἐνανθρωπήσεως, οὐ περὶ κτίσεως ὅλως φάσκει, ἀλλὰ μετὰ τὴν ἐνδημίαν τοῦ ἀξιώματος τὸ χάρισμα· ὡς καὶ τὸ εἰρημένον «ἔδωκεν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». καὶ οὐ πρώην τοῦτο ἐπληροῦτο ἐν τῇ θεότητι, ἀλλὰ 〈ἐν〉 τῇ νῦν παρουσίᾳ, ἐπειδήπερ ἡ αὐτοῦ ἐνανθρώπησις ἡ ἐκ Μαρίας ἔλαβεν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 〈τὸ〉 σὺν τῷ θεῷ λόγῳ καλεῖσθαι υἱὸν θεοῦ. καὶ διὰ τοῦτο καὶ δι᾽ αὐτοῦ τοῦ ἀποστόλου ἐνταῦθα πάλιν εἴρηκε «τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον», ἵνα ὁ δεσπότης ἀγγέλων καὶ ποιητὴς παρ᾽ ἀγγέλους ἠλαττωμένος φανείη, ὁ φρικτὸς καὶ φοβερὸς τοῖς ἀγγέλοις καὶ ἐξ οὐκ ὄντων αὐτοὺς κτίσας σὺν τῷ πατρὶ καὶ σὺν τῷ ἁγίῳ πνεύματι ἠλαττωμένος λέγοιτο, καὶ φανείη σαφῶς ὅτι οὐ περὶ θεότητος ἐνταῦθα φάσκει, ἀλλὰ περὶ τῆς αὐτοῦ σαρκός. πάθημα γὰρ θανάτου οὐ πρὸ σαρκὸς εἰς τὸν λόγον ἀναλογεῖται, ἀλλὰ μετὰ τὴν ἔνσαρκον παρουσίαν, τοῦ αὐτοῦ ἀπαθοῦς ὄντος καὶ παθητοῦ, ἀπαθοῦς μὲν ὄντος ἐν τῇ θεότητι, πάσχοντος δὲ ἐν τῇ 〈ἐν〉ανθρωπήσει, ὡς καὶ τὰ ἀμφότερα 〈ἐν〉 ἑνὶ πληροῦται, τὸ υἱὸς ἀνθρώπου ἐν ταὐτῷ καὶ υἱὸς θεοῦ ἐν ταὐτῷ. ὁμοῦ γὰρ Χριστὸς ἐν τοῖς ἀμφοτέροις ὁ υἱὸς καλεῖται. 39. Τί οὖν ἐποίησεν αὐτόν;
οἱ φιλονεικοῦντες μάθωσιν ἀπὸ τῶν προειρημένων πάντων ὅτι οὐδὲν εἰς τὴν θεότητα ἐν τῷ ῥητῷ τούτῳ ἀναλογεῖται, ἀλλὰ εἰς τὴν ἔνσαρκον παρουσίαν καὶ οὐδὲ ὡς περὶ ποιήσεως ἢ κτίσματος, ἀλλ᾽ ὡς περὶ ἀξιώματος μετὰ τὴν παρουσίαν τὸ «ἐποίησεν αὐτόν». ἐρωτήσας γάρ τις τινὰ βασιλέα περὶ τοῦ ἰδίου υἱοῦ, ὅτι «τί σοι πέφυκεν οὗτος», καὶ ἀκούσει παρ᾽ αὐτοῦ ὅτι «υἱός μου ἐστί». «γνήσιος οὖν σοι ὑπάρχει ἢ νόθος;» ὁ δέ φησι· «γνήσιος ἐξ ἐμοῦ ὑπάρχει.» «τί οὖν αὐτὸν ἐποίησας»; «βασιλέα αὐτὸν ἐποίησα.» δῆλον μηδὲν παρηλλαγμένον τῆς τοῦ πατρὸς αὐτοῦ ἀξίας. καὶ οὐχὶ πάντως διὰ τὸ εἰρηκέναι, ἐποίησα αὐτὸν βασιλέα, παρὰ τοῦτο ἔκτισα αὐτόν, λέγει ὁ βασιλεύς. οὐ γὰρ τὴν γέννησιν ἠρνήσατο, ἣν ὡμολόγησεν 〈φάσκων〉 γεγεννηκέναι, ἐν τῷ εἰπεῖν ἐποίησα, ἀλλ᾽ ἐκείνην μὲν σαφῶς ἀπεφήνατο, τὸ δὲ ἐποίησα περὶ ἀξίας ἐδήλωσεν. οὕτω καὶ ὁ υἱὸς υἱὸς τοῦ πατρὸς ἀναμφιβόλως τοῖς ζωὴν ἐθέλουσι 〈περιποιήσασθαι〉 πιστεύεταί τε καὶ προσκυνεῖται.
τὸ δὲ ἀρχιερέα γενέσθαι, διότι ἐν τῷ σώματι αὐτοῦ τῷ πατρὶ ἑαυτὸν προσήνεγκεν ὑπὲρ τῆς ἀνθρωπότητος, αὐτὸς ἱερεύς, αὐτὸς ἱερεῖον· ἑαυτὸν μὲν προσήνεγκεν, ὑπὲρ πάσης δὲ κτίσεως ἀρχιερατεύων, ἀναβὰς δὲ πνευματικῶς καὶ ἐνδόξως ἐν αὐτῷ τῷ σώματι «ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός», «γεγονὼς ἀρχιερεὺς εἰς τὸ διηνεκὲς» καὶ «διεληλυθὼς τοὺς οὐρανοὺς» ἐφ᾽ ἅπαξ, ὡς μαρτυρεῖ περὶ αὐτοῦ ἐν ταῖς καθεξῆς λέξεσιν ὁ αὐτὸς ἅγιος ἀπόστολος. καὶ ἐξέπεσε πάλιν τούτων ἡ προφασιστικὴ διαλογὴ τῆς θείας γραφῆς, ζωτικῆς οὔσης καὶ μηδὲν ἐχούσης εἰς πρόσκομμα πιστοῖς ἢ εἰς ἐλάττωμα βλασφημίας πρὸς τὸν λόγον. 40. Εἶτα μέμνη〈ν〉ται πάλιν ἑτέρου ῥητοῦ ὡς Ἰωάννης ἑστὼς ἐν τῇ ἐρήμῳ καὶ θεασάμενος αὐτὸν ἐρχόμενον ἔλεγεν «οὗτός ἐστιν, ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν». καὶ πρῶτον μὲν αὐτὰς τὰς λέξεις ὡς καρηβαροῦντες ἀλλάσσουσι τῇ διανοίᾳ καὶ λέγουσι· πῶς τοῦτο πληροῦται ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, ὅτι οὐκ ἦν πρὸ Ἰωάννου ἐν γαστρὶ Μαρίας συνειλημμένος; ἀλλά, ὥς φησιν ὁ εὐαγγελιστής· «ἐν δὲ τῷ ἕκτῳ μηνὶ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ εἰς πόλιν τῆς Γαλιλαίας, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ. καὶ εἰσελθὼν πρὸς αὐτὴν ἔφη· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ,» καὶ τὰ λοιπὰ τῆς ἀκολουθίας.
ὡς οὖν ἡ παρθένος ἐπὶ τῷ ἀσπασμῷ ἐταράσσετο, ἔφη πρὸς αὐτήν· «ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» «καὶ ἰδοὺ ἡ συγγενής σου Ἐλισάβετ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ». καὶ ὁρᾷς, φησιν, ὅτι πρὸ ἓξ μηνῶν τοῦ εὐαγγελισθῆναι Μαρίαν ἤδη προυπῆρχεν ὁ Ἰωάννης. πῶς οὖν τὸ «πρὸ ἐμοῦ ἐγένετο» ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ Χριστοῦ πληρωθήσεται; τίς δὲ τῶν ἀκεραίων καὶ μὴ ἐν διανοίᾳ ἐναργῶς ἑδραιωμένων ἀκούσας τὸ ῥητὸν οὐ ταραχθήσεται; † λέγει γὰρ τὰ ἀναγκαῖα καὶ ἀκέραια καὶ ζωτικὰ [τὰ] τῆς θείας γραφῆς τοῖς τὰ πονηρὰ ἑαυτοῖς ἐπισπωμένοις μᾶλλον βλαβερώτερα φαίνεται, τῶν ῥητῶν πάντῃ ἐν πνεύματι ἁγίῳ κατηυγασμένων. τί γὰρ παραλέλειπται τῷ ῥητῷ πρὸς ἀσφάλειαν; ἰδοὺ γὰρ λέγει ὅτι «οὗτός ἐστι», τὸ ὁρατὸν σημαίνων καὶ ὑποδεικνύων τοῖς ὁρῶσιν, «ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται». καὶ τίς ἔρχεται ἀλλ᾽ ἢ «ἀνήρ»; οὐδεὶς δὲ τῶν σύνεσιν κεκτημένων ἄνδρα ψιλὸν νομίσειε τὸν κύριον ἡμῶν, ἀλλὰ αἱ ἄνω αἱρέσεις αἱ ἤδη σημανθεῖσαι, οἱ περὶ Κήρινθον καὶ Μήρινθον καὶ Ἐβίωνα.
ἀλλὰ μετὰ τοῦ «ἀνὴρ» πάντως ὅτι ἠσφαλισμένως καὶ κύριον αὐτὸν ἴσασιν οἱ ἀληθινοὶ πιστοί, ὡς καὶ Ἰωάννης μαρτυρεῖ «ὃ ἀκηκόαμεν ἀπ᾽ ἀρχῆς», ἵνα εἴπῃ τὸν ἀπ᾽ ἀρχῆς ὄντα, τὸν ἀόρατον θεὸν λόγον, ὃν ἠκούσαμεν ἐν θείαις γραφαῖς, ἐν προφήταις καταγγελλόμενον, ἐν οὐρανῷ ἐξυμνούμενον. καὶ διὰ τοῦτο 〈τὸ〉 «ὃ ἐν ἀρχῇ ἠκούσαμεν καὶ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς», ἵνα ἄνω τὸ ἀκηκοέναι θεὸν ὁμολογήσῃ ἐξ ὑπαρχῆς, τὸ δὲ ἑωρακέναι ἄνθρωπον σημάνῃ, ὃν καὶ ὁ βαπτιστὴς Ἰωάννης ἔφη ὅτι «ὀπίσω μου ἔρχεται ἀνήρ»· καὶ τὸ «αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν», ἵνα θεὸν ἄνωθεν σημάνῃ καὶ ἄνθρωπον ὁρατὸν ὑποδείξῃ ἀπὸ Μαρίας γεγεννημένον καὶ ἐκ νεκρῶν ἀναστάντα τέλειον, μὴ ἀποβαλλόμενον τὸ ἅγιον σκεῦος ὃ εἴληφε καὶ τὴν τελείαν αὐτοῦ ἐνανθρώπησιν, ἀλλὰ διὰ τοῦ ἐψηλαφηκέναι τὴν πλευρὰν τόν τε τύπον τῶν ἥλων τὰ τρία ὁμολογήσῃ ἀπαρασαλεύτως. οὕτω μοι καὶ ἐνταῦθα νόει τὸ ὅτι «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται ἀνήρ», ἵνα τὴν ἔνσαρκον σημάνῃ παρουσίαν, 〈καὶ τὸ〉 ὅτι «πρῶτός μου ἦν,» ἵνα τὴν θεότητα ὑποδείξῃ, «ὅτι πρὸ ἐμοῦ ἐγένετο». «ἐν τῷ κόσμῳ γὰρ ἦν», φησι τὸ ἅγιον εὐαγγέλιον, «καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» 41.
Εἰ δὲ ἐν κόσμῳ ἦν πρὸ τοῦ Ἰωάννην γεννηθῆναι καὶ συλληφθῆναι, πρὸ αὐτοῦ γέγονεν ἐν κόσμῳ, οὐ περὶ κτίσεως, οὐ περὶ ποιήσεως σημαίνων, ἀλλὰ κατὰ τὴν χρῆσιν, 〈καθ᾽〉 ἣν ὁμωνύμως εἰώθασιν οἱ ἄνθρωποι λέγειν· ἐγενόμην ἐν Ἱεροσολύμοις, ἐγενόμην ἐν Βαβυλῶνι, ἐγενόμην ἐν Αἰθιοπίᾳ, ἐγενόμην ἐν Ἀλεξανδρείᾳ, οὐ κτίσιν σημαίνων ἐνταῦθα, ἀλλὰ ἐπίβασίν τε καὶ παρουσίαν. τί γὰρ ἐγενόμην ἐν Βαβυλῶνι ἢ ἐν ἑτέρῳ τόπῳ 〈σημαίνει〉, ὅτι ἦλθον. «πρὸ ἐμοῦ οὖν ἐγένετο», ἵνα δείξῃ ἐπὶ τῆς γῆς τὴν τοῦ λόγου ἀεὶ ἐπίβασιν, καὶ τὸ «πρῶτός μου ἦν,» ἵνα δείξῃ τὴν θεότητα ἀεὶ οὖσαν. τὸ δὲ «ὀπίσω μου ἐρχόμενον», ἵνα δείξῃ τὴν σύλληψιν μετὰ τὸν Ἰωάννην. καὶ διὰ τοῦτο «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», ἑτοιμαστικὴ φωνὴ τῆς τῶν ἀνθρώπων ἀκοῆς. πρῶτον γὰρ ἀδιάρθρωτον εἰώθασιν οἱ φωνοῦντες ἀποδιδόναι φωνὴν ἐχήεσσαν, ἀπὸ μήκοθεν καλοῦντες τούς τι ἔχοντας παρ᾽ αὐτῶν ἀκούειν, καὶ ἐπὰν ἐκεῖνοι τῆς φωνῆς ἀκούσωσι μόνης καὶ δώσωσι τὸν νοῦν τοῦ ἀκούειν καὶ ἑτοιμάσωσι τὴν ἀκοήν, τότε ὁ τὴν ἠχήεσσαν φωνὴν ἀποδοὺς λοιπὸν διαστέλλει τὸν λόγον, ὅνπερ ἠβουλήθη εἰπεῖν. οὕτω καὶ Ἰωάννης φωνὴ ἐγένετο ἑτοιμάζουσα τὴν ἀκοὴν τῶν ἀνθρώπων. οὐ γὰρ ἦν αὐτὸς ὁ λόγος, ἀλλὰ μετ᾽ αὐτὸν ἦλθεν ὁ λόγος, δι᾽ ὃν ἡ ἑτοιμαστικὴ φωνὴ γέγονε. καὶ διὰ τοῦτο λέγει «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὰς ὁδοὺς κυρίου».
ἡ γὰρ φωνὴ ἑτοιμάζει, ὁ δὲ κύριος ἐπιβαίνει ταῖς ὁδοῖς ταῖς ἡτοιμασμέναις. καὶ ἡ φωνὴ λαλεῖ 〈εἰς〉 τὴν ἀκοήν· ὅταν δὲ ἡ ἀκοὴ σχολάσῃ, τότε ὁ λόγος ἐν τῇ ἀκοῇ καταβάλλεται τῶν δεχομένων. οὐδαμοῦ τοίνυν ἐπιλήψεται Ἄρειος καὶ οἱ ἀπ᾽ αὐτοῦ τῆς τοῦ θεοῦ ἀληθείας, ἀεὶ καταυγαζούσης καρδίας πιστῶν εἰς τὸ μὴ ἐκτραπῆναι ἀπὸ τῆς ἐν τῷ λόγῳ υἱῷ θεοῦ ἐν ἀληθείᾳ ἀκτίστῳ καὶ ἀγενήτῳ σωτηρίας. 42. Προκοπτόντων δὲ πάλιν ἡμῶν καὶ ἐπὶ τὰς ἑξῆς βαινόντων, οὐδὲν παραλείψομεν τῶν ἄνω προτεταγμένων εἰς ἐπίλυσιν, ἀλλ᾽ αὖθις πάλιν ἐπιληψόμεθα τῆς ἀκολουθίας. προφασίζονται γὰρ πάλιν ἑτέραν πρόφασιν, τὴν ὑπὸ τοῦ ἁγίου Πέτρου ἐν ταῖς Πράξεσιν εἰρημένην ὅτι «φανερὸν ἔστω ὑμῖν πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε καὶ κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε». καὶ λέγουσι πάλιν ὅτι ἐνταῦθα τὸ «ἐποίησε» γέγραπται, καὶ οὐχ ὁρῶσι τὸ ῥητόν (αὐτὸ γὰρ ἑαυτὸ τὸ ῥητὸν ἑρμηνεύει) «τοῦτον γὰρ τὸν Ἰησοῦν», ἵνα σημάνῃ τὴν ἐνανθρώπησιν κυρίου. ἀπὸ τοῦ γὰρ «τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε» φανερόν τί ἐστιν * ὅτι ἣν ἐσταύρωσαν σάρκα· σάρκα γὰρ ἐσταύρωσαν. καὶ διὰ τοῦτο ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου» *, ἀλλ᾽ οὐ τῆς ἐνανθρωπήσεως διορίζων τὴν θεότητα.
οὔτε γὰρ ἐκτὸς τῆς ἐνανθρωπήσεως ὑπῆρχεν ἡ θεότης, ὁπηνίκα ἔμελλε πάσχειν, οὔτε ἐν τῷ πάσχειν ἐγκατελείφθη ὑπὸ τοῦ λόγου ἡ ἔνσαρκος παρουσία. ἀλλ᾽ οὔτε ὁ ἀπαθὴς λόγος πέπονθε τὸ πρότερον 〈ἀλλ᾽ ἢ〉 ἐν σαρκὶ ὢν τῇ πασχούσῃ. ἀληθὲς γάρ ἐστιν ἐπ᾽ ἀμφοτέρων τὸ ἓν ὄνομα, ἔν τε τῇ θεότητι καὶ ἐν τῇ 〈ἐν〉ανθρωπήσει.
Χριστὸς γὰρ ἡ ἐνανθρώπησις αὐτοῦ τοῦ λόγου καὶ Χριστὸς κύριος ἐν αὐτῇ τῇ ἐνσάρκῳ παρουσίᾳ. ἀλλὰ τὸ μὲν παθεῖν ἐν σαρκί, καθὼς εἶπε Πέτρος ὅτι «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί», ἵνα δείξῃ τὴν ἀπάθειαν τῆς θεότητος, καὶ πάλιν «ἀποθανὼν ἐν σαρκί, ζωογονηθεὶς δὲ τῷ πνεύματι». «τοῦτον οὖν τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε», ἵνα μὴ παραλειφθῇ ἡ ἁγία ἔνσαρκος οἰκονομία ἀπὸ τοῦ ἀπαθοῦς καὶ ἀκτίστου λόγου, ἀλλὰ συνενωθῇ ἄνω τῷ ἀκτίστῳ λόγῳ διὰ τοῦτο καὶ «κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησε» τὸ ἐκ Μαρίας συλληφθέν, τὸ ἐν θεότητι συνενωθέν· οὐ γὰρ ἡ Μαρία θεὸς κατὰ φύσιν, διὰ τοῦτο ἑξῆς τὸ «ἐποίησεν» ἐπιφέρει, ὡς καὶ ὁ ἄγγελος Γαβριήλ φησιν, ἐρωτησάσης αὐτῆς ὅτι «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω» φησί, «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». ὅταν δὲ εἴπῃ «καὶ τὸ γεννώμενον», ἔδειξεν ἀκαταζητήτως περὶ θεοῦ λόγου, ὅτι υἱός ἐστιν ἀναμφιβόλως, οὐ κτισθείς, οὐ ποιηθείς.
περὶ δὲ τῆς ἀπὸ Μαρίας ἐνσάρκου οἰκονομίας, μετὰ προσθήκης 〈τοῦ〉 «καὶ τὸ γεννώμενον 〈ἅγιον κληθήσεται υἱὸς θεοῦ» ἔδειξεν ὅτι καὶ τὸ γεννώμενον〉 [τὸν] Χριστὸν καὶ κύριον ἐποίησεν· ὡς ἐπὶ τοῖς ἄλλαις ῥήσεσι πάντα σαφῶς ἐπληρώθη καὶ οὐδὲν καμάτου περιέχουσιν, οὕτω καὶ ἐνταῦθα ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ πεπλήρωται καὶ οὐδεμία ἔστι παρεκτροπὴ τοῖς τῆς ἰδίας ζωῆς ἐπιμελουμένοις. ζῶν γὰρ ὁ λόγος ἀπὸ ζῶντος πατρός, υἱὸς τοῦ πατρός, καὶ οὐ κτιστός. πάντα δὲ ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ πεπλήρωται, ἵνα μήτε φάντασμα νομισθείη μήτε ὁμοούσιος ἡ σὰρξ τῇ ἄνω θεότητι, ἀλλὰ συνηνωμένη ἡ ἐνανθρώπησις αὐτοῦ εἰς μίαν ἀπάθειαν, μάλιστα μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. «οὐκέτι γὰρ ἀποθνήσκει, φησί, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.» ἔστι γὰρ εἷς κύριος, εἷς Χριστός, εἷς βασιλεύς, ἐν δεξιᾷ πατρὸς καθήμενος, τὸ σωματικὸν καὶ πνευματικὸν μία ἕνωσις, μία θεότης πνευματική, τὰ ἀμφότερα φωτεινὰ καὶ ἔνδοξα. ἔτι δὲ ὑπερβήσομαι τὸ ῥητὸν ἱκανῶς ἑρμηνευόμενον νομίζων καὶ ἐπὶ τὰ ἕτερα τῆς αὐτῶν * εἰς ἀνατροπὴν τῶν ἀκουόντων ἐπινενοημένης * τοῦ λέγειν ἐπιλάβοιμι. 43.
Φασὶ γὰρ πάλιν· εἰ ἔστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, πῶς οὐκ οἶδε τὴν ὥραν καὶ τὴν ἡμέραν, ἀλλὰ ἰδίῳ λόγῳ ὁμολογεῖ τοῖς μαθηταῖς μὴ εἰδέναι ἃ ὁ πατὴρ ἐπίσταται, φήσας ὅτι «περὶ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι ἐν οὐρανῷ οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος;» εἰ τοίνυν, φασίν, ὁ πατὴρ οἶδε καὶ αὐτὸς οὐκ οἶδε, πῶς δύναται ἡ αὐτὴ θεότης πατρὸς καὶ υἱοῦ ὑπάρχειν, ὁπότε ἃ οἶδεν ὁ πατὴρ ὁ υἱὸς ἀγνοεῖ; ὅσα δὲ μυστικῶς καὶ ἐν τῇ ἐνθέῳ αὐτοῦ σοφίᾳ πρὸς ἀσφάλειαν γνώσεως ἀληθεστάτης ὁ μονογενὴς διδάσκων ὑφηγεῖτο, οὗτοι ἀγνοοῦντες τὰ ἀνθρωποπαθῆ, πάντα εἰς ἑαυτῶν βλάβην, ὥσπερ δεινὰ ἑρπετὰ καὶ εἰς ἑαυτῶν λύμην [τὰ] ὑπὸ τοῦ πανούργου θηρευτοῦ δεδελεασμένα ἀφαρπάζουσιν, οὐκ εἰδότες ὅτι τὸ ψεῦδος οὐδαμοῦ σταθήσεται, ἡ δὲ ἀλήθεια πάντη τοὺς ἰδίους αὐτῆς υἱοὺς διορθοῦται καὶ ἐξελέγχει τὸ ψεῦδος. εἴπω〈σι〉 γὰρ ἡμῖν οἱ τὴν κακὴν ὑπόνοιαν περὶ τοῦ Χριστοῦ κεκτημένοι ἀπ᾽ ἀρχῆς, τί μεῖζον ἐστὶ κατὰ φύσιν καὶ πρὸς τὴν εἴδησιν, ὁ θεὸς ὁ πάντων δεσπότης καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἢ ἡ ἡμέρα ὑπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἀγομένη τε καὶ γινομένη καὶ ἡ ὥρα ἐκείνη; πάντως δὲ ἐρωτώμενοι ἀναγκασθήσονται ἀπ᾽ αὐτῆς τῆς ἀληθείας τὸν πατέρα μείζονα λέγειν, ὡς καὶ ἔστιν.
εἰ τοίνυν φάσκει ὁ υἱὸς λέγων «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν υἱόν, εἰ μὴ ὁ πατήρ», ὁ τὸ μεῖζον γινώσκων τουτέστι τὸν πατέρα, πῶς τὸ ἧσσον ἀγνοεῖ; ἀλλὰ ἔστι θεῖα τὰ ῥήματα, πνεύματι ἁγίῳ λεγόμενα, ἄγνωστα δὲ τοῖς μὴ εἰληφόσι πνεύματος ἁγίου δωρεὰν καὶ χάριν. τοιοῦτοι γὰρ ὄντες οἱ προειρημένοι, ἄστατον ἔχοντες καὶ τὸ φρόνημα ἠλίθιόν τε τὴν διάνοιαν, εἰς ἐπιβλαβεῖς καὶ εἰς ἥσσονας παρεκτροπὰς ὀλισθαίνουσαν. 44. Προϋπαντήσεται γὰρ αὐτοῖς τὸ ὑπ᾽ αὐτοῦ τοῦ κυρίου εἰρημένον ὅτι «γίνεσθε ἕτοιμοι, 〈ἔστωσαν〉 αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ αἱ λαμπάδες ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔσεσθε ὡς καλοὶ δοῦλοι, προσδοκῶντες τὸν ἴδιον δεσπότην. ὡς γὰρ λῃστὴς ἐν νυκτί, οὕτως παραγίνεται ἡ ἡμέρα». καὶ ὁ ἅγιος ἀπόστολός φησιν «οὐκ ἐστὲ σκότους τέκνα, ἀλλὰ ἡμέρας, ἵνα ἡ ἡμέρα ὑμᾶς μὴ ὡς κλέπτης καταλάβῃ». εἰ τοίνυν οἱ υἱοὶ τῆς ἡμέρας οὐχ ὑπὸ σκότους καλύπτονται, ἀλλὰ ἕτοιμοι γίνονται, ὅτι «ᾗ οὐκ οἴδασιν ἡμέρᾳ καὶ ᾗ οὐ προσδοκῶσιν ὥρᾳ ὁ δεσπότης αὐτῶν παραγίνεται,» ἄρα οὐ διαλλάξει παρὰ τοὺς αὐτοῦ δούλους καὶ υἱοὺς τῆς ἡμέρας 〈ὁ〉 διὰ τὴν αὐτοῦ φωτεινὴν ὑπόστασίν τε καὶ θεότητα αὐτὸς αἴτιος αὐτοῖς τούτων τυγχάνων; ἢ ὅτι ὡς οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ μὴ ἑτοιμασθέντες καταληφθήσεται ἀγνοῶν καὶ ὑπ᾽ ἐλαττώσει τυγχάνων;
τίς δὲ 〈μὴ〉 μεμηνὼς ταῦτα περὶ κυρίου λογίσαιτο, ὅτι αὐτὸς ἔσται ὡς οἱ ὑπ᾽ αὐτοῦ δεσποζόμενοι ἄνθρωποι καὶ μεμαθητευμένοι ἢ ὡς οἱ χείρους διὰ τὴν αὐτῶν ἀνετοιμασίαν καὶ ἄγνοιαν; καὶ τὸ ὅλον ἐστὶν ἠλίθιον. εἰ τοίνυν ταῦτα οὐ δύναται πληροῦσθαι, ὁ δὲ λόγος παρεκτεινόμενος ἀντίθετος τῇ χρήσει εὑρεθήσεται, ἄρα ζητητέον ἐστι, τίνα τὸν λόγον εὕρωμεν, ἵνα ἀναντιθέτως τῶν ἀμφοτέρων σῳζομένων μὴ ἐκτραπῶμεν τῆς ἀληθείας. ἀδύνατον γὰρ τὸν κύριον ψεύδεσθαι καὶ ἀδύνατον αὐτὸν μάτην τὰς ἐξηγήσεις εἰς ἡμετέραν ζωὴν ποιεῖσθαι. γινώσκει τοίνυν ὁ πατήρ, γινώσκει ὁ υἱός, γινώσκει τὸ ἅγιον πνεῦμα. οὐδὲν γὰρ ἐν πατρὶ διηλλαγμένον παρὰ τὸν υἱόν, οὐδὲ ἐν υἱῷ παρηλλαγμένον παρὰ τὸ πνεῦμα, ὡς ἐν ἑκάστῃ τῶν προειρημένων αἱρέσεων ἐν χρείᾳ καταστάντες ἀπεδείξαμεν ἐξ ἀληθινῶν συστάσεων τὴν τριάδα εἶναι μίαν θεότητα καὶ μηδὲν ἔχειν ἐν ἑαυτῇ παρηλλαγμένον, ἀλλὰ τὸ πᾶν τελειότης, τρία τέλεια, μία δοξολογία καὶ μία κυριότης. 45. Ἀλλ᾽ ἐρεῖς μοι· τίνι τοίνυν τῷ λόγῳ εἴρηκε τοῦτο; καὶ ἤδη μὲν ἄλλῃ μοι περὶ τοῦ λόγου τούτου πέφρασται. οὐδὲν δὲ κωλύσει τοῖς αὐτοῖς προσθεῖναι καὶ τὰ αὐτὰ ἀληθινὰ ῥήματα λέγειν· «ἐμοὶ μὲν οὐκ ὀκνηρόν,» τοῖς δὲ ἐντυγχάνουσιν «ἀσφαλὲς ἔσται», τοῖς δὲ 〈δι᾽〉 ἐναντίας εἰς ἔλεγχον. ἡ γὰρ ὑπόθεσις τοῦτον ἔχει τὸν τρόπον.
τρία γὰρ τάγματα ἐν ταὐτῷ ὑπεισήνεγκεν ἐν μέσῳ, πατέρα καὶ ἑαυτὸν καὶ πάντας ἀγγέλους ἐν οὐρανῷ. καὶ τῷ μὲν πατρὶ ἀπέδωκε τὸ εἰδέναι, οὐ μόνον εἴδησιν ὑποδεικνύων καὶ γνῶσιν, ἀλλὰ καὶ τὰ ἀεὶ παρὰ πατρὶ καὶ παρὰ υἱῷ ἀναμφιβόλως κεκρατυμμένα τε καὶ γεγενημένα καὶ εἰργασμένα. καὶ ὁ μὲν πατὴρ οἶδε τὴν ἡμέραν, 〈ἅμα〉 οἶδεν αὐτὴν καὶ εἰργάσατο καὶ πέπραχε καὶ ἔκρινεν, ὡς ἔφη ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὅτι «ὁ πατὴρ οὐδένα κρινεῖ, ἀλλὰ τὴν πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ». ἐν γὰρ τῷ δεδωκέναι κέκρικεν· κρίνας τοίνυν ἔγνω· γνοὺς οἶδε πότε ἔρχεται. «ὁ γὰρ μὴ πιστεύων εἰς τὸν υἱὸν ἤδη κέκριται», οὐ τῆς κρίσεως παρελθούσης, ἀλλὰ τῶν τότε μελλόντων ἔσεσθαι ἤδη ἀποδεικνυμένων, ὡς καὶ ἐπὶ τούτῳ τὸ τοιοῦτον πληροῦται. οἶδε γὰρ ἡ γραφὴ εἴδησιν καὶ εἴδησιν, ὡς καὶ πολλάκις εἰς τὸ συνεκτικὸν κατερχόμενοι ἀπὸ ὁμοιωμάτων καὶ παραδειγμάτων τῶν ἤδη πεπραγματευμένων τὴν σαφήνειαν καὶ τὴν φράσιν ἑκάστης ὑποθέσεως παριστῶντες οὐ διελείψαμεν. 46. 〈Ἀνα〉λάβωμεν τοίνυν ἐξ ὑπαρχῆς αὖθις καὶ περὶ τούτων εἴπωμεν. τί φατέ, ὦ οὗτοι; ᾔδει Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ πρὸ τῆς παρακοῆς καὶ παραβάσεως ἢ οὐκ ᾔδει; καὶ οὐ δύνασθε ἀντειπεῖν τῇ ἀληθείᾳ. ἐὰν γὰρ μὴ θελήσητε ὀρθοποδῆσαι πρὸς τὸν τοιοῦτον νοῦν ἐλεγχθήσεσθε. «ἦσαν γάρ» φησι «γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο». γυμνῶν δὲ αὐτῶν ὄντων καὶ οὐ τυφλωττόντων *.
οὔτε γὰρ τοῦτο ἀρνήσασθαι δύνασθε, μὴ βλέποντας αὐτοὺς ὁμολογῆσαι. «εἶδε» γάρ, φησιν, «Εὔα τὸ ξύλον ὅτι καλὸν εἰς βρῶσιν καὶ ὡραῖον τοῦ κατανοῆσαι.» ἄρα γοῦν εἶδον καὶ ᾔδεισαν. εἰδότες δὲ καὶ ὁρῶντες ἀλλήλους ἐπεγίνωσκον. ἦν 〈δὲ〉 μετὰ πολὺν χρόνον 〈ὅτε〉 φησὶν ἡ γραφή, «καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ». ἀλλὰ τὴν μὲν πρώτην εἴδησιν καὶ βλέψιν περὶ εἰδήσεως δι᾽ ὁράσεως συνισταμένης λέγει καὶ διὰ ἐννοίας, περὶ δὲ τῆς δευτέρας γνώσεως περὶ εἰδήσεως διὰ χρήσεως ἀπαγγέλλει· ὡς καὶ περὶ Δαυὶδ γηράσαντος λέγει ἡ θεία γραφή· «καὶ ἐγήρασε Δαυὶδ καὶ οὐκ ἐθερμαίνετο, καὶ εἶπον αὐτοῦ οἱ παῖδες αὐτῷ· ζητηθήτω τῷ βασιλεῖ παρθένος, καὶ εὑρέθη Ἀβισὰκ ἡ Σωμανῖτις.» καί φησιν «ἔθαλπεν αὐτὸν, καὶ συνεκοιμᾶτο αὐτῷ, καὶ οὐκ ἔγνω αὐτὴν Δαυίδ». τὴν σύσσωμον καὶ σύμπλευρον πῶς οὐκ ᾔδει; ἀλλ᾽ ἐνταῦθα εἴδησιν οὐ τὴν δι᾽ ἐννοίας διηγεῖται, ἀλλὰ τὴν διὰ χρήσεως. καὶ γὰρ καὶ ἐπὶ τοῦ Ἰακώβ· ὅτι μὲν γὰρ ἑπτὰ ἔτη ἐτύγχανε ποιμαίνων μετὰ Ῥαχὴλ καὶ Λείας, καὶ ᾔδει αὐτάς. ὅτε δὲ περὶ τῆς συναφείας τῆς τοῦ σεμνοῦ αὐτῶν γάμου διηγεῖται, φησίν «ἔγνω Λείαν τὴν γυναῖκα αὐτοῦ». ὅτι ἡ μὲν πρώτη εἴδησις δι᾽ ἐννοίας ἦν καὶ δι᾽ ὁράσεως, ἡ δὲ δευτέρα γνῶσις καὶ εἴδησις διὰ χρήσεως καὶ ἐνεργείας.
οὕτω καὶ ἐν τῇ θείᾳ γραφῇ «ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ», οὐχ ὡς ἀγνοοῦντος τοὺς μὴ ὄντας, ἀλλὰ τὸ ἐνεργὲς τῆς τοῦ κυρίου ἀντιλήψεως σημαίνει. καὶ «ἀπόστητε ἀπ᾽ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας, οὔπω ἔγνων ὑμᾶς». ἆρα οὐκ ᾔδει αὐτοὺς κατὰ εἴδησιν; ἀλλ᾽ ἐπειδὴ οὐκ ἦσαν ἄξιοι αὐτοῦ, τὸ πρακτικὸν ἀπ᾽ αὐτῶν ἀναιρεῖ. καὶ ἐν ἄλλῳ τόπῳ «ὑμᾶς ἔγνων ἐκ πάντων ἐθνῶν». ἆρα γὰρ τὰ ἔθνη πάντα καὶ ὁ ἀριθμὸς πάσης ἀνθρωπότητος ἀπὸ τῆς αὐτοῦ γνώσεως παραλέλειπται, καὶ οὐχὶ μᾶλλον αἱ τρίχες ἑκάστης κεφαλῆς ἀνθρώπου, τῶν τε αὐτῷ δουλευόντων καὶ τῶν αὐτῷ ἀπειθούντων, 〈ὑπ᾽ αὐτ〉οῦ γινώσκονται; καὶ «ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός». ἆρα γὰρ ἀγνοεῖ τὰς ἐξ ἀριστερῶν; καὶ πόσα ἐστὶ τοιαῦτα εἰπεῖν περὶ εἰδήσεως καὶ εἰδήσεως; 47. Οὕτω καὶ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ. ἐπειδὴ γάρ 〈φησιν〉 «ὁ πατὴρ τὴν κρίσιν δέδωκε τῷ υἱῷ», τὴν τῆς γνώσεως καὶ χρήσεως γνῶσιν ἀπέδωκεν ἤδη τῷ πατρί. ὅτι «οὐδεὶς οἶδε τὴν ἡμέραν εἰ μὴ ὁ πατήρ» κατὰ δύο τρόπους· ὅτι οἶδε, πότε ἔρχεται (καὶ γὰρ ἐπὶ τῇ αὐτοῦ ἐξουσίᾳ ἡ ἡμέρα καὶ ὥρα ἔρχεται), καὶ οἶδεν αὐτὴν 〈κατὰ πρᾶξιν〉· ἤδη γὰρ πέπρακται αὐτῷ, παραδεδομένη ἡ κρίσις τῷ μονογενεῖ. οὕτω καὶ ἐν τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ, θεῷ ὄντι καὶ μηδὲν ἀπὸ πατρὸς παρηλλαγμένῳ, ἡ αὐτὴ εἴδησις. αὐτὸς γὰρ οἶδεν αὐτήν, καὶ αὐτὸς ἄγει αὐτὴν καὶ φέρει καὶ τελεῖ καὶ κρίνει καὶ ἄνευ αὐτοῦ οὐκ ἔρχεται.
οὔπω δὲ ἔγνω αὐτὴν κατὰ πρᾶξιν, τουτέστιν οὔπω ἔκρινεν. ἔτι γὰρ ἀσεβεῖς ἀσεβοῦσι καὶ ἄδικοι πλεονεκτοῦσι καὶ πόρνοι καὶ μοιχοὶ καὶ εἰδωλολάτραι ἀνομοῦσι καὶ ὁ διάβολος ἐνεργεῖ καὶ αἱρέσεις ἐπανίστανται καὶ ἡ πλάνη ἐργάζεται, ἕως ἐνέγκῃ αὐτὴν τὴν ἡμέραν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ καὶ τὸ δίκαιον ἑκάστῳ ἀπονείμῃ· καὶ * γνώσεται αὐτήν, τουτέστι πράξει αὐτὴν δυνάμει. καὶ ἐν μὲν πατρὶ κατὰ δύο τρόπους πεπλήρωται, ἐν δὲ τῷ υἱῷ κατὰ εἴδησίν ἐστι καὶ οὐκ ἀγνοεῖται, κατὰ δὲ πρᾶξιν οὔπω ἐτελέσθη, ἐπειδὴ οὔπω κέκρικεν. ἀπὸ δὲ τῶν ἁγίων ἀγγέλων κατὰ δύο τρόπους παραλέλυται, * καὶ ἐν τῷ μηδέπω κατὰ πρᾶξιν ἐγνωκέναι αὐτούς, τουτέστιν ἐπιτελέσαι. οὔπω γὰρ προσετάχθησαν ἐξελθεῖν καὶ συναγαγεῖν τοὺς ἀσεβεῖς, ὡς τὰ ζιζάνια, δεσμὰς δεσμάς, καὶ ἑτοιμάσαι εἰς τὸ πῦρ κατακαῆναι. καὶ ὁρᾶτε, ὦ ἀγαπητοὶ καὶ τοῦ θεοῦ δοῦλοι, ὅτι μάτην ἕκαστος τῶν κατά τινα πρόληψιν ἑαυτοῖς τὰ δεινὰ ἐπισπωμένων ἐστρατεύσατο, διαφόρως ἕκαστος καθ᾽ ἑαυτοῦ εἰς τὸν υἱὸν τοῦ θεοῦ τὰ ἥσσονα καὶ ἠλαττωμένα βλασφημεῖν ἐπιχειροῦντες. 48. Ἀλλὰ καὶ ταύτης ἱκανῶς τὴν φράσιν πεποιημένοι ἐπ᾽ ἄλλας πάλιν αὐτῶν λέξεις δῶμεν τὸν νοῦν σὺν τῇ τοῦ θεοῦ δυνάμει.
οἱ γὰρ γεννάδαι καὶ εἰς πάντα εὔτολμοι, καίτοι γε ὁμολογοῦντες οὐχὶ κατὰ τοὺς Μανιχαίους οὐδὲ κατὰ ἄλλας πολλὰς αἱρέσεις, ἀλλὰ κἂν τὸ κατὰ σάρκα ἀληθὲς κατέχοντες, καὶ αὐτὸ δὲ ἐλλιπῶς καὶ οὐ πληρέστατα· ὁμολογοῦσι γὰρ τὸν σωτῆρα σάρκα ἀληθινῶς ἐσχηκέναι, ἀκούοντες δὲ ἀπ᾽ αὐτοῦ τοῦ εὐαγγελίου ὅτι κέκμηκεν ἐκ τῆς ὁδοιπορίας, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοιμήθη, καὶ ἀνέστη, ταῦτα πάντα συνάξαντες εἰς τὴν θεότητα ἀναφέρουσι τὴν αὐτοῦ, βουλόμενοι τὴν θεότητα αὐτοῦ ὡς ἐκ τῶν τοιούτων ὑποθέσεων ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας. ὅτι «εἰ ἔστι» φησίν «ἐκ τοῦ πατρός, τοῦ πατρὸς μὴ κοπιῶντος μηδὲ διψῶντος μήτε πεινῶντος, καθὼς ἡ θεία γραφὴ λέγει, ‘οὐ κοπιάσει οὐδὲ πεινάσει οὐδὲ διψήσει οὔτε ὑπνώσει οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ’· τούτων δὲ οὕτως εἰς τὸν υἱὸν τελειωθέντων, ἀλλότριος ἄρα,» φησίν, «ὑπάρχει τῆς τοῦ πατρὸς οὐσίας τε καὶ φύσεως.» καὶ ὅτι μὲν ταῦτα εἰς τὸν μονογενῆ οὐκ ἐπληροῦτο πρὸ τῆς ἐνσάρκου παρουσίας, καὶ αὐτοὶ ὁμολογήσουσιν· ὅταν δὲ ὁμολογήσωσιν ἀναγκαζόμενοι, ἔλθωσι δὲ εἰς τὰ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ τετελειωμένα καὶ ἀκούσωσι διόπερ ἔλαβε σῶμα, διὰ τοῦτο ταῦτα εὐλόγως ἐπετέλει, ἐνδιδοὺς ὥσπερ ἡνίοχος τῷ ἅρματι εἰς τὰς εὐλόγους χρείας, ὅτι κατὰ ἀλήθειαν σάρκα ἐνεδύσατο καὶ οὐ κατὰ δόκησιν, τότε φάσκουσι μὴ ἐκ σαρκὸς εἶναι ταῦτα μόνης. 49.
Καὶ γὰρ τῷ μὲν ὄντι καθ᾽ ἑαυτὴν οὔτε διψήσει οὔτε κοπιάσει. οὐκ ἴσασι δὲ οἱ τὴν ὁδὸν καταλελοιπότες καὶ ἐπὶ τὰς ἐναντίας τρίβους ἐκτραπέντες ὅτι οὐ μόνον σάρκα ὁ υἱὸς τοῦ θεοῦ ἔλαβεν ἐλθών, ἀλλὰ καὶ ψυχὴν καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος, χωρὶς ἁμαρτίας, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου διὰ πνεύματος ἁγίου 〈ἀληθῶς γεννηθείς〉. οὐ βούλονται καταδέξασθαι ψυχὴν αὐτὸν εἰληφέναι * διὰ τὸν τοιοῦτον πρὸς αὐτοὺς ἔλεγχον, ὅπερ ἐστὶν εὐχερέστερον ἁπάντων πρὸς ἀντίθεσιν τῆς αὐτῶν ματαιολογίας. αὐτὸς γὰρ ὁμολογεῖ ἀληθὴς θεὸς (〈ὁ〉 λέγων περὶ αὐτοῦ, ὅτι «ἐγώ εἰμι ἡ ἀλήθεια») ὅτι «ἡ ψυχή μου τετάρακται» καὶ «περίλυπός ἐστιν ἡ ψυχή μου» καὶ «ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ λαβεῖν αὐτήν», [καὶ] ἵνα δείξῃ ἑαυτὸν θεὸν μὲν εἶναι ἔχοντα τὴν ἐξουσίαν *. ἀνθρώπου γὰρ οὐκ ἔστιν οὗτος ὁ λόγος· οὐδεὶς γὰρ ἔχει ἐξουσίαν τοῦ θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ λαβεῖν αὐτήν. ὅταν δὲ περὶ ψυχῆς διηγεῖται, δείκνυσιν ἑαυτὸν ἀληθινῶς ἐνανθρωπήσαντα καὶ μὴ δοκήσει. καὶ πάλιν «ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων»· καὶ ἵνα δείξῃ ἀληθινὰ ταῦτα ὄντα, ἐπὶ τοῦ σταυροῦ ἔλεγε τῷ πατρὶ «εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου» καὶ «ἐλθόντων, φησί, τῶν στρατιωτῶν, εὗρον αὐτὸν ἤδη ἐκπεπνευκότα».
καὶ πάλιν «καὶ κράξας φωνῇ μεγάλῃ» εἶπεν «ἠλὶ ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» ὡς ἤδη καὶ ταύτην τὴν δύναμιν τοῦ λόγου ἐφράσαμεν καὶ «ἐξέπνευσε» φησὶ τὸ εὐαγγέλιον. τὸ δὲ «ἐξέπνευσε» καὶ «εἰς χεῖράς σου» καὶ τὸ «ἡ ψυχή μου τετάρακται» καὶ τὰ ἄλλα πάντα τῆς ἀληθείας λεγούσης, τίς 〈οὕτως〉 ἠλίθιος εἴη πεισθῆναι μὲν τοιούτῳ ἐργαστηρίῳ ἀνθρώπων μυωπαζόντων καὶ ὀνειροπολουμένων καὶ καταλεῖψαι αὐτὰς τὰς τοῦ θεοῦ λόγου εὐλόγους ῥήσεις τῆς ἀληθείας; 50. Ἀλλὰ λοιπὸν λεξιθηροῦντες τὰ καλῶς καὶ ὀρθῶς εἰρημένα ἀπὸ ἑκάστης γραφῆς, δίκην πειρατῶν ἀνδρῶν σώματα ὑγιῆ ἀκρωτηριαζόντων, μαρτυρίᾳ τινὶ κέχρηνται, ᾗ τροπικώτερον πολλάκις ἡ γραφὴ κεχρημένη διηγεῖται. καὶ τὸ μὲν τροπικῶς εἰρημένον ἀληθείᾳ φέρειν εἴωθαν, τὸ δὲ ἀληθῶς καὶ ἀπαρεμφάτως κεκηρυγμένον εἰς ἕτερον πρόσωπον ἀλληγοροῦσιν. εὐθὺς γὰρ ἀναπηδῶσιν ἀπὸ τοῦ ἁγίου Ἠσαΐου φέροντες ῥῆσιν ὅτι ἐκ προσώπου τοῦ πατρὸς εἴρηται, ὅτι «ἰδοὺ συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ᾽ ὃν εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου», ὡς τοῦ πατρὸς εἶναι ταύτην τὴν λέξιν. καὶ γὰρ ἀληθές. «πῶς οὖν; καὶ ὁ πατήρ, φησί, ψυχὴν εἴληφεν;» ἐὰν δὲ εἴπωμεν ὅτι «μὴ γένοιτο», τί οὖν, φησίν, ἀλλ᾽ ὅτι τροπικώτερον εἴρηται; ἄρα οὖν, φασίν, καὶ τὸ ἀπὸ τοῦ υἱοῦ εἰρημένον τροπικώτερον εἴρηται.
καὶ νομίζουσιν ἐν τούτῳ κατὰ τῆς ἀληθείας [εὑρίσκειν] θηρᾶσθαι πρόφασιν, ὅπερ αὐτοῖς οὐ δοθήσεται. ἀκαλλώπιστος γὰρ οὖσα ἡ ἀλήθεια καθ᾽ ἑαυτὴν ἕστηκε, μήτε ἡττωμένη μήτε καλλωπισμοῦ ἐπιδεομένη. ἴδωμεν γὰρ τῶν ἀμφοτέρων τὴν δύναμιν. εἰ μὲν γὰρ ὁ πατὴρ ἦλθεν εἰς σῶμα καὶ σάρκα ἐνεδύσατο καὶ εἴρηκε τὸν λόγον τοῦτον, ἀληθινῶς ψυχὴν ἔσχεν. εἰ δὲ σάρκα ὁ πατὴρ οὐκ ἐνεδύσατο, εἴρηκε δὲ ὅτι «ἡ ψυχή μου», τροπικῶς τοῦτο περὶ τοῦ θεοῦ ᾄδεται, ἵνα ἐνασφαλίσηται τὸ γνήσιον καὶ δείξῃ τὴν πρὸς τὸν υἱὸν γνησιότητα. ἀλλ᾽ οὐκέτι περὶ τοῦ υἱοῦ τὰ αὐτά ἐστιν ἐν τούτῳ λέγειν. ὁ μὲν γὰρ πατὴρ οὐκ ἔλαβε σάρκα, ὁ δὲ υἱὸς ἐνεδύσατο σάρκα. ὁ πατὴρ ἄνθρωπος οὐ γέγονεν, ὁ δὲ υἱὸς γέγονεν ἄνθρωπος. τὸ ὅμοιον γὰρ ἐπὶ τῷ πατρὶ ῥητέον. ὡς γὰρ ἐνταῦθα λέγει «ἠγάπησεν αὐτὸν ἡ ψυχή μου». οὕτως λέγει «εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου», καὶ «ἡ καρδία μου πόρρω ἀπέχει ἀπ᾽ αὐτῶν». εἰ τοίνυν διὰ τὸ τροπικώτερον εἰρῆσθαι, ὅτι ἠγάπησεν ἡ ψυχή μου, δεχόμεθα τὸ περὶ ψυχῆς, ἄρα γοῦν καὶ τὸ περὶ καρδίας τροπικώτερον εἴρηται. καὶ δῆλον ὅτι καὶ παντὶ τῷ σύνεσιν κεκτημένῳ σαφὲς εἴη. εἰ τοίνυν τροπικῶς λέγει περὶ ψυχῆς ὁ πατὴρ καὶ περὶ καρδίας ἧς οὐκ ἔλαβεν (οὐ γὰρ ἐφόρεσε σάρκα), τροπικώτερον εἰς τὸν πατέρα τὰ τοιαῦτα ἀναλογεῖται.
οὐκέτι δὲ ταὐτὸν περὶ τοῦ υἱοῦ ἡγητέον· ὁ υἱὸς γὰρ ἔλαβε σάρκα καὶ πᾶσαν τὴν ἀνθρωπείαν θέσιν. 51. Ἔσται γὰρ τοῦτο ἐναντίον τῷ περὶ υἱοῦ τροπικώτερον λέγοντι [περὶ τῆς] ἐκ προσώπου 〈τῆς〉 ἐνανθρωπήσεως, * κἂν ἔν τινι μέρει λόγου * γενομένης ὑποθέσεως διὰ τὸ ἀληθινῶς ἐνανθρωπῆσαι. εἰ γὰρ ἀλληγορεῖται τὸ περὶ ψυχῆς υἱοῦ καὶ τροπικώτερον περὶ αὐτῆς ὑποληπτέον, ἄρα καὶ περὶ καρδίας τοιαῦτα λελέχθω. καὶ δώσομεν λοιπὸν τὰ πάντα δόκησιν εἶναι καὶ οὐκ ἀλήθειαν. τροπικῶς 〈ἄρα〉 εἴρηται καὶ περὶ σαρκὸς κατὰ τὸν φιλόνεικον Ἀρείου λόγον καὶ οὐκέτι καρδίαν ἔσχεν ἐλθὼν ὁ λόγος οὔτε ἧπαρ οὔτε σάρκα οὔτε ἔγκατα οὔτε ὀστέα οὔτε τι τῶν τοιούτων, ἀλλὰ πάντα λοιπὸν ἀλληγορεῖται καὶ τροπικώτερον λέγεται· ἢ ὅτι ὅλως φυρτὸν ἔλαβε σῶμα, μηδὲν τῶν ἐντοσθίων ἔχον. πῶς οὖν ἤσθιε καὶ ἔπινεν; ἀλλὰ ἄπαγε. εἰ δὲ ὁ πατὴρ λέγει καρδίαν καὶ ψυχήν, δύναται δὲ εἰς αὐτὸν ἀλληγορεῖσθαι καὶ τροπικῶς λέγεσθαι, * καὶ εἰς τὸν υἱὸν τροπικῶς, διὰ τὸ ἀρνεῖσθαι αὐτὸν εἰληφέναι ψυχήν. εἰ δὲ τὸ περὶ καρδίας πιεζόμενοι οὐ δύνανται ἀρνήσασθαι, διὰ τὸ ὁμολογεῖσθαι παρ᾽ αὐτῶν πᾶσαν τὴν θέσιν τοῦ σώματος τὸν κύριον εἰληφέναι, ἀπὸ τοῦ 〈ὁμολογεῖσθαι〉 καρδίαν καὶ καρδίαν, τὴν μὲν ἀληθινῶς ὁμολογουμένην, τὴν δὲ ἀλληγορουμένην, οὕτω καὶ περὶ ψυχῆς ὁ λόγος ἀληθὴς ὑπάρχει καὶ οὐκ ἀλληγορεῖται οὔτε τροπικῶς λέγεται.
οὔσης δὲ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως ἐν παντὶ τετελειωμένης, σώματι καὶ ψυχῇ καὶ νῷ καὶ καρδίᾳ καὶ εἰς πάντα ὅσα ἐστὶν ἄνθρωπος χωρὶς ἁμαρτίας, γέγονε [δὲ] αὐτῷ τὰ ἀνθρώπινα εὐλόγως πράττεσθαι καὶ ἐν θεότητι τελείως † ἐν σωτηρίᾳ ἐπιτελεῖσθαι· οὐκέτι ἡ αὐτοῦ θεότης ἀδοξήσει παρὰ τὴν τοῦ πατρὸς τελειότητα, ἀλλὰ διὰ τὴν ἔνσαρκον ἐνανθρώπησιν καὶ τὸ διψῆσαι καὶ τὸ πεινᾶσαι καὶ τὸ πιεῖν καὶ ἐσθίειν καὶ τὸ ὑπνοῦν καὶ ἀδημονεῖν πληρωθήσεται, ἀπαθοῦς οὔσης τῆς αὐτοῦ θεότητος. καὶ διέπεσεν αὐτῶν πάλιν ὁ περὶ τούτου λόγος, ἐπειδὴ ἦλθεν εἰς σάρκα θεὸς ὤν. 52. Λεγόντων αὐτῶν ὅτι εἰ ἦν ἐκ τοῦ πατρός, πῶς εἰς σάρκα ἦλθεν; φήσειεν ἄν τις πρὸς αὐτούς, περὶ τῶν ἀγγέλων τί φατε; παντί τῳ δῆλόν ἐστιν ὅτι ὁμολογοῦσι τοὺς ἀγγέλους ὑπὸ τοῦ υἱοῦ γεγονέναι. καὶ γὰρ καὶ περὶ τοῦ πνεύματος βλασφημοῦσι καὶ τολμῶσι λέγειν κεκτίσθαι ὑπὸ τοῦ υἱοῦ, ὅπερ ἐστὶν ἄκτιστον ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. εἰ οὖν εἰς τὸ πνεῦμα τὸ ἅγιον τολμῶσι τοῦτο λέγειν, πόσῳ γε μᾶλλον περὶ τῶν ἀγγέλων οὐ δυνήσονται ἀρνήσασθαι ὅτι ἐκ τοῦ μονογενοῦς ἐσχήκασι τὸ εἶναι κεκτισμένοι γεγονότες; εἰ τοίνυν οἱ ὑπ᾽ αὐτοῦ γεγονότες ἄγγελοι πνευματικοὶ μὲν γεγονότες, πλὴν κτίσματα αὐτοῦ ὄντες καὶ ὑποβεβηκότες πολὺ ἀπείρως τῆς αὐτοῦ οὐσίας, ὡς ἔργον αὐτοῦ ὄντες, ὅμως σάρκα μὴ εἰλήφασι, τί ἐροῦμεν;
ἆρα μείζους εἰσὶ τοῦ υἱοῦ ὑπ᾽ αὐτοῦ κτισθέντες; ἢ καὶ τὸ πνεῦμα τὸ ἅγιον; διὰ τί μὴ εἰς σάρκα ἦλθε καὶ σάρκα ἐφόρεσε καὶ ἐνηνθρώπησεν, ἢ τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἤ τις τῶν ἀγγέλων; οὐ γὰρ πάντως διὰ τὸ ἠλαττῶσθαι τὸν υἱὸν παρὰ τὸν πατέρα, τούτου ἕνεκα σάρκα ἐνεδύσατο, (ἐπεὶ ἂν ὤφειλον καὶ οἱ ἄγγελοι πάντως σάρκα ἐνδύσασθαι ἢ καὶ τὸ πνεῦμα), ἀλλ᾽ ἐπειδὴ [ἡ] σοφία ὢν τοῦ πατρὸς καὶ δύναμις καὶ λόγος αὐτὸς τὰ πάντα ἐδημιούργησε σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι, ἵνα δείξῃ ὅτι τὸ αἴτιον ὁ Ἀδὰμ τῆς παραβάσεως οὐκ ἀπὸ τοῦ πεπλακέναι οὐδὲ ἀπὸ τοῦ πεποιηκέναι τὸ ἁμαρτὲς ἢ τὸ τῆς παρακοῆς ἔσχεν, ἀλλ᾽ ἀπὸ ἰδίας προαιρέσεως, ἵνα τὴν δικαίαν κρίσιν εἰς τέλος διεξαγάγοι, ὡς εἶπεν ὁ Ἠσαΐας «κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἐξαγάγοι τὴν κρίσιν εἰς νῖκος, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι», καθάπερ καὶ Δαυὶδ περὶ αὐτοῦ εἴρηκε τὸ «καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε». ἐκρίθη γάρ, ἵνα κρίνων δικαίως φράξῃ τὰ στόματα τῶν μελλόντων ἀντιλέγειν. οὐ γὰρ δυνήσεταί τις ἀντιλέγειν τῇ αὐτοῦ δικαίᾳ κρίσει. ἐφόρεσε γὰρ τὸ σῶμα, ἄχραντον αὐτὸ συντηρήσας.
οὐ γὰρ ὃ γέγονεν ἐν τῷ ἀνθρώπῳ ἀπ᾽ ἀρχῆς τουτέστιν ἐν τῷ Ἀδάμ, πάντως εἰς τοῦτο ἐκ τοῦ δημιουργοῦ, τοῦ ἀναιτίου τῆς τοῦ Ἀδὰμ ἁμαρτίας, τὸ ἁμαρτεῖν γέγονε καὶ διὰ τοῦτο ἥμαρτεν, ἀλλὰ τὸ αὐτεξούσιον αὐτῷ ἀπέδωκεν καὶ αἴτιος ἑαυτῷ ἕκαστος γίνεται ἁμαρτίας. διά τοι τοῦτο ἀναίτιος 〈ὢν〉 ὁ δημιουργὸς θεὸς λόγος, ὁ σὺν πατρὶ κτίσας τὸν ἄνθρωπον καὶ σὺν τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἀθάνατος καὶ ἄχραντος, ἰδίᾳ δοκήσει ἀρρήτῳ τινὶ σοφίας μυστηρίῳ ἐνηνθρώπησε, τελείως τὰ πάντα ἀναδεξάμενος ὑπὲρ τοῦ ἰδίου πλάσματος δι᾽ ὑπερβολὴν φιλανθρωπίας, οὐ μετὰ ἀνάγκης, ἀλλ᾽ ἑκουσίᾳ γνώμῃ, ἵνα «ἐν τῇ σαρκὶ κατακρίνῃ τὴν ἁμαρτίαν» καὶ ἐπὶ τῷ σταυρῷ διαλύσῃ τὴν κατάραν καὶ ἐν τῷ μνήματι καταφαίρετον ποιήσῃ τὴν φθορὰν καὶ ἐν τῷ Ἅιδῃ σὺν τῇ ψυχῇ κατελθὼν ἐν τῇ θεότητι κλάσῃ «τὸ κέντρον τοῦ θανάτου» καὶ διαλύσῃ τὴν πρὸς τὸν Ἅιδην διαθήκην. οἱ δὲ ἀχάριστοι παντάπασι τὰ ἀγαθὰ εἰς κακὰ μετατρέποντες, ἀνθ᾽ ὧν εὐχαριστῆσαι 〈ἔδει〉 τῷ φιλανθρώπῳ καὶ τελείῳ καὶ ἀγαθῷ ἐξ ἀγαθοῦ πατρὸς ὑπάρχοντι οὐκέτι εὐχαριστοῦσιν, ἀλλ᾽ ἀχαριστοῦσι μᾶλλον, πάθη τῇ αὐτοῦ θεότητι προσάπτοντες, ἃ μὴ δύνανται συνιστᾶν, τῆς ἀληθείας φανερᾶς πᾶσιν ὑπαρχούσης. 53. Καὶ τούτων οὕτως ἑρμηνευομένων πάλιν ἐπ᾽ ἄλλας λέξεις ἐφεξῆς ἐλεύσομαι. λέγουσι γὰρ τὸ ῥητὸν τοῦ εὐαγγελίου κακῶς ἑρμηνεύοντες ὅτι «ὁ ἀποστείλας με πατὴρ μείζων μού ἐστι».
καὶ πρῶτον μὲν «ὁ ἀποστείλας με πατήρ» φάσκει, καὶ οὐχ «ὁ κτίσας με». πᾶσαι γὰρ αἱ θεῖαι γραφαὶ τὴν αὐτοῦ πρὸς πατέρα γνησιότητα σημαίνουσιν. «ἐγέννησάς με» φησὶ «πάτερ», καὶ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ «ὁ ἀποστείλας με πατήρ»· καὶ οὐδαμοῦ ὁ κτίσας, οὐδαμοῦ ὁ ποιήσας εἴρηκε. καὶ πῶς οὗτοι τὰ μὴ ὄντα ἑαυτοῖς ἐπισωρεύουσιν; «ὁ» δὲ «ἀποστείλας με πατὴρ μείζων μου ἐστί.» τί τούτου κυριώτερον; καὶ τί τούτου ἀναγκαιότερον; καὶ τί τούτου γνησιώτερον; καὶ τί τούτου πρεπωδέστερον; τίνι γὰρ πρέπει δοξάζειν πατέρα, ἀλλὰ υἱῷ ἀληθινῷ, τῷ ἐξ αὐτοῦ γεγεννημένῳ; ὁ πατὴρ γὰρ δοξάζει τὸν υἱὸν καὶ ὁ υἱὸς δοξάζει τὸν πατέρα, καὶ τούτου ἕνεκα εἰς ἡμῶν ὑπογραμμὸν καὶ 〈ἕνεκεν〉 τῆς πρὸς τὸν πατέρα δόξης ὑπ᾽ αὐτοῦ ἀναφερομένης εἰς μίαν ἑνότητα καὶ εἰς μίαν δόξαν, δοξάζει ὁ υἱὸς τὸν πατέρα, ἵνα ἡμᾶς διδάξῃ τὴν αὐτοῦ τιμὴν τοῦ πατρὸς εἶναι, καθὼς εἴρηκεν ὅτι «ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ ἐπ᾽ αὐτὸν μένει». «μείζων» δὲ κατὰ ποῖον τρόπον οὗτοι λογίζονται; κατὰ ὄγκον; ἀλλὰ κατὰ χρόνον; ἀλλὰ κατὰ ὕψωμα; ἀλλὰ κατὰ ἡλικίαν; ἀλλὰ κατὰ ἀξίαν; τί τούτων ἐστὶν ἐν θεῷ, ἵνα τοῦτο διανοηθῶσιν;
οὔτε γὰρ χρόνῳ ὑποπίπτει τὸ θεῖον, ἵνα ὑποδεέστερος νοηθῇ 〈ὁ〉 ἀχρόνως ἐκ πατρὸς γεγεννημένος· οὔτε προκοπῆς ἔχεται τὸ θεῖον, ἵνα ὁ μὲν υἱὸς προκόψας μὴ φθάσῃ τὴν τοῦ πατρὸς μεγαλειότητα. εἰ γὰρ κατὰ προκοπὴν ὁ υἱὸς τοῦ θεοῦ υἱὸς θεοῦ καλεῖται, ἄρα πολλοὶ ἦσαν ἴσοι αὐτῷ, καὶ τούτου ἕνεκεν αὐτὸς προέκοψε μείζων μὲν τῷ ἀξιώματι κληθείς, ἐλάττων δὲ τοῦ πρὸ αὐτοῦ ἐν ἀξιώματι ὄντος. ἀλλὰ φησὶν ἡ γραφή «τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;» ὡς τῶν πάντων καταχρηστικῶς λεγομένων, τούτου δὲ μόνου ὄντος υἱοῦ κατὰ φύσιν, καὶ οὐ κατὰ χάριν, ἐπειδήπερ «ἐφεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ οὐδεὶς αὐτῷ ἐξισωθήσεται». ἀλλὰ τί φασιν; ἐν ὑψώματι ὑπερέχει ὁ πατὴρ τοῦ υἱοῦ. ἐν ποίῳ τοίνυν μέρει τάττεται τὸ θεῖον; ἢ τοπικῶς περιορίζεται; ἵνα τῇ περιγραφῇ τὸ μεῖζον σημαν〈θ〉ῇ. * «πνεῦμα γὰρ ὁ θεός». καὶ ἐκ πανταχόθεν διαπίπτει ἡ αὐτῶν ἐπινενοημένη ξενολογία. καὶ τοῦτο δὲ παρελθόντες ἐπὶ τὰς ἑξῆς αὐτῶν λέξεις ἴωμεν, ὦ ἀγαπητοί. 54. Φασὶ γὰρ ὅτι οὐκ ἔστιν ὁ ἀποστέλλων ὅμοιος τῷ ἀποστελλομένῳ, ἀλλὰ ἄλλος ἐστὶν ὁ ἀποστέλλων τῇ δυνάμει καὶ ἄλλος ἐστὶν ὁ ἀποστελλόμενος, ὅτι ὁ μὲν πέμπει, ὁ δὲ πέμπεται. καὶ εἰ κατ᾽ αὐτοὺς ἦν ἡ τῆς ἀληθείας διάνοια, οὐκέτι ἐπὶ μίαν ἑνότητα ἀληθείας καὶ δυνάμεως καὶ θεότητος ἀνεφέρετο ἡ πᾶσα τῆς γνώσεως ὑπόθεσις.
δύο γὰρ ἀπαντώντων ἢ δύο πεμπόντων οὐκέτι υἱὸς ὁ υἱὸς ἦν, ἀλλ᾽ ἀδελφός, συναδέλφου συνόντος, οὐκέτι πατρός· ἀλλὰ ἢ κατὰ συναλοιφὴν ἢ κατὰ υἱοθεσίαν, ἢ αὐτὸς ἑαυτὸν ἦν ἀποστέλλων, ἢ οἱ δύο ἅμα ἀποστέλλοντες ἢ παραγινόμενοι, δύο θεότητας ἐσήμαναν καὶ οὐχὶ μίαν ἑνότητα. ἐνταῦθα οὖν ὁ ἀποστείλας καὶ ὁ ἀποστελλόμενος, ἵνα δείξῃ τῶν πάντων ἀγαθῶν μίαν εἶναι τὴν πηγήν, τουτέστι τὸν πατέρα, καθεξῆς δὲ τῆς πηγῆς οὐχ ἑτερωνύμως, ἀλλὰ κατὰ 〈τὸ〉 τοῦ υἱοῦ ὄνομα καὶ τοῦ λόγου ὢν μία πηγὴ ἐκ πηγῆς, ὁ υἱὸς προελθὼν, ἀεὶ ὢν παρὰ τῷ πατρί, γεγεννημένος * «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς»· καὶ ἵνα δείξῃ καὶ περὶ τοῦ ἁγίου πνεύματος, 〈ἐπιφέρει〉 «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς», ἵνα δείξῃ φῶς τὸν πατέρα καὶ φῶς τοῦ πατρὸς εἶναι τὸν υἱὸν καὶ φῶς τὸ πνεῦμα τὸ ἅγιον, καὶ πηγὴν ἐκ πηγῆς, ἐκ τοῦ πατρὸς καὶ τοῦ μονογενοῦς, τὸ πνεῦμα τὸ ἅγιον· «ποταμοὶ γὰρ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον»· «ἔλεγε δὲ τοῦτο περὶ τοῦ ἁγίου πνεύματος», φησὶ τὸ εὐαγγέλιον. καὶ πάλιν φησί, δεικνύων τοῖς αὐτοῦ μαθηταῖς περὶ τῆς πρὸς τὸν πατέρα αὐτοῦ ὁμοουσιότητος, λέγων· «ἐάν τις ἀνοίξῃ μοι, εἰσελθὼν ἐγὼ καὶ ὁ πατήρ μου μονὴν παρ᾽ αὐτῷ ποιήσομεν».
καὶ οὐκέτι εἶπεν ἀποσταλήσομαι ὑπὸ τοῦ πατρός μου· ἀλλ᾽ «ἐγὼ καὶ ὁ πατὴρ 〈μονὴν ποιήσομεν〉 παρ᾽ αὐτῷ», ὡς κρούοντος τοῦ υἱοῦ καὶ τοῦ πατρὸς σὺν αὐτῷ εἰσερχομένου, ὡς ἀεὶ εἶναι καὶ μηδέποτε διαλιπεῖν πατέρα ἀπὸ υἱοῦ καὶ υἱὸν ἀπὸ τοῦ ἰδίου πατρός. διὸ καὶ ἐν ἑτέρῳ τόπῳ λέγει «ἐγώ εἰμι ἡ ὁδὸς καὶ δι᾽ ἐμοῦ εἰσελεύσονται πρὸς τὸν πατέρα». καὶ ἵνα μή τινες ἥσσονα 〈αὐτὸν〉 πρὸς τὸν πατέρα νομίσωσι διὰ τὸ δι᾽ αὐτοῦ πρὸς τὸν πατέρα εἰσιέναι, φησίν, «οὐδεὶς ἐλεύσεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν». ὁ πατὴρ οὖν φέρει πρὸς τὸν υἱὸν καὶ ὁ υἱὸς φέρει πρὸς τὸν πατέρα, εἰσφέρει δὲ ἐν πνεύματι ἁγίῳ. ἀεὶ γὰρ πάντοτε ἡ τριὰς ἐν μιᾷ ἑνότητι θεότητος, τρία τέλεια, μία θεότης. καὶ διέπεσεν ὁ τούτων λόγος. 55. Πάλιν δὲ φάσκουσι, τίνι τοίνυν τῷ λόγῳ εἴρηκεν ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ὅτι «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν;» εἰ τοίνυν θεὸν αὐτοῦ ὁμολογεῖ, πῶς ἔτι ἔσται ἴσος αὐτῷ ἢ ὑπ᾽ αὐτοῦ γνησίως γεγεννημένος; ἵνα δείξωσιν ἐν πᾶσιν ἀγνωσίαν θεοῦ αὐτοὺς ἔχειν καὶ ἐν μηδενὶ εἶναι «φωτισμῷ τοῦ εὐαγγελίου κατηυγασμένους». ψηλαφήσας γάρ τις καὶ ἀνερευνήσας ἀπὸ τοῦ αἰῶνος καὶ κατὰ γενεὰν εἴσεται τῆς ἀληθείας τῆς τοῦ σωτῆρος ἡμῶν τελείας γνώσεως καὶ πρὸς τὸν πατέρα ἰσότητος τὴν δύναμιν.
κνίζονται δὲ οὗτοι Ἰουδαϊκῷ φρονήματι περιβεβλημένοι καὶ ἀγανακτοῦσι τῷ υἱῷ τοῦ θεοῦ, καθάπερ ἐκεῖνοι ἔλεγον· ὅτι «δι᾽ οὐδὲν πονηρόν σε λιθάζομεν, ἀλλ᾽ ὅτι ἄνθρωπος ὢν υἱὸν θεοῦ σεαυτὸν ὀνομάζεις, ἴσον τῷ θεῷ ποιῶν σεαυτόν.» οὕτω καὶ οὗτοι τῷ αὐτῷ πάθει τῶν Φαρισαίων καὶ Ἰουδαίων περιπεσόντες ἀγανακτοῦσι, μὴ θέλοντες λέγειν τὸν υἱὸν ἴσον τῷ γεγεννηκότι. ὅρα γάρ μοι τὴν τῶν γραφῶν ἀκρίβειαν, ὅτι οὐδαμοῦ εἴρηκεν ἡ θεία γραφὴ τὸν λόγον τοῦτον πρὸ τῆς ἐνσάρκου παρουσίας, ἀλλ᾽ ὁ πατὴρ τῷ υἱῷ «ποιήσωμεν ἄνθρωπον» λέγει, συνδημιουργὸν καλῶν τὸν υἱὸν καὶ γνήσιον δεικνὺς κατ᾽ ἰσότητα. καὶ οὐδαμοῦ εἴρηκεν ὁ υἱὸς «θεόν μου καὶ θεὸν ὑμῶν» * «καὶ ἤκουσεν Ἀδὰμ τῆς φωνῆς τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ», καὶ «〈ἐλάλησεν ὁ θεὸς τῷ Νῶε·〉 ποίησον σεαυτῷ κιβωτὸν ἐκ ξύλων ἀσήπτων», καὶ «ἔβρεξε κύριος παρὰ κυρίου», καὶ «εἶπε κύριος πρὸς Μωυσῆν· ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», καὶ Δαυὶδ λέγει «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου»· καὶ οὐδαμοῦ εἶπεν ὁ κύριος «θεόν μου καὶ θεὸν ὑμῶν».
ὅτε δὲ ἔλαβε τὸ ἡμέτερον σῶμα «καὶ ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» καὶ ἐν ἡμῖν κατελογίσθη, τότε πρὸς τοὺς αὐτοῦ μαθητάς, πρὸς οὓς ὤφειλε κατὰ πάντα ὁμοιωθῆναι χωρὶς ἁμαρτίας, θεόν μου ἔλεγε καὶ θεὸν ὑμῶν, καὶ πατέρα μου καὶ πατέρα ὑμῶν· πατέρα μου μὲν κατὰ φύσιν ἐν τῇ θεότητι καὶ πατέρα ὑμῶν διὰ χάριν δι᾽ ἐμὲ ἐν τῇ υἱοθεσίᾳ, θεόν μου δέ, ὅτι τὸ ὑμέτερον σαρκίον εἴληφα, καὶ θεὸν ὑμῶν κατὰ φύσιν καὶ ἀλήθειαν. καὶ οὕτω πάντα ἐστὶ σαφῆ καὶ διαυγῆ καὶ οὐδὲν ἐναντίον οὐδὲ θανάτου παραπλοκῆς ἔχον εἶδος ἐν τῇ θείᾳ γραφῇ, ὡς οὗτοι προφασίζονται, πονηρὰ ἑαυτοῖς ἐπινοοῦντες. νομίζω δὲ πάλιν καὶ πρὸς τοῦτο ἱκανῶς ἔχειν τὴν φράσιν, ἐπὶ δὲ τὰ ἄλλα λοιπὸν ἐπελεύσομαι. 56. Τὸ ἅγιον γὰρ πνεῦμα κτίσμα πάλιν κτίσματός φασιν εἶναι διὰ τὸ «διὰ τοῦ υἱοῦ τὰ πάντα γεγενῆσθαι», ὡς εἶπεν ἡ γραφή, ἀσυνέτως τινὰς διαρπάζοντες, οὐ καθὼς εἴρηται τὸ ῥητὸν ἔχοντες, ἀλλὰ κακῶς ὑπονοοῦντες καὶ ἀπὸ ῥητοῦ τὸ καλῶς εἰρημένον κατὰ τὴν κακὴν αὐτῶν ὑπόνοιαν παρερμηνεύοντες. οὐ γὰρ τὸ θεῖον εὐαγγέλιον περὶ τοῦ πνεύματος ἔφη, ἀλλὰ περὶ πάντων τῶν κεκτισμένων, ὅτι εἴ τι κτιστόν, διὰ τοῦ λόγου γεγένηται καὶ ὑπὸ τοῦ λόγου.
τὸ γὰρ «πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· παρεκτεινομένης τῆς ἀναγνώσεως ἔχει «ὃ γέγονεν», ἵνα οὕτω γνωσθῇ ὅτι πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. εἶτα πάλιν «ἐν αὐτῷ ζωὴ ἦν»· ἔδει γὰρ καὶ ἐν τούτῳ πληρωθῆναι τὴν τοῦ ἁγίου Ἰωάννου ἀκολουθίαν, ἐν τῷ ὄντι τὰ 〈μὴ〉 ὄντα † πεπληρωμένος ἀεὶ ὁμολογοῦντος. «ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος». ἐπειδὴ ἦν καὶ ἦν καὶ ἦν, καὶ τὸ «ἐν αὐτῷ ζωὴ ἦν» καὶ 〈τὸ〉 «ἦν τὸ φῶς τὸ ἀληθινὸν» καὶ τὸ «ἐν τῷ κόσμῳ ἦν» καὶ ὅσα *, διὰ τούτου «ἦν» ἐκ πνεύματος ἁγίου σαφηνίζει ὁ μακάριος Ἰωάννης τὸ «πάντα δι᾽ αὐτοῦ ἐγένετο τὰ γενόμενα»· ἀνωτέρω δὲ τῶν γενομένων αὐτὸς ὁ τὰ πάντα ποιήσας. λέγει δὲ ἡ γραφὴ δι᾽ αὐτοῦ πάντα γεγονέναι, οὐκ ὠνόμασε δὲ ποῖα ἔστι τὰ γεγονότα. ὑπόνοια γὰρ οὐδαμοῦ ἦν πονηρίας, ἵνα μή τινες ὑπονοήσωσι τὰ μὴ ὄντα καὶ βλασφημήσωσι τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον ἅγιον θεοῦ πνεῦμα. δι᾽ αὐτοὺς γάρ φησι ὁ κύριος ὅτι «ἐάν τις εἴπῃ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ἐὰν δέ τι εἴποι εἰς τὸ ἅγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ὧδε οὐδὲ ἐν τῷ μέλλοντι αἰῶνι». ἠλίθιον γάρ ἐστι τὸ πᾶν τοῦ αὐτῶν λόγου.
κατὰ δὲ τὴν βλάσφημον αὐτῶν ὑπόνοιαν ἀντιλέξειέν τις αὐτοῖς καὶ εἴποι· ὦ γενναῖοι σοφισταὶ καὶ τῶν λόγων διαστροφεῖς, οἱ βουλόμενοι σὺν τοῖς γεγονόσιν ἀριθμεῖν τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, διὰ τὸ ῥητὸν τὸ «δι᾽ αὐτοῦ τὰ πάντα ἐγένετο», ἀπὸ τοῦ εἰπεῖν ὅτι «πάντα», μηδαμοῦ ὄντος σὺν πᾶσιν ἀριθμουμένου τοῦ ἁγίου πνεύματος. ἄρα γοῦν καὶ διανοηθῆναι ὀφείλετε, ἢ καὶ ἄλλος τις χείρων ὑμῶν ἕτερος, καὶ τὸν πατέρα διὰ τοῦ υἱοῦ γεγονέναι κατὰ τὴν βλάσφημον ὑμῶν ὑπόνοιαν. ὁμοῦ γὰρ συμπεριληπτικός ἐστιν ὁ λόγος φάσκων τὰ πάντα δι᾽ αὐτοῦ γεγονέναι. εἰ δὲ βλάσφημον περὶ τοῦ πατρὸς λογίζεσθαι τὸ τοιοῦτον καὶ μωρόν, τὸ ὅμοιον καὶ ἐπὶ τοῖς διανοουμένοις περὶ τοῦ ἁγίου πνεύματος τοῦ σὺν πατρὶ ἀριθμουμένου καὶ υἱῷ. εἰ γὰρ ἦν τῶν γεγονότων, οὐκ ἂν τῷ ἀκτίστῳ πατρὶ καὶ υἱῷ ἀκτίστῳ συνηριθμεῖτο, ἀλλ᾽ ὅτι ἄκτιστόν ἐστιν συναριθμεῖται· εἶπε γὰρ «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». πῶς δὲ κτιστὸν εἴη τὸ πνεῦμα τὸ μαρτυρούμενον ὅτι «ἐκ τοῦ πατρὸς ἐκπορεύεται» καὶ «ἐκ τοῦ ἐμοῦ λαμβάνει», δι᾽ οὗ καὶ ἡ τελεία τῶν ἀνθρώπων σωτηρία καὶ ἔνσαρκος οἰκονομία εἰς πᾶσαν δικαίωσιν ἐπληρώθη. «ἔχρισε γὰρ αὐτὸν πνεύματι ἁγίῳ» φησὶν ἡ γραφὴ περὶ τοῦ κυρίου.
οὐκ ἂν δὲ τὴν ἔνσαρκον οἰκονομίαν σὺν τῷ θεῷ λόγῳ ἡνωμένην εἰς μίαν θεότητα ἔχρισεν ὁ πατὴρ κτίσματι, ἀλλ᾽ ἐπειδὴ μία ἐστὶν ἡ τριάς, τρία τέλεια, μία θεότης, ἔδει ἐν τῷ υἱῷ οἰκονομικῶς τοῦτο γενέσθαι, ἵνα παντάπασι δοξαζομένη ἐν ἅπασι 〈μία〉 νοηθῇ ἡ τρίας, καθάπερ κατὰ πασῶν τῶν αἱρέσεων περὶ πνεύματος διηγούμενοι οὐ μίαν, οὐ δύο μαρτυρίας εἰσενέγκαμεν, ὅτι θεοῦ ἐστι πνεῦμα σὺν πατρὶ καὶ υἱῷ δοξαζόμενον, ἄκτιστον καὶ ἄτρεπτον καὶ τέλειον ὄν. ἐξέπεσε δὲ καὶ ὁ περὶ τούτου τῶν φιλονεικούντων λόγος ὁ καθ᾽ ἑαυτῶν 〈ἐπινενοημένος〉. 57. Πάλιν δὲ εἰς τὰς ἄλλας αὐτῶν λέξεις ἑαυτοὺς ἐπιδῶμεν. φασὶ γὰρ πάλιν, τὸ ῥητὸν οὐκ εὐλόγως κατέχοντες, ὅτι αὐτὸς ἔφη ὁ σωτὴρ «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθός, ὁ θεός,» καὶ ἀφώρισεν ἑαυτὸν ἐντεῦθεν ἀπὸ τῆς τοῦ πατρὸς οὐσίας τε καὶ ὑποστάσεως. τὸ δὲ πᾶν ἐστι γελοιῶδες. εἰ γὰρ ὁ τοσαῦτα ἡμῖν ἀγαθὰ πεποιηκὼς οὐκ ἀγαθὸς παρ᾽ αὐτοῖς κρίνεται, καὶ τίς ἔτι 〈ἀγαθός;
τί δὲ〉 τούτου μοχθηρότερον εἴη, ὅτι ὁ δεδωκὼς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, ὁ τῇ ἑκουσίᾳ γνώμῃ ἐλθὼν εἰς τὸ παθεῖν, [ὁ] ἀπαθὴς θεὸς ὤν, ὅτι ὁ τὴν δωρεὰν ἡμῖν ποιησάμενος τῶν ἁμαρτημάτων, ὅτι ὁ τὰς ἰάσεις ἐπιτελέσας ἐν παντὶ Ἰσραήλ, ὁ ἐκ τῆς αὐτοῦ ἀγαθότητος τοσοῦτον γένος τῶν ἀνθρώπων πατρὶ συναγαγὼν ἐν ἀγαθότητι, ὁ τῆς ἀγαθότητος πρύτανις καὶ τῆς εἰρήνης δεσπόζων, ὁ ἄνω ἐκ πατρὸς ἀγαθὸς λόγος ἐκ τοῦ ἀγαθοῦ πατρὸς γεγεννημένος, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὁ ἐνεργήσας ἀνθρώποις καὶ πᾶσι τοῖς ὑπ᾽ αὐτοῦ γεγενημένοις πᾶσαν ἀγαθότητα, οὐκ ἀγαθὸς παρ᾽ αὐτοῖς κρίνεται. καὶ οὐκ ἴσασιν οἱ λήθην ἑαυτοῖς περιποιούμενοι, ὅτι πρὸς τὸν ἐρωτήσαντα ἀνθυπήνεγκε τὸν λόγον, ὅπως καθέλῃ τῆς ἐν αὐτῷ ἐπάρσεως τὸ φρύαγμα. αὐχῶν γὰρ ἦν ἀπὸ γραμματέων ὁρμώμενος, ὡς τὰ δικαιώματα τοῦ νόμου ἀκριβῶς φυλάξας, δικαιοσύνην τε καὶ ἀγαθότητα περὶ ἑαυτοῦ σεμνυνόμενος [καὶ] ἔλεγε «διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» καὶ ἐπειδὴ εἶχε περὶ ἑαυτοῦ ὡς περὶ * τηλικαύτης δικαιοσύνης, ὁ κύριος βουλόμενος θεῷ ἀναφέρειν τὴν πᾶσαν ἀγαθότητα, ὅτι οὐδεὶς ἀγαθὸς πλὴν αὐτοῦ, ἵνα μηδεὶς σάρκα φορῶν τῦφόν τινα ἑαυτῷ ἐπισπάσηται, τούτου ἕνεκεν ἔλεγε «τί με λέγεις ἀγαθόν;
οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», ἵνα ὁ τοιοῦτος καὶ τοσοῦτος τὸν τοιοῦτον λόγον εἰπὼν καθέλῃ τὴν ἐν τῷ εἰπόντι φυσίωσιν, περὶ δικαιοσύνης τὴν οἴησιν κεκτημένῳ, καὶ ἵνα ἐλέγξῃ αὐτοῦ τὴν καρδίαν, ἀγαθὸν μὲν διδάσκαλον χείλεσιν αὐτὸν λέγοντα, μὴ ἐμμένοντα δὲ ἐν τῇ ἀγαθῇ αὐτοῦ διδασκαλίᾳ. καὶ ὅτι μὲν ἀγαθὸς τυγχάνει, αὐτὸς διδάσκει λέγων «πολλὰ καλὰ ἐποίησα ἐν ὑμῖν, περὶ ποίου οὖν αὐτῶν ἔργου λιθάζετέ με;» τίνι γὰρ τοῦτο οὐκ ἔστι σαφὲς καὶ φανερώτατον, μάλιστα πολλῶν ἀγαθῶν τῶν αὐτοῦ κτισμάτων ὄντων καὶ καλουμένων, ὥς φησιν ἡ θεία γραφή. ἰδοὺ γὰρ περὶ πολλῶν ἀγαθῶν διηγεῖται τὸ θεῖον γράμμα· «ἦν ἀγαθός» φησὶ «Σαούλ, υἱὸς Κίς, ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος δὲ παντὸς τοῦ λαοῦ, ὑπὲρ ὠμίαν καὶ ἐπάνω», καὶ ἦν «ἀγαθὸς Σαμουὴλ μετὰ τοῦ θεοῦ καὶ ἀνθρώπων», καὶ «ἀγαθὴ ἐσχάτη λόγου ὑπὲρ τὴν ἀρχήν», καὶ «ἄνοιξόν σου τὸν θησαυρὸν τὸν ἀγαθόν, τὸν οὐράνιον». τούτων δὲ κτισμάτων ὄντων καὶ ἀγαθῶν δηλουμένων, δι᾽ αὐτοῦ τε καὶ ὑπ᾽ αὐτοῦ γεγονότων, πῶς οὐκ ἀναμφιβόλως ἔστιν ἀγαθὸν εἶναι ὁμολογεῖν τὸν τούτων γενεσιάρχην; ἀλλ᾽ ἵνα 〈μὴ〉 μηκύνω τὸν περὶ τούτου λόγον (πάντη γὰρ διὰ πλάτους περὶ τούτου εἰρήκαμεν), αὖθις πάλιν εἰς τὰ ἑξῆς παρελεύσομαι, τὴν ἐπίλυσιν ἑκάστης λέξεως ποιούμενος. 58.
Ἐπιφέρουσι δὲ πάλιν τινὰ ῥητὰ οἱ πάντολμοι, ἐλαττωμάτων ὑπονοίας ὑποσπείροντες εἰς τὸν αὐτοὺς ἀγοράσαντα, εἴπερ ἠγοράσθησαν. ἐν γὰρ τῷ προσελθεῖν τὴν μητέρα τῶν υἱῶν Ζεβεδαίου καὶ παρακαλέσαι τὸν ἕνα καθίσαι υἱὸν ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, ὅταν ἔλθῃ ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἔφη πρὸς αὐτούς· «οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν; οἱ δὲ εἶπον; ναί, δυνάμεθα. εἶπε δὲ αὐτοῖς· τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου». ὁρᾷς, φησί, πῶς οὐκ ἔχει ἐξουσίαν πάρεξ τοῦ πατρός, τοῦ ἔχοντος τὴν ἐξουσίαν παρέχειν ᾧ βούλεται; καὶ τίς οὕτως τῶν εὖ φρονούντων νοήσειεν; εἰ γὰρ ὁ υἱὸς οὐκ ἔχει ἐξουσίαν, καὶ τίς ἔχει ἐξουσίαν; «ὁ γὰρ πατήρ» φησί «ζωογονεῖ τοὺς νεκρούς, καὶ οὕτως ἔδωκε καὶ τῷ υἱῷ, ἵνα ὃν θέλει ζωογονῇ», καὶ «τὰ τοῦ πατρὸς ἐμά ἐστι», καὶ «πάντα 〈μοι〉 παρεδόθη ὑπὸ τοῦ πατρός μου». τίς οὖν ἔτι ἀμφιβάλλοι; τοῦτο δὲ βούλεται παριστᾶν ὁ θεῖος αὐτοῦ καὶ σοφὸς λόγος, ὅτι οὐ κατὰ προσωποληψίαν γίνεται πρᾶγμα, ἀλλὰ κατὰ ἀξίαν. κυρίου μὲν γάρ ἐστι τὸ παρέχειν, παρέχει δὲ ἑκάστῳ κατ᾽ ἀξίαν. ἕκαστος δὲ ἐργασάμενος τὸ δίκαιον λαμβάνει κατὰ τὸν ἴδιον κόπον 〈παρὰ τοῦ κυρίου〉 καὶ οὐκέτι αὐτῷ μόνῳ ἐστὶ τὸ δοῦναι, ἀλλὰ τῷ ἑαυτὸν ἄξιον πεποιηκότι.
τολμῶ γὰρ λέγειν ὅτι οὔτε αὐτοῦ ἐστι, καίπερ δυναμένου δοῦναι, μὴ βουλομένου δέ, οὔτε τοῦ ἁγίου πνεύματος, καίπερ δυναμένου τοῦ ἁγίου πνεύματος δοῦναι κατὰ τὸ εἰρημένον ὅτι «ᾧ μὲν δίδοται σοφία διὰ τοῦ πνεύματος, τῷ δὲ γένη γλωσσῶν ἐν τῷ αὐτῷ πνεύματι, τῷ δὲ ἑρμηνεία γλωσσῶν, τῷ δὲ δύναμις, τῷ δὲ διδασκαλία, ἓν δέ ἐστι τὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται». καὶ οὐκ εἶπε καθὼς προστάσσεται, ἀλλὰ καθὼς βούλεται. καὶ «ὁ υἱὸς ὃν θέλει ζωογονεῖ» καὶ ὁ πατὴρ «καλεῖ ὃν θέλει πρὸς τὸν υἱόν». καὶ πάλιν οὔτε ὁ πατὴρ καὶ ὁ υἱὸς οὔτε ἅγιον πνεῦμα κατὰ προσωποληψίαν καλεῖ ἢ δίδωσιν ἢ παρέχει ἢ ἀξίαν δίδωσιν, ἀλλὰ καθὼς ἑαυτὸν ἄξιον ἕκαστος εὐτρεπίζει· τουτέστιν οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ ἐὰν κάμητε, ἔσται ὑμῖν ἡτοιμασμένον παρὰ τοῦ πατρός μου. τὸ δὲ τέλειον * ὅτι «ἐγώ εἰμι ἡ ζωή». καὶ ἔτι ὑπερβήσομαι εἰς τὰ ἕτερα. 59. Φασὶ δέ· «πῶς λέγετε αὐτὸν ἐκ τῆς τελείας τοῦ θεοῦ θεότητος; ἰδοὺ γὰρ λέγει περὶ αὐτοῦ ὁ ἀπόστολος ὅτι ‘ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν’. ὁ δὲ ἐπιδεηθεὶς βοηθείας τοῦ θεοῦ τοῦ ἐγεῖραι αὐτὸν ἐκ νεκρῶν, ἄρα ἕτερός ἐστιν ὁ ἐγείρων τῇ δυνάμει, ἕτερος δὲ ὑποβεβηκὼς ὁ ἐγειρόμενος διὰ τῆς τοῦ δυνατοῦ δυνάμεως». καὶ ἕως πότε κατατρίβομαι περὶ τὰ ληρώδη νοήματα τῶν κακῶς παρατριψάντων ἑαυτῶν τὸ μέτωπον; τίς οὖν ἤγειρε τὸν Λάζαρον; τίς ἤγειρε τὸν υἱὸν τῆς χήρας τῆς ἐν Ναΐν;
τίς εἶπε τῇ θυγατρὶ τοῦ ἀρχισυναγώγου «κοῦμι ταλιθά», τουτέστιν ἀνάστηθι ἡ παῖς; τίνος τὸ ὄνομα ἐπεκαλοῦντο οἱ ἀπόστολοι καὶ οἱ νεκροὶ ἠγείροντο; νομίζω δέ, ἐπειδὴ οἱ ἀπόστολοι Ἰουδαίοις προσδιελέγοντο, διὰ τὸ νομίζειν ἀποστασίαν κηρύσσειν τοὺς ἀποστόλους ἀπὸ τοῦ θεοῦ τοῦ νόμου καὶ διὰ τὸ † πρὸς τὸ γνωστὸν τοῦ ἁγίου πνεύματος, τοῦ γινώσκοντος ὅτι ἤμελλον αἱρέσεις ἀφηνιάζειν τὸν Χριστὸν ἀπὸ τοῦ πατρῴου θελήματος, τούτου ἕνεκα εἰς τὴν μίαν θεότητα τὰ πάντα ἀναφέροντες οἱ αὐτοὶ ἀπόστολοι *, ὅτι εὐδοκίᾳ [παρὰ] πατρὸς ἐγένοντο τὰ πάντα, βουλήσει τοῦ υἱοῦ σὺν εὐδοκίᾳ πνεύματος ἁγίου· μὴ ἄρα κατὰ ἐλάττωσιν ἢ κατὰ ἀσθένειαν ἢ ἀλλοτρίωσιν τῆς τοῦ θεοῦ λόγου παρὰ τὴν τοῦ πατρὸς οὐσίαν τοῦτο εἴρηται. καὶ οὐχ οὕτως. ὅρα γὰρ τὰ πρωτότυπα, πῶς διηγεῖται ὁ ἄγγελος φάσκων ταῖς περὶ Μαρίαν «τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» ὁρᾷς, ὁ ζῶν ἐν ἰδίᾳ θεότητι καὶ σαρκὶ ἀνέστη, οὐκ ἦν δὲ μετὰ τῶν νεκρῶν. καὶ τί φησιν αὐταῖς «ἀνέστη, οὐκ ἔστιν ὧδε;» καὶ οὐκ εἶπεν· ἤγειρεν αὐτὸν ὁ θεὸς, καὶ οὐκ ἔστιν ὧδε; ἀλλ᾽ ἵνα δείξῃ τὸ δυνατόν, ὅτι καὶ ζῶν ἀνέστη. καὶ αὐτὸς πάλιν ἔλεγε πρὸ τοῦ παθεῖν αὐτὸν τοῖς αὐτοῦ μαθηταῖς «ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ παραδοθήσεται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὸ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται». καὶ οὐκ εἶπεν, ἀναστήσει αὐτὸν 〈ὁ θεός〉.
σαφῶς δὲ περὶ τούτου τὸ ἐξουσιαστικὸν τῆς αὐτοῦ δυνάμεως προεδείκνυε λέγων «ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ λαβεῖν αὐτήν». ὁ δὲ ἐξουσίαν ἔχων, πῶς ἑαυτὸν ἐγείρειν οὐκ ἠδύνατο; ὁ ἀπόστολος δὲ γράφων, ἵνα δείξῃ μηδὲν ἄνευ θελήματος πατρὸς ἐν τῇ τῆς σωτηρίας οἰκονομίᾳ γεγενῆσθαι, ἔφη «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν». καὶ γὰρ καὶ ἐν ἄλλῳ τόπῳ λέγει αὐτὸς ὁ ἀπόστολος ὅτι «εἰ καὶ ἀπέθανεν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως». ἤθελον δὲ πυθέσθαι τὸν νοῦν τῶν τὰ ἀκριβῆ τῶν γραφῶν γινωσκόντων, ποίαν ἀσθένειαν εἶχεν ὁ μονογενής, δι᾽ οὗ ὁ οὐρανὸς ἥπλωται [ἢ παρ᾽ οὗ ὁ οὐρανὸς κέκτισται], δι᾽ οὗ ὁ ἥλιος ἐστιλβώθη, δι᾽ οὗ ἔλαμψαν τὰ ἄστρα, δι᾽ οὗ ἐξ οὐκ ὄντων τὰ πάντα γεγένηται. ἄρα τὴν ἀσθένειαν ποίαν λέγει; ἆρ᾽ οὐχ ἣν ἀνεδέξατο ἐλθὼν ὁ λόγος ἐν τῇ ἡμετέρᾳ σαρκί, ἐνδυσάμενος ταύτην, ἵνα τὴν ἡμῶν ἀσθένειαν βαστάσῃ; ὡς καὶ ᾄδει περὶ αὐτοῦ ὁ προφήτης λέγων «τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν». ἀπέθανεν οὖν διὰ τὴν ἡμῶν ἀσθένειαν ὁ ζωὴ ὢν καὶ ἀπαθὴς θεὸς ἐν τῇ ἐξ ἡμῶν ἀσθενεστέρᾳ σαρκί, ζῇ δὲ ἐκ δυνάμεως. «ζῶν γάρ ἐστιν ὁ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον». ἀπέθανεν οὖν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως τῆς αὐτοῦ θεότητος, ζῇ δὲ ἐν τῇ ἡμετέρᾳ σαρκί, ἐν ᾗ τὸ πάθος ἀνεδέξατο.
καὶ διὰ τὴν τοιαύτην οἰκονομίαν τὴν εὐδοκίαν πατρὸς σημαίνων ὁ ἀπόστολος ἔφη ὅτι «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν». 60. Ἐπιφέρουσι δὲ καὶ ἄλλο ῥητὸν ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, ὅπερ ἐστὶ θεσπέσιον καὶ ἐξαίρετον καὶ εἰς πάντα χρησιμώτατον. ποῖον δέ ἐστι τὸ ῥητόν; ἀλλ᾽ ἢ ὁπηνίκα γὰρ ἔμελλεν ὁ κύριος ἰδίᾳ βουλήσει ἐπὶ τὸ πάθος ἥκειν, παραλαβὼν τοὺς μαθητὰς ἐν τῷ ὄρει κατὰ τὴν ὥραν ἐκείνην, «διέστη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ ἀπελθὼν ηὔχετο καὶ ἔλεγε· πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ, ἵνα μὴ αὐτὸ πίω· πλὴν οὐχ ὃ ἐγὼ θέλω, ἀλλ᾽ ὃ σύ». καὶ πρῶτον μὲν πάλιν προφασίζονται οἱ αὐτοὶ λέγοντες ὅτι, ὁρᾷς πῶς ὑποκοριστικῶς λέγει καὶ βούλημα διηλλαγμένον ὑποφαίνει λέγων, οὐχ ὃ ἐγὼ θέλω, ἀλλ᾽ ὃ σύ; πῶς οὖν ἡ αὐτὴ οὐσία τυγχάνει, φασίν, ὁπότε ἐν αὐτῷ ἕτερόν ἐστι βούλημα, ἐν δὲ τῷ πατρὶ ἕτερον; καὶ ἀγνοοῦσι τὴν πᾶσαν δύναμιν. διὰ τοῦτο γὰρ καὶ ὁ ἀπόστολος ἔφη «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ». πῶς γὰρ ἴδιον βούλημα ἔφη παρὰ τὸ τοῦ πατρὸς βούλημα, ὁπότε αὐτὸς σημαίνει πρὸς τοὺς μαθητὰς ὅτι «τετάρακται ἡ ψυχή μου· καί, τί εἴπω; πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης»· ὡς προκατασκευαστικῶς τὸ ῥητὸν διηγούμενος καὶ ἐπαμφιβόλως τῇ λέξει κεχρημένος «ὅτι 〈τί〉 εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης». τοῦτο, φησίν, εἴπω; «ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην».
ἦλθε δὲ οὐκ ἄκων, ἀλλ᾽ ἑκών. ἀνωτέρω γὰρ λέγει ὅτι «ποτήριον ἔχω πιεῖν, καὶ τί σπεύδω ἕως οὗ πίω αὐτό; καὶ βάπτισμα ἔχω βαπτισθῆναι, καὶ τί θέλω εἰ ἤδη ἐβαπτίσθην»; εἰ τοίνυν θέλει καὶ σπεύδει καὶ λέγει εἰς τοῦτο ἥκειν, πῶς ἄλλο βούλημα τὸ αὐτοῦ ὑποφαίνει καὶ ἄλλο τὸ τοῦ πατρός; ἀλλ᾽ ἐπειδὴ ἤμελλε διὰ τοῦ Ἰσραὴλ παραδίδοσθαι, φιλάνθρωπος ὢν καὶ φειδόμενος τοῦ σπέρματος Ἀβραάμ, ἐποιεῖτο ὑπὲρ τοῦ λαοῦ λόγον. τὸ δὲ βούλημα ἦν τοῦ πατρός, τὸ τὴν οἰκονομίαν οὕτω πληρωθῆναι 〈διὰ〉 τῶν υἱῶν Ἰσραήλ, παραιτίων ἑαυτοῖς ὄντων τῆς τοῦ υἱοῦ προδοσίας καὶ οὐχ ὑπὸ θεοῦ ἀναγκαζομένων· καὶ οὐχ ἕτερον βούλημα ἦν τὸ τοῦ υἱοῦ παρὰ τὸν πατέρα. ἀλλ᾽ ἔδει αὐτὸν καὶ ἐν τούτῳ ταῦτα δεικνύειν, ἵνα τὸ πᾶν τῆς μονότητος ἐπὶ τὸν πατέρα ἀναγάγοι, πρὸς τὸ μὴ μερισθῆναί τι τῆς μιᾶς ἑνώσεως καὶ οἰκονομίας. 61. Καὶ καθεξῆς δὲ ἐπιφέρει λέγων, ἐν τῷ εὔχεσθαι αὐτόν, ὅτι γενόμενος ἐν ἀγωνίᾳ, 〈ὡς〉 ἐμφέρεται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ «ἵδρωσέ» φησι «καὶ ἐγένετο αὐτοῦ ὁ ἱδρὼς ὡσεὶ θρόμβοι αἵματος κατερχόμενοι ἐπὶ τῆς γῆς. καὶ ἐφάνη ἄγγελος κυρίου ἐνισχύων αὐτόν». προπηδήσαντες τοίνυν οἱ λεξίθηρες εὐθύς, ὡς πρόφασιν κατὰ ἐχθροῦ εὑράμενοι, ἐπιφέρουσι λέγοντες· ὁρᾷς ὅτι ἐπεδέετο καὶ ἰσχύος ἀγγέλων; ἐνίσχυσε γὰρ αὐτὸν ἄγγελος· ἐν ἀγωνίᾳ γὰρ αὐτὸς ἐγένετο.
καὶ οὐκ ἴσασιν ὅτι ἐὰν μὴ ἔχῃ πάντα ταῦτα καὶ τὸ «μὴ τὸ ἐμὸν βούλημα, ἀλλὰ τὸ σὸν» καὶ ἐὰν μὴ ἀγωνιάσῃ καὶ ἐὰν μὴ ἱδρὼς αὐτῷ γένηται ἐκ σώματος προχεόμενος, ἄρα δόκησις ἦν ἡ ἔνσαρκος Χριστοῦ παρουσία, καὶ εὐλόγως παρὰ Μανιχαίων καὶ Μαρκιωνιστῶν ἡ περὶ φαντασίας [δόκησις] τῆς ἐνσάρκου παρουσίας ὑπόθεσις ᾄδεται, 〈ὅτι δόκησις ἦν〉 καὶ οὐκ ἀληθεστάτη. ταῦτα δὲ πάντα 〈ἐποίει〉, ἐπασφαλιζόμενος ἡμῶν τὴν ζωήν, 〈ὅτι〉 τὰ 〈ἡμέτερα〉 ὅλα ἀνεδέξατο, οἰκονομικῶς ἀνθρωποπαθῆ τινα διηγήματα ἔχων, οὐκ εἰρωνείᾳ, ἀλλ᾽ ἀληθείᾳ, 〈ὡς〉 τὸ «οὐκ ἐμὸν θέλημα», ἵνα δείξῃ σαρκὸς ὑπόστασιν ἀληθινήν, καὶ ἵνα ἐλέγξῃ τοὺς λέγοντας νοῦν μὴ ἐσχηκέναι αὐτὸν ἀνθρώπινον καὶ ἐλέγξῃ τοὺς μὴ λέγοντας σάρκα αὐτὸν ἐσχηκέναι. πᾶς γὰρ θεῖος λόγος ἀνὰ μέσον τῶν υἱῶν τοῦ σκότους ἑστὼς ἐλέγχει μὲν τὸ σκότος, φωτίζει δὲ τοὺς υἱοὺς τῆς ἀληθείας. ὅρα γὰρ πόσα χρήσιμα ἐν τῷ λόγῳ τούτῳ. ἀπὸ ἀσωμάτων οὐ προέρχεται ἱδρώς. ἐν δὲ τῷ τοῦτο γενέσθαι ἔδειξεν ἀληθινὴν σάρκα καὶ οὐ δόκησιν. ἀπὸ σαρκὸς 〈δὲ〉 ἐν θεότητι συνηνωμένης χωρὶς ψυχῆς καὶ νοὸς οὐ γίνεται ἀγωνία. ἀγωνιάσαντος δὲ αὐτοῦ ἔδειξε ψυχὴν καὶ σῶμα καὶ νοῦν ἐπὶ τὸ αὐτὸ πεφορηκέναι, ὅθεν ἡ ἀγωνία φαίνεται. καὶ πάλιν ἐν τῷ εἰπεῖν «μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν» ἔδειξεν ἀληθῶς νοῦν ἀνθρώπινον, ἀλλ᾽ ἀναμάρτητον.
ἡ γὰρ θεότης αὐτοῦ πάντοτε ἐν πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ καὶ ὁ υἱὸς ἐν ἁγίῳ πνεύματι, τὰ πάντα τετελειωμένως ἔχων, καὶ οὐδὲν διαλλάττει φρόνημα υἱοῦ πρὸς πατέρα οὐδὲ πατρὸς πρὸς υἱὸν οὐδὲ τοῦ ἁγίου πνεύματος πρὸς πατέρα καὶ υἱόν. εἰ γὰρ ἃ μὴ θέλει πατὴρ βούλεται υἱός, ἄρα καὶ αὐτὸς ἔσται καθ᾽ ἡμᾶς ψιλὸς ἄνθρωπος θελήματι πατρὸς κατὰ ἐλάττωσιν 〈ὑποτασσόμενος〉. ἀλλ᾽ οὐχ οὕτως ἐστί, μὴ γένοιτο. τῷ δὲ ἀνθρωποπαθῆ διηγεῖσθαι τὸ ἀληθινὸν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας καὶ τὸ τέλειον τῆς αὐτοῦ ἐνανθρωπήσεως δείκνυσιν, ἵνα εἰς πάντα ἡμῶν σωτηρία γένηται, εἰς τὸ μὴ ἕτερα ἀνθ᾽ ἑτέρων νοεῖν καὶ ἐκπίπτειν τῆς ἀληθείας. 62. Περὶ δὲ τοῦ ὑπὸ ἀγγέλων αὐτὸν θεωρηθῆναι ἐνισχυόμενον, καὶ τί τούτου κυριώτερον; τί δὲ τούτου ἀναγκαιότερον; ἰδοὺ γὰρ εὑρήκαμεν πληρούμενον τὸ ῥητὸν τῆς μεγάλης ᾠδῆς τῆς παρὰ Μωυσῇ γεγραμμένης, ὅπου λέγει «προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου»· καὶ μετ᾽ οὐ πολλὰ εἰπὼν πάλιν φησί· «προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ»· οὐχ ἵνα δῶσιν αὐτῷ ἰσχὺν οἱ ἄγγελοι· οὐ γὰρ ἐπεδέετο τῆς τῶν ἀγγέλων ἐνισχύσεως· ἀλλ᾽ ἐνισχύσωσιν αὐτῷ, τουτέστιν ἀποδόντες αὐτῷ τὸ ἴδιον τῆς ἰσχύος αὐτοῦ ὁμολογήσωσιν.
καὶ γὰρ καὶ ἡμεῖς ἀσθενεῖς ὄντες πολλάκις θεὸν ηὐλογήσαμεν, πολλάκις θεὸν ἐνισχύσαμεν, οὐχ ὅτι θεὸς ἐπιδέεται τῆς ἡμῶν εὐλογίας, ἀλλ᾽ ὁμολογοῦντες αὐτοῦ τὸ τῆς εὐλογίας κράτος· καὶ διὰ λεπτολογίας ἐροῦμεν «σή ἐστιν ἡ δύναμις, σὸν τὸ κράτος, σή ἐστιν ἡ τιμή, σή ἐστιν ἡ δόξα, σή ἐστιν ἡ εὐλογία, σή ἐστιν ἡ ἰσχύς, σή ἐστιν ἡ δύναμις». μὴ ἡμεῖς ἰσχὺν παρέχομεν τῷ θεῷ, ἐὰν εἴπωμεν· σή ἐστιν ἡ ἰσχύς, σή ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ εὐλογία, μὴ ἡμεῖς δύναμιν αὐτῷ δεδώκαμεν, μὴ ἡμεῖς τὸν θεὸν ηὐλογήσαμεν· ἀλλ᾽ ἐνισχύσαντες καὶ ἐνδυναμώσαντες θεοῦ τὴν δύναμιν ὡμολογήσαμεν καὶ θεῷ τὴν ἰσχὺν ἀποδεδώκαμεν. οὕτω καὶ ὁ ἄγγελος κατ᾽ ἐκείνην τὴν ὥραν θαυμάσας καὶ ἐκπληττόμενος τὴν ὑπερβολὴν τῆς τοῦ ἰδίου δεσπότου φιλανθρωπίας, ὅτι θεὸς ὢν καὶ σὺν πατρὶ προσκυνούμενος ἐν οὐρανῷ, καὶ θεραπευόμενος ὑπὸ ἰδίων ἀγγέλων αὐτοῦ, εἰς τοσοῦτον * ὑπέμεινεν ἰδίᾳ βουλήσει ἑκουσίως ἐλθεῖν καὶ ἐνδύσασθαι σάρκα· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἄχρι τοῦ παθεῖν ὑπὲρ τοῦ ἰδίου πλάσματος, τῆς ἀνθρωπείας φύσεως * ὑπομένει καὶ ἄχρι σταυροῦ παραδοθῆναι, γευσάμενός τε «θανάτου, θανάτου δὲ σταυροῦ», ὅπως δι᾽ αὐτοῦ τρόπαιον μὲν κατὰ τοῦ θανάτου ἡ ἀνθρωπότης λάβοι, «καταργήσῃ δὲ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τουτέστι τὸν διάβολον» καὶ «θριαμβεύσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν».
διὸ καὶ θαυμάζων καὶ ἐκπληττόμενος ὁ ἄγγελος ἔλεγεν αὐτῷ, δοξολογῶν καὶ εὐφημῶν τὸν ἴδιον δεσπότην ἐπὶ τῷ τοιούτῳ σκάμματι καὶ παραδοξοποιίᾳ ἑστῶτα· ὅτι σή ἐστιν ἡ προσκύνησις, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ ἰσχύς, ἵνα πληρώσῃ τὸ παρὰ Μωυσῇ γεγραμμένον ὅτι «ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ». καὶ ὁρᾶτε, Χριστοῦ θεράποντες καὶ υἱοὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ὀρθοδόξου πίστεως, ὅτι οὐδὲν ἐν τῇ θείᾳ γραφῇ σκολιὸν οὐδὲ στραγγαλιῶδες, ἀλλὰ τὰ πάντα θαυμασίως εἰς τὴν ἡμετέραν σωτηρίαν γέγραπται καὶ τετελείωται. οἱ δὲ προειρημένοι, ἐν ἔχθρᾳ ὄντες πρὸς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ πρὸς τὸ ἅγιον πνεῦμα, πάντα ὡς ἐχθροὶ διανοοῦνταί τε καὶ σοφίζονται. ἡμῖν δὲ μὴ γένοιτο ἀνθρωπίνοις σοφίσμασι προσανέχειν, ἀλλ᾽ ἔχειν τὸν ἑαυτῶν νοῦν ἐρρωμένον, ὅπως τὸν μὲν ἡμῶν δεσπότην δοξάσωμεν, μηδὲν δέ τι ἠλαττωμένον ἐν αὐτῷ διανοηθῶμεν. εἰ γὰρ ὁ τὰ πάντα ἐλθὼν σῶσαι ἔχει ἐλαττώματός τι ἐν ἑαυτῷ, πῶς σωθήσεται ἡ κτίσις ἀπὸ τῶν ἰδίων ἐλαττωμάτων; 63.
Πάλιν δὲ ἐπιλαμβάνονται ὥσπερ ἀντίδικοι (καὶ γάρ εἰσιν Ἰουδαϊκῷ φρονήματι ἐγκείμενοι καὶ μηδὲν ἐκείνων διαλλάττοντες, πλὴν τοῦ ὀνόματος μόνον) οἱ πάλιν ἡμῖν ἐπιφύοντες νέοι Ἰουδαῖοι, ζητοῦντες κατὰ τοῦ σωτῆρος λέξεις τινάς, «ὅπως παγιδεύσωσιν αὐτὸν ἐν λόγῳ», καθὼς ἔφη τὸ ἅγιον εὐαγγέλιον, καί φασιν· ἔλεγεν ἐν τῷ σταυρῷ «ἠλί, ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ ὁρᾷς, φασίν, οἰκτρῶς αὐτὸν παρακαλοῦντα καὶ ἀποδυρόμενον καὶ λέγοντα· «ἵνα τί με ἐγκατέλιπες;» καὶ οὐκ ἴσασιν οἱ ἀπὸ τοῦ δηλητηρίου τούτου τῆς τοῦ Ἀρείου μανίας καρηβαροῦντες τῇ διανοίᾳ καὶ τῆς τοῦ θεοῦ γνώσεως λειπόμενοι, ὅτι δεῖ τὰ ἀνθρωποπαθῆ πάντα ἐν τῷ κυρίῳ ὁμολογεῖσθαι ἐν τῇ ἐνσάρκῳ αὐτοῦ ἀληθινῇ παρουσίᾳ. καὶ πρῶτον μὲν τὰ περὶ αὐτοῦ ὡς φρονοῦσιν ἀπὸ ἑτέρων εἰς ἕτερα μεταπηδῶντες ἐπιλανθάνονται, μίαν μὴ ἔχοντες κατάστασιν. πῶς γὰρ δύνανται οἱ τῇ διανοίᾳ μὴ σωφρονοῦντες; ποτὲ μὲν γὰρ λέγειν σωτῆρα βούλονται αὐτὸν καὶ κύριον καὶ Χριστὸν καὶ πρὸ πάντων αἰώνων 〈ὄντα〉 καὶ δεσπότην ἀγγέλων καὶ ἀρχαγγέλων, δι᾽ οὗ τὰ ὅλα γεγένηται, ἀρχαί τε καὶ ἐξουσίαι, ἄγγελοί τε καὶ ἀρχάγγελοι, οὐρανοὶ καὶ τὰ πάντα, γῆ τε καὶ πάντες ἄνθρωποι καὶ πάντα τὰ ἐπὶ γῆς, θάλασσά τε καὶ τὰ ἐν αὐτῇ.
καὶ ὦ πολλῆς ἠλιθιότητος τῶν τὰ τοιαῦτα περὶ αὐτοῦ δοξαζόντων καὶ ἐνταῦθα μὴ νοούντων ὅτι οὐ δύναται ὁ πρὸ τῶν αἰώνων 〈ὢν〉 κατὰ τὴν αὐτοῦ θεότητα, δι᾽ οὗ ὁ οὐρανὸς καὶ γῆ γεγένηται, ἄγγελοί τε καὶ ἀρχάγγελοι καὶ ἁπαξαπλῶς τὰ σύμπαντα, ὁρατά τε καὶ ἀόρατα, ταύτην τὴν φωνὴν ἐκ προσώπου τῆς αὐτοῦ θεότητος λέγειν «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» πότε γὰρ ἐγκατελείφθη υἱὸς ἀπὸ πατρός, πότε δὲ οὐχ ὁ υἱὸς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ; ἐπὶ γῆς μὲν γὰρ ὁ υἱὸς καὶ [ὁ] θεὸς λόγος βεβήκει, οὐρανοῦ δὲ ἥπτετο καὶ πάντες ἐχθροὶ ἐπληροῦντο τῆς αὐτοῦ δόξης. καὶ ἐν Μαρίᾳ ἐτύγχανε καὶ ἄνθρωπος ἐγένετο, ἀλλὰ τῇ δυνάμει αὐτοῦ ἐπλήρου τὰ σύμπαντα. πῶς οὖν ὁ τοιοῦτος καὶ τηλικοῦτος κατὰ τὴν αὐτοῦ θεότητα οἰκτρῶς ἔλεγεν «ἠλί, ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου, θεέ μου, ἵνα τί ἐγκατέλιπές με;»
καίτοι αὐτοῦ λέγοντος «πάλιν ἀπέρχομαι, καὶ οὐκ ἀφίω ὑμᾶς ὀρφανούς, ἀλλ᾽ ἔρχομαι πρὸς ὑμᾶς», καὶ πάλιν 〈ἐν〉 ἑτέρῳ τόπῳ λέγει «ἀμὴν λέγω ὑμῖν, πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ ἐν ἐμοὶ καὶ καταλείψετέ με πάντες μόνον, ἀλλ᾽ οὐκ εἰμὶ μόνος, ἀλλ᾽ ἔστι μετ᾽ ἐμοῦ ὁ γεννήσας με πατήρ» καὶ πάλιν «ἀπέρχομαι, καὶ ἀποστελῶ ὑμῖν τὸ πνεῦμα τὸ ἅγιον, τὸ παράκλητον, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον», καὶ πάλιν ἐν ἄλλῳ τόπῳ «ἐγὼ κρούω, καὶ ἐάν τίς μοι ἀνοίξῃ, εἰσελευσόμεθα πρὸς αὐτόν, ἐγὼ καὶ ὁ πατήρ μου, καὶ μονὴν ποιήσομεν παρ᾽ αὐτῷ», ὡς αὐτοῦ ἐκ τοῦ πατρὸς μὴ ἐγκαταλιμπανομένου, ἀλλ᾽ ὄντος καὶ τοῦ πατρὸς ἀεὶ σὺν τῷ υἱῷ, ὡς τοῦ ἁγίου πνεύματος σὺν πατρὶ καὶ υἱῷ. 64. Τί οὖν, φασίν, ἔστιν ὁ λόγος οὗτος ὃν εἶπεν, ὅτι «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» τίνι δὲ οὐ σαφὲς εἴη ὅτι ἀπὸ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως ἀνθρωποπαθῶς προβάλλεται τὸ ῥῆμα;
ἡ γὰρ αὐτοῦ ἐνανθρώπησις, οὐ κατ᾽ ἰδίαν τις οὖσα (οὐ γὰρ ἀπὸ κεχωρισμένης τῆς θεότητος καὶ χωρὶς οὔσης τῆς ἐνανθρωπήσεως ἔλεγεν ὡς ἄλλου καὶ ἄλλου 〈ὄντος〉, ἀλλὰ συνηνωμένης τῆς ἐνανθρωπήσεως τῇ θεότητι, μιᾶς οὔσης ἁγιαστείας καὶ ἤδη ἐν αὐτῇ τὰ τελειότατα ἐπισταμένης), οἷα δὴ ἐν θεῷ συνηνωμένη καὶ εἰς μίαν θεότητα συνημμένη, ὁρῶσα ἤδη τὴν θεότητα σὺν τῇ ψυχῇ κινουμένην ἐπὶ τὸ καταλεῖψαι τὸ ἅγιον σῶμα ἀπὸ προσώπου αὐτοῦ τοῦ κυριακοῦ ἀνθρώπου, τουτέστι τῆς αὐτοῦ ἐνανθρωπήσεως 〈προεβάλετο〉. ἤμελλε γὰρ ἡ θεότης τελειοῦν τὰ πάντα τὰ κατὰ τὸ μυστήριον τοῦ πάθους καὶ σὺν τῇ ψυχῇ κατελθεῖν ἐπὶ τὰ καταχθόνια ἐπὶ τὸ ἐργάσασθαι τὴν ἐκεῖ τῶν προκεκοιμημένων σωτηρίαν, φημὶ δὲ ἁγίων πατριαρχῶν. ὡς οὖν ἡ κίνησις οὕτως ἐγένετο, ἀπὸ προσώπου τῆς ἐνανθρωπήσεως ἡ φωνὴ ἔλεγεν αὐτῇ τῇ ἰδίᾳ θεότητι «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;»
ἀλλ᾽ ἔδει τοῦτο γενέσθαι, ἵνα πληρωθῶσι δι᾽ αὐτοῦ αἱ θεῖαι γραφαὶ διὰ τῶν ἰδίων αὐτοῦ προφητῶν περὶ αὐτοῦ προκεκηρυγμέναι· ἵνα πληρώσῃ καὶ τὰ κατὰ τοῦ Ἅιδου ἐν τῇ ἰδέᾳ τοῦ ἀνθρώπου πρὸς τὸν Ἅιδην, ἵνα ὁ ἄρχων, ὁ Ἅιδης καὶ ὁ θάνατος, χειρώσασθαι ἄνθρωπον θελήσας, κατὰ ἄγνοιαν ἀγνοῶν τὴν ἐν τῇ ψυχῇ 〈κεκρυμμένην καταλάβῃ ἁγίαν〉 θεότητα καὶ μᾶλλον 〈γένηται〉 αὐτὸν τὸν Ἅιδην χειρωθῆναι καὶ τὸν θάνατον καταλυθῆναι καὶ πληρωθῆναι τὸ εἰρημένον «οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». οὔτε γὰρ κατέλιπεν ὁ ἅγιος θεὸς λόγος τὴν ψυχὴν οὔτε ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ ἐν Ἅιδῃ. πάντα γὰρ οἰκονομεῖ τὰ τῆς τοιαύτης μεγάλης μυσταγωγίας ἡ τριὰς ἀπαραλείπτως, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τοῦ μὲν υἱοῦ ἐνσάρκου 〈γενομένου〉, τοῦ γὲ πατρὸς ἀσωμάτου ὑπάρχοντος, εὐδοκίᾳ δὲ ἰδίᾳ καὶ βουλήσει πνεύματος ἁγίου τοῦ ἀσωμάτου 〈τοῦ〉 υἱοῦ [δὲ] ἐνσωμάτου γενομένου, ἀλλὰ ἀτρέπτου. τὰ δὲ ὅλα ἀπὸ τῆς τριάδος ᾠκονομεῖτο σωτήρια τοῖς ἀνθρώποις. 66. Διὰ τοῦτο πάλιν ἐν ἑτέρῳ φησίν, ἐπειδὴ εἶπεν «ἵνα τί ἐγκατέλιπές με;» ὧδε λέγων «οὐ μή σε ἀνῶ, οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω».
ἔδει γὰρ γενέσθαι τὸ τριήμερον 〈τὸ〉 σῶμα ἐν τῷ μνήματι, ἵνα πληρωθῇ τὸ εἰρημένον «καὶ ἐγενόμην ἐν νεκροῖς ἐλεύθερος» καὶ 〈τὸ〉 «ἀπέρριψάν με τὸν ἀγαπητόν, ὡσεὶ νεκρὸν ἐβδελυγμένον», καὶ ἵνα πληρωθῇ 〈τὸ〉 «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν», ἵνα δείξῃ τὸ ὅσιον διὰ τοῦ σώματος καὶ 〈τὸ «οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην»〉, ἵνα δείξῃ μήτε ψυχὴν ἐγκαταλειφθεῖσαν ἐν Ἅιδῃ· ἐν αὐτῇ γὰρ διὰ τῆς κατακωχῆς ἐν τῷ Ἅιδῃ ἦν ὁ θεὸς λόγος, ἵνα πληρώσῃ τὸ εἰρημένον παρὰ τῶν ἀποστόλων «ἀδύνατον γὰρ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ Ἅιδου». καὶ τίνος ἕνεκα τὸ ἀδύνατον λέγει, ἀλλ᾽ ὅτι ἔσπευδε μὲν ὁ θάνατος καὶ ὁ Ἅιδης κατασχεῖν ψυχήν, ἀδύνατον δὲ ἦν τὴν ψυχὴν αὐτοῦ κατασχεθῆναι διὰ τὴν θεότητα; εἰ δὲ ἀδύνατον ἦν κατασχεθῆναι διὰ τὴν θεότητα, πῶς ἄρα ἐκ προσώπου τῆς αὐτοῦ θεότητος ἠδύνατο ῥηθῆναι τὸ «θεέ μου, θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» ἀλλ᾽ οὗτος ἐκ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως ἀνθρωποπαθῶς ἐδείκνυτο ὁ λόγος, ἵνα μάθωμεν ἀληθινῶς εἶναι τὴν ἔνσαρκον παρουσίαν καὶ οὐ δοκήσει ἢ φαντασίᾳ παρ᾽ αὐτοῦ οἰκονομηθεῖσαν. ἀνέστη δὲ ἀπὸ τῆς γῆς ποῖον ἀλλ᾽ ἢ τὸ κοιμηθέν; «ἀνέστη», γάρ φησιν, «οὐκ ἔστιν ὧδε». τί δὲ τὸ ἀναστὰν ἀλλ᾽ ἢ τὸ σῶμα; σῶμα δὲ ἄρα τὸ ἐν τῷ μνήματι, [καὶ] ἡ ψυχὴ δὲ συναπῆλθε τῷ θεῷ λόγῳ.
καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἐπλήρου τὴν τελείαν ἀνάστασιν ἐν τῇ αὐτῇ θεότητι, ἐν τῇ αὐτῇ ψυχῇ, ἐν τῷ αὐτῷ ἁγίῳ σώματι, συνενώσας λοιπὸν τὴν πᾶσαν οἰκονομίαν εἰς μίαν ἕνωσιν πνευματικήν, εἰς μίαν ἕνωσιν θεότητος, εἰς μίαν οἰκονομίαν, εἰς μίαν τελειότητα, ὡς λέγει ἐν τῷ 〈Ϟβ〉 ψαλμῷ «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο», ἵνα δείξῃ τὴν εἴσοδον τοῦ θεοῦ λόγου ἀπὸ τῶν ἐπουρανίων εἰς τὸν κόσμον, ἐνδυομένου εὐπρέπειαν, τουτέστι τὴν σάρκα, τὴν ἀπὸ παρθένου γεγεννημένην· ἐπειδὴ γὰρ ἐδόκει εὐτελής τις τοῖς ὁρῶσιν ἀπίστοις, αὐτῷ δὲ 〈ἦν〉 εὐπρέπεια λογιζομένη, ἵνα δείξῃ τὸ αὐτοῦ ἰσχυρὸν διὰ τῆς δοκούσης ἀσθενείας τῆς σαρκὸς καταργοῦν τὸν τὸ κράτος ἔχοντα * τῆς ἁμαρτίας λύσας, τουτέστι τὸν θάνατον, τὴν πᾶσαν οἰκονομίαν τῆς σωτηρίας ἡμῶν εὐπρεπῶς ποιήσας καὶ τὴν φθορὰν ἀφανίσας καὶ τὴν κατάραν, ἐξαλείψας καὶ τὸ καθ᾽ ἡμῶν χειρόγραφον καὶ τὴν πρὸς τὸν Ἅιδην διαθήκην λύσας καὶ πάντα οἰκονομήσας ἀνθρώποις εἰς σωτηρίαν. εὐθὺς γὰρ μετὰ τὸ εἰπεῖν «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο» προστίθησι πάλιν καὶ δευτεροῖ λέγων «ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο», ἵνα δείξῃ τὸ πρῶτον ἔνδυμα ἀπὸ Μαρίας, τὴν δὲ ἐπιδευτερουμένην πάλιν ἔνδυσιν ἀπὸ τῆς ἀναστάσεως τῶν νεκρῶν. καὶ γὰρ «πρωτότοκός ἐστιν ἐκ τῶν νεκρῶν», ὡς εἶπεν ἡ θεία γραφή.
διὰ τοῦτο προστίθησι ταύτῃ τῇ δευτέρᾳ ἐνδύσει περισσοτέραν τινὰ ἀσφάλειαν, λέγων «ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο». 67. Ὥσπερ γὰρ ὁ ἐπὶ τῇ ὀσφύϊ διαζωννύμενος ἐπισφίγγει τὸ ἔνδυμα ἐπὶ τὴν ὀσφύν, περισσότερον στερεῶν τὸ εἶδος καὶ συνενῶν τῷ χρωτὶ τῷ ἰδίῳ, οὕτω τὸ πρῶτον εὐπρέπειαν διὰ τὴν ἔνσαρκον ἐνταῦθα ἐνδημίαν. τὸ δὲ δεύτερον, φησί, δύναμιν ἐνεδύσατο, ἀναστὰς ἐκ τῶν νεκρῶν· οὐκέτι εἰς πάθος ἡ ἐνανθρώπησις αὐτοῦ ἔρχεται, οὐκέτι εἰς μάστιγας, οὐκέτι σταυροῦται, ὡς εἶπε περὶ αὐτοῦ ὁ ἀπόστολος «ἀνέστη, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». διὰ τοῦτό φησι τὸ «διεζώσατο», συνενώσας τὴν αὐτοῦ σάρκα εἰς μίαν θεότητα, εἰς μίαν ἑνότητα, εἰς 〈ἓν〉 πνεῦμα, τὸ θεϊκὸν καὶ σωματικὸν εἰς ἓν πνευματικὸν τελούμενον, [καὶ] μὴ ἔχον διάλυσιν, ὡς εἰσῆλθε λοιπὸν θυρῶν κεκλεισμένων, τὸ παχυμερὲς λεπτομερές, τὸ παθητὸν ἀπαθὲς 〈ἀποδείξας〉, ἐν σαρκὶ πεπονθώς, μένων δὲ ἐν ἀπαθείᾳ· καίπερ μετὰ τὸ εἰσελθεῖν δεικνύων ὀστέα καὶ σάρκα, τύπον λόγχης καὶ τύπον ἥλων, ψηλαφώμενος ὑπὸ τοῦ Θωμᾶ, ὁρώμενος ὑπὸ τῶν μαθητῶν, εἰσερχόμενος δὲ θυρῶν κεκλεισμένων, ἵνα δείξῃ ὅτι εἰς μίαν ἕνωσιν πνευματικὴν τὸ πᾶν ᾠκονόμησε τῆς αὐτοῦ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους σωτηρίας. καὶ τί μοι περὶ τὸν τοσοῦτον λόγον κατατρίβεσθαι;
πολλάκις γὰρ «τὰ αὐτὰ» λέγειν «ἡμῖν μὲν οὐκ ὀκνηρόν», τοῖς δὲ ἐντυγχάνουσιν * ἀσφαλείας χάριν φροντίσαντες πολλάκις διηγησάμεθα, ἵν᾽ οὕτως διαπεράσαντες τὴν τοῦ Ἀρείου θηριοβολίαν τῶν φρονημάτων τε καὶ λόγων καὶ διανοημάτων, 68. Ἱκανῶς τε περὶ ταύτης τῆς λέξεως ὡσαύτως διαλαβόντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἵνα πανταχόθεν τὰ πλεῖστα τὰ τῇ διανοίᾳ ἡμῶν ἀπὸ τῆς ἐκείνων ἐρεσχελίας ὑποπίπτοντα σαφηνίσαντες δείξωμεν ἀπὸ τῶν ὀλίγων ἢ καὶ πλειόνων ὅτι πάντα ἐν τῇ θείᾳ γραφῇ τῷ κεκτημένῳ πνεῦμα ἅγιον καὶ νοῦν ἐγρήγορον παρὰ κυρίου εἰληφότι οὐδέν ἐστι σκολιὸν ὑπονοῆσαι ἢ πάθους εἶδος εἰς τὸν πατέρα ἢ εἰς τὸν υἱὸν οὐδὲ εἰς τὸ ἅγιον πνεῦμα, ἀλλὰ πάντα τελειότατα, οἰκονομικῶς δὲ εἰς ἑκάστην χρείαν καὶ ἐν ἑκάστῳ τόπῳ πρὸς τὸ ὑποκείμενον ἐν ἀληθείᾳ ἐν ταῖς θείαις γραφαῖς εἴρηται ὑπ᾽ αὐτοῦ τοῦ κυρίου καὶ τῶν αὐτοῦ ἀποστόλων καὶ τῶν ἁγίων προφητῶν τῶν ὑπ᾽ αὐτοῦ ἀπεσταλμένων.
καὶ γὰρ περὶ τούτου προεφήτευσε φήσας κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον «ἠλί, ἠλί, λημᾶ † σαβαχθανί»· ὃ κατὰ ἀκολουθίαν ἐπλήρου ὁ κύριος ἐπὶ τοῦ σταυροῦ, τὰ εἰς αὐτὸν πεπροφητευμένα λέγων «ἠλί, ἠλί» Ἑβραϊκῇ τῇ λέξει, ὡς ἦν προγεγραμμένον, καὶ οὐκέτι Ἑβραϊκῇ, ἀλλὰ Συριακῇ διαλέκτῳ τὸ συζυγοῦν ῥῆμα ἀποτελῶν ἔλεγε «λημᾶ σαβαχθανί», ἵνα τῇ ἀρχῇ μὲν χρήσηται, ὡς ἦν περὶ αὐτοῦ γεγραμμένον, εἰς ἑτέραν δὲ γλῶσσαν τὸ λεῖπον τῷ ῥητῷ 〈κατὰ〉 τὴν διήγησιν μεταβάλλοι· καὶ αὐτὸ ποιῶν δι᾽ ἀγαθὴν οἰκονομίαν, εἰς τὸ ὁμολογεῖν τὸ ῥητὸν περὶ αὐτοῦ εἰρῆσθαι ὑπὸ τοῦ προφήτου διὰ τοῦ «ἠλί, ἠλί» λέγειν, τὸ δὲ ὑπόλοιπον οὐκέτι Ἑβραϊκῇ λέξει, ἀλλὰ Συριακῇ, ὅπως καθέλοι 〈τὸν τῦφον〉 τῶν αὐχούντων τὴν Ἑβραΐδα καὶ καταξιώσῃ καὶ ἑτέρας γλώσσας εἰς πλήρωσιν τῶν περὶ αὐτοῦ ῥητῶν· ἔμελλε γὰρ ἤδη ἁπλοῦν τὴν αὐτοῦ γνῶσιν ἐπὶ πάντα τὰ ἔθνη καὶ οὐκ ἐπὶ τοὺς Ἑβραίους μόνον, ὡς ἔχει ἡ πᾶσα αὕτη ἀκολουθία ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ, ἀπὸ προσώπου τῆς ἐνσάρκου αὐτοῦ παρουσίας τὰ ἀνθρωποπαθῆ πάντα αὐτοῦ δηλοῦσα. αὐτὸς δὲ ἐλθὼν ἐπλήρου, ὡς καὶ 〈πάντα〉 ἔστιν ἀκόλουθα ἐν ὅλῳ τῷ ψαλμῷ εἰς τὴν τῆς ὑφηγήσεως ταύτης ἔνσαρκον παρουσίαν Χριστοῦ, τελειότατα τὸ διήγημα, ὥς φησι «καὶ ἐμερίσαντο τὰ ἱμάτιά μου», καὶ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με».
καὶ ὅσα ἐστὶ τοιαῦτα λεγόμενα, ἃ οὐκ ἐνδέχεται πληροῦσθαι εἰς τὴν θεότητα, ἀλλ᾽ ἐν σαρκί, τῆς θεότητος οἰκονομούσης τὰ πάντα ἐν ἀπαθείᾳ καὶ ἐν ἀληθείᾳ. 69. Ἀναπηδῶσι δὲ πάλιν, ὡς οἱ ἐμμανεῖς κύνες λύσσῃ τινὶ κατεχόμενοι, τὸν αὐτῶν δεσπότην διὰ τὴν λύσσαν ἀγνοοῦντες καὶ αὐτῷ πρῶτον ἐπερχόμενοι, καὶ λέγουσι πάλιν, ὅταν ἀκούσωσι παρ᾽ ἡμῶν, ὡς ἔστιν ἀληθές, ὡς τοῦ κυρίου λέγοντος ἐν τῷ εὐαγγελίῳ περὶ τῶν αὐτοῦ μαθητῶν «οὓς δέδωκάς μοι, πάτερ, ἐφύλαξα αὐτοὺς ἐν τῷ κόσμῳ», καὶ πάλιν «ποίησον αὐτοὺς ἵνα ὦσιν ἐν ἐμοί, ὡς κἀγὼ καὶ σὺ ἕν ἐσμεν», καὶ λέγουσιν «ὁρᾷς τὸ ὑπ᾽ αὐτοῦ λεγόμενον, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ καὶ οἱ δύο ἕν ἐσμεν», ὅτι οὐ περὶ ἰσότητος λέγει, ἀλλὰ περὶ ὁμονοίας; πῶς γὰρ ἠδύναντο οἱ μαθηταὶ ἐν αὐτῷ εἶναι κατὰ ἰσότητα, ἀλλὰ κατὰ τὴν ὁμόνοιαν, καὶ εὐθὺς πάντη ἐλέγχει αὐτοὺς ἡ τοῦ θεοῦ ἀλήθεια, ὡς οὔτε οἱ μαθηταὶ ἠδύναντο τοῦτο πληροῦν οὔτε περὶ αὐτῶν τοῦτο ῥηθῆναι, εἰ μὴ ἐκοινώνησε τῆς αὐτῶν σαρκὸς ἐλθὼν ὁ λόγος καὶ συνάψας αὐτοὺς ἐν αὐτῷ εἰς υἱοθεσίαν. διὰ τοῦτο γὰρ καὶ πάντη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν «πλησίον» καλεῖ, προσφωνῶν αὐτῇ διὰ τῆς ἁγίας αὐτοῦ φωνῆς τῆς ἀνεγερτικῆς καὶ προτρεπτικῆς λέγων ὅτι «ἀνάστα, ἐλθέ, πλησίον μου, καλή μου, περιστερά μου». καὶ ὁρᾷς ὡς «πλησίον» αὐτὴν καλεῖ;
οὐκ ἠδύνατο δὲ ἡ ἐκκλησία «πλησίον Χριστοῦ» καλεῖσθαι, εἰ μὴ ἄνωθεν ἦλθε καὶ ἐπλησίασεν αὐτῇ, δι᾽ ἧς ἔλαβε σαρκὸς ὁμοιοπαθοῦς, ἵνα τὴν πλησιάσασαν αὐτῷ ἀνθρωπότητα, συναγαγὼν τοὺς ἐν ὑπακοῇ γενομένους πλησίον ἑαυτῷ, καλέσῃ τὴν ἁγίαν καὶ ἄσπιλον νύμφην. καὶ διὰ τοῦτο ἐνταῦθα τὸν πατέρα αἰτεῖ ὁ λόγος, ὁ κύριος ἡμῶν ὁ μονογενής, περὶ τῶν μαθητῶν, ἵνα ὦσιν ἐν ἑαυτῷ, ἵνα τὴν συγγένειαν τὴν εἰς αὐτὸν διὰ τῆς σαρκὸς γενομένην εὐδοκίᾳ πατρὸς ἁγιασθέντων τῶν μαθητῶν εἰς ἑνότητα εὐδοκίας καὶ υἱοθεσίας συνάψῃ, ἵνα ἔχωσιν ἐν τῷ πρωτοτόκῳ τοῦ πατρὸς «τὴν ἀπογραφὴν τῶν πρωτοτόκων ἐν οὐρανῷ». καὶ ἵνα μή τινες νομίσωσι τὸν υἱὸν ἀπαλλοτριοῦσθαι τῆς τοῦ πατρὸς δόξης διὰ τὸ πεφορηκέναι σάρκα, ἐπασφαλιζόμενος τὴν πίστιν καὶ τὴν τῆς ἀληθείας αὐτοῦ γνῶσιν, 〈ὅπως〉 μὴ ἐν ὑπονοίᾳ τινὶ γένηταί 〈τις〉 τῶν αὐτοῦ δούλων καὶ τῆς ἐλπίδος ἐκπέσοι ὁ τοιοῦτος, φησίν, «ἵνα [ὦσιν] ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἓν ὦσιν. ἐγὼ μὲν γὰρ καὶ σὺ ἕν ἐσμεν», διὰ τὸ θεὸν ἐκ θεοῦ καὶ ὁμοούσιον ἐν θεότητι 〈αὐτὸν εἶναι〉. καὶ τὸ «ἕν ἐσμεν» οὐχ ἑνικὸν σημαίνει. οὐκ εἶπε γὰρ ὅτι ἐγὼ εἷς εἰμι, ἀλλ᾽ ἐγὼ καὶ σύ· καὶ τὸ «ἕν ἐσμεν», ἵνα ἐλέγξῃ Σαβέλλιον καὶ τὴν αὐτοῦ σχολήν, τὸν νομίζοντα τὸν υἱὸν καὶ τὸν πατέρα συναλοιφὴν εἶναι καὶ τὸν πατέρα πρὸς τὸ ἅγιον πνεῦμα ὡσαύτως. διὰ τοῦτο γὰρ λέγει, ἕν ἐσμεν, καὶ οὐκ εἶπεν, εἷς εἰμι.
δύο μὲν γὰρ τέλεια, πατὴρ καὶ υἱός, ἓν δὲ διὰ τὴν ἰσότητα, διὰ τὴν 〈μίαν〉 θεότητα καὶ μίαν δύναμιν καὶ μίαν ὁμοιότητα. ἐν τῇ οὖν θεότητι πατὴρ καὶ υἱὸς ἕν, ἐν τῇ ἀνθρωπήσει υἱὸς καὶ οἱ μαθηταὶ ἕν, προσαγομένων [τῶν] διὰ τὴν καταξίωσιν τῆς κλήσεως τῶν μαθητῶν ἐπὶ τὸ ἀνεκδιήγητον τῆς αὐτοῦ φιλανθρωπίας, εἰς μίαν ἑνότητα υἱοθεσίας, διὰ τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εὐδοκίαν. καὶ πάλιν ἐλήλεγκται ἡ πλάνη τῶν ματαίως περὶ τοῦ ἰδίου αὐτῶν δεσπότου κακῶς φρονούντων. 70. Παρελθὼν δὲ καὶ ταύτην τὴν λέξιν τὰς ἑξῆς διασκοπήσω. προπηδῶσι δέ τινας λέξεις ἑαυτοῖς ἐφευρίσκοντες οἱ σοφισταί, περὶ συλλογισμοὺς ἐσχολακότες καὶ λογισμοὺς ματαιοφροσύνης, ἄνθρωποι ὄντες τὸν θεὸν συλλογίσασθαι πειρώμενοι, ὡς καὶ ὁ προφήτης αὐτοὺς ἐλέγχει φάσκων «εἰ πτερνιεῖ τις θεόν, ὅτι ὑμεῖς πτερνίζετέ με;» τί γὰρ πάλιν φασὶν οἱ γεννάδαι;
ὡς καὶ τὴν ἄλλην λέξιν ἄνω ἑρμηνευθεῖσαν ἐτάξαμεν, ὑπ᾽ αὐτῶν δὲ ἡμῖν πρὸς πεῦσιν ἐκτεινομένην, τὸ «θέλων ἐγέννησε τὸν υἱὸν ἢ μὴ θέλων», ὡς ἐν θεῷ ἐδείξαμεν ὅτι οὐδέν τι μελλητικὸν τυγχάνει αὐτῷ, ἀλλ᾽ ἅμα πάντα ἐν αὐτῷ ἐστι τέλεια καὶ οὐ πρῶτον βούλεται πρὶν ἢ ποιῆσαι οὐδὲ ποιεῖ ἄνευ βουλεύματος καὶ οὐ βουλεύεται, ἵνα τι ἑτοιμάσῃ, οὐδὲ ἡ ἑτοιμασία αὐτοῦ βουλῆς ἐπιδέεται· ὥστε παρ᾽ αὐτῷ τὸ γέννημα ἀεὶ γεγέννηται καὶ μὴ ἐν χρόνῳ ἀρξάμενον, ἀλλ᾽ ἀεὶ σὺν πατρὶ γεγεννημένον ὑπάρχει καὶ οὐδέποτε διαλείπει, ὡς καὶ ἐνταῦθα πάλιν δευτερώσας τὴν λέξιν πάλιν τίθημι, ὅτι οὔτε θέλων ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλὰ ἐν τῇ ὑπὲρ βουλὴν φύσει· φύσεως γάρ ἐστιν 〈γέννημα〉 ὁ υἱὸς ὑπὲρ βουλὴν καὶ πᾶσαν ἔννοιαν καὶ ὑπόνοιαν. 71. Ὁμοίαν δὲ ταύτῃ λέξει, ὡς ἔφην, ἄλλην ἡμῖν ἐφευρίσκουσιν οἱ νέοι Ἀριστοτελικοί. ἐκείνου γὰρ ἀπεμάξαντο τὴν ἰοβολίαν καὶ κατέλιπον τοῦ ἁγίου πνεύματος τὸ ἄκακον καὶ τὸ πρᾶον, ὡς λέγει ὁ κύριος «μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ταῖς ψυχαῖς ὑμῶν ἀνάπαυσιν». οὗτοι δὲ τὴν πραότητα καταλελοιπότες δεινότητι μᾶλλον ἑαυτοὺς ἐκδεδώκασιν, ἐνδυσάμενοι Ἀριστοτέλην τε καὶ τοὺς ἄλλους τοῦ κόσμου διαλεκτικούς, ὧν καὶ τοὺς καρποὺς μετίασι, μηδένα καρπὸν δικαιοσύνης εἰδότες μηδὲ πνεύματος καταξιωθέντες δωρεὰν ἔχειν ἐν ἑαυτοῖς, οἱ φιλόνεικοι.
λέγουσι γοῦν πρὸς ἡμᾶς, ὅταν εἴπωμεν αὐτοῖς ὅτι ὁ ὢν υἱὸς πρὸς τὸν ὄντα πατέρα ἦν (ἐπειδὴ γὰρ τῷ Μωυσῇ εἶπεν ὁ πατὴρ ὅτι «ἐρεῖς πρὸς αὐτούς· ὁ ὢν ἀπέσταλκέ με», καὶ πάλιν τὸ εὐαγγέλιον περὶ τοῦ υἱοῦ φάσκει ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος»), ἐὰν εἴπωμεν ὅτι ὁ ὢν ἦν πρὸς τὸν ὄντα, λέγουσι πρὸς ἡμᾶς· τὸ ὂν τοίνυν ἐγεννήθη ἢ τὸ μὴ ὂν ἐγεννήθη; εἰ γὰρ ἦν, πῶς ἐγεννήθη; εἰ δὲ ἐγεννήθη, πῶς ἦν; καὶ ἔστι 〈τοῦτο〉 τῆς αὐτῆς ματαιοφροσύνης τῆς περὶ ζητήσεις ἀσχολουμένης καὶ τὰ μετέωρα ἐμβατευούσης καὶ τὰ ἄνω «περιεργαζομένης καὶ μηδὲν ἀγαθὸν ἐργαζομένης». ἐροῦμεν γὰρ πρὸς αὐτούς· πόθεν ὑμῖν ἡ ὑπόνοια αὕτη τοῦ ταῦτα διανοηθῆναι; ἐὰν δὲ εἴπωσιν ὅτι οὕτως ἀπαιτεῖ τὸ φρόνημα ἐξετάζειν, λέγομεν καὶ αὐτοί· οὐκοῦν λέγετε ἡμῖν, ὦ οὗτοι, τὰ ἑαυτῶν λογίζεσθε ἢ τὰ τοῦ θεοῦ; εἶτά φασιν· ἀφ᾽ ἑαυτῶν, ὡς λογικοί, τὰ τοῦ θεοῦ λογιζόμεθα. οὐδὲν οὖν διαλλάττει θεὸς τῆς ὑμῶν ἕξεως, φύσεώς τε καὶ οὐσίας; ναί, φασίν. εἰ τοίνυν διαλλάττει φύσις θεοῦ παρὰ τὴν ὑμῶν φύσιν, πρῶτα μὲν οὐ δύναται ἡ ὑμῶν φύσις περὶ θεοῦ καταλαμβάνειν τὰ ἀκατάληπτα· δεύτερον δὲ ὅτι ἀσεβές ἐστι θεὸν ἀφ᾽ ὑμῶν ἀπεικάζεσθαι κατὰ τὴν ὑμῶν οὐσίαν.
ἐν ἡμῖν γὰρ τὸ μὴ ὂν γεννᾶται, ἐπειδὴ αὐτοὶ οὐκ ἦμέν ποτε, γεγεννήμεθα δὲ ἀπὸ τῶν ἡμῶν πατέρων, τῶν καὶ αὐτῶν ποτε μὴ ὑπαρχόντων, καὶ ἐξ ὑπαρχῆς ἄχρι τοῦ Ἀδὰμ διαληπτέον. Ἀδὰμ δὲ ἀπὸ τῆς γῆς ἐγένετο, οὐκ ὢν ποτέ, ἡ δὲ γῆ ἐγένετο ἐξ οὐκ ὄντων, ὅτι οὐκ ἦν ἀεί· θεὸς δὲ πατὴρ ἦν ἀεί. καὶ ὁποῖος ἦν τῇ φύσει, τοιοῦτον ἐγέννησε τὸν υἱόν. ἐγέννησε δὲ αὐτὸν ἀεὶ ὄντα, οὐ συνάδελφον, ἀλλ᾽ ἐξ αὐτοῦ γεγεννημένον, ὅμοιον αὐτῷ κατὰ φύσιν, κύριον ἐκ κυρίου, θεὸν ἐκ θεοῦ, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ. καὶ ὁποῖα λογίζεταί τις περὶ πατρός, οὕτω καὶ περὶ υἱοῦ λογιστέον· ὁποῖα πιστεύει περὶ τοῦ υἱοῦ, οὕτω 〈καὶ〉 εἰς τὸν πατέρα ἡγητέον. οὕτω γάρ φησιν «ὁ μὴ πιστεύων εἰς τὸν υἱὸν ὡς πιστεύει εἰς τὸν πατέρα, καὶ τιμᾷ τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μενεῖ ἐπ᾽ αὐτόν», ὡς ἔχει τὸ θεῖον εὐαγγέλιον. καὶ διέπεσε πάλιν ἡ αὐτῶν συλλογιστικὴ διάνοια. θεὸς γὰρ ἀκατάληπτος ὢν θεὸν ἀκατάληπτον ἐγέννησε πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ χρόνων, καὶ οὐκ ἔστι διάστημα ἀνὰ μέσον υἱοῦ καὶ πατρός, ἀλλ᾽ ἅμα νοεῖς πατέρα, ἅμα νοεῖς υἱόν, ἅμα ὀνομάζεις υἱόν, ἅμα δεικνύεις πατέρα. ἀπὸ γὰρ τοῦ πατρὸς υἱὸς νοεῖται καὶ ἀπὸ υἱοῦ πατὴρ γινώσκεται. πόθεν γὰρ υἱός, εἰ μὴ πατέρα ἔχει; καὶ πόθεν πατήρ, εἰ μὴ ἐγέννησε τὸν μονογενῆ;
πότε γὰρ δύναται μὴ καλεῖσθαι πατὴρ πατὴρ ἢ υἱὸς υἱός, ἵνα τινὲς νοήσωσι πατέρα ἄνευ υἱοῦ καὶ ὕστερον ὡς εἰς προκοπὴν ἐληλυθότα καὶ γεγεννηκότα τὸν υἱόν, ἵνα μετὰ τὸ γέννημα κληθῇ πατὴρ υἱοῦ ὁ πατήρ, προκόπτων ἐν τῇ θεότητι ὁ τέλειος καὶ μηδέποτε ἐπιδεόμενος τελειώσεως; 72. Πάλιν δὲ προφασίζονται τὸ ἰατικὸν τοῦτο φάρμακον καὶ σωτηριῶδες ἀντίδοτον ἀφ᾽ ἑαυτῶν ἀποβάλλεσθαι βουλόμενοι, τὸ στερέμνιον τῆς πίστεως τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, λέγοντες· πόθεν τὸ τῆς οὐσίας ὄνομα ἡμῖν φέρεται; διὰ τί ὁμοούσιος ὁ υἱὸς τῷ πατρὶ λέγεται; ποία γραφὴ εἶπε περὶ ὁμοουσιότητος; ποῖος τῶν ἀποστόλων οὐσίαν εἶπε θεοῦ; οὐκ ἴσασι δὲ ὅτι καὶ ὑπόστασις καὶ οὐσία ταὐτόν ἐστι τῷ λόγῳ. * ἔστι γὰρ κύριος ἐν τῇ ὑποστάσει αὐτοῦ, καὶ τὸ «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». οὐσία οὖν ἐστιν· οὐχὶ περιουσία, ἀλλὰ αὐτὸ τοῦτο ὄν, ὥς φησι Μωυσῆς «ὁ ὢν ἀπέσταλκέ με» εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ. ὁ ὢν οὖν ἐστι τὸ ὄν, τὸ δὲ ὂν ἡ οὖσα οὐσία τυγχάνει. τὸ δὲ ὁμοούσιον οὐχ ἕνα πάλιν σημαίνει, ἀλλ᾽ ἀπὸ τοῦ ὁμο δύο σημαίνει τέλεια· ἀλλ᾽ οὐκ ἀλλοῖα ἀλλήλων ἐστὶν οὐδὲ ἀλλότρια τῆς αὐτῶν ἑνότητος. εἰ δὲ ἐχρησάμεθα εὐσεβείας χάριν τινὶ λέξει 〈μὴ γεγραμμένῃ〉 διὰ τὸν σύνδεσμον τῆς ἀληθείας (ἄνευ γὰρ τοῦ ὁμολογεῖν ὁμοούσιον πάντως αἱρέσεων οὐ δύναται εἶναι ἔλεγχος.
ὥσπερ γὰρ μισεῖ ὁ ὄφις τὴν ὀσμὴν τῆς ἀσφάλτου καὶ τὴν πνοὴν τῆς ἐλάφου καὶ τὸ θυμίαμα τοῦ γαγάτου λίθου καὶ τὸ κάπνισμα τοῦ στύρακος, οὕτω καὶ Ἄρειος καὶ Σαβέλλιος μισεῖ τὸν λόγον τῆς ἐν ἀληθείᾳ ὁμολογίας τοῦ ὁμοουσίου), ἀλλὰ καὶ αὐτοῖς ἐροῦμεν· εἰ καὶ μὴ ἦν ἡ λέξις ἐν ταῖς θείαις γραφαῖς, (ἔστι δὲ καὶ σαφῶς ἔγκειται ἐν νόμῳ καὶ παρὰ ἀποστόλοις καὶ τοῖς προφήταις· «ἐκ γὰρ δύο μαρτύρων ἢ τριῶν σταθήσεται πᾶν ῥῆμα»), ὅμως ἐξὸν ἦν ἡμῖν δι᾽ εὐσέβειαν χρήσασθαι λέξει χρησίμῃ, ἐπασφαλιζομένοις τὴν ἁγίαν πίστιν. ὑμεῖς δὲ τί φατε; λέγετε γὰρ ἡμῖν, ὦ οὗτοι· τί λέγετε περὶ τοῦ πατρός; ἄκτιστος ὁ πατήρ; πάντως ὅτι ναί. τίς γὰρ 〈οὕτως〉 ἠλίθιος ἵνα ἀμφιβάλλοι περὶ τούτου; ποῖος δὲ ἐμβρόντητος λογίσασθαι μὴ εἶναι ἄκτιστον τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; πάντως γὰρ καὶ αὐτοὶ ὁμολογεῖτε ὅτι ἀγέννητος καὶ ἄκτιστος καὶ ἀγένητος. οὐ γὰρ ἔχει πρὸ αὐτοῦ πατέρα, οὐδὲ ὁρισμὸν ἐτῶν οὐδὲ «ἀρχὴν ἡμερῶν» κατὰ τὸ γεγραμμένον. εἰ τοίνυν οὔτε ἀρχὴ χρόνου αὐτῷ οὔτε τέλος, ὡμολόγηται ὅτι ἄκτιστος καὶ ἀναμφίβολόν ἐστιν· οὐδαμοῦ δὲ περὶ αὐτοῦ τοῦτο γέγραπται. εὐσεβείας δὲ χάριν ἀναγκαζόμεθα ταῦτα εὐσεβῶς περὶ αὐτοῦ φρονεῖν τε καὶ λέγειν, κἄν τε μὴ ᾖ γεγραμμένον.
οὕτως τὸ περὶ τοῦ ὁμοουσίου ἀναγκαζόμεθα λέγειν, εἰ καὶ μὴ ἦν γεγραμμένον, κατὰ τὴν ἰδίαν γλῶσσαν μετὰ στενωπῆς τῶν λόγων, εἰ καὶ δόξειεν τοῦτο εἶναι ὑπὲρ ἡμᾶς καὶ ὑπὲρ τὴν ἡμῶν φύσιν τὸ περὶ θεοῦ διαλέγεσθαι. ἀλλ᾽ ὅμως αὐτὸς ὁ κύριος συγγνωμονήσειεν ἡμῖν, βουλομένοις οὐχ ὑπὲρ θεότητος ἀπολογεῖσθαι, τῆς ἀνενδεοῦς οὔσης τῆς ἡμῶν συστάσεως· ἀλλὰ δεῖ εὐσεβῶς λέγειν καὶ εὐσεβῶς νοεῖν, ἵνα μὴ ἀπολώμεθα. 73. Τοίνυν ἀποκρίθητε ἡμῖν οἱ τοῦ Ἀρείου μαθηταί· ἀγέννητον λέγομεν πάντες ὁμοῦ τὸν πατέρα καὶ ἄκτιστον, καὶ θαυμαστὴ ἡ λέξις δηλονότι· ποῦ τοίνυν γέγραπται τοῦτο; δείξατε τὸν τόπον. οὔτε γὰρ νόμος εἴρηκεν οὔτε προφῆται οὔτε εὐαγγέλιον οὔτε ἀπόστολοι. εἰ τοίνυν εὐσεβῶς λέγομεν λέξιν μὴ γεγραμμένην καὶ ἐστὶν ἀποδεκτὴ ὑπὲρ δόξης θεοῦ λεγομένη, τίς ἡμῖν ἐγκαλέσειεν, εἰ μὴ〈ν〉 καὶ μὴ ἦν τὸ ὁμοούσιον γεγραμμένον· εὑρόντων ἡμῶν λόγον, δι᾽ οὗ λόγου δυνησόμεθα τὸ ἀσφαλὲς ὁμολογῆσαι τῆς ἡμῶν σωτηρίας; ἀλλ᾽ εἰσὶ μαρτυρίαι μετὰ καὶ τοῦ εὐσεβοῦς λογισμοῦ, αἵ τε προτεταγμέναι καὶ ἄλλαι πλείους. παρελεύσομαι δὲ καὶ ταύτην τὴν λέξιν, καὶ τὰς ἄλλας αὐτῶν τοῦ δελεασμοῦ κατὰ τῶν ἀκεραίων λεγομένας ἐν θεῷ ἀναξανῶ ῥήσεις τε καὶ ἐπινοίας. 74.
Λέγουσι γὰρ πάλιν οἱ αὐτοὶ μετὰ πασῶν, ὧν ἀπὸ τοῦ ἀποστόλου καὶ τῶν εὐαγγελίων κατὰ τὸν νοῦν αὐτῶν παραφθείρουσι κακῶς ὑπονοοῦντες λέξεις, καὶ ταύτην εἰς μέσον φέροντες ἀπὸ τοῦ ἀποστόλου, ὡς εἴρηται ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ, ἐν τῷ περὶ νεκρῶν ἀναστάσεως κεφαλαίῳ, ὡς καθεξῆς φησιν «εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ ὅτι πάντα αὐτῷ ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». ἐπιλαμβάνονται τοίνυν τοῦ ῥητοῦ καὶ τῷ ἔθει τῆς αὐτῶν ἔχθρας πρὸς τὸν μονογενῆ ἀνασκευάζοντες τὴν αὐτοῦ ἄφραστον καὶ ἔνδοξον θεότητα, ὡς καὶ πολλάκις εἶπον, ἀνοίᾳ φερόμενοι, [καὶ] φασίν· ὁρᾷς ὅτι λέγει «εἶτα τὸ τέλος ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ 〈πᾶσαν ἀρχὴν καὶ〉 πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. τὸ δὲ δεῖ καὶ ἄχρι καὶ ὅταν παραδιδῷ τὴν βασιλείαν χρόνου ἐστὶν ὁρισμός.»
καὶ βλασφημοῦντές φασι, παύσεως καὶ καταλύσεως τοῦ βασιλεύοντός ἐστι ταῦτα δηλωτικά, * ἕως οὗ παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί. καὶ οὐκ ἴσασιν ἐξ ὑπαρχῆς τὸν νοῦν τῆς ἀληθείας, ὅτι διὰ τὸ μετεσχηκέναι τὸν μονογενῆ σαρκὸς καὶ αἵματος τὰ ἀνθρωποπαθῆ περὶ αὐτοῦ καὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας προσληπτικὰ τῆς δόξης ᾄδεται καὶ λέγεται, ἀλλ᾽ οὐκ ἐκτὸς τῆς τελείας ἀεὶ καὶ ἐνδόξου αὐτοῦ θεότητος τῆς μηδὲν ἐνδεομένης προ〈σ〉λαβέσθαι δόξαν, ἐχούσης δὲ τὸ αὐτοδεδοξασμένον καὶ τὸ αὐτοτέλειον· ὡς αὐτὸς περὶ τῶν δύο ἀπολογεῖται μερῶν, φάσκων περὶ μὲν τοῦ προσφάτου «δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι». ὁ δὲ πατὴρ τῶν δύο σχέσεων ἀπαγγέλλων τὴν δόξαν, περὶ μὲν τῆς πρώτης κατὰ τὸ πνεῦμα, «ὅτι ἐδόξασα», ἵνα δείξῃ τὸ ἀόριστον, περὶ δὲ τοῦ προσφάτου διὰ τὴν ἔνσαρκον παρουσίαν, ὅτι «καὶ πάλιν δοξάσω»· 75. ἵνα καὶ ἐνταῦθα τὸ σαφὲς ἀποδειχθείη περὶ ὧν καὶ ὁ ἀπόστολος εἴρηκε, περὶ αὐτοῦ διττῶς τὴν ἀλήθειαν ὑποτιθέμενος *, καὶ τὸ «ἄχρις οὗ παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί», διὰ τὴν ἀπὸ χρόνου ἀρχὴν γενομένην ἐνσάρκου παρουσίας. ἡ γὰρ θεότης τοῦ μονογενοῦς ἦν ἀεὶ σὺν πατρί, ὅπερ ἐστὶ μονογενὴς θεὸς λόγος ἐκ πατρὸς προελθὼν ἀνάρχως καὶ ἀχρόνως.
ἐπεὶ πῶς πληρωθήσεται τὸ ῥηθὲν ὑπὸ τοῦ ἀγγέλου τὸ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;» ἐπειδήπερ ἔλεγεν αὐτῇ «τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν», ἵνα δείξῃ ἄνωθεν τὸν θεὸν λόγον κατεληλυθότα καὶ ἐν μήτρᾳ τῆς αὐτῆς παρθένου σαρκωθέντα καὶ τελείως ἐνανθρωπήσαντα 〈καὶ〉 ἵνα μὴ διορίσῃ τὴν ἔνσαρκον τελείωσιν ἀπὸ τῆς ἐνθέου τελειώσεως, μετὰ προσθήκης τοῦ «καὶ» ἔλεγεν αὐτῇ «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». εἶτα «δώσει αὐτῷ, 〈φησίν〉, ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». ἀντιδιαστελλομένων τοίνυν τούτων θατέρου πρὸς θάτερον, ὅτι «δεῖ αὐτὸν βασιλεύειν ἄχρις οὗ» καὶ «βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας», (καὶ οὐκ εἶπεν εἰς τὸν αἰῶνα μόνον, ἀλλ᾽ εἰς τοὺς αἰῶνας), καὶ πάλιν τοῦ «ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί», ἀντιπαρατιθεμένου τῷ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος», ἀμφοτέρων δὲ τὰ τοιαῦτα περὶ κυρίου καὶ Χριστοῦ φησάντων ἀξιοπίστων 〈τε〉 ἁπάντων ὄντων, τοῦ μὲν ἀγγέλου Γαβριὴλ ἁγίου ὄντος, τοῦ δὲ ἁγίου ἀποστόλου πνευματοφόρου ὄντος, τί ἂν φαίησαν οἱ τῆς ζωτικῆς πραγματείας ἄγνωστοι; μὴ ἄρα ἀντίζετος εἴη ἡ γραφὴ πρὸς ἑαυτὴν τὰ πάντα ἀεὶ ἀληθεύουσα; μὴ γένοιτο.
ἀλλ᾽ ὡς ἀπ᾽ ἀρχῆς εἴπομεν, διὰ τὸ προσληπτικὸν τῆς ἐνανθρωπήσεως τὰ πάντα ἔχει τῆς εὐλόγου ἀκολουθίας. εἰ γὰρ παραδίδωσι τὸ βασίλειον χρόνῳ, ἄρα νῦν οὐδὲ βασιλεύει· εἰ δὲ οὔπω βασιλεύει, πῶς εὑρίσκεται προσκυνούμενος ἀεὶ ὑπὸ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων πρὸ τῆς ἐνσάρκου παρουσίας καὶ ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, ὡς ἡ γραφὴ λέγει περὶ αὐτοῦ ὅτι «ὅταν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγουσα, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ», καὶ πάλιν «ἐκάθισεν ἐν δεξιᾷ τοῦ παρτός», καὶ πάλιν «αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων». ἄρα οὖν βασιλεύει ἀεὶ ὁ 〈ὑπὸ〉 πάντων προσκυνούμενος. τί οὖν εἴπωμεν, τοῦ υἱοῦ ἀεὶ βασιλεύοντος ἀπὸ τῶν ἀνέκαθεν καὶ νῦν καὶ εἰς τὸ ἑξῆς, ἐπεὶ μηδέπω παρέδωκε τὴν βασιλείαν τῷ πατρί; ἆρα ἐκτός ἐστι τοῦ βασιλεύειν ὁ πατήρ; μὴ γένοιτο. ἔστι γὰρ ἅμα πατρὶ βασιλεύων, καὶ πατὴρ ἅμα υἱῷ καὶ ἁγίῳ πνεύματι. ἀλλὰ τί λέγουσιν; «ὅταν παραδῷ τὸ βασίλειον τῷ θεῷ καὶ πατρὶ» παύεται αὐτὸς τοῦ βασιλεύειν; μὴ γένοιτο. ἐπεὶ πῶς πληροῦται τὸ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος;» ἀλλ᾽ ἵνα δείξῃ ὅτι οὐδὲν ἐν τῷ υἱῷ πεπλήρωται οὔτε πληροῦται ἀφηνιάζον καὶ ἰδιάζον τῆς τοῦ πατρὸς ἑνώσεως, καὶ 〈τοῦ〉 ἑνὸς θελήματος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
ὁρῶμεν γὰρ καὶ ἐνταῦθα ὡς περὶ αὐτοῦ τοῦ υἱοῦ εἴρηται ὅτι «ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν», ὡς αὐτοῦ τοῦ υἱοῦ παραδιδόντος τὴν βασιλείαν καὶ καταργοῦντος πᾶσαν ἀρχὴν καὶ τὰ ἑξῆς, καὶ τὸ «δεῖ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ», ὡς τοῦ υἱοῦ τὰ πάντα ποιοῦντος καὶ αὐθεντοῦντος καὶ ἐξουσιάζοντος καὶ τῷ πατρὶ παραδιδόντος σὺν τῇ βασιλείᾳ τοὺς ὑποτασσομένους. 76. Εἶτα λοιπὸν μεταβαίνει εἰς πρόσωπον ἕτερον πάλιν τοῦ πατρός, ὑποτάσσοντος πάντα τῷ υἱῷ, καί φησι «πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». οὐκέτι δὲ ἀπὸ προσώπου πατρὸς μόνον, οὐδὲ ἀπὸ προσώπου υἱοῦ μόνον, ἀλλὰ μεσαίτατα τῶν προσώπων πατρὸς καὶ υἱοῦ φησιν «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ, ὅτι πάντα αὐτῷ ὑποτέτακται» 〈καὶ τὰ ἑξῆς〉. ἤθελον 〈οὖν〉 ἐρωτῆσαι τοὺς αὐτούς, ἀπὸ προσώπου τίνος τὸ «εἴπῃ» λέγει. τὸ γὰρ βάθος τῶν μυστηρίων τοῦ θεοῦ πνευματικῶς τοὺς σαρκικοὺς κρίνει. «ὁ γὰρ σαρκικὸς οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν».
ἐνταῦθα γὰρ 〈τὸ〉 «ὅταν εἴπῃ ὅτι πάντα αὐτῷ ὑποτέτακται», εἰ μὲν ὁ πατὴρ λέγει πρὸς τὸν υἱόν, ἐλλιπὴς ἡ πραγματεία· ὑπέταξε γὰρ ὁ υἱὸς τὰ πάντα τῷ πατρί· εἰ δὲ ἀπὸ προσώπου υἱοῦ τὸ «ὅταν εἴπῃ 〈ὅτι〉 τὰ πάντα αὐτῷ ὑποτέτακται» λέγεται, ἐλλιπὲς τὸ φρόνημα, ὅτι μελλητικά τινα ἐν θεῷ, ἢ ἐν πατρὶ ἢ ἐν υἱῷ λογίζεται. τίς δέ ἐστιν ὁ λέγων ὅτι πάντα ὑποτέτακται; οὐ γὰρ εἶπεν, ὅταν εἴπωσιν· εἰ γὰρ ἦν τοῦτο [τοῦ υἱοῦ] τὸ ὅταν εἴπωσι λεγόμενον, ἠδύνατο πληροῦσθαι ἢ ἐπὶ τοὺς ἀγγέλους ἢ ἐπὶ τοὺς ὑποταγέντας. ἐπειδὴ δὲ ἄνω ἐσήμανε τὸν υἱὸν ὑποτάσσοντα τῷ πατρὶ καὶ παραδιδόντα, καὶ τὸν πατέρα ὑποτάσσοντα τῷ υἱῷ τὰ πάντα, περιελείπετο δὲ τοῖς λεξιθήρεσι τὸ τοῦ πνεύματος ἁγίου πρόσωπον· τούτου ἕνεκα ἀπαρεμφάτως μετὰ τὸ πρόσωπον τοῦ υἱοῦ καὶ τὸ πρόσωπον τοῦ πατρὸς τὸ πρόσωπον ὑπέφαινε τοῦ ἁγίου πνεύματος, τοῦ ἀναγγέλλοντος ἀεὶ τὰ πατρὸς καὶ υἱοῦ καὶ διδάσκοντος, ἵνα μὴ ἐλλιπῆ ποιήσῃ τὴν τελείαν γνῶσιν τῆς [περὶ] τριάδος καὶ τῆς ἐνσάρκου προσληπτικῆς δόξης παρουσίας. εἶτά φησιν· «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». ὁ δὲ καταργηθεὶς πεπέδηται, οὐκέτι ἐνεργῶν ὃ ἐνεργεῖ οὐδὲ ἔτι ὑπάρχων· καὶ γὰρ κατήργηται. 77. Τί οὖν οἱ τὸ συνιέναι τὰς γραφὰς ἀγνοοῦντες ἔχουσι περὶ τούτου λέγειν;
δεῖ ἡμᾶς ἄρα λογίσασθαι περὶ τοῦ υἱοῦ ὅτι ἀργήσει τοῦ βασιλεύειν, εἰ οὕτως ἄρα εἶχεν ἡ λέξις, ἀλλὰ ἀσεβήσομεν καὶ 〈τολμήσομεν〉 αὐτὸν μετὰ τῶν ὑποτασσομένων ἐναριθμῆσαι, μάλιστα μετὰ τὸ ἐνεργεῖν οὗ ἐνήργει παυόμενον. ἀλλὰ μὴ γένοιτο· οὐδεὶς γὰρ τῶν εἰς Χριστὸν πιστευόντων καὶ ἐλπιζόντων ἐν ἀληθείᾳ διανοηθήσεται ἀπρεπῶς τῇ αὐτοῦ δόξῃ λέγειν ἢ ἀκούειν, ὡς οὗτοι ματαίως φρονοῦσι. πάντα δὲ ἡ θεία γραφὴ διδάσκει, 〈λέγουσα〉 «ὅταν εἴπῃ πάντα αὐτῷ ὑποτέτακται, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα», ὅπως τὸ ἀπ᾽ ἀρχῆς ὑπὸ τοῦ ἀγγέλου σημανθὲν καὶ ἐνταῦθα διὰ τοῦ ὁμοιώματος τοῦ λόγου συζευχθὲν τὴν φράσιν πᾶσαν τῆς δυνάμεως τοῦ λόγου ἀποφάνῃ ἀκολούθως τε καὶ τηλαυγῶς, ὡς καὶ ὁ ἄγγελος τὸ ὅμοιον ἔλεγεν, ἄνωθεν μὲν σημάνας τὸν υἱόν, εἶτα μετὰ προσθήκης περὶ τῆς ἐνσάρκου παρουσίας τὴν συνένωσιν δηλῶν, ὅτι «διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ (μετὰ προσθήκης τοῦ καί) ἅγιον κληθήσεται υἱὸς θεοῦ».
διά τοι τοῦτο καὶ τὰ τοιαῦτα, ἐπειδὴ καὶ τὸ «διὸ καὶ τὸ γεννώμενον κληθήσεται υἱὸς θεοῦ», τούτου ἕνεκα «αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα», ἵνα μηκέτι τὸ σαρκικὸν σαρκικὸν εἴη τῇ δυνάμει, ἀλλὰ συνηνωμένον τῇ θεότητι, τὸ σαρκικὸν εἰς μίαν ἕνωσιν συνηνωμένον, σὺν πατρὶ βασιλεῦον καὶ ἁγίῳ πνεύματι, «οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος». καὶ ἐξότε μὲν ἀνέστη, ἀρχὴν ἔλαβεν τὸ «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι». συνήνωται γὰρ ὁμοῦ εἰς μίαν τὴν αὐτοῦ θεότητα πνευματικῶς τὸ σαρκικόν. ἐπειδὴ δὲ λέγει «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, ἕως τῆς παρουσίας τοῦ υἱοῦ τοῦ ἀνθρώπου», καὶ «οὕτως ὄψεσθε αὐτόν, ὃν τρόπον εἴδετε αὐτὸν ἀναλαμβανόμενον», τότε λοιπὸν πάντων τελειωθέντων καὶ μηδενὸς ἔτι πρὸς πλήρωσιν ὑπολειπομένου τῶν ἐπὶ τὴν αὐτοῦ θεότητα † ἀναφέρειν * τὸ «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». * ἔστι σημαινόμενον, ἵνα μὴ εἴη διαίρεσις· οὐ γὰρ ἔστιν, ἵνα μὴ νομισθῇ πολυθεΐα· μία γάρ ἐστιν ἡ δοξολογία.
οὔτε γὰρ νῦν ὡς τυραννῶν ὁ υἱὸς οὐχ ὑποτέτακται τῷ πατρὶ οὔτε ὑποτέτακται ὡς δοῦλος καὶ ἐξουσίαν μὴ ἔχων, (〈ὁ〉 ἐκ πατρὸς γεγεννημένος, τῆς αὐτῆς φύσεως καὶ τῆς αὐτῆς θεότητος), οὔτε τότε κατὰ ἔλλειψιν οὔτε κατὰ ὑπόβασιν οὔτε κατὰ ἀνάγκην ἢ κατὰ λῆξιν ὑποτάσσεται τῷ πατρί, ἀλλ᾽ ὡς υἱὸς γνήσιος μονογενής, σὺν πατρὶ βασιλεύων ἀεί, εἰς μίαν ἑνότητα καὶ εἰς ἓν γέρας τιμῆς ἀνάγων τὴν πᾶσαν κτίσιν καὶ διδάσκων αὐτοῦ τὴν ἐκκλησίαν, «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν», ἐπειδὴ μία ἐστὶν ἡ θεότης, μία ἡ κυριότης, μία δοξολογία πατρὸς υἱοῦ καὶ ἁγίου πνεύματος, πρεπόντως τιμωμένου τοῦ πατρὸς ὑπὸ τοῦ υἱοῦ ὡς γνησίου υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὡς οὐκ ἀλλοτρίου ὄντος πατρὸς καὶ υἱοῦ. καὶ ἀποκλειέσθωσαν τῶν κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τοῦ ἁγίου πνεύματος βλασφημούντων αὐτοὶ οἱ λόγοι καὶ τὰ ἐπινοήματα τῆς πρὸς τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἔχθρας. καὶ ἔτι πάλιν τὰ κακῶς ὑπ᾽ αὐτῶν ἐπινοούμενα φωράσαντες ἀνετρέψαμεν. 78. Πάλιν 〈ἀνα〉λέγουσι τῶν ἐκ τοῦ εὐαγγελίου λέξεις τινὰς καί φασιν· διὰ τί «οὐ δύναται ποιεῖν οὐδὲν ὁ υἱὸς ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα;» καὶ οὐ νοοῦσιν ἀπ᾽ ἀρχῆς τὰ λεγόμενα, ὅτι καίτοι γε ὁ πατὴρ οὐ πρότερον ἐποίησε καὶ ὕστερον ὁ υἱὸς ἐτεχνάσατο. ποῖον γὰρ οὐρανὸν ἐποίησε καθ᾽ ἑαυτὸν ὁ πατήρ, ἵνα ἀπὸ τοῦ τύπου τοῦ πρώτου οὐρανοῦ λαβὼν τὸ ὁμοίωμα ὁ υἱὸς οὕτως ἐργάσηται;
ἀλλ᾽ οὐδεὶς τοῦτο δύναται δεῖξαι τῶν τὴν κακίαν ἐπινοούντων. «ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». ἀλλ᾽ ἅμα ἐν ἀρχῇ ἐν τῇ κοσμοποιίᾳ φάσκει «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν», καὶ οὐκ εἶπε, δεῦρο ποιήσω καὶ ὑποδείξω πῶς ἐργάσῃ. ἔπειτα δὲ «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον», καὶ οὐκ εἶπεν, ἐποίησε καὶ ἔδειξε τῷ υἱῷ πῶς δεῖ ποιεῖν τὸν ἄνθρωπον. οὔτε γὰρ ἐν ἀγνοίᾳ ἦν ὁ υἱός, ἵνα μετὰ τὸ μαθεῖν τέχνην τότε τὰ ἐξ αὐτῆς ἐργάσηται. ἀλλ᾽ ἐπειδὴ πάλιν ἐλθὼν ὁ κύριος ἡμῶν τὴν σάρκα ἐνεδύσατο καὶ ἄνθρωπος ἐγένετο καὶ ἐν ἡμῖν συνανεστράφη, εἶχε δὲ πρὸς τοὺς Ἰουδαίους τὸν λόγον, οἵτινες ἐνόμιζον αὐτὸν τὰ τοῦ πατρὸς καταλύειν, βουλόμενος ἀναγαγεῖν αὐτῶν τὴν διάνοιαν, τοῦ μὴ προσέχειν τῇ αὐτοῦ ἐνανθρωπήσει μόνον, ἔλεγεν «οὐδὲν ποιεῖ ὁ υἱός, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα», ἵνα δείξῃ τὸ ἔργον τοῦ υἱοῦ εἶναι ἔργον τοῦ πατρὸς καὶ τὸν πατέρα εὐδοκοῦντα ἐπὶ τῇ αὐτοῦ τῆς πάσης ἐργασίας οἰκονομίᾳ. οὕτω καὶ κατὰ ἀκολουθίαν καὶ 〈περὶ〉 τὰς ἄλλας λέξεις προσκόπτοντες ὡς θῆρες καὶ ἐλεγχόμενοι ἀπὸ προσώπου τῆς τοῦ λόγου ἀστραπῆς, τῆς ἀληθείας, διωχθήσονται. «ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.» 79.
Πρόσκειται γὰρ ταύτῃ τῇ λέξει, ἃ ἀναλέγουσι καθ᾽ εἱρμὸν καὶ λέγουσιν ἀπὸ τοῦ εὐαγγελίου «ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε», καὶ πάλιν «ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ. ὁμοίως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ», καὶ πάλιν «οὐδένα γὰρ ὁ πατὴρ κρινεῖ, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα». ὅρα δέ μοι λοιπόν, Ἄρειε, τὸ πέρας τῆς πρὸς σὲ διαλογῆς, ποῦ ἀπετέλεσεν ὁ λόγος. οὐκ εἶπε τινὰς ναὶ καὶ τινὰς οὔ, ἀλλ᾽ «ἵνα πάντες τιμῶσι τὸν υἱόν, ὡς τιμῶσι τὸν πατέρα». μὴ ἀτίμαζε τοίνυν τὸν υἱόν, ἵνα μὴ ἀτιμάσῃς τὸν πατέρα. εἰ γάρ τι εἰς τὸν υἱὸν λογίζῃ ὑποβεβηκὸς ἢ ἐλάττωμα διανοεῖσθαι, οὐκοῦν καὶ ἐπὶ τὸν πατέρα ἀναβαίνει σου ἡ διάνοια; τῆς γὰρ αὐτῆς σοι τολμηρίας ἐστὶ τὸ εἰς τὸν υἱὸν 〈ἐλαττόνως〉 διανοεῖσθαι καὶ μὴ τιμᾶν αὐτόν, καθάπερ τιμᾷς τὸν πατέρα. ἵνα 〈τί〉 γὰρ καὶ δίδωσιν αὐτῷ ὁ πατήρ, λέγε μοι, ὦ γεννάδα, τί λέγει; «ἵνα ὃν θέλῃ ὁ υἱὸς ζωογονήσῃ»· οὐκ εἶπεν ὃν κελεύεται.
ἔδει δὲ ταῦτα πάντα τὸν υἱὸν δέξασθαι παρὰ πατρός, ἀλλ᾽ οὐκ ἐλάττονα εἶναι παρὰ τὸν πατέρα, μάλιστα κατὰ δύο τρόπους· πρῶτον μὲν διὰ τὸ ἀναγαγεῖν ἡμῶν τὴν διάνοιαν εἰς μίαν ἕνωσιν θεότητος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ μὴ εἰς μερισμοὺς καὶ πολυθεΐαν καταγαγεῖν τὸν τῶν ἀνθρώπων λογισμόν, ἀλλ᾽ ἀναφέρειν εἰς μίαν ἑνότητα· δεύτερον δὲ καὶ εἰς τὴν τῆς ἐνσάρκου παρουσίας μεταβολὴν δόξης καὶ συνένωσιν τῆς αὐτοῦ θεότητος. ἐπειδὴ γὰρ ἦλθε τοὺς μαθητὰς αὐτοῦ εὐφρᾶναι διὰ τῆς ὑποσχέσεως ἧς εἶπεν ὅτι «εἰσὶ τῶν αὐτοῦ ἑστώτων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ», «καὶ τῇ ὀγδόῃ ἡμέρᾳ», ὡς λέγει τὸ εὐαγγέλιον, ἢ ὡς τὸ ἕτερον λέγει «μετὰ ἓξ ἡμέρας», —οὐ τῶν εὐαγγελιστῶν ἕτερα ἀνθ᾽ ἑτέρων λεγόντων, ἀλλὰ μιᾶς οὔσης τῆς ἀκριβείας, ἀεί ποτε δὲ ἀσφαλιζομένης, ἵνα μὴ πρόφασις γένηται τὸ τοὺς ἀνθρώπους προσκόπτειν ἐν τοῖς ἀναγκαίοις, ἐπειδήπερ «ἔγκειται ἡ ἔννοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος ἐπιμελῶς». διὰ τοῦτο εἷς εὐαγγελιστὴς τῇ ὀγδόῃ ἡμέρᾳ εἶπεν. ἦν γὰρ μέρος τι τῆς ἡμέρας ὑπολειπόμενον, ὅτε τὸν λόγον ἔφη, καὶ συνηρίθμησεν ἀπ᾽ ἐκείνης τῆς ἡμέρας καὶ τῆς ὥρας, εἰ ἦν ἡ ἡμέρα κεκλικυῖα περὶ ἐνάτην ὥραν ἢ δεκάτην· καὶ πάλιν ἐν τῇ ὀγδόῃ ἡμέρᾳ περὶ τὴν τρίτην ἢ τετάρτην ὥραν τοῦ πράγματος γεγονότος, ὀγδόη αὕτη ἐκαλεῖτο.
ὁ δὲ ἄλλος εὐαγγελιστὴς ἀσφαλίζεται καὶ λέγει μετὰ ἓξ ἡμέρας. οὐκ ἠρίθμησε γὰρ ἐν ᾗ τὸν λόγον ἔφη τοῖς μαθηταῖς οὐδὲ ἐν ᾗ τὸ ἔργον ἐπετέλεσεν, ἀλλὰ τὰς μέσον ἓξ πληρεστάτας ἡμέρας. 80. Ὧδε δὲ περὶ τὸν λόγον γενόμενος τὴν φράσιν ὑποδείξω, ὅπως «παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνήνεγκεν αὐτοὺς εἰς τὸ ὄρος καὶ μετεμορφώθη καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος», τὸ ἐν σαρκὶ πρόσωπον συνὸν [ἐν] τῇ θεότητι, «καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς χιών», δηλονότι ἡ σὰρξ ἡ ἀπὸ Μαρίας οὖσα καὶ ἐκ τοῦ ἡμετέρου γένους τυγχάνουσα· καὶ μετεμορφοῦτο εἰς δόξαν, δόξαν ἐπικτωμένη τῆς θεότητος, τὴν τιμήν τε καὶ τελειότητα καὶ δόξαν τὴν ἐπουράνιον, ἣν μὴ εἶχεν ἡ σὰρξ ἀπ᾽ ἀρχῆς, ἐνταῦθα δὲ 〈ἦν〉 λαβοῦσα ἐν τῇ συνενώσει τοῦ θεοῦ λόγου.
οὕτω καὶ τὰ προειρημένα νόει, ὅτι «τὴν πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ» ὅτι ἔδωκεν αὐτῷ ἐξουσίαν, «ἵνα ὃν θέλει ζωογονήσῃ», ἵνα τὴν μὲν πρώτην ἀρχὴν δείξῃ τὴν ἕνωσιν τῆς μιᾶς θεότητος καὶ τὸ ἓν θέλημα, ἐπὶ τὸν πατέρα φέρων τὰ ὅλα τῆς ἀγαθωσύνης καὶ ἐπὶ τὴν μίαν ἀρχὴν καὶ θεότητα, [τῶν] τριῶν οὐσῶν τελείων ὑποστάσεων, μιᾶς δὲ θεότητος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ τῆς ἐνσάρκου πάλιν παρουσίας προσλαμβανούσης μετὰ τῆς θεότητος τὴν ἀπὸ πατρὸς καὶ υἱοῦ κεχαρισμένην αὐτῇ τοῦ ἀξιώματος δωρεάν τε καὶ ἐξουσίαν καὶ τελειότητα, καὶ εἰς μίαν θεότητος πνευματικὴν συνένωσιν 〈συνηνωμένης〉. 81.
Καὶ μάλα μόλις διεδράσαμεν τὸ δυσθαλάττιον τοῦτο χωρίον καὶ τὴν πᾶσαν ταύτην θηριοβολίαν, ἄγριά τε κυμάτων κυρ〈τ〉ώματα, ἀφρισμοὺς δὲ καὶ σάλους δεινούς, βέλη τε ἐναντίων καὶ θυρεοὺς κατακαύσαντες κατὰ τὸν ὀρθὸν λογισμὸν ἐν διανοίᾳ, τόξα τε τῶν δι᾽ ἐναντίας κατακλάσαντες, * ἐπὶ τὸ ἑρπετὸν τοῦτο τὸ πολυκέφαλον ὕδρας ἄμορφον κατάστημα, λαβόντες ἐκ θεοῦ τὴν δύναμιν καὶ τὴν χάριν οἱ ἀνίκανοι, ὥστε ἐν θεῷ ἰσχύσαντας τὴν ἐπινίκιον ᾄδειν φωνὴν 〈τὴν〉 λέγουσαν· «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν», καὶ συντρίψαντες τὴν κεφαλὴν τοῦ δράκοντος ἐπάνω τοῦ ὕδατος τοῦ «ἡσύχως πορευομένου», οὗ οὐκ ἠθέλησαν τὴν μετοχὴν ἔχειν οἱ νέοι μετὰ Ἰουδαίων κληρονομίαν κεκτημένοι, πρὸς οὓς ἀποτεινόμενος ὁ προφήτης ἔλεγε «διὰ τὸ μὴ θέλειν ὑμᾶς ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν ὑμᾶς τὸν Ῥαασσὼν τὸν βασιλέα καὶ τὸν Ταβεὴλ υἱὸν Ῥομελίου, ἰδοὺ ἐπάγει κύριος ἐφ᾽ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρόν, τὸν βασιλέα τῶν Ἀσσυρίων» καὶ τὰ ἑξῆς.
ἡμεῖς δὲ λαβόντες ἐν κυρίῳ τὴν βοήθειαν καὶ τὸ ἀπὸ ἀληθινῆς σαρκὸς «πτύσμα ἐπὶ τῆς γῆς βεβλημένον» καὶ τὸ μετὰ τοῦ πτύσματος «φύραμα τοῦ πηλοῦ ἐν τοῖς ὀφθαλμοῖς» ἡμῶν κεχαραγμένον, ἵνα οἵ ποτε ἐν ἀγνοίᾳ νῦν τὴν ἀλήθειαν γνῶμεν, ἀπελθόντες καὶ νιψάμενοι ἐν τῷ Σιλωάμ, τῷ ἀπεσταλμένῳ ἑρμηνευομένῳ, τουτέστιν ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ καὶ ἐν θεότητι τελειότητος, καὶ λοιπὸν ἑωρακότες οὐκέτι ἀρνούμεθα τὸν κύριον, εἰ καὶ ἀποσυναγώγους ἡμᾶς ποιήσωσιν οἱ τῆς Ἀρείου φατρίας καὶ Ἰουδαίων διάδοχοι· ἔθεντο γὰρ καὶ οὗτοι, καθάπερ κἀκεῖνοι, πάντα τὸν ὁμολογοῦντα τὸν κύριον «ἀποσυνάγωγον αὐτῶν γενέσθαι», ἵνα δείξωσι τὸν ἀναβλέψαντα ἔλεγχον γεγονότα τῶν ἀβλεπτούντων. εἰ μὴ γὰρ ἦν ἡ συναγωγὴ αὐτῶν τυφλὴ ὅλη, οὐκ ἂν οὗ ἠνοίχθησαν οἱ ὀφθαλμοὶ ἀποσύνακτον ἐποίουν. εὐχαριστήσωμεν τοίνυν τῷ κυρίῳ, ὅτι καὶ ἀνεβλέψαμεν καὶ ὁμολογοῦμεν τὸν κύριον καὶ ἐθεραπεύσαμεν τὰ σίνη, ἐὰν καὶ τὸ ἔργον τῶν ἐντολῶν αὐτοῦ πράξωμεν, καὶ κατεπατήσαμεν τὸν ὄφιν καὶ συνετρίψαμεν τὴν κεφαλὴν τοῦ δράκοντος ἐν τῇ τοῦ θεοῦ δυνάμει· ᾧ ἡ δόξα, τιμή, κράτος πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρί, σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Καταλείψαντες δὲ τὴν νενεκρωμένην ταύτην ὕδραν, τὴν ἑπτακέφαλον καὶ πολύσχιδον, ἐπὶ τὰς ἑξῆς συνήθως προέλθωμεν, ἀγαπητοί, θεὸν τὸν ἀεὶ βοηθὸν ἐπικαλούμενοι τὴν αὐτὴν ἡμῶν ποιήσασθαι ἐπιμέλειαν καὶ τῶν βουλομένων τούτῳ τῷ πονήματι ἐντυγχάνειν, εἰς ἴασιν τῶν δεδηγμένων καὶ εἰς διόρθωσιν τῶν [μὴ] ἐν κακοῖς ἤδη ἐξετασθέντων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.