Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Αυδιανοί, Φωτεινιανοί και Μαρκελλιανοί

Εξέταση του σχίσματος των Αυδιανών, και θεολογική αναίρεση των χριστολογικών απόψεων του Φωτεινού και του Μάρκελλου Αγκύρας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 20 από 27

Περὶ τοῦ σχίσματος τῶν Αὐδιανῶν 〈ν〉, τῆς δὲ ἀκολουθίας 〈ο〉. 1. Αὐδιανοὶ εἴτ᾽ οὖν Ὠδιανοὶ τάγμα εἰσίν *. οὗτοι δὲ ἐν μοναστηρίοις τὴν κατοίκησιν κέκτηνται ἀναχωροῦντες, [τάγμα ὄντες] ἐν ἐρημίαις τε καὶ πλησιαίτερον πόλεων ἐν προαστείοις τε καὶ ὅπου τὰς ἑαυτῶν μονὰς ἤτοι μάνδρας ἔχουσιν. οὗτος ὁ Αὔδιος τούτων ἀρχηγὸς γεγένηται ἐν χρόνοις Ἀρείου, ὁπηνίκα συνεκροτήθη κατὰ Ἀρείου ἡ σύνοδος τῶν αὐτὸν καθελόντων. ἦν δὲ ὁ ἀνὴρ ἀπὸ τῆς Μέσης τῶν ποταμῶν ὁρμώμενος, διαφανής τις κατὰ τὴν ἑαυτοῦ πατρίδα διὰ τὸ ἀκραιφνὲς τοῦ βίου καὶ κατὰ θεὸν ζήλου καὶ πίστεως· ὃς πολλάκις θεώμενος τὰ ἐν ταῖς ἐκκλησίαις γενόμενα εἰς πρόσωπον ἐπισκόπων τε καὶ πρεσβυτέρων ἐλεγκτικῶς ἀντετίθει τοῖς τοιούτοις λέγων· οὐ χρὴ ταῦτα οὕτως γενέσθαι, οὐκ ὀφείλει ταῦτα οὕτως πράττεσθαι, ὡς ἀνὴρ ἀληθεύων καὶ ὁποῖα φιλεῖ ὑπὸ τῶν φιλαλήθως ἐλευθεροστομούντων ἀνδρῶν 〈γενέσθαι〉, μάλιστα τῶν τὸν βίον ἀκρότατα βιούντων. διὸ τοιαῦτα ὁρῶν ὡς προεῖπον ἐν ταῖς ἐκκλησίαις λαλεῖν ἠναγκάζετο πρὸς ἔλεγχον, καὶ οὐκ ἐσιώπα. εἴ τινα γὰρ εἶδε τῶν φιλοχρηματούντων τοῦ κλήρου, ἢ ἐπίσκοπον ἢ πρεσβύτερον ἢ ἕτερόν τινα τοῦ κανόνος, πάντως ἐφθέγγετο. καὶ εἰ ἑώρα τινὰ ἐν τρυφῇ καὶ σπατάλῃ 〈βιοῦντα〉 ἤ τινα παραχαράττοντα τὰ ἐν τῷ ἐκκλησιαστικῷ κηρύγματι καὶ θεσμῷ τῆς ἐκκλησίας, μὴ φέρων ὁ ἀνὴρ προεβάλλετο ὡς ἔφην τὸν λόγον.

καὶ ἦν τοῦτο τοῖς μὴ τὸν βίον δεδοκιμασμένον ἔχουσιν ἐπαχθές. ὑβρίζετο δὲ ἕνεκεν τούτου καὶ ἀντελέγετο, ἐμισεῖτο, ἔφερε κλυδωνιζόμενός τε καὶ ὠθούμενος καὶ ἀτιμαζόμενος, ἕως χρόνου ἱκανοῦ ἐν ταῖς ἐκκλησίαις συναγόμενος, ἕως ὅτε δεινῶς ἐνέγκαντές τινες ἐξεοῦσι τὸν ἄνδρα διὰ τὴν τοιαύτην αἰτίαν. ὁ δὲ οὐκ ἠνείχετο, ἀλλ᾽ ἐβιάζετο μᾶλλον ἀλήθειαν μὲν λέγειν, μὴ ἀναχωρεῖν δὲ τοῦ συνδέσμου τῆς μιᾶς ἑνώσεως τῆς ἁγίας καθολικῆς ἐκκλησίας. ὡς δὲ ἐτύπτετο αὐτός τε καὶ οἱ ἅμα αὐτῷ πολλάκις τὰ δεινά τε ἔπασχε, βαρυστονήσας σύμβουλον λαμβάνει ἑαυτοῦ τὴν ἀνάγκην τῶν ὕβρεων. ἑαυτὸν γὰρ ἀφορίζει τῆς ἐκκλησίας, πολλοί τε ἅμα αὐτῷ ἀφηνιάζουσι, καὶ οὕτως τὴν διαίρεσιν εἰργάσατο, οὔ τι ἔχων παρηλλαγμένον τῆς πίστεως, ἀλλ᾽ ὀρθότατα μὲν πιστεύων αὐτός τε καὶ οἱ ἅμα αὐτῷ· εἰ καὶ χρὴ τὰ μάλιστα λέγειν ἐν μικρῷ τινι αὐτὸν φιλονείκως φέρεσθαί τε καὶ τοὺς ἅμα αὐτῷ. 2. Μετὰ γὰρ τοῦ ὁμολογεῖν περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος θαυμαστῶς ὡς ἔχει ἡ καθολικὴ ἐκκλησία ὀρθοδοξότατά τε φυλάττειν τά τε ἄλλα πάντα τοῦ βίου 〈εἶχε〉 θαυμαστά· ταῖς γὰρ ἰδίαις χερσὶν ἐργαζόμενος αὐτός τε καὶ οἱ ὑπ᾽ αὐτὸν ἐπίσκοποί τε καὶ οἱ πρεσβύτεροι καὶ οἱ λοιποὶ πάντες διατρέφονται· ὕστερον δὲ μετὰ τὸ ἐξεωθῆναι τῆς ἐκκλησίας, ἀπὸ ἄλλου ἐπισκόπου τὰ αὐτὰ συζητοῦντος καὶ ἀναχωρήσαντος τῆς ἐκκλησίας χειροτονεῖται οὗτος ἐπίσκοπος.

περὶ 〈δὲ〉 οὗ ἐπελαβόμην λέγειν (ἐπειδήπερ ἐν παρεκβάσει γεγένημαι, αὖθις ἐπαναλαβὼν διέξειμι τὴν ὑφήγησιν), φημὶ δὲ περὶ τῆς ὡς ἐπὶ τὸ σκληρότατον καὶ ἰδιωτικὸν καὶ φιλόνεικον [τῆς] παρ᾽ αὐτῷ ᾀδομένης λέξεως ἀπὸ τῆς θείας γραφῆς. τὸ γὰρ κατ᾽ εἰκόνα οὗτος καὶ οἱ μετ᾽ αὐτοῦ, ὅπερ ὁ θεὸς δεδώρηται τῷ Ἀδάμ, ἀποκρότως βούλεται ὁρίζειν, εἶναι τοῦτο πληρούμενον κατὰ τὸ σῶμα, ἀπὸ τοῦ δῆθεν λεγομένου ῥητοῦ τοῦ «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν». καὶ εἶτα ἐπιφέρει λέγων ὁ θεῖος λόγος ὅτι «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς». ἐπειδή, φησίν, εἶπεν 〈ὅτι ἐποίησεν〉 ἄνθρωπον ἀπὸ τῆς γῆς, ὅρα ὅτι ἀληθέστατα ὅλον τὸ χοϊκὸν εἶπεν ἄνθρωπον· ἄρα γε αὐτὸ τὸ χοϊκὸν προέλεγεν ἔσεσθαι κατ᾽ εἰκόνα θεοῦ. καὶ ἔστι τοῦτο ἀπόκροτον, ὡς ἔφην, καὶ ἰδιωτικόν, τὸ ὁρίζεσθαι 〈κατ᾽〉 ἄνθρωπον ἐν ποίῳ μέρει τέτακται τοῦ ἀνθρώπου τὸ κατ᾽ εἰκόνα (εἰ χρὴ ὅλως μέρος λέγειν), διὰ τὰ πολλὰ τὰ ἀντιπίπτοντα τῇ τῶν ἀνθρώπων ἐννοίᾳ κατὰ τὸ ῥῆμα τοῦτο καὶ ἔχοντα ζητημάτων πληθύν. ἢ γὰρ ποιήσομεν τὸν θεὸν ὁρατόν τε καὶ σωματικόν, εἴπερ ἐν τῷ σώματι τὸ κατ᾽ εἰκόνα πληροῦται σωματικῶς καὶ 〈οὐκ〉 ἐσχηματισμένως, ἢ ἄνθρωπον τῷ θεῷ ἐξισοῦμεν τοῦτο φάσκοντες.

διὸ οὐ χρὴ πάντως ὁρίζειν ἢ διισχυρίζεσθαι ἐν ποίῳ μέρει τὸ κατ᾽ εἰκόνα πληροῦται, ἀλλ᾽ ὁμολογεῖν μὲν τὸ κατ᾽ εἰκόνα εἶναι ἐν τῷ ἀνθρώπῳ, ἵνα μὴ τὴν χάριν τοῦ θεοῦ ἀθετήσωμεν καὶ ἀπιστήσωμεν θεῷ. ὅσα μὲν γὰρ λέγει ὁ θεός, ταῦτα ἀληθῆ τυγχάνει, εἰ καὶ ἐξέφυγε τὴν ἡμῶν ἔννοιαν ἐν ὀλίγοις λόγοις. ἀρνήσασθαι οὖν τοῦτο τὸ κατ᾽ εἰκόνα οὐ πιστὸν οὔτε τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας. ἔστι γὰρ πᾶς ἄνθρωπος σαφῶς κατ᾽ εἰκόνα, καὶ οὐδεὶς τῶν ἐχόντων εἰς θεὸν τὴν ἐλπίδα ἀρνήσεται, εἰ μὴ ἄν τινες ἑαυτοῖς μύθους πλάσσουσιν ἐκβαλλόμενοι τῆς ἐκκλησίας καὶ τῆς τῶν πατέρων ἐκ προφητῶν τε καὶ νόμου καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν παραδόσεως. 3. Ὥστε οὖν ἐκεῖνοι φιλονεικότερον ἐν τούτῳ διακείμενοι ἐκτὸς καὶ αὐτοὶ βαίνουσι τῆς κατὰ τὴν ἐκκλησιαστικὴν ὑπόθεσιν παραδόσεως, τῆς πιστευούσης κατ᾽ εἰκόνα μὲν εἶναι πάντα ἄνθρωπον, μὴ ὁρίζειν δὲ 〈ἐπιχειρούσης〉 ἐν ποίῳ τέτακται τὸ κατ᾽ εἰκόνα, μήτε ἐχόντων τῶν μυθωδῶς περὶ τούτων διαλαμβανόντων εἴτ᾽ οὖν ἀρνουμένων δεῖξαι.

οἱ μὲν γὰρ λέγουσιν ἐν τῇ ψυχῇ πληροῦσθαι τὸ κατ᾽ εἰκόνα, νομίζοντες τὸ κατὰ τὴν σάρκα μόνον συλλογίσασθαι δύνασθαι, καὶ οὐκ ἴσασιν οἱ τοιοῦτοι ὅτι τὸ κατὰ ψυχὴν συλλογίζεται, εἰ χρὴ συλλογισμοῖς προσέχειν καὶ μὴ ἁπλῶς ἁπλῇ τῇ διανοίᾳ θεῷ προσιέναι καὶ πιστεύειν, ὅτι τὰ ὑπὸ θεοῦ εἰρημένα ἐστὶν ἀλήθεια, αὐτῷ δὲ μόνῳ ἐγνωσμένα τῷ τὴν πᾶσαν ἀλήθειαν εἰδότι. ἄλλοι δὲ λέγουσιν οὔτε ἐν ψυχῇ οὔτε ἐν σώματι, ἀλλὰ ἀρετὴν εἶναι τὸ κατ᾽ εἰκόνα. ἕτεροι δὲ φάσκουσι μὴ εἶναι τὴν ἀρετήν, ἀλλὰ τὸ βάπτισμα καὶ τὸ χάρισμα τὸ ἐν τῷ βαπτίσματι, δῆθεν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου». ἄλλοι δὲ πάλιν τοῦτο οὐ βούλονται, ἀλλὰ θέλουσι λέγειν τότε μὲν εἶναι τὸ κατ᾽ εἰκόνα ἐν τῷ Ἀδάμ, ἕως ὅτε ἐν παρακοῇ γέγονε καὶ βέβρωκεν ἀπὸ τοῦ ξύλου καὶ ἐξεώθη. ἀφ᾽ οὗ δὲ ἐξεώθη, ἀπώλεσε τὸ κατ᾽ εἰκόνα. καὶ πολλή τίς ἐστι τῶν ἀνθρώπων μυθοποιία, οἷς οὐ χρὴ «οὐδὲ πρὸς ὥραν εἶξαι», οὔτε τούτοις οὔτε ἐκείνοις, τοῖς οὕτω ἢ οὕτω λέγουσιν, ἀλλ᾽ εἶναι μὲν πιστεύειν ἐν τῷ ἀνθρώπῳ τὸ κατ᾽ εἰκόνα, ἐν παντὶ δὲ μάλιστα καὶ οὐχ ἁπλῶς 〈ἔν τινι μέρει〉. ποῦ δέ ἐστιν ἢ ποῦ πεπλήρωται τὸ κατ᾽ εἰκόνα, αὐτῷ μόνῳ ἔγνωσται τῷ θεῷ, τῷ κατὰ χάριν τῷ ἀνθρώπῳ δωρησαμένῳ τὸ κατ᾽ εἰκόνα.

οὔτε γὰρ ἀπώλεσεν ὁ ἄνθρωπος τὸ κατ᾽ εἰκόνα, ἀλλ᾽ εἰ ἄρα ἐχυδαίωσε τὸ κατ᾽ εἰκόνα, μολύνας ἑαυτὸν ἐν ἀδιαφόροις πράγμασι καὶ ἀνηκέστοις ἁμαρτίαις. ἰδοὺ γὰρ μετὰ τὸν Ἀδὰμ τῷ Νῶε λέγει «ἰδοὺ δέδωκά σοι πάντα ὡς λάχανα ἀγροῦ, θῦσον καὶ φάγε, μὴ φάγε σάρκα ἐν αἵματι ψυχῆς, ὅτι ἐγὼ ἐκζητήσω τὰς ψυχὰς ὑμῶν. πᾶς ὁ ἐκχέων αἷμα ἀνθρώπου ἐπὶ τῆς γῆς, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται τὸ αἷμα αὐτοῦ, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον, καὶ ἐγὼ ἐκζητήσω τὸ αἷμα ὑμῶν ἐκ παντὸς τοῦ ἐκχέοντος αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς». καὶ ὁρᾷς ὅτι ἐν τῷ ἀνθρώπῳ λέγεται τὸ κατ᾽ εἰκόνα μετὰ δεκάτην γενεὰν τοῦ τὸν Ἀδὰμ πλασθῆναι; ἅμα δὲ καὶ Δαυὶδ μετὰ πολὺν χρόνον λέγει 〈ἐν〉 πνεύματι ἁγίῳ· «τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· 〈μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος»,〉 ἀλλὰ καὶ καθεξῆς μετὰ τοῦτον ὁ ἀπόστολός φησιν «ἀνὴρ οὐκ ὀφείλει κομᾶν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων», ἀλλὰ καὶ μετὰ τοῦτον Ἰάκωβος φάσκει λέγων περὶ τῆς γλώσσης ὅτι «ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου· ἐν αὐτῇ εὐλογοῦμεν τὸν θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς κατ᾽ εἰκόνα θεοῦ γεγονότας· οὐ χρὴ ταῦτα οὕτως γίνεσθαι, ἀδελφοί μου». καὶ ὅρα ὅτι ἐξέπεσεν ὁ λόγος τῶν λεγόντων τὸν Ἀδὰμ τὸ κατ᾽ εἰκόνα ἀπολωλεκέναι. 4.

Τῶν δὲ πάλιν λεγόντων τὴν ψυχὴν εἶναι τὸ κατ᾽ εἰκόνα ὁ λόγος ἐστὶ τοιόσδε καὶ ἡ ἀπολογία· ὅτι, φησίν, ἔστιν ἀόρατος ὡς ὁ θεός ἐστιν ἀόρατος, ἐνεργητική ἐστι, κινητική ἐστι, διανοητική ἐστι, λογιστική ἐστι, καὶ τούτου ἕνεκα αὐτή ἐστι τὸ κατ᾽ εἰκόνα, ἐπειδὴ θεὸν ἐπὶ γῆς μιμεῖται, κινοῦσά τε καὶ πράττουσα καὶ τἄλλα ποιοῦσα ὅσαπερ κατὰ τὸ λογιστικὸν πράττει ὁ ἄνθρωπος. εὑρίσκονται δὲ καὶ οὗτοι συλλογιζόμενοι. καὶ γὰρ εἰ διὰ ταῦτα καλεῖται κατ᾽ εἰκόνα ψυχή, οὐκέτι δύναται εἶναι κατ᾽ εἰκόνα. ὁ γὰρ θεὸς ἐπέκεινα μυριονταπλάσιον παρὰ τὴν ψυχὴν καὶ ἔτι περιττότερόν ἐστιν ἀκατάληπτος καὶ ἀπερινόητος, πάντα εἰδώς, τὰ προόντα καὶ τὰ παρόντα, καὶ 〈τὰ〉 ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα, πέρατα γῆς καὶ πυθμένας ἀβύσσου, ἄκρα οὐρανῶν καὶ πάντα τὰ ὄντα, αὐτὸς περιέχων τὰ πάντα, ὑπ᾽ οὐδενὸς δὲ περιεχόμενος. ἡ δὲ ψυχὴ περιέχεται μὲν ἐν σώματι, ἀγνοεῖ δὲ ἀβύσσου τοὺς πυθμένας, οὐκ ἐπίσταται τὸ εὖρος τῆς γῆς τέρματα τῆς οἰκουμένης ἀγνοεῖ, ἄκρα οὐρανῶν οὐ κατείληφε, * πόσα μέλλει ἔσεσθαι ἢ πότε γίνεται πόσα τε πρὸ αὐτῆς γεγένηται. καὶ πολλά ἐστι περὶ αὐτῆς καὶ τῶν τοιούτων λέγειν. ἅμα δὲ καὶ μερισμοὺς ἔχει, θεὸς δὲ ἀμέριστός ἐστι.

φησὶ γὰρ ὁ ἀπόστολος «ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν. καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνάπιον αὐτοῦ» καὶ τὰ ἑξῆς. καὶ ὁρᾷς ὅτι διέπεσε καὶ τούτων ὁ λόγος. 5. Καὶ πάλιν τῶν λεγόντων τὸ σῶμα εἶναι κατ᾽ εἰκόνα διαπίπτει [πάλιν] ὁ λόγος. πῶς γὰρ δυνατὸν εἶναι τὸ ὁρατὸν τῷ ἀοράτῳ παραπλήσιον; πῶς τὸ σωματικὸν τῷ ἀσωμάτῳ; πῶς τὸ ἁφὴν ἔχον τῷ ἀκαταλήπτῳ; ὁρῶμεν γὰρ ἡμεῖς ἀπὸ τῶν ἔμπροσθεν οἷς ἔχομεν ὀφθαλμοῖς, τὰ κατόπιν δὲ ἀγνοοῦμεν, ἐν θεῷ δὲ οὐ πάθος, οὐκ ἐλάττωμα, μὴ γένοιτο, ἀλλὰ πανταχόθεν ἐστὶ φῶς, πανταχόθεν ὀφθαλμός, πανταχόθεν δόξα, πνεῦμα ὢν ὁ θεὸς καὶ πνεῦμα ὑπὲρ πνεῦμα καὶ φῶς ὑπὲρ πᾶν φῶς. πάντα γὰρ τὰ ὑπ᾽ αὐτοῦ γενόμενα ὑποβέβηκε τὴν αὐτοῦ δόξαν· μόνη δὲ ἡ τριὰς ἐν ἀκαταληψίᾳ καὶ ἐν δόξῃ ἀνεικάστῳ καὶ ἀκαταλήπτῳ. τῶν δὲ πάλιν λεγόντων τὴν ἀρετὴν εἶναι 〈τὸ〉 κατ᾽ εἰκόνα, ἀρετὴ δὲ ἄνευ φυλακῆς ἐνταλμάτων οὐ δύναται εἶναι, πολλοὶ δὲ ἐν ἀρετῇ διαφερέστεροι ἀλλήλων. ἀρετῆς γάρ ἐστιν εἴδη πολλά.

οἴδαμεν γὰρ αὐτοὶ καί τινας ἀπὸ ὁμολογητῶν ὑπάρχοντας, οἵτινες ἑαυτῶν τὸ σῶμα δεδώκασι καὶ τὴν ψυχὴν ὑπὲρ τοῦ ἑαυτῶν δεσπότου ἐν ὁμολογίᾳ, ἐν ἁγνείᾳ διατελέσαντες πίστιν τε ἀληθεστάτην ἐκτήσαντο, εὐσεβείᾳ διενηνόχασι, φιλανθρωπίᾳ καὶ εὐλαβείᾳ, ἐν νηστείαις τε διῆξαν καὶ ἐν πάσῃ ἀγαθότητι καὶ ἐν ἀρετῆς τεκμηρίοις. συμβέβηκε δὲ αὐτοὺς ἔχειν ἐλάττωμα, ἤτοι λοιδόρους 〈εἶναι〉 ἤτοι ὀμνύντας ἐν ὀνόματι θεοῦ ἢ εἶναι μυθώδεις ἢ ἀγανακτικοὺς ἢ βίον κεκτῆσθαι * χρυσοῦ καὶ ἀργύρου καὶ ἄλλων, ἅτινα ἐλλιπῆ ποιεῖται τῆς ἀρετῆς τὰ μέτρα. τί οὖν εἴπωμεν; τὸ μὲν κατ᾽ εἰκόνα διὰ τὴν ἀρετὴν ἐκτήσαντο, διὰ δὲ τὰ ὀλίγα ἀνθρώπινα τῶν ἐλαττωμάτων παραχρῆμα * εἶναι τὴν εἰκόνα καὶ οὐκέτι τελείαν τὴν ἐν αὐτοῖς εἰκόνα; καὶ πάλιν διέπεσεν ὁ τούτων λόγος. τῶν δὲ πάλιν λεγόντων τὸ βάπτισμα εἶναι 〈τὸ〉 κατ᾽ εἰκόνα πολύ τι διαπίπτει ὁ λόγος. οὔτε γὰρ Ἀβραὰμ ἔσχε τὸ βάπτισμα οὔτε Ἰσαὰκ οὔτε Ἰακὼβ οὔτε Ἠλίας οὔτε Μωυσῆς οὔτε οἱ πρότερον 〈οἱ〉 περὶ Νῶε καὶ Ἐνὼχ οὔτε οἱ περὶ τοὺς προφήτας, Ἠσαΐαν καὶ τοὺς καθεξῆς. τί οὖν; ἆρα ἐκεῖνοι οὐκ ἔχουσι τὸ κατ᾽ εἰκόνα; καὶ πολλή τίς ἐστι πρὸς τούτους ἡ ἀντιλογία, ὥσπερ 〈πρὸς〉 τοὺς περὶ Αὔδιον, φιλονείκως ὁρίζοντας εἶναι ἐν τῷ σώματι τὸ κατ᾽ εἰκόνα. 6.

Φέρουσι δὲ καὶ ἄλλας τινὰς μαρτυρίας οἱ αὐτοὶ Αὐδιανοὶ ἀπὸ τῆς θείας γραφῆς, λέγοντες ὅτι «ὀφθαλμοὶ κυρίου ἐπὶ τὸν πένητα ἀποβλέπουσι καὶ τὰ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν», καὶ «χεὶρ κυρίου ἐποίησε ταῦτα πάντα», καὶ «οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα, σκληροτράχηλοι»; καὶ «ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου», καὶ ὅσα τοιαῦτα περὶ θεοῦ γέγραπται· καὶ ὅτι «εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου», καὶ «ἦν ἡ κεφαλὴ αὐτοῦ ὡσεὶ ἔριον λευκὸν καὶ τὸ περιβόλαιον αὐτοῦ ὡσεὶ χιών». καὶ ὁρᾷς, φησί, πῶς ἐστι τὸ σῶμα κατ᾽ εἰκόνα θεοῦ; καί εἰσι κἀν τούτῳ ἀντιπίπτοντες καὶ βιαζόμενοι ὑπὲρ δύναμιν ἀνθρωπείαν καὶ τὸ «ὤφθη κύριος τοῖς προφήταις». καὶ ὤφθη μέντοι ὡς ἠθέλησε, δυνατὸς ὢν ἐν ἅπασι, καὶ οὐκ ἀρνούμεθα ὅτι εἶδον οἱ προφῆται θεόν, οὐ μόνον δὲ οἱ προφῆται, ἀλλὰ καὶ οἱ ἀπόστολοι. φησὶ γὰρ ὁ ἅγιος Στέφανος ὁ πρωτομάρτυς «ἰδού, ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ καὶ πατρός».

ἀλλὰ τῇ ἰδίᾳ δυνάμει θεὸς ὁ πανάγαθος, φιλανθρωπευόμενος τὸ ἴδιον πλάσμα, ἵνα μή τινες τῶν ἀπίστων νομίσωσι τὰ περὶ θεοῦ λεχθέντα εἶναι ἁπλῶς λόγῳ καὶ οὐκ ἀληθείᾳ, καὶ ἕως λόγου ἵστασθαι τὰ κατὰ τὸν θεὸν καὶ μὴ πληροῦσθαι τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον, ὅτι «δεῖ τὸν προσερχόμενον θεῷ πιστεύειν ὅτι ἔστι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν μισθαποδότης γίνεται»—ἵνα οὖν παραθαρσύνῃ τὸν ὑπ᾽ αὐτοῦ πεπλασμένον ἄνθρωπον, τοῖς ἁγίοις αὐτοῦ καὶ ἀξίοις ἑαυτὸν ἀποκαλύπτει θεός, ἵνα ἴδωσι φύσει θεὸν καὶ θεμελιωθῶσι τὴν διάνοιαν καὶ ἐλπίσωσιν ἐν ἀληθείᾳ καὶ κηρύξωσιν αὐτὸν ἀληθῶς καὶ πιστοποιήσωσι τὸν πιστὸν ἄνθρωπον, ὡς ἀμέλει [καὶ] οἱ Ἑλλήνων παῖδες ἔχουσι περὶ θεοῦ ἕως λόγου τε καὶ φαντασίας, ἡμεῖς δὲ ἀληθῶς θεὸν ἐπιστάμεθα, ἀληθῆ καὶ ὄντα ἀληθῶς ἐνυπόστατον βασιλέα, ἀκατάληπτον, ποιητὴν τῶν ὅλων, ἕνα θεόν, καὶ ἐξ αὐτοῦ τὸν μονογενῆ θεόν, ἐν οὐδενὶ διαλλάττοντα τοῦ πατρός, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μηδὲν ἀπὸ πατρὸς καὶ υἱοῦ διαλλάττον, ὡς καὶ ἐν πάσῃ αἱρέσει περὶ τῆς κατὰ θεὸν πίστεως διὰ πολλοῦ ἐποιησάμεθα τὸν λόγον. 7. Καὶ ὅτι μὲν ὤφθη θεὸς ἀνθρώποις πολλάκις εἴπομεν, καὶ οὐκ ἀρνούμεθα. ἐὰν γὰρ ἀρνησώμεθα τὰς θείας γραφάς, ἀληθεῖς οὐκ ἐσμὲν καὶ εὑρισκόμεθα ἐκπίπτοντες τῆς ἀληθείας· ἢ τὴν παλαιὰν διαθήκην ἐκβάλλοντες οὐκέτι ἐσμὲν τῆς καθολικῆς ἐκκλησίας.

τὸ δὲ εὐαγγέλιον ἔφη «θεὸν οὐδεὶς πώποτε ἑώρακεν, ὁ μονογενὴς θεὸς αὐτὸς ἐξηγήσατο», καὶ πάλιν ἡ αὐτὴ θεία γραφή 〈φησιν〉 ὅτι «ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ», καὶ αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «οἱ ἄγγελοι τούτων ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανῷ». ἀλλὰ πάντως ἐρεῖ τις εἰρηκέναι τὴν θείαν γραφήν, τοὺς προφήτας ἑωρακέναι τὸν θεὸν ἐν τῷ νῷ, ἀπὸ τοῦ ῥητοῦ τοῦ «καὶ οἱ ἄγγελοι τούτων ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανῷ», καὶ πάλιν ἀπὸ τοῦ «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». νοήσας δὲ τοῦτο καὶ παραζεύξας κατὰ τὴν αὐτοῦ ἔννοιαν τὰς λέξεις εἴποι 〈τις〉 ἂν ὅτι ἐν τῷ νῷ ἕκαστος ὁρᾷ τὸν θεόν, οὐ γὰρ ὀφθαλμοῖς. ἀντιπίπτει δὲ τούτῳ ὁ θεῖος λόγος φάσκων διὰ Ἠσαΐου τοῦ προφήτου «τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ κατοικῶ, καὶ τὸν κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου»· καὶ οὐκ εἶπε τῷ νῷ, οὐδὲ ἐν τῇ ἐννοίᾳ, ἀλλὰ τοῖς ὀφθαλμοῖς, τὰ ἀληθῆ καὶ στερεὰ τῆς πίστεως βεβαιούμενος. τί οὖν εἴπωμεν, τοῦ εὐαγγελίου λέγοντος θεὸν μὴ ἑωρακέναι τινὰ πώποτε, τῶν δὲ προφητῶν καὶ ἀποστόλων φασκόντων καὶ αὐτοῦ τοῦ κυρίου; ἆρα ἀντίθετον ἐν τῇ θείᾳ γραφῇ πρὸς ἑαυτήν τι; μὴ γένοιτο. ἀλλὰ εἶδον προφῆται καὶ ἀπόστολοι, καὶ ἀληθὲς ὑπάρχει.

εἶδον δὲ καθὸ ἠδύναντο αὐτοὶ καὶ καθὸ ἐνεχώρει, καὶ ὤφθη αὐτοῖς ὁ θεὸς ὡς ἠθέλησεν· «πάντα γὰρ αὐτῷ δυνατά». καὶ ὅτι μὲν ἀόρατος ὁ θεὸς καὶ ἀκατάληπτος, τοῦτο δῆλόν ἐστι καὶ ὡμολόγηται. ἀλλὰ πάλιν δυνατός ἐστι ποιεῖν ὃ βούλεται. «οὐ γάρ τις ἀντιτίθησιν αὐτοῦ τῷ βουλήματι». ἀόρατος οὖν ἐστι τὴν φύσιν καὶ ἀκατάληπτος τὴν δόξαν. βουλομένου δὲ τῷ ὑπ᾽ αὐτοῦ γεγονότι ἀνθρώπῳ ὀπτάνεσθαι οὐδὲν ἐναντιοῦται τῷ αὐτοῦ βουλήματι. οὐ γὰρ πάθει συνέχεται τὸ θεῖον, ἵνα ὃ βούλεται μὴ πράττῃ ἢ πράττῃ ὃ μὴ βούλεται· δυνατὸς γάρ ἐστι ποιεῖν ὃ βούλεται. ἀλλὰ πράττει ἅπερ αὐτοῦ πρέπει τῇ θεότητι, μηδενὸς ὅλως τῷ θελήματι αὐτοῦ ἀντιπίπτοντος, ὥστε μὴ δύνασθαι πράττειν ὃ βούλεται πρεπόντως τῇ αὐτοῦ θεότητι. καὶ ἀδύνατόν ἐστιν ἰδεῖν θεὸν μάλιστα ἀνθρωπίνην φύσιν, καὶ οὐκ ἐγχωρεῖ τὸ ὁρατὸν ὁρᾶν τὸ ἀόρατον, ἀλλ᾽ ὁ ἀόρατος θεὸς ἐν φιλανθρωπίᾳ καὶ δυνάμει ἐνισχύσας τὸ ἀδύνατον κατηξίωσε τῇ ἑαυτοῦ δυνάμει, ὅπως ἴδῃ τὸ ἀόρατον· καὶ ὁ 〈ἰδὼν〉 εἶδε τὸ ἀόρατόν τε καὶ ἄπειρον, οὐ καθὼς ἔσχε τὸ ἄπειρον, ἀλλ᾽ ὡς ἠδύνατο χωρεῖν ἡ φύσις ἐνδυναμωθεῖσα τοῦ ἀδυνάτως ἔχοντος πρὸς ἐπέκτασιν τοῦ δυνατοῦ. καὶ οὐδὲν διοίσει ἐν τῇ θείᾳ γραφῇ οὔτε ἀντίθετος λέξις πρὸς λέξιν εὑρεθήσεται. 8.

Ἔστι δέ, ὡς πολλάκις τὸ ὑπόδειγμα διηγησάμην, τὸ πρᾶγμα οὕτως ὡς εἴ τις θεάσοιτο δι᾽ ὀπῆς μικροτάτης τὸν οὐρανὸν καὶ εἴποι· ὁρῶ τὸν οὐρανόν, καὶ οὐκ ἂν ψεύσοιτο ὁ τοιοῦτος· ὁρᾷ γὰρ οὐρανὸν τῷ ὄντι· εἴποι δέ τις αὐτῷ συνετῶς ὅτι οὐχ ἑώρακας τὸν οὐρανόν, καὶ οὐκ ἂν ψεύσοιτο ὁ τοιοῦτος. ὁ μὲν γὰρ λέγων ἑωρακέναι οὐ ψεύδεται, καὶ ὁ φήσας πρὸς αὐτὸν μὴ ἑωρακέναι καὶ αὐτὸς ἀληθεύει. οὔτε γὰρ εἶδε τὴν ἐπέκτασιν οὔτε τὸ πλάτος. καὶ ὁ μὲν ἑωρακὼς ἠλήθευσεν, ὁ δὲ ἀντειπὼν μὴ ἑωρακέναι οὐκ ἐψεύσατο, ἀλλὰ καὶ αὐτὸς ἠλήθευσε. πολλάκις γὰρ καὶ ἐπὶ ἀκρωρείᾳ ὄρους ἑστῶτες θεώμεθα καὶ τὴν θάλασσαν, καὶ ἐὰν εἴπωμεν ἑωρακέναι θάλασσαν, οὐκ ἐψευσάμεθα· εἰ δέ τις ἀντείποι λέγων ὅτι οὐχ ἑώρακας, καὶ αὐτὸς οὐ ψεύδεται. ποῦ γὰρ διικνεῖται τὸ πλάτος, ποῦ τὸ μῆκος, ποῦ τὸ βάθος, ποῦ οἱ μυχοὶ τοῦ βυθοῦ καὶ τὰ ἀποτελέσματα, οὐ δύναταί 〈τις〉 εἰδέναι ἄνθρωπος ὤν. εἰ τοίνυν τὰ περὶ τῶν κτισμάτων οὕτως ἐν ἡμῖν πληροῦται, πόσῳ γε μᾶλλον ἐν τῇ χάριτι ᾗ ἐχαρίσατο ὁ θεὸς προφήταις καὶ ἀποστόλοις; ἐθεάσαντο οὖν τὸν θεὸν τῷ ὄντι, καὶ οὐκ ἐθεάσαντο, ἀλλ᾽ ἐθεάσαντο ὡς ἠδύνατο ἡ φύσις φέρειν, καὶ αὐτὸ κατὰ χάριν δυνάμεως, ἧς ἐνεδυνάμωσεν ὁ δυνατὸς ἐν ἅπασι, διὰ φιλίαν τοῦ αὐτοῦ ἀνθρώπου, τοὺς δουλεύοντας αὐτῷ ἐν ἀληθείᾳ.

ἐὰν οὖν οἱ τοιοῦτοι νομίσωσι χεῖρας οὕτω τὸν θεὸν ἔχειν ἢ ὀφθαλμοὺς ἢ τὰ ἄλλα διὰ τὸ οὕτως ὀφθῆναι τοῖς προφήταις καὶ ἀποστόλοις, φιλονείκως φέρονται, ἐλεγχόμενοι ἀπὸ τῆς ἀληθείας. ἀλλὰ ὅσα μὲν λέγει ἐν τῇ θείᾳ γραφῇ πιστεύειν χρὴ ὅτι ἔστι, πῶς δὲ ἔστιν αὐτῷ μόνῳ ἔγνωσται. καὶ ὅτι ὤφθη τῷ μὲν ὄντι, ναί, ὤφθη δὲ ὡς ἠθέλησε καὶ ἀληθῶς ὤφθη ὡς ὤφθη. πάντα γὰρ δύναται θεὸς καὶ οὐδὲν αὐτῷ ἀδύνατον. ἔστι δὲ ἀκατάληπτος, πνεῦμα ὢν ἀπερινόητον, πάντα περιέχων, αὐτὸς ὑπ᾽ οὐδενὸς περιεχόμενος. καὶ ὁποῖος ὁ πατήρ, τοιοῦτος καὶ ὁ υἱός, οὕτω καὶ τὸ πνεῦμα ἐν τῇ θεότητι. μόνος δὲ ὁ μονογενὴς ἐνεδύσατο ἐλθὼν σάρκα, ἐν ᾗ καὶ ἀνέστη, ἣν καὶ συνήνωσε τῇ θεότητι, εἰς πνεῦμα συνενώσας ἐκάθισέν 〈τε〉 ἐν δόξῃ ἐν δεξιᾷ τοῦ πατρός, κατὰ τὸ γεγραμμένον. ὡς οὖν ἐστιν ἀκατάληπτος 〈καὶ〉 ἀπερινόητος, οὕτω πάντα τὰ περὶ αὐτοῦ λεγόμενα ἀληθινά ἐστιν ὄντως. ὡς δὲ θεός ἐστιν ἀκατάληπτος, οὕτως πᾶν τὸ περὶ αὐτοῦ λεγόμενον ἀληθινόν ἐστι μέν, ἀλλὰ ἀκατάληπτον ὁποῖα θεοῦ καὶ ὡς ἔστιν ἐν δόξῃ ἀκαταλήπτῳ. καὶ ταῦτα μὲν καθὼς ἐχωροῦμεν εἰς δοξολογίαν θεοῦ στόματι ἀνθρωπίνῳ εἰρήκαμεν. οὐ γὰρ ἔχομεν ἑτέρας φθογγῆς χρῆσιν ὑπὲρ τὴν ἐκ θεοῦ ἡμῖν ἐν μέτρῳ δοθεῖσαν, εἰ καὶ τῷ νῷ περισσότερον περὶ θεοῦ ὑπολαμβάνομεν.

ἀλλ᾽ οὐχ ὁπόσα ὁ νοῦς ἔχει, τοσαῦτα δύναται τὸ στόμα λέγειν, μέτρῳ ἀποκεκλεισμένον καὶ συνεχόμενον τοῖς σωματικοῖς ὀργάνοις. διὸ καὶ συγγνωμονεῖ θεός, παρ᾽ ἡμῶν ἀποδεχόμενος τὴν περὶ αὐτοῦ εἴδησιν καὶ δοξολογίαν ὑπὲρ τὴν ἡμῶν δύναμιν ἐπεκτεινομένην, οὐχὶ θεῷ χαρίσασθαί τι 〈βουλομένων ἡμῶν〉, ἀλλὰ δοξολογεῖν τὸ θεῖον κατὰ δύναμιν εἰς τὸ εὐσεβῶς φρονῆσαι καὶ μὴ ἐκπεσεῖν τῆς αὐτοῦ χάριτος καὶ ἀληθείας. ταῦτα δὲ περὶ τοῦ αὐτοῦ Αὐδίου καὶ τῶν Αὐδιανῶν διαλαμβάνοντες ἐξείπομεν τὰ ὑπ᾽ αὐτῶν λεγόμενα, οἷς κατὰ τὸ ἰδιωτικὸν καὶ αὐτοὶ διηγούμενοι καὶ κατὰ τὸ φιλόνεικον ἐν τούτοις ἀντεχόμενοι ἀπρεπῶς διισχυρίζονται. 9. Ἔχουσι δὲ καὶ ἄλλα τινά, δι᾽ ἅπερ μάλιστα ἵστανται περισσότερον τὴν διαίρεσιν ποιησάμενοι τῆς ἐκκλησίας, δι᾽ ὧν καὶ ἄλλους πτύραντες πολλάκις ἀνθέλκουσιν ἀπὸ τῆς ἐκκλησίας, παρελκύσαντες ἄνδρας τε καὶ γυναῖκας. μετὰ γὰρ Ἰουδαίων βούλονται τὸ Πάσχα ἐπιτελεῖν, τουτέστιν ᾧ καιρῷ οἱ Ἰουδαῖοι ποιοῦσι τὰ παρ᾽ αὐτοῖς Ἄζυμα, τότε αὐτοὶ φιλονεικοῦσι τὸ Πάσχα ἄγειν.

καὶ δῆθεν 〈ἔστιν ἀληθές〉 ὅτι οὕτως ἦν ἡ ἐκκλησία φερομένη, εἴ γε καὶ λόγον σεσυκοφαντημένον δεικνύουσι τοῖς ἐκκλησιαστικοῖς κατὰ τοῦτο τὸ μέρος, φάσκοντες· ἀπὸ Κωνσταντίνου διὰ τὴν πρὸς τὸν βασιλέα, φησί, προσωποληψίαν καταλελοίπατε τὴν τῶν πατέρων περὶ 〈τῆς〉 τοῦ Πάσχα ἑορτῆς ἀκολουθίαν καὶ τὴν ἡμέραν μετηλλάξατε εἰς τὸ καθῆκον τοῦ βασιλέως. τινὲς δὲ πάλιν κατὰ τὸ ἴδιον φιλόνεικον ὁρίζονται ὅτι ὅτε τὰ γενέθλια τοῦ Κωνσταντίνου, τότε μετεποιήσασθε, φησί, τὸ Πάσχα. καὶ εἰ μὲν τῇ αὐτῇ ἡμέρᾳ τὸ Πάσχα ἤγετο κατ᾽ ἔτος καὶ τῇ αὐτῇ ὡρίσθη τοῦτο ποιεῖν ἐπὶ τῆς ὑπὸ Κωνσταντίνου συναχθείσης συνόδου, πιθανὸν ἦν τὸ παρ᾽ αὐτοῖς λεγόμενον· ὁπότε δὲ καθ᾽ ἕκαστον ἐνιαυτὸν οὐ δύναται ἔχεσθαι τῆς αὐτῆς ψήφου ἡ ἀκολουθία, διέπεσεν ὁ αὐτῶν λόγος. οὐ γὰρ διὰ τὸ γενέθλιον ὁ βασιλεὺς ἐπεμελήσατο, ἀλλὰ διὰ τὴν ἕνωσιν τῆς ἐκκλησίας. τῷ γὰρ ὄντι δύο μέγιστα ἡμῖν κατώρθωσεν ὁ θεὸς διὰ τοῦ προειρημένου Κωνσταντίνου τοῦ θεοφιλεστάτου καὶ ἀειμακαρίστου, τὸ συνάξαι οἰκουμενικὴν σύνοδον καὶ ἐκθέσθαι τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν καὶ ὁμολογηθεῖσαν μεθ᾽ ὑπογραφῆς 〈ὑπὸ〉 τῶν συνελθόντων ἐπισκόπων, καθαιρεθῆναι μὲν Ἄρειον, τὸ δὲ καθαρὸν τῆς πίστεως κηρυχθῆναι πᾶσι, καὶ τὸ περὶ τοῦ Πάσχα εἰς ἕνωσιν ἡμῶν ὑπ᾽ αὐτῶν διορθωθῆναι.

ἔκπαλαι γὰρ καὶ ἀπὸ τῶν πρώην χρόνων διέστη ἐν τῇ ἐκκλησίᾳ διαφόρως ἀγόμενον, χλεύην ἐμποιοῦν καθ᾽ ἕκαστον ἔτος, τῶν μὲν πρὸ ἑβδομάδος ποιούντων καὶ φιλονεικούντων πρὸς ἀλλήλους, τῶν δὲ μετὰ ἐβδομάδα, καὶ τῶν μὲν προλαμβανόντων, τῶν δὲ μεσαζόντων, ἄλλων δὲ μετέπειτα ἐπιτελούντων. καὶ ἦν ἁπλῶς φύρσις πολλὴ καὶ κάματος, ὡς πολλοῖς φιλολόγοις οὐκ ἄγνωστον, ἐν πόσοις καιροῖς θόρυβος ἐκινεῖτο ἐν τῷ ἐκκλησιαστικῷ κηρύγματι περὶ τοῦ τῆς ἑορτῆς ταύτης ζητήματος, ἔν τε χρόνοις Πολυκάρπου καὶ Βίκτωρος, ὡς ἡ ἀνατολὴ πρὸς τὴν δύσιν διαφερομένη εἰρηνικὰ παρ᾽ ἀλλήλων οὐκ ἐδέχοντο, ἐν ἄλλοις δὲ ὅσοις καιροῖς, ἔν τε χρόνοις Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας καὶ Κρισκεντίου, ὡς πρὸς ἀλλήλους εὑρίσκονται ἕκαστος αὐτῶν γράφοντες καὶ διαμαχόμενοι, ἕως τῶν ἡμετέρων χρόνων· ἐξότου ἐταράχθη 〈ἡ ἐκκλησία〉 μετὰ τὸν χρόνον τῶν ἐμπεριτόμων ἐπισκόπων, οὕτως ἐφέρετο. διὸ συνελθόντες οἱ πανταχόθεν 〈ἐπίσκοποι〉 τότε καὶ ἀκριβώσαντες ὥρισαν μεθ᾽ ὁμονοίας γίνεσθαι κατὰ τὸ πρέπον τῆς ψήφου καὶ τῆς ἀκολουθίας. 10. Εἰς τοῦτο δὲ οἱ αὐτοὶ Αὐδιανοὶ παραφέρουσι τὴν τῶν ἀποστόλων διάταξιν, οὖσαν μὲν τοῖς πολλοῖς ἐν ἀμφιλέκτῳ, ἀλλ᾽ οὐκ ἀδόκιμον. πᾶσα γὰρ ἐν αὐτῇ κανονικὴ τάξις ἐμφέρεται, καὶ οὐδὲν παρακεχαραγμένον τῆς πίστεως 〈ἐκεῖ εὑρίσκεται〉 οὔτε τῆς ὁμολογίας οὔτε τῆς ἐκκλησιαστικῆς διοικήσεως καὶ κανόνος καὶ πίστεως.

τὸ δὲ ῥητόν, ἀφ᾽ οὗ λαμβάνοντες 〈πρόφασιν〉 περὶ τοῦ Πάσχα κακῶς παρερμηνεύουσιν οἱ προειρημένοι καὶ ἀγνοοῦντες ἑτέρως ὑπολαμβάνουσιν, 〈ἐστὶ τοῦτο〉· ὁρίζουσι γὰρ ἐν τῇ αὐτῇ Διατάξει οἱ ἀπόστολοι ὅτι «ὑμεῖς μὴ ψηφίζητε, ἀλλὰ ποιεῖτε ὅταν οἱ ἀδελφοὶ ὑμῶν οἱ ἐκ περιτομῆς, μετ᾽ αὐτῶν ἅμα ποιεῖτε». καὶ οὐκ εἶπαν ὅταν οἱ ἀδελφοὶ ὑμῶν οἱ ἐν περιτομῇ, ἀλλὰ οἱ ἐκ περιτομῆς, ἵνα δείξωσι τοὺς ἀπὸ τῆς περιτομῆς εἰς τὴν ἐκκλησίαν μετελθόντας ἀρχηγοὺς εἶναι μετ᾽ ἐκεῖνον τὸν χρόνον καὶ εἰς τὸ συμπείθεσθαι 〈αὐτοῖς〉 τοὺς ἄλλους, εἰς τὸ μὴ ἄλλον ποιεῖν ἄλλως καὶ ἄλλον ἄλλοτε. τοῦτο γὰρ τὸ πᾶν συνήγαγον φρόντισμα διὰ τὴν ἕνωσιν τὴν μίαν, ἵνα μὴ ᾖ σχίσματα μηδὲ διαιρέσεις. οὗτοι δὲ μὴ νοήσαντες τὸν νοῦν τῶν ἀποστόλων καὶ τοῦ λόγου τοῦ ἐμφερομένου [τοῦ] ἐν τῇ Διατάξει, ἐνόμισαν μή που ἄρα μετὰ τῶν Ἰουδαίων χρὴ τὸ Πάσχα ἐπιτελεῖν· ἅμα δὲ καὶ πεντεκαίδεκα ἐπίσκοποι γεγόνασιν ἐκ περιτομῆς, καὶ ἐχρῆν τότε τῶν ἐπισκόπων 〈τῶν〉 ἐκ περιτομῆς ὄντων ἐν Ἱερουσαλὴμ κατασταθέντων τὸν πάντα κόσμον τούτοις συνέπεσθαι καὶ μετ᾽ αὐτῶν ἐπιτελεῖν, ἵνα μία τις γένηται συμφωνία καὶ μία ὁμολογία, μία ἑορτὴ ἐπιτελουμένη· διὸ ἐκείνων ἡ ἐπιμέλεια τὸν νοῦν τῶν ἀνθρώπων συνάγουσα εἰς ἕνωσιν τῆς ἐκκλησίας. μὴ δυνηθείσης * τὸν τοσοῦτον χρόνον ἐπιτελεσθῆναι, εὐδοκήσει θεοῦ ἐπὶ Κωνσταντίνου 〈διόρθωσις〉 ἐγένετο ὁμονοίας ἕνεκα.

παρὰ τοῖς ἀποστόλοις δὲ τὸ ῥητὸν δι᾽ ὁμόνοιαν ἐμφέρεται, ὡς ἐπιμαρτυροῦσι λέγοντες ὅτι «κἄν τε πλανηθῶσι, μηδὲν ὑμῖν μελέτω». ἐξ αὐτῶν δὲ τῶν ἐκεῖσε εἰρημένων ῥητῶν ἡ ἀντίθεσις ὀφθήσεται. φάσκουσι γὰρ τὴν ἀγρυπνίαν φέρειν μεσαζόντων τῶν Ἀζύμων. οὐ δύναται δὲ τοῦτο πάντοτε γενέσθαι ἐν τῇ ψήφῳ τῇ ἐκκλησιαστικῇ. 11. Ἐκ τριῶν γὰρ συνέστηκεν ὁ τοῦ Πάσχα σύνδεσμος, ἔκ τε τοῦ ἡλιακοῦ δρόμου διὰ τὴν κυριακὴν καὶ τὸν μῆνα ἔκ τε τοῦ σεληνιακοῦ δρόμου διὰ τὸ κατὰ τὸν νόμον, ὅπως ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης τυθῇ τὸ Πάσχα, ὡς εἶπεν ὁ νόμος. οὔτε οὖν δύναται ἀχθῆναι, ἐὰν μὴ ὑπερβῇ ἰσημερία, ὅπερ παρὰ τοῖς Ἰουδαίοις οὐ φυλάσσεται, οὐδὲ ἀκριβῆ θέλουσι τοιαύτην ἐπιτελεῖν πραγματείαν· διέπεσε γὰρ παρ᾽ αὐτοῖς καὶ ἠπάτηται τὰ πάντα. πλὴν εἰ καὶ τοσαύτης ζητήσεως ὑπάρχει ἡ τοιαύτη ἀκρίβεια, οὐ διὰ τὴν ζήτησιν ταύτην καὶ τὴν ἀκρίβειαν τοῖς ἀποστόλοις εἴρηται, ἀλλὰ δι᾽ ὁμόνοιαν, καὶ 〈εἰ〉 μετὰ τῶν ἐχθρῶν τοῦ Χριστοῦ ἐπιτελεῖν οἱ ἀπόστολοι προσέταξαν, ὡς οὗτοι διισχυρίζονται, πόσῳ γε μᾶλλον δι᾽ ὁμόνοιαν μετὰ τῆς ἐκκλησίας χρὴ ἐπιτελεῖν, ἵνα μὴ τὴν ὁμόνοιαν χαράξωμεν τῆς ἐκκλησίας; πῶς οὖν δύναται τελεῖσθαι τοῦτο;

λέγουσι γὰρ οἱ αὐτοὶ ἀπόστολοι ὅτι, «ὅταν ἐκεῖνοι εὐωχῶνται, ὑμεῖς νηστεύοντες ὑπὲρ αὐτῶν πενθεῖτε, ὅτι ἐν τῇ ἡμέρᾳ τῆς ἑορτῆς τὸν Χριστὸν ἐσταύρωσαν, καὶ ὅταν αὐτοὶ πενθῶσι τὰ Ἄζυμα ἐσθίοντες ἐν πικρίσιν, ὑμεῖς εὐωχεῖσθε». συμβαίνει δὲ αὐτοὺς ἐν κυριακῇ ἡμέρᾳ Ἄζυμα λαμβάνειν. ἐπιφωσκούσης γὰρ τῆς κυριακῆς ἑσπέρας δύνανται θύειν τὸ Πάσχα. μετὰ γὰρ ἑσπέραν παρελθόντος τοῦ σαββάτου, οὐ δύνανται ἔργον ἐπιτελεῖν. ἆρα γοῦν αὐτῶν θυσάντων, εἰ ἐγείρονται εὐωχούμενοι, πῶς ἡμεῖς ἐν κυριακῇ πενθήσωμεν καὶ νηστεύσωμεν, αὖθις αὐτῶν ἀκούοντες ἐν τῇ Διατάξει ὅτι «ὁ κακῶν ἑαυτοῦ τὴν ψυχὴν ἐν κυριακῇ ἐπικατάρατός ἐστι τῷ θεῷ»; καὶ ὁρᾷς πόση ἐστὶν ἀκρίβεια καὶ ἀντίθεσις, μὴ δυναμένης τῆς πραγματείας κατὰ τὸ ῥητὸν ἐπιτελεῖσθαι; νοήματι δὲ ἡ πᾶσα ἕστηκεν ἀλήθεια τοῦ κηρύγματος καὶ ἀπ᾽ αὐτῆς τῆς Διατάξεως τῶν ἀποστόλων 〈δῆλον〉 ὅτι δι᾽ ὁμόνοιάν πως συνῆκται τοῦ λόγου ὁ σύνδεσμος· ἐὰν 〈γὰρ ἀεὶ〉 ἐπιτελέσωμεν, ὅταν ἐκεῖνοι ἐπιτελῶσι, 〈ποτὲ μὲν ἐπιτελέσομεν〉 μετὰ ἰσημερίαν καθὼς κἀκεῖνοι ἄγουσι πολλάκις τε καὶ ἡμεῖς, πάλιν τε πρὸ τοῦ τελεσθῆναι τὴν ἰσημερίαν, ὡς ἐκεῖνοι ἄγουσιν, ὅτε μόνοι ἄγουσιν.

ἐὰν οὖν καὶ ἡμεῖς ἐπιτελέσωμεν, συμβέβηκεν ἡμῖν ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ἐπιτελέσαι, μετὰ ἰσημερίαν καὶ πρὸ ἰσημερίας, τῷ δὲ ἄλλῳ ἑξῆς ἐνιαυτῷ οὐδὲ ὅλως ἐπιτελέσομεν Πάσχα, καὶ εὑρεθήσεται τὸ πᾶν πλάνης εἶναι ἔργον ἤπερ ἀλήθεια. πρὸ γὰρ ἰσημερίας οὐ πληρωθήσεται τὸ ἔτος οὔτε πληροῦται τοῦ κύκλου τοῦ δρόμου ἐκ θεοῦ τοῖς ἀνθρώποις τεταγμένου † ὁ ἐνιαυτός, ἐὰν μὴ παρέλθῃ ἰσημερία. 12. Καὶ ἦν μὲν περὶ τούτου πολλὰ λέγειν, ὡς καλῶς ποιήσαντες οἱ πατέρες, μᾶλλον δὲ δι᾽ αὐτῶν ὁ θεὸς κατώρθωσε τῇ ἐκκλησίᾳ τὸ πᾶν ἀκρίβασμα τῆς ἀληθείας τῆς πανσεβασμίου ταύτης ἑορτῆς καὶ παναγίας, μετὰ ἰσημερίαν μὲν ποιεῖσθαι, ὅτε ὑποπίπτει ἡ τῆς τεσσαρεσκαιδεκάτης κατὰ τὴν σελήνην ἡμέρας ψῆφος. οὐχ ἵνα ἐν αὐτῇ τῇ τεσσαρεσκαιδεκάτῃ ἐπιτελέσωμεν· μία γὰρ ἡμέρα παρ᾽ ἐκείνοις ζητεῖται, παρ᾽ ἡμῖν δὲ οὐ μία, ἀλλὰ ἕξ, ἑβδομὰς πληρεστάτη. διὸ καὶ αὐτὸς ὁ νόμος λέγει ἐπιπλατύνων τό «λήψεσθε ἑαυτοῖς πρόβατον ἐνιαύσιον, ἄμωμον, τέλειον, ἀπὸ δεκάτου τοῦ μηνός, καὶ ἔσται ὑμῖν διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκάτης, καὶ θύσεσθε αὐτὸ πρὸς ἑσπέραν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός», τουτέστι τῆς σελήνης. παρατηρεῖται δὲ ἡ ἐκκλησία ἄγειν τὴν ἑορτὴν τοῦ Πάσχα, τουτέστι τὴν ἑβδομάδα τὴν ὡρισμένην καὶ ἀπ᾽ αὐτῶν τῶν ἀποστόλων ἐν τῇ Διατάξει, ἀπὸ δευτέρας σαββάτων, ὅπερ ἐστὶν ἀγορασμὸς τοῦ προβάτου.

καὶ ἐὰν μὲν ᾖ τεσσαρεσκαιδεκάτη τῆς σελήνης τῇ δευτέρᾳ τῶν σαββάτων, 〈εἰς〉 μέσον ἄγεται τὸ θῦμα τοῦ προβάτου, ἐάν τε τρίτῃ σαββάτων, ἐάν τε τετάρτῃ σαββάτων, ἐάν τε πέμπτῃ σαββάτων, ἐάν τε προσαββάτῳ, ἐάν τε σαββάτῳ, τῶν ἓξ ἡμερῶν πρὸς τὴν τοιαύτην ὑπόθεσιν ἐχουσῶν τὴν διοίκησιν. οὔτε γὰρ 〈ἐπιφωσκούσης〉 ἓξ καὶ δεκάτης σελήνης δυνάμεθα 〈τελεῖν〉 οὔτε ἀπὸ ἐνάτης σελήνης δυνάμεθα ἄρξασθαι τῆς ἑβδομάδος τῆς ξηροφαγίας καὶ Πάσχα καλουμένης ἁγίας, ἀλλὰ ἀπὸ δεκάτης ἕως ἐπιφωσκούσης πεντεκαιδεκάτης, μεσαζούσης τῶν δύο δρόμων, νυκτός τε καὶ ἡμέρας. καὶ συναναλαμβανομένου τοῦ αὐτῶν ἀριθμοῦ, τῶν δεκατεσσάρων ἡμερῶν τῆς σελήνης, κἄν τε παράπτηται εἰς ἐπίφαυσιν τῆς πεντεκαιδεκάτης, διὰ τὴν ἐξ ἀνάγκης ἀκρίβειαν, τοῦ τε ἡλιακοῦ δρόμου μετὰ τὴν ἰσημερίαν καὶ τοῦ σεληνιακοῦ δρόμου διὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ τῆς ἑβδομάδος πλήρης διὰ τὴν κυριακήν, * καὶ τὸν ἀπὸ δεκάτης ἡμέρας σελήνης ἀριθμόν, ἥτις ἐστὶ σύλληψις τοῦ προβάτου καὶ ἀκροστιχὶς τοῦ ὀνόματος τοῦ Ἰησοῦ, ἐπειδὴ τῷ ὀνόματι αὐτοῦ τὸ ἀντίτυπον αὐτοῦ πρόβατον ἐλαμβάνετο, ἀπὸ δεκάτης οὕτως ὁριζόμενον· οὐκέτι δὲ ἐπιφωσκούσης ἓξ καὶ δεκάτης οὔτε ἀπὸ ἐνάτης σελήνης δυνάμεθα τὴν ἀρχὴν ἔχειν ἢ τὸ τέλος.

οἱ γὰρ ἐνιαυτοὶ ἀνθυπερβάτως ὑστεροῦντες διὰ τοὺς διηλλαγμένους πρὸς ἀλλήλους δρόμους ἡλίου τε καὶ σελήνης ταύτην τὴν ἀνισότητα ἐκτελοῦσιν, οὐ σκάνδαλον παρὰ θεοῦ ὡρισμένον, ἀλλὰ τῆς ἀκριβείας ταύτης ἐκ θεοῦ τεταγμένης κατὰ τὴν πάνσοφον αὐτοῦ διοίκησιν, ἣν ἐχαρίσατο τῷ ἰδίῳ αἰῶνι τοὺς ὁρισμοὺς τάξας φωστήρων τε καὶ καιρῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν καὶ τροπῶν διὰ προνοητικῆς ἀνθρώπων ἐκ τῆς αὐτοῦ φιλανθρωπίας ἐπιμελείας. 13. Τοῦ γὰρ ἐνιαυτοῦ κατὰ τὸν ἡλιακὸν δρόμον πληρουμένου ἐν τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις καὶ ὥραις τρισὶ συμβαίνει διὰ τὸ τὴν σελήνην ποιεῖν τὸν ἐνιαυτὸν ἡμέραις 〈τ〉 πεντήκοντα τέσσαρσι λείπεσθαι τῷ μὲν κατὰ τὴν σελήνην δρόμῳ ἕνδεκα ἡμέρας καὶ ὥρας 〈γ〉. καὶ τῷ μὲν πρώτῳ ἐνιαυτῷ γίνονται αἱ καλούμεναι ἐπακταὶ ἕνδεκα καὶ ὧραι τρεῖς, δευτέρῳ ἔτει ἡμέραι εἴκοσι δύο ὧραι ἕξ, τρίτῳ ἐνιαυτῷ ἡμέραι τριακοντατρεῖς καὶ ὧραι 〈θ〉, καὶ τέμνεται ὁ εἷς μὴν ἐμβόλιμος καλούμενος. ἐμβολιμεύονται γὰρ αἱ τριάκοντα ἡμέραι, ὑπολείπονται δὲ ἡμέραι τρεῖς ὧραι 〈θ〉, αἵτινες προστιθέμεναι ταῖς ἕνδεκα ταῖς ἀπὸ τετάρτου ἔτους καὶ ὥραις τρισὶ γίνονται ἡμέραι 〈ιδ〉 ὧραι 〈ιβ〉. ἄλλων ἕνδεκα προστιθεμένων καὶ ὡρῶν τριῶν γίνονται 〈κε〉 ἐπακταὶ καὶ ὧραι 〈ιε〉.

καὶ τῷ ἕκτῳ ἐνιαυτῷ προστιθεμένων ἄλλων 〈ια〉 τοῦ ἔτους καὶ ὡρῶν 〈γ〉 γίνονται ἡμέραι 〈λϛ〉 καὶ ὧραι 〈ιη〉, αἳ ποιοῦσιν ἐμβόλιμον μῆνα ἕνα, καὶ ἐνεβολιμεύθησαν καὶ κατὰ τρία ἔτη μῆνες δύο. τοῖς πρώτοις τρισὶν ἔτεσι μὴν εἷς καὶ ἐν τοῖς ἄλλοις τρισὶν ἔτεσι μὴν ἕτερος. καὶ περιλείπονται ἀπὸ τῶν ἐπακτῶν ἡμέραι ἓξ καὶ ὧραι 〈ιη〉. προστιθεμένων δὲ τούτων τῷ ἑβδόμῳ ἔτει ταῖς 〈ια〉 ταῖς ἀπὸ τοῦ ἔτους καὶ ὥραις τρισὶ γίνονται ἐπακταὶ 〈ιζ〉 ὧραι 〈κα〉. τῷ δὲ ὀγδόῳ ἔτει προστιθεμένων πάλιν τῶν 〈ια〉 ἡμερῶν καὶ ὡρῶν 〈γ〉 γίνονται ἡμέραι 〈κη〉 ἐπακταὶ καὶ ὧραι 〈κδ〉, αἳ ποιοῦσιν ἡμέρας 〈β〉. ἐκ τούτων τῶν ὡρῶν προστιθεμένων ταῖς 〈κη〉 ἡμέραις γίνονται ὁμοῦ 〈λ〉, καὶ συμβαίνει κατὰ τὸν ὄγδοον ἐνιαυτὸν ἐμβολιμεύεσθαι τὰς 〈λ〉 ἡμέρας, τὸν ἕνα μῆνα εἰς τὰ δύο ἔτη. καὶ οὕτως κατὰ περίοδον ὀκταετηρίδος ἐνενήκοντα ἡμέραι 〈ἐμβολιμεύονται〉, αἵτινές εἰσι πληρέστατοι ἐμβόλιμοι μῆνες τρεῖς, οἳ γίνονται κατὰ τρία ἔτη μὴν εἷς καὶ κατὰ δύο τὰ ὕστερα ἔτη μὴν εἷς. ἐν τούτοις τοῖς τρισὶν ἐμβολίμοις τῶν τριῶν συστάσεων διαφωνεῖ τὸ Πάσχα παρὰ Ἰουδαίοις τε καὶ Χριστιανοῖς καὶ τοῖς ἄλλοις. 14.

Ἐν τούτοις ἡ διαλλαγὴ παρὰ τοῖς προειρημένοις Αὐδιανοῖς γίνεται, καὶ πλανῶσιν ἄνδρας καὶ γυναῖκας ἐν τούτῳ τῷ μέρει σεμνυνόμενοι κατὰ τὴν παράδοσιν τὴν ἀπ᾽ ἀρχῆς ἐπιτελουμένην καὶ κατὰ τὴν Διάταξιν τῶν ἀποστόλων, μηδεμιᾷ ἀκριβείᾳ προσέχοντες μηδὲ ἐπιστάμενοι τὸ σαφὲς τῆς ἐν Διατάξει τῶν ἀποστόλων ἐπιμελείας ἧς ἐποιήσαντο, οὐ διὰ τὸ πάντως ἄγειν 〈κατὰ〉 τοὺς Ἰουδαίους μετὰ ἀκριβείας, ἀλλὰ διὰ τὸ ἐκτεμεῖν τὴν φιλονεικίαν τῶν βουλομένων καθ᾽ ἑαυτοὺς ἕκαστον ἐπιτελεῖν καὶ μὴ ἐν ὁμονοίᾳ. ἓν γὰρ Πάσχα Χριστὸς βούλεται καὶ τοῦτο λογίζεται καὶ προσδέχεται τὸν ἀφιλονείκως ἐπιτελοῦντα, μέντοι γε μετὰ τῶν μετὰ ἀκριβείας ποιούντων, μετὰ πάσης τῆς ἁγίας ἐκκλησίας, τῆς κατὰ πολλοὺς τόπους τὴν ἑορτὴν ἀγούσης.

καὶ εἰ μὲν ἀπὸ Κωνσταντίνου ἐσχίσθη τὸ Πάσχα, πιθανὸν ἦν τοῖς τοῦτο συκοφαντοῦσιν· ἐπειδὴ δὲ πρὸ τοῦ Κωνσταντίνου τὰ σχίσματα ἦν καὶ ἦν χλεύη, Ἑλλήνων λεγόντων καὶ χλευαζόντων τὴν ἐν τῇ ἐκκλησίᾳ διαφωνίαν, ἐπὶ Κωνσταντίνου δὲ διὰ τῆς τῶν ἐπισκόπων σπουδῆς συνηνώθη μᾶλλον τὸ σχίσμα εἰς μίαν ὁμόνοιαν, τί οὖν τούτου ἐστὶ προὐργιαίτερον καὶ χαριέστατον, ἀπὸ γῆς περάτων ἐν μιᾷ ἡμέρᾳ ἀπαλλάττειν λαὸν θεῷ, συμφωνεῖν τε καὶ ἀγρυπνεῖν καὶ τὰς αὐτὰς ἡμέρας ἴσως φέρειν, ἔν τε ἀγρυπνίαις καὶ δεήσεσι καὶ ὁμονοίᾳ καὶ λατρείᾳ, νηστείᾳ τε καὶ ξηροφαγίᾳ καὶ ἁγνείᾳ καὶ ταῖς ἄλλαις ταῖς κατὰ τὴν πανσεβάσμιον ταύτην ἡμέραν ἀγαθαῖς θεῷ * εὐαρεστήσεσιν; ἱκανῶς δὲ ἔχειν νομίζω τῆς κατὰ τοῦτο τὸ πρᾶγμα τῶν Αὐδιανῶν διαφωνίας.

Ὑπέστη δὲ καὶ ἐξορίαν αὐτὸς ὁ γέρων Αὔδιος, εἰς τὰ μέρη τῆς Σκυθίας ὑπὸ τοῦ βασιλέως ἐξορισθείς· διὰ 〈γὰρ〉 τὸ ἀφηνιάζειν λαοὺς [καὶ] ὑπὸ τῶν ἐπισκόπων τῷ βασιλεῖ ἀνηνέχθη. ἐκεῖ δὲ μάλιστα διατρίβων (χρόνον ἐτῶν οὐκ ἔχω λέγειν) καὶ εἰς τὰ πρόσω βαίνων καὶ εἰς τὰ ἐσώτατα τῆς Γοτθίας, πολλοὺς τῶν Γότθων κατήχησεν, ἀφ᾽ οὗπερ καὶ μοναστήρια ἐν τῇ αὐτῇ Γοτθίᾳ ἐγένετο καὶ πολιτεία καὶ παρθενία τε καὶ ἄσκησις οὐχ ἡ τυχοῦσα. ἔστι γὰρ τῷ ὄντι τοῦτο τὸ τάγμα πάνυ * ἐν ἀναστροφῇ θαυμαστῇ καὶ τὰ πάντα αὐτῶν ἐν τοῖς αὐτῶν μοναστηρίοις καλῶς φέρεται, πλὴν τῶν φιλονεικιῶν τούτων, τῆς τε παραλλαγῆς τοῦ Πάσχα τῆς τε κατὰ τὸ ἰδιωτικὸν ἐγκειμένης τοῦ κατ᾽ εἰκόνα ὁμολογίας. 15. Τὸ δὲ δεινότερον πάντων καὶ φοβερώτερον, ὅτι οὐκ εὔχονται μετά τινος, κἄν τε τῶν δοκίμων φανῇ καὶ μηδὲν εἰς κατηγόρησιν ἔχωσιν, μηδὲ μέμψιν πορνείας ἢ μοιχείας ἢ πλεονεξίας, ἀλλ᾽ ὅτι ὁ τοιοῦτος ἐν τῇ ἐκκλησίᾳ συνάγεται. καὶ τοῦτό ἐστι τὸ φοβερόν, τὸ παραλλάξαι ὄνομα Χριστιανῶν, τῆς ἁγίας ἐκκλησίας, τῆς μὴ ἐχούσης ἐπίθετον ὄνομα, ἀλλὰ μόνον ὄνομα Χριστοῦ καὶ Χριστιανῶν, 〈καὶ〉 εἰς ὄνομα Αὐδίου καλεῖσθαι, συνθέσθαι τε καὶ ἀπαιτεῖσθαι σύνθημα 〈κατὰ τῆς〉 ἀνθρωπίνης φύσεως, εἰ καὶ ἐπὶ τὸ ἀκραιφνὲς εἴη τῷ βίῳ καὶ πάσῃ δικαιοσύνῃ τὸ τάγμα † σεμνυνόμενον.

πολλοὶ δὲ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν γεγόνασι σὺν αὐτοῖς τε καὶ μετ᾽ αὐτὸν τοῦ τάγματος αὐτοῦ ἐπίσκοποι, Οὐράνιός τις τῆς Μέσης τῶν ποταμῶν· καὶ ἀπὸ τῆς Γοτθίας δὲ ἔσχε τινὰς καὶ κατέστησεν αὐτοὺς ἐπισκόπους, * ἀλλὰ καὶ Σιλουανός τις καὶ ἄλλοι τινὲς, ὧν συμβέβηκέ τινας τοῦ βίου παύσασθαι, μάλιστα Οὐράνιον. ηὔχει γὰρ οὗτος ἀνὰ μέσον 〈τοῦ〉 τοιούτου τάγματος. μετὰ δὲ τὴν τῶν ἐπισκόπων αὐτῶν τούτων, Οὐρανίου καὶ Σιλουανοῦ τοῦ ἐκ Γοτθίας, τελευτὴν πολλοὶ διελύθησαν καὶ εἰς ὀλίγον ἦλθε τὸ τούτων σύστημα, ἔν τε τοῖς μέρεσι Χαλκίδος τῆς πρὸς Ἀντιοχείας καὶ ἐν τοῖς μέρεσι τοῦ Εὐφράτου. καὶ γὰρ ἀπὸ τῆς Γοτθίας ἐδιώχθησαν οἱ πλείους, οὐ μόνον, ἀλλὰ καὶ οἱ ἡμέτεροι ἐκεῖ Χριστιανοί, διωγμοῦ μεγάλου ἐνστάντος ὑπὸ βασιλέως Ἕλληνος, δεινοῦ τε γενομένου καὶ πρὸς ζῆλον τῶν Ῥωμαίων, διὰ τὸ τοὺς βασιλεῖς τῶν Ῥωμαίων εἶναι Χριστιανούς, τὸ πᾶν γένος τῶν Χριστιανῶν ἀπ᾽ ἐκείνων * ἀπελάσαντος. οὐ λείπει δὲ ῥίζα σοφίας οὐδὲ φύτευμα πίστεως, ἀλλὰ καὶ εἰ δοκοῦσι πάντες ἀπηλάσθαι, πάντως εἰσὶν ἐκεῖθεν 〈πιστοὶ〉 ἄνθρωποι· οὐκ ἐγχωρεῖ γὰρ λεῖψαι τὴν πηγὴν τῆς πίστεως.

πολλοὶ οὖν ἀναχωρήσαντες τῶν αὐτῶν Αὐδιανῶν τῆς Γοτθίας καὶ 〈ἕως〉 τῶν ἡμετέρων μερῶν ἐνταῦθα ἐλθόντες παροικοῦσιν ἀπὸ τοῦ χρόνου τούτου ἐτῶν τεσσάρων, ἀλλὰ καὶ ἐπὶ τοῦ Ταύρου ὄρους ἀνεχώρησαν πάλιν 〈εἰς〉 τὰ τῶν αὐτῶν Αὐδιανῶν μοναστήρια, ἐπί τε τῆς Παλαιστίνης καὶ τῆς Ἀραβίας· ἤδη γάρ εἰσι πεπλατυσμένοι, λοιπὸν δὲ ὀλίγοι καὶ ὀλίγα μοναστήρια, τάχα δὲ καὶ ἐν δυσὶ κώμαις ἐν τοῖς προειρημένοις μέρεσι κατὰ τὸ ἐξώτερον μέρος τῆς Χαλκίδος καὶ ἐπέκεινα Δαμασκοῦ καὶ τῶν μερῶν τῆς Μεσοποταμίας ἐστὶν ἄχρι δεῦρο τὸ τάγμα, εἰς ὀλίγον περιστάν, ὡς ἔφην.

Ἀλλ᾽ ἕως ὧδε ἱκανῶς καὶ περὶ τούτων ἔχειν ἡγοῦμαι· οὓς παρελθὼν πάλιν τὰ ἑξῆς διασκοπήσω, ἵνα μή τι παραλείψω τῶν εἰς διαιρέσεις τε καὶ τομὰς καὶ εἰς διαστάσεις καὶ εἰς σχίσματα ἐν τῷ κόσμῳ συμβεβηκότων. εἰ γὰρ καὶ τῇ πίστει οὐκ ἂν μεταλλάττοιεν καὶ τῷ τρόπῳ τοσοῦτον, * ἀλλ᾽ ὅμως πᾶν τὸ διαιρεθὲν καὶ ἐν βίῳ ὀνομαζόμενον ὑφ᾽ ἡμῶν κατὰ τὸ δυνατὸν οὐ παραλειφθήσεται. — — —

Κατὰ Φωτεινιανῶν 〈να〉, τῆς δὲ ἀκολουθίας 〈οα〉. 1. Φωτεινός, ἐξ οὗπερ Φωτεινιανοί, ἐν τούτῳ τῷ χρόνῳ ἤκμασεν, ἐπίσκοπος γεγονὼς τῆς ἁγίας καθολικῆς ἐκκλησίας, μανίᾳ ἀρθεὶς οὐ μικροτάτῃ, ἀλλ᾽ ἐμβρόντητος γεγονὼς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ, ὅμοια καὶ ἐπέκεινα τῶν Παύλου τοῦ Σαμοσάτεως διανενοημένος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἐξεμέσας λόγους ἀσυστάτους βλασφημίας. οὗτος δὲ ὡρμᾶτο ἀπὸ Σιρμίου καὶ ὅτε μὲν τοῦτο τὸ ζιζάνιον τῷ κόσμῳ εἰσηγήσατο, τότε κατ᾽ ἐκεῖνο καιροῦ ἐπὶ Κωνσταντίου τοῦ βασιλέως ἐπίσκοπος ἦν, εἰς ἔτι 〈δὲ〉 δεῦρο περιῆν τῷ βίῳ, ἀπὸ τῆς ἐν τῇ Σαρδικῇ συναχθείσης δυτικῆς συνόδου καθαιρεθεὶς δι᾽ ἣν ἐξήμεσε βλασφημίαν.

Φάσκει δὲ οὗτος ἀπ᾽ ἀρχῆς τὸν Χριστὸν μὴ εἶναι, ἀπὸ δὲ Μαρίας καὶ δεῦρο αὐτὸν ὑπάρχειν, ἐξότε, φησί, τὸ πνεῦμα τὸ ἅγιον ἐπῆλθεν ἐπ᾽ αὐτὴν καὶ ἐγεννήθη ἐκ πνεύματος ἁγίου. τὸ δὲ πνεῦμα τὸ ἅγιόν φησιν, ὡς τολμηρὸς ἀρχιτέκτων, μεῖζον εἶναι τοῦ Χριστοῦ, καὶ ὡς οὐρανομέτρης τῶν ἀνεκδιηγήτων. γέγονε δὲ οὗτος ὁ Φωτεινὸς λάλος τὸν τρόπον καὶ ὠξυμμένος τὴν γλῶτταν, πολλοὺς δὲ δυνάμενος ἀπατᾶν τῇ τοῦ λόγου προφορᾷ καὶ ἑτοιμολογίᾳ. πολλάκις γὰρ ὑπὸ πολλῶν ἐλεγχόμενος * καὶ μετὰ τὴν τότε γενομένην ἐν τῇ Σαρδικῇ αὐτοῦ ἀπολογίαν ὅτε ἀπὸ τῶν ἐπισκόπων ἐκλήθη δοῦναι λόγον περὶ τῆς ὑπ᾽ αὐτοῦ προβληθείσης κακοπιστίας. καὶ γὰρ οὗτος ἠξίωσε Κωνστάντιον τὸν βασιλέα ὡς μάτην καθῃρημένος, ὅπως ἀκροατὰς λάβοι αὖθις, τοῦ ἀποδεῖξαι ἑαυτὸν μάτην καθῃρημένον. ὅθεν ὁ μὲν βασιλεὺς κατ᾽ ἐκεῖνο καιροῦ ἐξέπεμψε κριτὰς καὶ ἀκροατὰς τῆς αὐτοῦ μελλούσης ἔσεσθαι ἀπολογίας Θαλάσσιον καὶ Δατιανὸν καὶ Κερεάλιον καὶ Ταῦρον καὶ Μαρκελλῖνον καὶ Εὐάνθιον καὶ Ὀλύμπιον καὶ Λεόντιον, Βασιλείου τοῦ Ἀγκυριανοῦ τὰς αὐτοῦ πεύσεις ἐρωτῶντος καὶ ἀντιλέγοντος τοῖς ὑπ᾽ αὐτοῦ μέλλουσιν ἀπολογεῖσθαι ἢ καὶ καταδεχομένου.

οὐ μικρὰν δὲ διάλεξιν πρὸς τὸν αὐτὸν Βασίλειον ἐποιήσατο, ἀλλ᾽ ὥσπερ παρατετριμμένης φαύλης γυναικὸς τὸ χρῶμα διὰ τῶν λόγων αὐτοῦ παρέφερεν ἐν τῇ διαλέξει ῥητὰ ἀσύστατα * πρὸς τὴν διάνοιαν τῆς ἀληθείας, ὄντα δὲ αὐτοῦ τῇ ἐννοίᾳ παραπεποιημένως νοούμενα. διὰ δὲ τῆς ἀπατηλῆς αὐτοῦ φθογγῆς καὶ ἑτοιμολογίας εἰς κατασκευὴν αὐτοῦ τε καὶ τῶν ἀκουόντων * διὰ τῆς γλώσσης αὐτοῦ, ἡτοιμασμένος καὶ μετὰ καυχήσεως περὶ τῆς ὑποθέσεως ἑκατὸν μαρτυρίας φέρειν ὁ γεννάδας ἐπηγγείλατο. καὶ γὰρ τῶν 〈ἀκροατῶν〉 ἀεὶ πολλάκις πρὸς αὐτὸν ἀντιβαλλόντων *, ὡς καὶ ἐν τῇ πρὸς Βασίλειον διαλέξει ηὕρομεν, ἐν οἷς ἐκέλευσαν ταχυγράφοις γράφειν, Ἀνυσίῳ διακόνῳ τοῦ Βασιλείου καὶ Καλλικράτῃ ἐκσκέπτορι Ῥουφίνου τοῦ ἐπάρχου καὶ Ὀλυμπίῳ καὶ Νικήτῃ καὶ Βασιλείῳ μεμοραδίοις καὶ Εὐτυχεῖ καὶ Θεοδούλῳ νοταρίοις τοῦ βασιλέως· καὶ ἀπεστάλη ἐσφραγισμένος τόμος εἷς τῷ βασιλεῖ Κωνσταντίῳ, εἷς δὲ ἔμεινεν ἐν τῇ κατὰ τὸν Βασίλειον συνόδῳ, καὶ ἄλλος τόμος 〈ἐγένετο〉 μετὰ τῶν κομήτων, ὡσαύτως ἐσφραγισμένος, ὡς τὰ τῆς αὐτοῦ ὑπονοίας † ὑποβεβλημένα. 2. Εἴ ποτε γὰρ ὁ Βασίλειος ἠρώτησεν ὅτι πῶς αἱ θεῖαι γραφαὶ διδάσκουσι περὶ τοῦ κυρίου, τοῦ θεοῦ λόγου, πρὸ αἰώνων εἶναι τὸν μονογενῆ καὶ σὺν πατρί, ὁ Φωτεινὸς μὲν τὸν λόγον ἐδέχετο, τὰ μὲν εἰς Χριστὸν [τὴν] διαίρεσιν προσάπτων, τὰ δὲ εἰς τὸν λόγον ἀνωτάτω 〈τὰ τοῦ ἀνθρώπου〉 ἀναλογῶν.

τὸ γάρ «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν» τῷ λόγῳ ἑαυτοῦ, φησίν, ὁ πατὴρ εἴρηκε· τί οὖν; ὁ λόγος ἐν τῷ πατρί, φησίν, ἦν, ἀλλ᾽ οὐκ ἦν υἱός, καὶ «ἔβρεξε κύριος παρὰ κυρίου», ἐν πατρὶ ὢν ὁ λόγος· καὶ «εἶδον» φησὶ «κατερχόμενον ἐπάνω τῶν νεφελῶν ὡς υἱὸν ἀνθρώπου» τοῦτο, φησί, προκαταγγελτικῶς ἔλεγεν, οὐχ ὡς τοῦ υἱοῦ ὑπάρχοντος, ἀλλὰ δι᾽ ὃ ἔμελλεν υἱὸς καλεῖσθαι μετὰ τὴν Μαρίαν καὶ μετὰ τῆς σαρκὸς ἀνιέναι γεννηθεὶς ὁ Χριστὸς ἐκ πνεύματος ἁγίου καὶ ἀπὸ Μαρίας, προχρηστικῶς, φησί, τὰ πάντα ἀναφέρεται εἰς αὐτὸν ἀπ᾽ ἀρχῆς. οὔπω δὲ ἦν 〈υἱός〉, λόγος δὲ ἦν, καθάπερ ἐν ἐμοὶ ὁ λόγος. ἤδη δὲ εἶπον ὅτι ἀπὸ μέρους Παύλου τοῦ Σαμοσατέως ἔχων τὰ ὅμοια τῆς ἐννοίας *, ἕτερα δὲ ἔτι παρ᾽ ἐκεῖνον ὑπερβεβηκὼς τῇ ἐννοίᾳ. 3. Καὶ αὐτὸς δὲ οὗτος ἀνατραπήσεται εἰς ἐσχάτην ἐλθὼν ἀρνησιθεΐαν καὶ ἀλλοτρίαν ὑπόνοιαν ζωῆς αἰωνίου ἐν ἅπασιν. εἰ γὰρ πρόσφατος ὁ υἱὸς τοῦ θεοῦ κατὰ τὴν θεότητα, ἄρα ὁ Δαυὶδ πρωτεύει, μᾶλλον δὲ καὶ ἐν προκριτέοις ὑπάρχει τοῦ αὐτὸν πεποιηκότος. οὕτω γὰρ καὶ αὐτὸς διενοεῖτο, * μᾶλλον καὶ παρελθὼν τὴν θείαν γραφὴν κατὰ τὴν αὐτοῦ πεπλανημένην ἔννοιαν, 〈καὶ〉 φάσκων ὅτι καὶ ὁ ἀπόστολος εἴρηκεν «ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, καὶ ὁ δεύτερος ἀπ᾽ οὐρανοῦ». εὐθὺς δὲ ἀντιπίπτει αὐτῷ ὁ λόγος τῆς ἀληθείας καὶ ἐλέγχει αὐτοῦ τὴν ἐσκοτωμένην διάνοιαν.

ἄνθρωπον γὰρ καὶ ἄνθρωπον ἔφη ὁ ἅγιος ἀπόστολος, καὶ τὸν μὲν πρῶτον ἄνθρωπον τὸν Ἀδὰμ ἐκ γῆς εἶναι χοϊκόν, τὸν δὲ δεύτερον ἀπ᾽ οὐρανοῦ. καίτοι γε ἄνθρωπον λέγων· οὐκ ἐξ οὐρανοῦ δὲ ἡ σὰρξ καταβέβηκεν, ἀλλ᾽ ὡμολόγηται καὶ ἀπὸ τούτου ἀπὸ Μαρίας οὖσα. ἀπ᾽ οὐρανοῦ δὲ καταχρηστικῶς οὐ λέγει σάρκα, ἀλλὰ τὸν δεύτερον ἄνθρωπον, ἐξότε ἄνωθεν ἦλθεν ὁ λόγος καὶ «ἐσκήνωσεν ἐν ἡμῖν», κατὰ τὸ γεγραμμένον. εἰ οὖν * προϋπῆρχεν ὁ κύριος. καὶ * πάρεστιν, «ὃς ἐφηῦρε πᾶσαν ὁδὸν συνέσεως», εἶναι δὲ αὐτόν, ** ὡς οὐκ ἀμφιβάλλει ἡ θεία γραφή, * τὰ γὰρ μετὰ ταῦτα σημαίνει προόντα καὶ τὸ ηὑρηκέναι πᾶσαν ὁδὸν συνέσεως, εἶτα «ἐπὶ γῆς ὠφθῆναι», τὴν μέλλουσαν ἔνσαρκον παρουσίαν 〈δηλοῖ〉. καὶ ὅτι ἀπ᾽ οὐρανοῦ φασι τὸν ἄνθρωπον ἐνηνοχέναι, οὐ λέγει 〈τοῦτο〉 ὁ ἀπόστολος, ἀλλὰ διὰ τὴν συνένωσιν τῆς ἐνσάρκου παρουσίας ἄνθρωπον μὲν αὐτὸν λέγει, 〈δεύτερον δὲ〉 διὰ τὸν χρόνον τὸν μεταξὺ Ἀδὰμ καὶ τῆς ἐνσάρκου παρουσίας· ἀπ᾽ οὐρανοῦ δὲ αὐτὸν λέγει διὰ τὸ ἄνωθεν ἡκέναι τὸν θεὸν λόγον καὶ σάρκα 〈ἐνδύσασθαι〉, ὥς φησιν, «ὁ λόγος σὰρξ ἐγένετο», οὐχ ὡς αὐτὸς ὑπονοεῖ λόγον ἐκ πατρὸς προελθόντα καὶ εἰς σάρκα μεταβεβλημένον· οὕτω γὰρ κατὰ τὴν ἠπατημένην αὐτοῦ ἔννοιαν διηγήσατο περὶ τοῦ τόπου.

εἰ δὲ ἔστιν Ἀδὰμ πρὸ τοῦ εἶναι τὸν λόγον, ἆρα διὰ τίνος ὁ αὐτὸς Ἀδὰμ κέκτισται καὶ πάντα τὰ πρὸ αὐτοῦ κτίσματα τοῦ θεοῦ ἢ πρὸς τίνα ὁ πατὴρ εἴρηκε «ποιήσωμεν ἄνθρωπον»; οὐ γὰρ τίς ποτε πρὸς τὸν ἐνδιάθετον αὐτοῦ λόγον ἢ τὸν προφορικὸν ἐπιτείνεται τὴν συμβουλίαν, ἀλλὰ πρὸς τὸν ἔμφυτον καὶ ἅγιον αὐτοῦ λόγον 〈περὶ〉 τῆς μελλούσης τοῦ ἀνθρώπου δημιουργίας ποιεῖται τὴν μετὰ πάσης σοφίας ἐξήγησιν, ἵνα μάθωμεν ἐξ ἀρχῆς εἶναι τὸν παῖδα πρὸς τὸν αὐτοῦ πατέρα, ἵνα μὴ τὸν ἡμέτερον κτίστην πρόσφατον νομίσωμεν, ἀλλὰ σὺν πατρὶ ἀεὶ ὑπάρχοντα πρὸ τῶν αἰώνων, ὡς καὶ Ἰωάννης μαρτυρεῖ λέγων «ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν». 4. Ὥς φησιν αὐτὸς ὁ ἀγύρτης, καὶ αὐτός φημι εἶναι τὸν λόγον ἀπ᾽ ἀρχῆς, ἀλλ᾽ ὡς υἱὸν 〈ἐκ〉 θεοῦ γεγεννημένον. καὶ εἰ μή ἐστιν υἱὸς θεοῦ, μάταιος αὐτοῦ ὁ πόνος, ματαία αὐτοῦ καὶ ἡ προαίρεσις καὶ ἡ ἐλπὶς καὶ ἡ διάνοια. οὐδὲν γὰρ περισσότερον τῶν ἀρνησαμένων αὐτὸν Ἰουδαίων οὗτος λέγει. οὐ γὰρ λέγει περὶ αὐτοῦ τὸ εὐαγγέλιον ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν ἐν τῷ θεῷ», ἀλλ᾽ «ὁ λόγος ἦν πρὸς τὸν θεόν». καὶ οὐ λέγει ὅτι ἐν τῷ θεῷ ἦν μόνον, ἀλλὰ «θεὸς ἦν ὁ λόγος». ἀλλ᾽ ἐν τῷ ἀνθρώπῳ μὲν λόγος ἐνδιάθετος ἀεὶ καὶ προφορικὸς ὑπάρχων οὐ δύναται λέγεσθαι ἄνθρωπος, ἀλλὰ ἀνθρώπου λόγος.

εἰ 〈δὲ〉 οὐκ ἦν οὔπω τὸ γέννημα, ὡς αὐτὸς λέγει, καὶ εἰ οὔπω ἦν υἱὸς τοῦ θεοῦ θεὸς λόγος, διὰ τίνος τὰ πάντα γεγένηται; ἐπειδή φησι τὸ εὐαγγέλιον «πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἀλλά φησιν· ὥσπερ διὰ λόγου ὁ ἄνθρωπος πράττει ὃ βούλεται, οὕτως διὰ τοῦ ἰδίου λόγου ὁ πατὴρ διὰ τοῦ ὄντος ἐν αὐτῷ λόγου ἐποίησε τὰ πάντα. πῶς οὖν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ λέγει ὅτι «ἕως ἄρτι ὁ πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι»; τὸ δὲ «ὁ πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι» οὐ τοῦ πατρὸς μὴ ἐργαζομένου ἐν τῇ τοῦ υἱοῦ ἐργασίᾳ, οὐδὲ τοῦ υἱοῦ ἀλλοτρίου ὄντος καὶ μὴ ἐργασαμένου ἐν τῇ τοῦ πατρὸς δημιουργίᾳ. πάντα γὰρ τὰ ἔργα ὅσα ἔστιν ἅμα ἐκ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γεγένηται. δι᾽ αὐτοῦ γὰρ τὰ πάντα γέγονεν ἀπὸ πατρός, καὶ αὐτὸς τὰ πάντα εἰργάσατο σὺν πατρὶ καὶ σὺν ἁγίῳ πνεύματι. «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτοῦ.» διὸ καὶ μετὰ ἀσφαλείας ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ἔλεγε, γινώσκων τὰς ὑπονοίας τῶν πεπλανημένων, προγνώστης ὢν ὡς θεὸς καὶ 〈εἰδὼς〉 ὡς ἤμελλεν ἕκαστος ἀπὸ τῆς ἀληθείας ἑαυτὸν ἐκβάλλειν· ἔλεγε 〈γὰρ〉 πρὸς τοὺς Ἰουδαίους «οὐδὲν ἀφ᾽ ἑαυτοῦ ποιεῖ ὁ υἱός, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα». καὶ οὐχ ὅτι πρῶτον ὁρᾷ, ἔπειτα πράττει, ἀλλὰ πάντα ἐν ἑαυτῷ ἔχει καὶ πράττει ἃ βούλεται. 5. Πῶς οὖν ταῦτα ἔσται, ὦ Φωτεινέ;

ἢ τίς ὁ ἐν σοὶ πάλιν ἡμῖν προβαλλόμενος τοῦτο τὸ ζιζάνιον; τίς ὁ τὸ δηλητήριον τοῦτο κατασκευάσας τῷ βίῳ; πόθεν τὸ πονηρόν σοι ἐνθυμεῖσθαι κατὰ τοῦ κυρίου σου βλάσφημον λαβεῖν ὑπόνοιαν; οὐκ ἔπεισέ σε Ἀβραάμ, φάσκων πρὸς αὐτὸν καὶ λέγων «ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν»; ἐλέγχθητι γάρ, ὡς παρ᾽ αὐτῷ ὁ υἱὸς ἐπεδήμησε, καὶ οὐ προφορά τις ὤν, ἀλλ᾽ ἐνυπόστατος θεὸς λόγος. καὶ ὅπως γνῴης, ὦ ἐθελόσοφε, τὸ πέρας τῶν ἐν ταύτῃ τῇ ὑποθέσει πεπραγματευμένων, 〈ἄκουε〉 ὡς ἐν τῇ θείᾳ γραφῇ ἐπισφραγισάμενος τὸ τέλειον ἡμῖν ἀπεφήνατο φάσκων ὅτι «ἔβρεξε κύριος ἀπ᾽ οὐρανοῦ πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου»· καὶ οὐκ εἶπεν ὁ λόγος τοῦ κυρίου, ἀλλὰ κύριος παρὰ κυρίου, ὡς καὶ Δαυὶδ λέγει «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου»· καὶ ἵνα 〈δείξῃ〉 ὅτι οὐ μετὰ τὴν ἔνσαρκον παρουσίαν ὁ υἱὸς μόνον εὑρίσκεται, διηγεῖται καὶ περὶ τῆς ἀπ᾽ ἀρχῆς, ὅτι «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε». καὶ περὶ τοῦ ἁγίου πνεύματος, ὦ περιττολόγε καὶ ἐν ἀργοῖς καὶ περιέργοις ταττόμενε, οὐδεὶς δέξεταί σου τὸν λόγον. οὔτε γὰρ μειζότερον τὸ πνεῦμα οὔτε μικρότερον· «τίς γὰρ ταῦτα ἐξεζήτησε» φησίν «ἐκ τῶν χειρῶν ὑμῶν»; ἐλέγχει σε δὲ ὁ αὐτὸς ἅγιος λόγος, ὡς φάσκει κύριος περὶ τοῦ πνεύματος τοῦ ἁγίου· ὁμολογῶν γὰρ τὸ γνήσιον τῆς αὐτοῦ θεότητός φησι «τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον». 6.

Καὶ πόσαι ἄλλαι τυγχάνουσι μαρτυρίαι; ἐπειδὴ δὲ πᾶσιν ἡ σὴ ἐρεσχελία δῆλός ἐστι, πλάνης οὖσα καὶ οὐκ ἀληθείας, φωραθήσεται τε οὐ μόνον ὑπὸ συνετῶν, ἀλλὰ καὶ ὑπὸ τῶν ὀλίγον τι τῆς θείας γραφῆς τὴν ἀκολουθίαν ἐπιγινωσκόντων, δι᾽ ἣν οὐκ ἐπιδεηθήσομαι πολλῶν μαρτυριῶν ἢ πολλῆς ἀνατροπῆς (εὐάλωτον γάρ σου τὸ διήγημα καὶ ἡ κακοπιστία), διὸ ἀρκετῶς ἔχειν 〈ἡγούμενος〉 τὰ πρὸς σὲ εἰρημένα, ὡς ἀπὸ γῆς ἀναφύσαντος κνωδάλου ἀτόνου τε καὶ ἀδυνάμου 〈εἶδος〉 τῷ ποδὶ τοῦ λόγου συντρίψας καὶ τῇ τοῦ θεοῦ λόγου ἀληθείᾳ, ἢ ὡς ἕλμιγγα ἤτοι γῆς ἐντεριώνην, καταλείψω. ἤδη γὰρ καὶ διεσκεδάσθη εἰς ὀλίγον † χρόνον ἡ τούτου τοῦ ἠπατημένου αἵρεσις. ἐπὶ δὲ τὰς ἑξῆς συνήθως θεὸν ἐπικαλούμενος προελεύσομαι. — — —

Κατὰ Μαρκελλιανῶν 〈νβ〉, τῆς δὲ ἀκολουθίας 〈οβ〉. 1. Τῷ δὲ αὐτῷ πάλιν χρόνῳ (ὑπὸ ἓν γὰρ πάντες οὗτοι ἦσαν) Μάρκελλος γέγονεν ἐν Ἀγκύρῃ. ἔτι γὰρ καὶ δεῦρο 〈περιὼν〉 ἀπὸ τοῦ ἔτους τούτου ὡς ἀπὸ δύο ἐτῶν ἐτελεύτα ἢ πλείω ἢ ἐλάσσω. ἐποίησε δὲ καὶ αὐτός τινα διαίρεσιν ἐν τῇ ἐκκλησίᾳ ἀπ᾽ ἀρχῆς τοῦ αὐτοῦ χρόνου, ὀλίγην δέ τινα ὑπόνοιαν ὑπέφαινεν οὗτος, ἀπεικαζόμενος Σαβελλίῳ τε καὶ Ναυάτῳ ἀπὸ τοῦ τῶν Ἀρειανῶν πρὸς αὐτὸν παροξυσμοῦ, δῆθεν διὰ † τοῦ λογισμοῦ τῆς πρὸς τοὺς Ἀρειανοὺς ἀντιθέσεως. ὅθεν καὶ παρά τινων 〈ὀρθοδόξων〉 βλασφημεῖται, 〈ὡς〉 ἀπὸ μέρους, ὡς ἔφην, Σαβελλιανῶν ἐσχηκὼς τὴν ἐρεσχελίαν. τινὲς δὲ ὑπὲρ αὐτοῦ ἀπελογήσαντο μὴ οὕτως ἔχειν, ἀλλ᾽ ὀρθῶς αὐτὸν βεβιωκέναι καὶ τῷ φρονήματι αὐτὸν ὀρθῶς ἔχειν διισχυριζόμενοι. διὸ πολλὴ περὶ τούτου ζήτησις γέγονε. καὶ τὰ μὲν κρύφια τῆς ἐννοίας θεῷ ἔγνωσται, οἱ δὲ ἀπ᾽ αὐτοῦ γεγονότες καὶ κατηχηθέντες, ἢ τὴν ἐκείνου ἔννοιαν ἀγνοοῦντες ἢ [μὴ] τὰ ἐκείνου ἀληθῆ διηγούμενοι, οὔτε τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν ἤθελον, ὡς ἔχει ἡ ἀλήθεια, ὅτι μία ἐστὶν ἡ θεότης, μία δοξολογία, ὁμοούσιος οὖσα ἡ τριὰς καὶ οὐδὲν διαλλάττουσα τῆς ἰδίας δόξης, τριὰς τελεία οὖσα καὶ μία θεότης, μία δύναμις, μία οὐσία, οὔτε συναλοιφή τις οὖσα οὔτε ὑποβεβηκυῖα.

οὗτος δὲ ἐπὶ πλεῖστον βουλόμενός τινα λέγειν παρά τισιν, ὅμοιον τοῦ Σαβελλίου τῷ φρονήματι ἔδειξεν 〈ἑαυτὸν〉 εἶναι. διὸ καὶ αὕτη ἐν αἱρέσει ἐλέγχθη καὶ ἠριθμήθη. παραθήσομαι δὲ αὖθις καὶ τὴν ἔκθεσιν τοῦ λόγου οὗ πεποίηται Ἰουλίῳ τῷ μακαρίτῃ τῷ Ῥωμαίων ἐπισκόπῳ ὁ αὐτὸς Μάρκελλος, ὑπεραπολογούμενος δῆθεν ἑαυτοῦ. ἐκ δὲ τῆς ἀπολογίας καὶ τοῦ λιβέλλου φανήσεται ἕτερα παρὰ τὴν πίστιν τῆς ἀληθείας πεφρονηκώς. εἰ μὴ γὰρ ἕτερα ἐφρόνησεν, ὑπὲρ ποίων εἰς ἀπολογίαν ἤρχετο, εἰ μὴ ἄρα λόγοι ἐξ αὐτοῦ τεθέντες οὐκ ὀρθοὶ καί τινας ταράξαντες εἰς ταύτην 〈αὐτὸν〉 κατήγαγον τὴν ἀπολογίαν; τοίνυν τὸ ἀντίγραφόν ἐστι τοῦτο·

Ἀντίγραφον ἐπιστολῆς Μαρκέλλου, ὃν καθεῖλεν ἡ σύνοδος χάριν ἑτεροδοξίας. 2. «Τῷ μακαριωτάτῳ συλλειτουργῷ Ἰουλίῳ Μάρκελλος ἐν Χριστῷ χαίρειν. Ἐπειδή τινες τῶν καταγνωσθέντων πρότερον ἐπὶ τῷ μὴ ὀρθῶς πιστεύειν, οὓς ἐγὼ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διήλεγξα, κατ᾽ ἐμοῦ γράψαι τῇ θεοσεβείᾳ σου ἐτόλμησαν, ὡς ἂν ἐμοῦ μὴ ὀρθῶς μήτε ἐκκλησιαστικῶς φρονοῦντος, τὸ ἑαυτῶν ἔγκλημα εἰς ἐμὲ μετατεθῆναι σπουδάζοντες, τούτου ἕνεκεν ἀναγκαῖον ἡγησάμην ἀπαντήσας εἰς τὴν Ῥώμην ὑπομνῆσαί σε, ἵνα τοὺς κατ᾽ ἐμοῦ γράψαντας μεταστείλῃ ὑπὲρ τοῦ ἀπαντήσαντας αὐτοὺς ἐπ᾽ ἀμφοτέροις ἐλεγχθῆναι ὑπ᾽ ἐμοῦ, ὅτι τε καὶ ἃ γεγράφασι κατ᾽ ἐμοῦ ψευδῆ ὄντα τυγχάνει καὶ ὅτι ἔτι καὶ νῦν ἐπιμένουσι τῇ ἑαυτῶν προτέρᾳ πλάνῃ καὶ δεινὰ κατά τε τῶν τοῦ θεοῦ ἐκκλησιῶν καὶ ἡμῶν τῶν προεστώτων αὐτῶν τετολμήκασιν. ἐπεὶ τοίνυν ἀπαντῆσαι οὐκ ἠβουλήθησαν, ἀποστείλαντός σου πρεσβυτέρους πρὸς αὐτοὺς καὶ ταῦτα ἐμοῦ ἐνιαυτὸν καὶ τρεῖς ὅλους μῆνας ἐν τῇ Ῥώμῃ πεποιηκότος, ἀναγκαῖον ἡγησάμην, μέλλων ἐντεῦθεν ἐξιέναι, ἔγγραφόν σοι τὴν ἐμαυτοῦ πίστιν μετὰ πάσης ἀληθείας τῇ ἐμαυτοῦ χειρὶ γράψας ἐπιδοῦναι, ἣν ἔμαθον ἔκ τε τῶν θείων γραφῶν ἐδιδάχθην, καὶ τῶν κακῶς ὑπ᾽ αὐτῶν λεγομένων ὑπομνῆσαί σε, ἵνα γνῷς οἷς χρώμενοι πρὸς ἀπάτην τῶν ἀκουόντων λόγοις τὴν ἀλήθειαν κρύπτειν βούλονται.

φασὶ γὰρ μὴ ἴδιον καὶ ἀληθινὸν λόγον εἶναι τοῦ παντοκράτορος θεοῦ τὸν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλ᾽ ἕτερον αὐτοῦ λόγον εἶναι καὶ ἑτέραν σοφίαν καὶ δύναμιν. τοῦτον γενόμενον ὑπ᾽ αὐτοῦ ὠνομάσθαι λόγον καὶ σοφίαν καὶ δύναμιν, καὶ διὰ τὸ οὕτως αὐτοὺς φρονεῖν ἄλλην ὑπόστασιν διεστῶσαν τοῦ πατρὸς εἶναί φασιν. ἔτι μέντοι καὶ προϋπάρχειν τοῦ υἱοῦ τὸν πατέρα δι᾽ ὧν γράφουσιν ἀποφαίνονται 〈καὶ〉 μὴ εἶναι αὐτὸν ἀληθῶς υἱὸν ἐκ τοῦ θεοῦ· ἀλλὰ κἂν λέγωσιν ἐκ τοῦ θεοῦ, οὕτως λέγουσιν ὡς καὶ τὰ πάντα. ἔτι μὴν καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν λέγειν τολμῶσι καὶ κτίσμα αὐτὸν καὶ ποίημα εἶναι, διορίζοντες αὐτὸν ἀπὸ τοῦ πατρός. τοὺς οὖν ταῦτα λέγοντας ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας εἶναι πεπίστευμαι. πιστεύω δέ, ἑπόμενος ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεὸς καὶ ὁ τούτου μονογενὴς υἱὸς λόγος, ὁ ἀεὶ συνυπάρχων τῷ πατρὶ καὶ μηδεπώποτε ἀρχὴν τοῦ εἶναι ἐσχηκώς, ἀληθῶς ἐκ τοῦ θεοῦ ὑπάρχων, οὐ κτισθείς, οὐ ποιηθείς, ἀλλὰ ἀεὶ ὤν, ἀεὶ συμβασιλεύων τῷ θεῷ καὶ πατρί, »οὗ τῆς βασιλείας«, κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν, »οὐκ ἔσται τέλος«.

οὗτος υἱός, οὗτος δύναμις, οὗτος σοφία, οὗτος ἴδιος καὶ ἀληθὴς τοῦ θεοῦ λόγος, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀδιαίρετος δύναμις τοῦ θεοῦ, δι᾽ οὗ τὰ πάντα τὰ γενόμενα γέγονε, καθὼς τὸ εὐαγγέλιον μαρτυρεῖ λέγον »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«. οὗτός ἐστιν ὁ λόγος, περὶ οὗ καὶ Λουκᾶς ὁ εὐαγγελιστὴς μαρτυρεῖ λέγων »καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου«· περὶ τούτου καὶ Δαυὶδ ἔφη »ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν«. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡμᾶς διδάσκει διὰ τοῦ εὐαγγελίου, λέγων »ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω«· οὗτος ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν κατελθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ ἐκ τῆς παρθένου Μαρίας γεννηθεὶς τὸν ἄνθρωπον ἔλαβε. 3. »Πιστεύω οὖν εἰς θεὸν παντοκράτορα καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν, τὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, τὸν ἐπὶ Ποντίου Πιλάτου σταυρωθέντα καὶ ταφέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἐκ τῶν νεκρῶν, ἀναβάντα εἰς τοὺς οὐρανοὺς καὶ καθήμενον ἐν δεξιᾷ τοῦ πατρός, ὅθεν ἔρχεται κρίνειν ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα, ἁγίαν ἐκκλησίαν, ἄφεσιν ἁμαρτιῶν, σαρκὸς ἀνάστασιν, ζωὴν αἰώνιον.»

Ἀδιαίρετον εἶναι τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ παρὰ τῶν θείων μεμαθήκαμεν γραφῶν. εἰ γάρ τις χωρίζει τὸν υἱὸν τουτέστι τὸν λόγον τοῦ παντοκράτορος θεοῦ, ἀνάγκη αὐτὸν ἢ δύο θεοὺς εἶναι νομίζειν, ὅπερ ἀλλότριον τῆς θείας διδασκαλίας εἶναι νενόμισται, ἢ τὸν λόγον μὴ εἶναι θεὸν ὁμολογεῖν, ὅπερ καὶ αὐτὸ ἀλλότριον τῆς ὀρθῆς πίστεως εἶναι φαίνεται, τοῦ εὐαγγελιστοῦ λέγοντος «καὶ θεὸς ἦν ὁ λόγος». ἐγὼ δὲ ἀκριβῶς μεμάθηκα ὅτι ἀδιαίρετος καὶ ἀχώριστός ἐστιν ἡ δύναμις τοῦ πατρός, ὁ υἱός. αὐτὸς γὰρ ὁ σωτὴρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός φησιν «ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί», καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα». ταύτην καὶ παρὰ τῶν θείων γραφῶν εἰληφὼς τὴν πίστιν καὶ παρὰ τῶν κατὰ θεὸν προγόνων διδαχθεὶς ἔν τε τῇ τοῦ θεοῦ ἐκκλησίᾳ κηρύττω καὶ πρὸς σὲ νῦν γέγραφα, τὸ ἀντίγραφον τούτου παρ᾽ ἐμαυτῷ κατασχών. καὶ ἀξιῶ τὸ ἀντίτυπόν σε τούτου τῇ πρὸς τοὺς ἐπισκόπους ἐπιστολῇ ἐγγράψαι, ἵνα μή τινες τῶν ἀκριβῶς μὴ εἰδότων ἡμᾶς κἀκείνους τοῖς ὑπ᾽ αὐτῶν γραφεῖσι προσέχοντες ἀπατηθῶσιν. ἔρρωσθε.« πεπλήρωται. 4. Εἰ τοίνυν ὁ λίβελλος οὗτος καλῶς ἔχει, οἱ δυνάμενοι ἀναγνῶ〈ναι λεγέ〉τωσαν καὶ οἱ δυνάμενοι ἀκριβῶσαι τὰ ἐν αὐτῷ εἰρημένα· καὶ εἰ μὲν κακῶς ἔχει, αὐτοὶ διακρινέτωσαν. οὐ γὰρ βουλόμεθα πέρα ὧν ἐπιστάμεθα καὶ τῶν εἰς ἡμᾶς ἐλθόντων λέγειν.

εἰ γὰρ καὶ καλῶς ἔχει ὁ λίβελλος περὶ τῆς ὑποθέσεως, πάλιν διανοηθήσονται οἱ ἐντυγχάνοντές τε καὶ ἀκούοντες ὅτι οὐκ εἰς μάτην οὔτε εἰς ἀργότητα οὔτε κατ᾽ 〈ἔχθραν〉 ἐκείνου ἐγίνετο αὐτῷ ἀνάγκη ἀπολογίας, εἰ μὴ ἄρα ἐξήμεσε λόγους τινὰς ταράσσοντας καὶ ἀναγκάσαντας αὐτὸν εἰς ἀπολογίαν ἥκειν περὶ τῶν ὑπ᾽ αὐτοῦ εἰρημένων. συμβαίνει γὰρ καὶ μετὰ τὸ ἐσφάλθαι αὐτὸν διὰ τοῦ λιβέλλου ὑπεραπολογήσασθαι καὶ ἑαυτὸν διορθώσασθαι ἢ ὅτι μὲν τῷ λιβέλλῳ ἐκόσμησεν αὐτοῦ τοὺς λόγους, ἵνα παρακρύψῃ τὰ ὑπ᾽ αὐτοῦ ῥηθέντα, ἵνα μὴ ἐκπέσῃ διὰ τῆς καθαιρέσεως τοῦ κοινοῦ τῶν ἐπισκόπων συλλόγου τε καὶ τοῦ κανόνος. ὅμως τὰ περὶ Μαρκέλλου εἰς ἡμᾶς ἐλθόντα ταῦτα. ἠρόμην δὲ αὐτὸς ἐγὼ χρόνῳ τινὶ τὸν μακαρίτην πάπαν Ἀθανάσιον περὶ τούτου τοῦ Μαρκέλλου, πῶς ἂν ἔχοι περὶ αὐτοῦ. ὁ δὲ οὔτε ὑπεραπελογήσατο οὔτε πάλιν πρὸς αὐτὸν ἀπεχθῶς ἠνέχθη, μόνον δὲ διὰ τοῦ προσώπου μειδιάσας ὑπέφηνε μοχθηρίας μὴ μακρὰν αὐτὸν εἶναι, ἀλλ᾽ ὡς ἀπολογησάμενον ἔχειν. 5. Παραθήσομαι δὲ ἅτινα τινὲς εὑρόντες ἐν τοῖς αὐτοῦ Μαρκέλλου συντάγμασιν, ἃ ἐδόκει ἐπιλήψιμα αὐτοῖς φαίνεσθαι, πρὸς αὐτὸν ἀποτεινόμενοι καὶ αὐτοὶ ἀντισυνέταξαν.

ὑπὸ δὲ ἄλλων πάλιν διὰ τὸ τοὺς ἀντισυντάξαντας, ὕστερον εἰς ἄλλο τραπέντας * ἐλέγχου χάριν τὰ ἀντισυνταχθέντα ὑπ᾽ αὐτῶν * προβαλλόμενοι 〈οὖν〉 ἐδείκνυον καὶ ἐν τοῖς σφῶν αὐτῶν συντάγμασι κατὰ τὰς γενομένας διαιρέσεις ἀνὰ μέσον τῶν περὶ Ἀκάκιον καὶ Βασίλειον τὸν Γαλάτην καὶ Γεώργιον τὸν Λαοδικείας ἐποιήσαντο πρὸς ἔλεγχον τοῦ αὐτοῦ Ἀκακίου. οὗτος γὰρ ἦν ὁ ἀπὸ τῶν Μαρκέλλου συνταγμάτων κατὰ Μαρκέλλου εἰπών, 〈ἅτινα παραθήσομαι〉, ἵνα ἐν πᾶσιν ἡμεῖς τῆς ἀληθείας μηδὲν παραλείψαντες δείξωμεν ὅτι οὔτε ἀπευχόμεθα τὰ πρὸς διόρθωσιν οὔτε συναινεῖν βουλόμεθα τοῖς τι παρὰ τὸ ἀληθινὸν ἐπιχειροῦσι. καὶ ἔστι τὰ ἐκ τῆς Ἀκακίου πρὸς Μάρκελλον ἀντιλογίας τάδε·

Ταῦτα διὰ Μάρκελλον. 6. »Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα μετὰ τὴν παρεξήγησιν τῶν εἰς τὰς παροιμίας ῥητῶν γέγραφεν ὁ Μάρκελλος, λαλῶν τε κατὰ τοῦ θεοῦ ἀδικίαν, ἐπαίρων δὲ εἰς ὕψος τὸ κέρας αὐτοῦ. γενόμενος 〈οὖν〉 ὑπὲρ τὰ μέσα τοῦ βιβλίου καὶ πάλιν θεὶς Ἀστερίου τὰ λέγοντα ῥήματα· «〈ἄλλος μὲν γάρ ἐστιν ὁ πατὴρ ὁ γεννήσας ἐξ ἑαυτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον πάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα〉»—θεὶς οὖν ταῦτα καὶ δυσχεραίνων πρὸς τὴν εἰκόνα τὴν ἀπαράλλακτον, τουτέστι τὸ ἔκτυπον καὶ τρανὲς ἐκμαγεῖον τοῦ θεοῦ τῆς οὐσίας καὶ τῶν ἑξῆς, φαύλην καλῶν τὴν ὑπόληψιν ταύτην ἐπισυνάπτει τὴν δυσαρέστησιν αὐτοῦ, γράφων ὧδε· «〈ταῦτα τὰ ῥήματα σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν. πῶς γὰρ ὁ κύριος καὶ θεὸς γεννηθείς, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται ἔτι εἰκὼν θεοῦ εἶναι; ἕτερον γὰρ θεοῦ εἰκὼν καὶ ἕτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ᾽ εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ κύριος ὄντως καὶ θεὸς ὄντως, οὐκέτι ὁ κύριος καὶ θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται.〉» καὶ ἑξῆς· «〈οὐδὲν οὖν αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται· πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει.

οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι, καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται, καὶ εἰ δυνάμεως εἰκών, οὐκέτι δύναμις, καὶ εἰ δόξης εἰκών, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ᾽ ἑτέρου τινὸς εἰκών ἐστι.〉» 7. «Ταῦτα δὲ σύ, Μάρκελλε, τὰ ῥήματα [τὰ] πρότερον ἐπαινέσας ἐν ἀρχῇ τοῦ βιβλίου, νῦν δὲ ἀρνησάμενος τὸν θεὸν ἐκ θεοῦ λόγον ὄντα τὸν υἱὸν καὶ μόνον ἐκ μόνου καὶ τέλειον ἐκ τελείου, σαφῶς τὴν φαύλην σου περὶ θεότητος ἤλεγξας δόξαν. τοῦ γὰρ βασιλέως τοῦ μεγάλου τὴν εἰκόνα λαβὼν 〈ἐν〉 ἀζωΐᾳ καὶ ἀθεότητι, ἀβουλίᾳ τε καὶ ἀδυναμίᾳ καὶ ἀδοξίᾳ καὶ τῷ ἀνουσίῳ, ἐκτετμῆσθαι τὴν ἀνοσίαν ὤφειλες γλῶτταν, εἰπὼν ῥῆμα εἰς κύριον καὶ τελευτήσας εἰς ψυχὴν οὕτως ἀσεβήσασαν. τὴν γὰρ εἰκόνα τοῦ θεοῦ ἀζωΐᾳ περιγράψας οὔτε κύριον οὔτε θεὸν οὐκ οὐσίαν οὐ βουλὴν οὐ δύναμιν οὐ δόξαν 〈λέγεις〉 εἶναι ταύτην. τούτων δὲ ἀκίνητον εἰκόνα εἶναι θέλεις αὐτήν, οἱονεὶ ἄψυχον καὶ ἄζωον, ἔξω ἐκτεθεῖσαν αὐτὴν ποιῶν, καὶ ὡσαύτως ἄψυχον 〈ὡς〉 καὶ ἀνθρωπίνῃ τέχνῃ μόνῃ συνεστῶσαν· ζῶντος δὲ ζῶσαν οὐ θέλεις εἶναι τὴν εἰκόνα τοῦ θεοῦ, οὐδὲ οὐσίας οὐσίαν εἰκόνα, οὐδὲ βουλῆς καὶ δυνάμεως καὶ δόξης βουλὴν καὶ δύναμιν καὶ δόξαν ἀπαραλλάκτως εἰκόνα.

τὸ δὲ ἀπαραλλάκτως εἰπεῖν οὐχ οἷόν τε καὶ ἀγεννήτως, ἀλλ᾽ ὅτι ἐκτυπῶς καὶ ἀκριβῶς ὡμοιωμένην πρὸς πατρικὴν ἔχει καὶ θεότητα καὶ πᾶσαν ἐνέργειαν.» καὶ μεθ᾽ ἕτερα. «ἔδει δέ σοι ἄλαλα γενηθῆναι 〈τὰ χείλη〉 τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ θεοῦ ἀδικίαν ἐν ὑπερηφανείᾳ καὶ ἐξουδενώσει.» καὶ γὰρ «μόνος μόνον» ἐγέννησεν ὁ πατὴρ τὸν μονογενῆ, κἂν σὺ μὴ θέλῃς, νῦν ἄλλο τι θέλων, οὐκ ἐξ αἰτίας τῶν αἰώνων Οὐαλεντίνου τὴν πάροδον λαβόντος τοῦ υἱοῦ, ἀλλ᾽ ἐκ μόνου πατρὸς τὴν γέννησιν ἔχοντος, καὶ «τέλειος τέλειον»· ἀτελὲς γὰρ οὐδὲν ἐν πατρί, διὸ οὐδὲ ἐν υἱῷ, ἀλλὰ τῆς ἐκείνου τελειότητος καὶ ὑπερτελειότητος γέννημα γνήσιον τοῦ υἱοῦ τελειότης· καὶ «βασιλεὺς βασιλέα». εὐσεβὲς γὰρ τὸν θεὸν βασιλεύειν, 〈πρὸ τοῦ〉 πρὸ τῶν αἰώνων γεννηθέντος [τοῦ] υἱοῦ καὶ βασιλευομένου βασιλέως, δι᾽ οὗ καὶ τὰ λοιπὰ βασιλεύεται, εὐχαρίστως ὁμολογοῦντος τὴν ὑποταγήν. οὐκ ἰδιώτην γάρ, ἀλλὰ βασιλέα γεγέννηκεν ὁ πατήρ, τῆς βασιλείας αὐτοῦ οὔτε ἀρχὴν ἡμερῶν οὔτε ζωῆς τέλος ἐχούσης. οὐ γὰρ ἔξωθεν τὸ ἀξίωμα, εἰς οὐσίαν δὲ αὐτῷ συντελεῖ, ὁμοίως πατρὶ γεννήσαντι. διὸ καὶ γέγραπται τὸ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» οὕτως δὲ καὶ «κύριος κύριον» καὶ «θεὸς θεὸν» γεννᾶν παρ᾽ ἡμῶν ὡμολόγηται.

καὶ ἁπλῶς εἰπεῖν, οὐσίας καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης εἰκόνα λέγομεν, οὐκ ἄψυχον καὶ νεκράν, ἀλλ᾽ οὐσιώδη καὶ βουλητικὴν καὶ δυνατὴν καὶ ἔνδοξον. δύναμις γὰρ οὐκ ἀδυναμίαν γεννᾷ, ἀλλὰ αὐτοδύναμιν, καὶ δόξα οὐκ ἀδοξίαν γεννᾷ, ἀλλὰ αὐτοδόξαν, καὶ βουλὴ οὐκ ἀβουλίαν γεννᾷ, ἀλλὰ αὐτοβουλήν, καὶ οὐσία οὐ τὸ ἀνούσιον, ἀλλὰ αὐτοούσιον. εἰκὼν ἄρα ἐστὶν ὁ λόγος θεός, ζῶσα σοφία, ὑποστατική, λόγος ἐνεργὴς καὶ υἱός, αὐτὴ οὐσιωμένη. αὕτη γὰρ 〈ἦν〉 «ᾗ προσέχαιρε» καθ᾽ ἡμέραν ὁ θεός, «ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας». σὺ δέ, Μάρκελλε, «ταῦτα ἀρνούμενος ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνηθήσῃ μὲν ὑπ᾽ αὐτῆς ἐκείνης ἔμπροσθεν τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς», ἀρνηθήσῃ δὲ καὶ ἔμπροσθεν τῆς ἐκκλησίας τῆς ὑπὸ τὸν οὐρανόν, γραφούσης περὶ σοῦ πανταχοῦ τῇ γῇ «ἄκουε λόγον κυρίου, γράψον τὸν ἄνδρα τοῦτον, ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ καθήμενος ἐπὶ θρόνου Δαυίδ». 8.

καὶ μεθ᾽ ἕτερα μνημονεύσαντος Μαρκέλλου τῶν Ἀστερίου ῥητῶν ἐπιφέρει λέγων· «Θεὶς οὖν ταῦτα καὶ χωρῶν τῇ ἀρνήσει τῆς τοῦ σωτῆρος ἡμῶν εἰκόνος καὶ οὐσίας, καὶ τῆς μονογενοῦς υἱότητος ἐκ πατρὸς καὶ τῶν πρωτοτοκίων πάσης κτίσεως, καὶ τῆς τοῦ μονογενοῦς μονότητος καὶ τῆς ἐκ τελείου τελειότητος καὶ τῆς ἐκ βασιλέως βασιλείας καὶ τῆς ἐκ κυρίου κυριότητος καὶ τῆς ἐκ θεοῦ θεότητος, οὐσίας τε ἁπλῶς καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης θεοῦ εἰκόνος ἀπαραλλάκτου, οὐ μικροῖς λόγοις »ἀρνούμενος ἔμπροσθεν τῶν ἀνθρώπων, διὸ καὶ ἀρνηθησόμενος ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ«, ἄντικρυς ταῦτα γράφεις· »〈ταῦτα τὰ ῥήματα σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος πατρὸς καὶ υἱοῦ παρίστησι δόξαν.〉» ἡ δὲ τούτων ἄρνησις τὴν σὴν ἐνδιάστροφον καὶ φαύλην περὶ θεότητος καὶ οὐσίας Χριστοῦ σαφῶς ἤλεγξεν ἑτεροδοξίαν.» 9. Καὶ μεθ᾽ ἕτερα ἐπιφέρει τὰ Μαρκέλλου· «Ἕωλα οὖν τὰ ἑξῆς ἐπιφέρει γράφων. »〈οὐδὲν οὖν αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται. πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι. καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται. καὶ εἰ δυνάμεως, οὐκέτι δύναμις. καὶ εἰ δόξης, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ᾽ ἑτέρου τινὸς εἰκών ἐστιν.〉» ἕωλα δέ, Μάρκελλε, καὶ ψευδῆ ταῦτα.

πάντα γὰρ αὐτὸν ἃ προεῖπεν Ἀστέριος εἶναι βούλεται, λέγων «βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν», καὶ λύει σου τὴν ἄψυχον εἰκόνα, τὴν κατὰ σὲ ἀνθρωπίνῃ τέχνῃ συνεστῶσαν μόνῃ. πάντων γὰρ τούτων ζῶσαν εἰκόνα λέγει καὶ ζῶντος εἰκόνος ἐκμαγεῖον οὖσαν τοῦ γεγεννηκότος, καὶ οὐσίας αὐτοουσίαν εἰκόνα λέγει καὶ βουλῆς αὐτοβουλὴν καὶ δυνάμεως αὐτοδύναμιν καὶ δόξης αὐτοδόξαν, καὶ οὐχ ἑαυτῆς, ἀλλ᾽ ἑτέρου εἰκόνος. σὺ δὲ θεὸν ἐκ θεοῦ τὸν υἱὸν οὐχ ὁμολογῶν οὐδὲ φῶς ἐκ φωτὸς οὐδὲ δύναμιν ἐκ δυνάμεως, οὔτε θεὸν οὔτε φῶς, οὐ δύναμιν οὐκ οὐσίαν, οὐ βουλὴν, οὐ δόξαν τὸν υἱὸν εἶναι θέλεις. ἀλλὰ τὸ σῶμα ταῦτα ἀφανίζει ἀσεβῶς ἐν τῇ συντελείᾳ μετὰ † τούτων. καὶ ἀρνῇ μὲν τὸ «θεὸς ἦν ὁ λόγος», υἱὸν δὲ θεοῦ καλεῖς ἢ ὀνόματι μόνῳ ἢ ὡς ἄνθρωπον, ἵν᾽ ἑτερογενῆ γεννῶν εἴη ὁ θεός, θέσει γεννῶν τὸν υἱόν, κατὰ τὸ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ κατὰ τό «ἐλάβετε πνεῦμα υἱοθεσίας», καὶ τὸ «ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ». οὐσίας οὖν καὶ δυνάμεως καὶ βουλῆς καὶ δόξης ἀπαράλλακτον λέγων Ἀστέριος εἰκόνα τὸν υἱὸν τοῦ πατρός, πάντως οἱονεὶ τοὺς πατρικοὺς χαρακτῆρας ἐνεῖναι λέγει τῷ υἱῷ καὶ τὰ ἐπινοούμενα τοῦ πατρὸς τετυπῶσθαι ἢ δεδόσθαι τῷ υἱῷ, οὐκ ἄλλα παρ᾽ αὐτὸν ὄντα. πάντα οὖν ἃ προεῖπεν αὐτὸν εἶναι βούλεται.

οὐ γὰρ τὴν ἐν χρώμασιν εἰκόνα νοεῖ οὐδὲ τρίτον ζωγράφον εἰσάγει, ἵνα διαφωνοῦντος πρὸς τὸν πατέρα διὰ χρωμάτων τὰς ποιότητας ἀλλαχοῦ γράφῃ καὶ τοῦτο υἱὸν καλῇ. οὕτω γὰρ σὺ νοήσας καὶ μὴ νοήσας φῄς· «〈οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐ δύναται αὐτοουσία εἶναι, καὶ εἰ βουλῆς, οὐκέτι αὐτοβουλή.〉» καθ᾽ ἡμᾶς γὰρ εἰ οὐσίας ἐστὶν εἰκὼν ζῶσα, αὐτοουσία δύναται εἶναι καὶ ἔστι. καὶ οὕτως οὐσίας οὐσίαν εἰκόνα λέγομεν διὰ μίμησιν ὁμοιοτάτην ζωῆς τε καὶ ἐνεργείας, οὕτω δὲ καὶ βουλῆς βουλὴν εἰκόνα τὸν «μεγάλης βουλῆς ἄγγελον», καὶ δυνάμεως καὶ δόξης δύναμιν καὶ δόξαν. καὶ τούτων παραστατικὸν τὸ «ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ», καὶ «ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ 〈οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ〉». τὸ γὰρ «ὥσπερ, οὕτως» εἰκονικῆς ἐστι μιμήσεως καὶ ὁμοιώσεως ἀκριβὲς ἐκμαγεῖον.« 10. Καὶ μεθ᾽ ἕτερα ὀλίγα »οὐ γὰρ ὁ λόγος θεός, ὁ ἄλλοις παρέχων ζωὴν καὶ κάλλος καὶ μορφήν, αὐτὸς ἄζωος καὶ ἀκαλλὴς καὶ ἄμορφός ἐστιν, ἐν νεκρότητι ἢ τῷ μὴ εἶναι νοούμενος, ἀλλὰ πατρικοῖς χαρακτῆρσι μεμόρφωται, οὐχ ὡς ἕτερος αὐτὸς ὤν, ἑτέρους δὲ τοὺς χαρακτῆρας τῆς μορφῆς ἔχων, ἀλλ᾽ ἐν τῷ εἶναι αὐτοῦ οἱ χαρακτῆρές εἰσι καὶ ἐν τοῖς χαρακτῆρσι τὸ εἶναι αὐτοῦ.

ἡ δὲ εἰκών, ἑτέρου καὶ οὐχ ἑαυτῆς εἰκὼν οὖσα, καθὰ καὶ σὺ θέλεις, τοῦ πρωτοτύπου ἐν ἑαυτῇ τοὺς χαρακτῆρας φέρουσα, τὴν ἑτερότητα παρίστησιν, ἑτερότητα δὲ ὡς ὁμοιότητα. οὐχ ἑαυτῆς γάρ, ἑτέρου δέ τινος εἰκών ἐστιν οὗτος, ὤν, ὃ ἔστιν, «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». εἰκὼν οὖν τοῦ πατρὸς ὁ υἱός, ζῶσα ζῶντος, ἐν κινήσει καὶ ἐνεργείᾳ, δυνάμει τε καὶ βουλῇ καὶ δόξῃ, οὐκ ἄψυχος, οὐδὲ ἀκίνητος, ἐν ἑτέρῳ μὲν τὸ εἶναι ἔχουσα καὶ γραφομένη, αὐτὴ δὲ ἐν ἑαυτῇ καὶ δι᾽ ἑαυτῆς ἐν κινήσει μὴ οὖσα. καὶ εἰκών ἐστιν ἀπαράλλακτος, οὐ τῆς ἀπαραλλαξίας πατέρα ποιούσης, ἀλλ᾽ υἱὸν ἀπηκριβωμένον.« Πεπλήρωνται τὰ ἐνθάδε Ἀκακίου.

Νῦν δέ φασιν οἱ ὀρθόδοξοι καὶ ἀδελφοὶ ἡμέτεροι καὶ ὁμολογηταὶ παρὰ τινῶν ὑπὸ Μαρκέλλου καταλειφθέντων μαθητῶν ἔκθεσιν εἰληφέναι ὁμολογίας περὶ πίστεως ἀπολογουμένης· ἧς τὰ λεπτολογήματα, αὐτὸς μὴ κατειληφὼς αὐτήν, ἐνταῦθα παρεθέμην. καὶ ἔστι τὸ ἀντίγραφον τόδε·

Ἡ ἐπίγραφος πίστις τῶν Μαρκέλλου. 11. »Τοῖς αἰδεσιμωτάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις τοῖς ἐν Διοκαισαρείᾳ ὑπερορισθεῖσιν ὑπὲρ τῆς εἰς τὸν σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν ὀρθοδόξου πίστεως, Εὐλογίῳ, Ἀδελφίῳ, Ἀλεξάνδρῳ, Ἀμμωνίῳ, Ἁρποκρατίωνι, Ἰσαάκ, Ἰσιδώρῳ, Ἀννουβίωνι, Πιτίμῳ, Εὐφρατίῳ, Ἀαρώνῃ, οἱ ἀπὸ Ἀγκύρας τῆς Γαλατίας πρεσβύτεροι, Φωτεινός, Εὐστάθιος, ἕτερος Φωτεινός, Σιγέριος καὶ διάκονος Ὑγῖνος καὶ ὑποδιάκονος Ἡρακλείδης καὶ ἀναγνώστης Ἐλπίδιος καὶ προστάτης Κυριακὸς ἐν κυρίῳ χαίρειν.» «

Ἐνδεδημηκότων ἡμῶν πρὸς τὴν ὑμετέραν θεοσέβειαν ἀπὸ τῆς προειρημένης ἡμετέρας πατρίδος, τὴν προσήκουσαν ἐπίσκεψιν ποιούμενοι, καὶ ἐπερωτωμένων ἡμῶν παρὰ τῆς ὑμετέρας ὁσιότητος περὶ τῆς ἐν ἡμῖν πίστεως ὅπως ἔχομεν, καὶ ἀποδεξάμενοι ὑμῶν τὴν τοιαύτην κηδεμονικὴν πεῦσιν, ἥνπερ ἐποιήσασθε, διὰ 〈τὸ〉 μάλιστα τοὺς βουλομένους ματαίως θρυλεῖν περὶ ἡμῶν τινα ψευδῆ ἀναγκαῖον ἡγησάμεθα πληροφορῆσαι ὑμᾶς περὶ τούτου, οὐ μόνον ἐκ τῶν ὑποδειχθέντων τῇ ὑμετέρᾳ ὁσιότητι παρ᾽ ἡμῶν γραμμάτων κοινωνικῶν πρὸς ἡμᾶς γραφέντων 〈ὑπὸ〉 τοῦ τρισμακαρίου πάπα Ἀθανασίου, ἀλλὰ καὶ ἐκ ταύτης ἡμῶν τῆς ἐγγράφου ὁμολογίας, ὡς ὅτι οὔτε φρονοῦμεν οὔτε πεφρονήκαμέν τί ποτε ἐκτὸς τῆς κατὰ Νίκαιαν ὁρισθείσης οἰκουμενικῆς καὶ ἐκκλησιαστικῆς πίστεως, ἥνπερ ὁμολογοῦμεν † δυνάμει ταύτην φρονεῖν, ἀναθεματίζοντες τοὺς τολμῶντας κτίσμα λέγειν 〈τὸν υἱὸν ἢ〉 τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὴν Ἀρειανὴν αἵρεσιν καὶ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τοὺς μὴ λέγοντας τὴν ἁγίαν τριάδα τρία πρόσωπα ἀπερίγραφα καὶ ἐνυπόστατα καὶ ὁμοούσια καὶ συναΐδια καὶ αὐτοτελῆ, ἀναθεματίζοντες δὲ καὶ τοὺς πλατυσμὸν ἢ συστολὴν ἢ ἐνέργειαν τοῦ πατρὸς τὸν υἱὸν λέγοντας, καὶ τοὺς τὸν θεὸν λόγον τὸν υἱὸν τοῦ θεοῦ, προαιώνιον καὶ συναΐδιον τῷ πατρὶ καὶ ἐνυπόστατον καὶ αὐτοτελῆ υἱὸν καὶ θεὸν μὴ ὁμολογοῦντας. 12.

Εἴ τις τὸν αὐτὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα λέγει, ἀνάθεμα ἔστω. εἴ τις ἀρχὴν ἢ τέλος τῷ υἱῷ τοῦ θεοῦ καὶ λόγῳ ἢ τῇ βασιλείᾳ αὐτοῦ δίδωσιν, ἀνάθεμα ἔστω. εἴ τις μέρος τοῦ πατρὸς λέγει τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, καὶ μὴ ὁμολογεῖ τὸν υἱὸν τοῦ θεοῦ ἐκ τῆς τοῦ πατρὸς οὐσίας πρὸ πάσης ἐπινοίας γεγενῆσθαι, ἀνάθεμα ἔστω. περὶ δὲ τῆς σαρκώσεως τοῦ θεοῦ λόγου, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, ὁμολογοῦμεν ὅτι 〈ὁ〉 υἱὸς τοῦ θεοῦ καὶ ἄνθρωπος γέγονε χωρὶς ἁμαρτίας, κατὰ πρόσληψιν πάσης τῆς ἀνθρωπείας φύσεως, τουτέστι ψυχῆς λογικῆς καὶ νοερᾶς καὶ σαρκὸς ἀνθρωπίνης.

Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας, ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς κατὰ Ἄγκυραν καθολικῆς ἐκκλησίας οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. 〈ἐγὼ Εὐστάθιος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται.〉 ἐγὼ Σιγέριος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ὑγῖνος διάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται.

ἐγὼ Ἡρακλείδης ὑποδιάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ἐλπίδιος ἀναγνώστης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Κυριακὸς προστάτης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται.» Ταῦτά ἐστι τὰ ὑπ᾽ αὐτῶν πρὸς τοὺς ὁμολογητὰς καὶ πατέρας γραφέντα. εἰ τοίνυν δύναται παρὰ συνετῶν νοεῖσθαι ἐν καλλίοσιν ὑπάρχειν, καὶ δὴ οὕτω τετάχθω. εἰ δὲ καὶ ἐκεῖσε πάλιν διὰ τῆς ἐν αὐτῇ τῇ ἀπολογίᾳ διαλογῆς ἔσφαλταί τινα [τὰ] οὐκ ὀρθὰ ὑπάρχοντα, πάλιν ὡσαύτως τοῖς φιλομαθέσι τετάχθω. ὡς οὖν τῶν προειρημένων πάντων τὴν ὑφήγησιν διεξήλθομεν περὶ τοῦ αὐτοῦ Μαρκέλλου, παρελεύσομαι καὶ τοῦτον, καὶ τὰς ἑξῆς διασκοπήσομαι. — — —