Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Πανάριον
Αντιδικομαριανίτες, Κολλυριδιανοί και η τιμή της Θεοτόκου
Καταδίκη όσων αμφισβητούν την αειπαρθενία της Μαρίας, καθώς και εκείνων που της αποδίδουν ειδωλολατρική λατρεία μέσω προσφορών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αντιδικομαριανίτες, Κολλυριδιανοί και η τιμή της Θεοτόκου
Καταδίκη όσων αμφισβητούν την αειπαρθενία της Μαρίας, καθώς και εκείνων που της αποδίδουν ειδωλολατρική λατρεία μέσω προσφορών.
Κατὰ Ἀντιδικομαριαμιτῶν 〈νη〉, τῆς δὲ ἀκολουθίας 〈οη〉. 1. Ἀπὸ ταύτης τῆς παρά τισι Διμοιριτῶν κεκλημένης ἢ χωρὶς νοῦ ἐνσάρκου Χριστοῦ παρουσίας † ὀνομαζομένης, ἐφύη τινὰ ἕτερα πράγματα, μάλιστα ἐν τῇ Ἀραβίᾳ, ἀνηνέχθη δὲ τῇ ἡμῶν ταπεινότητι περὶ τούτων ὑπό τινων εὐλαβῶν. καὶ πρῶτον μὲν ἐπιστολὴν περὶ τῆς ὑποθέσεως ταύτης γεγραφήκαμεν. ὅμως δὲ διὰ τὴν ἀκολουθίαν τοῦ ἀριθμοῦ καὶ ἐνταῦθα αὐτὴν διόλου τὴν ἐπιστολὴν 〈παραθέμενοι〉 μετὰ καὶ τῶν εὐλόγως ταύτῃ προστεθειμένων ἢ ἀπὸ αὐτῆς ἐξαιρουμένων εἰς τὴν αἵρεσιν ἐροῦμεν.
Ἀντιδικομαριαμιτῶν γάρ τινες, ὥσπερ ἐχθρίαν πρὸς τὴν παρθένον ἔχοντες καὶ βουλόμενοι κατευτελίζειν ἐκείνης τὸ κλέος, φθόνῳ τινὶ ἀρθέντες ἢ σφάλματι καὶ χρᾶναι βουλόμενοι διανοίας ἀνθρώπων, ἐτόλμησαν λέγειν τὴν ἁγίαν Μαρίαν μετὰ τὴν τοῦ Χριστοῦ γέννησιν ἀνδρὶ συνῆφθαι, φημὶ δὲ αὐτῷ τῷ Ἰωσήφ. φασὶ δέ, ὡς ἄνω μοι εἴρηται, ὅτι ἀπ᾽ αὐτοῦ τοῦ πρεσβύτου Ἀπολιναρίου ἐξήχηται ὁ λόγος ἢ ἀπό τινων τῶν αὐτῷ μεμαθητευμένων· καὶ ἀμφιβάλλω * περὶ δὲ τῶν ταῦτα λεγόντων ἀνάγκην ἔχω λέγειν. ἵνα δὲ μὴ εἰς δεύτερον κάματον ἑαυτὸν περιβάλλοιμι, καθεξῆς ἣν προεῖπον γραφεῖσαν ἐπιστολὴν εἰς τὴν Ἀράβων χώραν ὑποτάξω. καὶ ἔστιν ἥδε· 2. Κυρίοις μου τιμιωτάτοις καὶ ποθεινοτάτοις τέκνοις καὶ ἀδελφοῖς γνησίοις καὶ ὁμοπίστοις ὀρθοδόξοις ἀπὸ ἱερέως ἄχρι λαϊκοῦ καὶ κατηχουμένοις τοῖς κατὰ τὴν Ἀραβίαν, Ἐπιφάνιος ἐλάχιστος ἐπισκόπων ἐν κυρίῳ χαίρειν.
Θαυμάζειν ἔστιν ἐν τῷ παρόντι καιρῷ καὶ μὴ θαυμάζειν· θαυμάζειν μέν, ὅτι ἐπὶ τῇ ἡμετέρᾳ γενεᾷ πάντα πληροῦται, καὶ μὴ θαυμάζειν· δεῖ γὰρ πληροῦσθαι. ὁσημέραι γὰρ κατὰ πρό〈σ〉θεσιν νῦν γίνεται ἡμῖν ἐκ λογισμῶν ἀνθρωπίνων καὶ διανοημάτων σοφιστικὴ ὑπόνοια καὶ ἐπὶ τὸ χεῖρον προκόπτουσα, καταλιμπάνουσά τε τὴν ἀποστολικὴν διδασκαλίαν, καθὼς ὁ ἁγιώτατος ἀπόστολος προεῖπεν ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμονίων» καὶ τὰ ἑξῆς. εἴ τι γὰρ ἔνι ἀνερευνᾶν καὶ ἐπινοεῖν ὁδοὺς πονηράς, ταῦτα μᾶλλον σπουδάζουσιν οἱ ἄνθρωποι * ἤπερ πληροῦντες τὴν ἐντολὴν τὴν λέγουσαν καλὰ καὶ εὐπρόσδεκτα ζητεῖν καὶ 〈τὸ〉 «ὁ λόγος ἅλατι ᾖ ἠρτυμένος, ὅπως δῷ χάριν τοῖς ἀκούουσι». καὶ εἰ ταῦτα διανοηθείημεν, ὅτι πόθεν συμβαίνει καθ᾽ ἑκάστην ἡμέραν ἀνακαινίζεσθαι ἡμῖν τὰ φαῦλα, ἐσόμεθα καὶ αὐτοὶ ὡς ἀπαίδευτοι καὶ μὴ προσέχοντες τοῖς θείοις καὶ προρρητικοῖς λόγοις. δεῖ γὰρ ταῦτα πληροῦσθαι. ἐν ἅπασι γὰρ μέρεσι τῆς πίστεως δεῖ τελει〈οῦ〉σθαι τὸ εἰρημένον «ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» ποῦ γὰρ ἔφθασεν «ἡ διάνοια τῶν ἀνθρώπων ἐγκειμένη ἐπὶ τὸ πονηρὸν ἐκ νεότητος»; ποῖα μέρη τῆς πίστεως οὐκ ἀπώλεσεν;
ἐν ποίοις δὲ λόγοις ἡ κακοβουλία τὸ χρήσιμον οὐκ ἐτάραξε τῶν τε πρεπωδεστάτων καὶ ἐν καταστάσει 〈ὄντων〉 λογικῆς φύσεως, ἧς τὸ πρέπον ἦν τὰ σεμνὰ μᾶλλον διανοεῖσθαι καὶ τούτοις προστιθέναι βιάζεσθαι (εἰ καὶ ἔδει παρὰ φύσιν), καὶ μὴ μᾶλλον τὰ ἀληθινὰ εἰς τὰ ἄσεμνα παρατρέπειν βιαζομένους ἐπὶ τὸ χεῖρον; 3. Λοιπὸν γάρ, ἐπειδὴ πάντα ἡμῶν πεπλήρωται τῇ γενεᾷ, τά τε βλάσφημα καὶ τὰ ἐκτὸς ἁγίου πνεύματος, ἐφ᾽ ἕτερα πάλιν καινὰ τρέπονται. οἱ μὲν γὰρ τὸν πατέρα βλασφημοῦσι, τὸν τῶν ὅλων θεὸν καὶ δημιουργόν, οἱ ἀμφὶ τὴν γνῶσιν λεγόμενοι, οἱ δ᾽ αὖ πάλιν Μαρκίωνες καὶ Ἀρχοντικοὶ καλούμενοι καὶ τούτοις οἱ συνεπόμενοι Μανιχαῖοι, οἱ τὴν ὀνομασίαν δικαιότατα εἰληφότες ἐκ δικαίας τινὸς οἰκονομίας θεοῦ, τὸ μανιῶδες 〈κεκτημένοι〉 ὄνομα· οὗτοι πάντες μετὰ πλειόνων αἱρέσεων, Καϊανῶν φημι Σηθιανῶν Μελχισεδεκιανῶν Κολορβασίων Κερδωνιανῶν καὶ τῶν ἄλλων, βλασφημεῖν εἰς τὸν τῶν ὅλων πατέρα 〈τολμῶσι〉 ἐν τῷ τοῦτον ἀρνεῖσθαι εἶναι 〈τὸν〉 θεὸν τὸν ἐν νόμῳ καὶ ἐν προφήταις λαλήσαντα, δικαίως τε προσκυνούμενον ὑπὸ πάντων κτισμάτων ὡς κτίστην καὶ δημιουργόν· οὗτοι μετὰ τοῦ σεβάσματος ἀναιρεῖν πειρῶνται καὶ τὴν δεσποτείαν, τὸν μὲν ὄντως ὄντα ἀρνούμενοι, ἕτερον δὲ τὸν μὴ ὄντα τῇ μυθώδει αὐτῶν ὑπονοίᾳ φανταζόμενοι, ἵνα ἐκ τοῦ ὄντος πέσωσι καὶ ὃν ὑπονοοῦσι μὴ εὕρωσιν.
οὕτω γὰρ ἡ ληρωδία καὶ ἡ τοῦ διαβόλου σπορὰ τῶν λόγων τοιαύτην εἴωθε ταραχὴν ἐμποιεῖν καὶ θόλωσιν, διὰ λογισμῶν βλασφήμων ἐπεγείρουσα τὴν τῶν κεκτισμένων ἀνθρώπων διάνοιαν περὶ τοῦ 〈κατὰ τοῦ〉 αὐτῶν δεσπότου στρατεύεσθαι ταῖς κακαῖς ὑπονοίαις καὶ ἐπαρνησιθεΐαις. ἀλλά γε πάλιν ἐκ τούτου ἐκτραπέντες τινὲς ἐφ᾽ ἕτερα βαδίζειν τετολμήκασι, τὸν μόνον ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, τὸν μονογενῆ παῖδα Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, τὸν ὄντως ὄντα, ἐκ πατρὸς γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως, τὸν ἀεὶ ὄντα ἐκ τοῦ πατρὸς καὶ σὺν πατρὶ ὄντα, γεγεννημένον δὲ ἀκαταλήπτως καὶ ἀχράντως, ὁμοούσιον τῷ πατρὶ ὄντα καὶ οὐκ ἀλλοῖον παρὰ τὸν πατέρα· οἱ μὲν αὖθις μανέντες δίκην λυσσητήρων κυνῶν ἐπὶ τὸν ἴδιον αὐτῶν δεσπότην ὑλακτοῦσι, καθάπερ ἐξ ὑπαρχῆς Ἰουδαῖοι 〈οἱ〉 τοῦτον ἀγνοήσαντες κέκληνται «κύνες ἐνεοί», εἰκότως παρὰ τοῦ προφήτου ταυτησὶ τῆς ἐπωνυμίας κατηξιωμένοι [τοὔνομα] 〈ἕνεκεν〉 τῆς αὐτῶν περὶ τὸν κύριον καὶ τὴν αὐτοῦ παρουσίαν ἀναισχύντου ὀρμῆς, ὡς ἔστιν ἀληθὲς ἰδεῖν. φασὶ γὰρ τοὺς λυσσῶντας κύνας ἐνεοὺς καλεῖσθαι διὰ τὸ νωδοὺς ἀποτελεῖσθαι ἐκ τῆς καταλιμπανούσης αὐτοὺς διανοίας. 4.
Οὕτω γὰρ τῶν κυνῶν ἡ φύσις, ἐπὰν εἰς λύσσαν ἐκτραπείη· οἵ ποτε δεσπότην γινώσκοντες καὶ τοὺς αὐτοῦ υἱεῖς, οἰκείους τε καὶ τοὺς ἄλλους πάντας τοῦ οἰκοδεσπότου γνησίους, ὅταν λάβῃ αὐτοὺς ἡ μανία, ἀλλοιοῦνται τὰ πρόσωπα ἐνώπιον τῆς αὐτῶν ὁράσεως καὶ ἐπ᾽ αὐτοὺς ἐγείρονται τοὺς γνησίους, οὕς ποτε τιμῶντες τῇ μὲν κέρκῳ ἔσαινον, τοῖς δὲ τρόποις ὑπετάσσοντο. αὐτίκα οἱ προσδοκῶντες Χριστοῦ τὴν παρουσίαν, οἱ ἑτοιμαζόμενοι δέξασθαι τὸν νυμφίον, οἱ προφήτας εὐχόμενοι κατιδεῖν, οἱ πείθεσθαι θείοις λόγοις ὑποσχόμενοι, οἱ τῷ Μωυσῇ ἐν συνθήκῃ εἰσεληλυθότες, ὅτι «γενοῦ σὺ τὰ πρὸς κύριον», καὶ «πάντα ὅσα ἐὰν εἴποι σοι ὁ κύριος ἀκουσόμεθα καὶ ποιήσομεν», ὅτε εἶδον τὸν αὐτῶν δεσπότην παραγενόμενον, ἀγνοήσαντες τὴν μορφὴν καὶ τοὺς τύπους τῆς ἀληθείας, οὓς οἱ προφῆται πρὸ αὐτοῦ ἐν σαρκὶ γενομένου διετύπουν, διεχάραττον, κατήγγελλον, ἐσήμαινον· πρῶτον μὲν οὖν αὐτῷ ἔλεγον «τίς οὗτος ὃς λαλεῖ βλασφημίας;» ἄλλοτε δὲ δαιμόνιον αὐτὸν ἔχειν οὐκ αἰσχυνόμενοι τετολμήκασιν εἰπεῖν, ἔτι δὲ καὶ Σαμαρείτην αὐτὸν ἀποκαλεῖν οὐκ ἠρυθρίων. πέρας οὖν, καθάπερ μοι προδεδήλωται, ὡς μεμηνότες κύνες ἐπανέστησαν, καὶ τὰς μὲν χεῖρας προσέπηξαν *, ὡς ἀεὶ μετὰ τῆς μανίας ὁ κύων ἀνακρεμάσας * αὐτοῦ τὰς χεῖρας ἐπέρχεται καὶ τὰ πρόσωπα τῶν ἰδίων αὐτοῦ δεσποτῶν καταγλύφειν οὐκ αἰσχύνεται.
παρέδωκαν ἐκεῖνοι τὸν αὐτῶν κύριον εἰς τὸ σταυρωθῆναι, προφήτας τε τοὺς οἰκειακοὺς τοῦ αὐτοῦ δεσπότου τὸν μὲν ἔπρισαν, τὸν δὲ λίθοις κατέλευσαν, ἄλλον δὲ φόνῳ μαχαίρας διεχρήσαντο. μετὰ τούτους δὲ ὡσαύτως νῦν οἱ νέοι Ἰουδαῖοι ἀλλεπαλλήλως τῇ αὐτῇ κεχρημένοι ἀγωγῇ, οἱ μὲν φυσικοὶ Ἰουδαῖοι κατὰ σάρκα μὲν ἠρνήσαντο, οἱ δὲ νῦν ἀρνούμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ τελείαν πρὸς πατέρα γνησιότητα κτίσμα αὐτὸν καὶ ποίημα καὶ ἀλλότριον πατρός, παντάπασι μεμηνότες καὶ 〈ἐμ〉βεβροντημένοι, ἀδιαλείπτως διισχυρίζονται. 5. Ἐκ τούτων δὲ πάλιν ἄλλοι ἀφέντες τὰς προειρημένας βλασφήμους διδασκαλίας καὶ ὡς εἰπεῖν αὐτὴν τὴν ὑπὲρ φύσιν θεασάμενοι ἐπουράνιον θεωρίαν καὶ τὰ ἄνω ἐμβατεύσαντες καὶ πολυπραγμονήσαντες, ὡς ἄνωθεν ἥκοντες αὐθαδείᾳ ἀπαγγέλλουσι καὶ ἰσχυρῶς διισχυρίζονται, ἐκβάλλοντες ἐκ τῆς θεότητος τὸ ἅγιον πνεῦμα. καὶ τὸν μὲν πατέρα οὐκ ἤρνηνται οὔτε τὴν τοῦ υἱοῦ πρὸς αὐτὸν γνησιότητα, ἐφ᾽ ἑτέραν δὲ πάλιν ὁδὸν βαδίζουσιν, ἵνα πάντοθεν πληρωθῇ τὸ «ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν». τί γὰρ ἀλλ᾽ ἢ εἰς τὸ πνεῦμα τὸ ἅγιον λοιπόν, τὸ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, τὸ ἐκ τῆς αὐτῆς θεότητος ὂν καὶ μὴ ἐνδεχόμενον εἶναι ἀλλότριον τῆς θεότητος, βούλονται, ὡς αὐτοὶ ἐξουσίαν ἔχοντες, κελεύειν μᾶλλον θεῷ ἤπερ κελεύεσθαι;
οὐκ αἰσχυνόμενοι γὰρ ἀλλότριον τὸ πνεῦμα λέγουσι καὶ δοῦλον καὶ κτίσμα καὶ πρόσφατον καὶ ποιητὸν καὶ εἴ τι ἕτερον αἰσχρὸν πρὸς ὑπόνοιαν περὶ αὐτοῦ ἑαυτοῖς μᾶλλον ἐπινοοῦσι προσπορίσασθαι. ἐπεὶ οὖν ὁ κόσμος νυνὶ οὕτως μᾶλλον * πληγεὶς πληγὴν ἀνίατον ἀπιστίας, ἵνα μηδέν τι παραλείψῃ ἡ ἀνομία ἡ τοὺς ἀνθρώπους ἀπόλλουσα τῇ κακονοίᾳ καὶ ἀπιστίᾳ καὶ ἀγνωσίᾳ, οἷα τοὺς ἀποδράσαντας τῆς περὶ τὴν ἁγίαν τριάδα βλασφημίας εἰς ἕτερα πάλιν ἡ ἀργὴ καὶ κακόβουλος ἔννοια περιέσπασεν, ἵνα μηδεὶς λάθοι ἁμαρτάνων.
Καινὸν γάρ τι ἀκούω περὶ τῆς ἁγίας Μαρίας τῆς ἀειπαρθένου τινὰ διανοεῖσθαι καὶ τολμᾶν βλάσφημόν τινα ὑπόνοιαν ἐπ᾽ αὐτὴν ἐνσκήπτειν, εἰς τὸ ἐκ πανταχόθεν εἶναι τὸν χρόνον ἡμῶν δίκην κακοῦ ὄφεως καὶ θηρὸς ἰοβόλου ἐν σκότῳ ἐμφωλεύοντος καὶ τοῖς δήγμασι πάντας πειράζοντος, τὸν μὲν περὶ τὸ πρόσωπον, ἄλλον περὶ τὴν πτέρναν, ἕτερον περὶ τὴν χεῖρα, ἵνα μηδένα λάθοι τὸ δῆγμα τῆς ἀπιστίας, ἀλλὰ ὁ δοκῶν ἐν τούτῳ ἀποδρᾶναι ἑτέρως τὸν ἰὸν μὴ λάθῃ, ὁ δὲ ἐν ἄλλῳ ὑγιῆ ἔχων τὴν πίστιν ἄλλως πως βλάπτεσθαι ἑαυτὸν προξενήσειεν. 6. Πόθεν αὕτη ἡ κακόνοια; πόθεν ἡ τοσαύτη τόλμα; αὐτὸ τὸ ὄνομα οὐ μαρτυρεῖ, οὐ πείθει σε, ὦ φιλόνεικε; τίς ποτε ἢ ἐν ποίᾳ γενεᾷ τετόλμηκε καλεῖν τὸ ὄνομα Μαρίας τῆς ἁγίας καὶ ἐρωτώμενος οὐκ εὐθὺς ἐπήνεγκε τὸ παρθένος; ἐξ αὐτῶν γὰρ τῶν ἐπιθέτων ὀνομάτων καὶ τῆς ἀρετῆς ὑποφαίνει τὰ τεκμήρια. ἀξιώματα μὲν γὰρ ὀνομασιῶν εἰλήφασιν οἱ δίκαιοι ἑκάστῳ πρεπόντως καὶ ὡς ἥρμοζε. καὶ τῷ μὲν Ἀβραὰμ προσετέθη τὸ «φίλος θεοῦ» καὶ οὐ διαλυθήσεται, τῷ δὲ Ἰακὼβ τὸ Ἰσραὴλ καλεῖσθαι καὶ οὐκ ἀλλοιωθήσεται, καὶ τοῖς ἀποστόλοις τὸ Βοανεργές, τουτέστιν υἱοὶ βροντῆς, καὶ οὐκ ἀποκαταλειφθήσεται, καὶ τῇ ἁγίᾳ Μαρίᾳ τὸ παρθένος καὶ οὐ τραπήσεται· ἄχραντος γὰρ διέμεινεν ἡ ἁγία. «αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς;» ὢ καινῆς μανίας, ὢ καινῶν πραγμάτων.
πολλὰ δὲ ἔστιν ἕτερα ἃ ἐν τοῖς παλαιοῖς χρόνοις οὐκ ἐτολμήθη τοῖς πατράσι, νῦν δὲ ἄλλος μὲν βλασφημεῖ εἰς τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἕτερα λαλῶν εἰς αὐτὴν τὴν θεότητα, ἄλλος δὲ ἐλλιπῆ ποιεῖται ἐν ἑαυτῷ τὴν τῆς πάσης ἐνσάρκου παρουσίας πραγματείαν, ἕτερος δὲ ἐν τῇ ἀναστάσει ἀσχάλλει τῶν νεκρῶν, ἕτερος δὲ 〈κατ᾽ ἄλλο〉 μέρος. καὶ ἁπαξαπλῶς, ὢ τῆς ἡμῶν τεθολωμένης γενεᾶς, ἧς ἡ ζωὴ ἐν κινδύνῳ διάκειται, ἐκ πανταχόθεν περιαντλουμένη κακαῖς ἀπὸ διαβόλου ἐπισποραῖς διανοημάτων τε καὶ λογισμῶν κακοπιστίας. πῶς τολμῶσι τὴν ἄχραντον παρθένον καὶ τὴν οἰκητήριον καταξιωθεῖσαν γενέσθαι τοῦ υἱοῦ, τὴν εἰς ταυτὸ τοῦτο ἐκλεχθεῖσαν ἐκ τῶν μυριάδων τοῦ Ἰσραήλ, * ὅπως σκεῦος καὶ οἰκητήριον ἠξιωμένον εἰς σημεῖον μόνον ὑπάρξῃ τοκετῶν; 7. Ἤκουσα γὰρ παρά τινος ὥς τινες τολμῶσι περὶ ταύτης λέγειν ὅτι μετὰ τὸ γεγεννηκέναι τὸν σωτῆρα συνήφθη ἀνδρί. καὶ οὐ θαυμάζω. ἀεὶ γὰρ ἡ ἄγνοια τῶν μὴ τὰ ἀκριβῆ ἐγνωκότων τῶν θείων γραφῶν μηδὲ ἱστορίαις προσεγγισάντων, ἀφ᾽ ἑτέρων εἰς ἕτερα τρέπει καὶ περισπᾷ τὸν ἀπ᾽ ἰδίου νοὸς βουλόμενόν τι περὶ τῆς ἀληθείας ἰχνηλατεῖν. πρῶτον γὰρ ὅτε ἡ παρθένος παρεδίδοτο τῷ Ἰωσήφ, κλήρων εἰς τοῦτο ἀναγκασάντων αὐτὴν ἥκειν, οὐ παρεδόθη αὐτῷ εἰς συνάφειαν, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ἐπειδὴ χῆρος ἦν.
ἀλλὰ διὰ τὸν νόμον μὲν ἀνὴρ κέκληται τῆς αὐτῆς, κατὰ δὲ τὴν ἀκολουθίαν ἐκ τῆς τῶν Ἰουδαίων παραδόσεως δείκνυται ὡς οὐχ ἕνεκεν τοῦ ζευχθῆναι αὐτῷ παρεδίδοτο αὐτῷ ἡ παρθένος, ἀλλ᾽ ὅπως διαφυλαχθείη εἰς μαρτύριον τῶν ἐσομένων ὅτι οὐ νόθος ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία ἐπεδήμησεν, ἀλλὰ μεμαρτυρημένη ἐν ἀληθείᾳ, ἐκτὸς μὲν σπέρματος ἀνδρός, ἐν πνεύματι 〈δὲ〉 ἁγίῳ οἰκονομηθεῖσα ἐν ἀληθείᾳ. πῶς γὰρ ἠδύνατο ὁ τοσοῦτος γέρων παρθένον ἕξειν γυναῖκα, ὢν ἀπὸ πρώτης γυναικὸς χῆρος τοσαῦτα ἔτη; οὗτος μὲν γὰρ ὁ Ἰωσὴφ ἀδελφὸς γίνεται τοῦ Κλωπᾶ, ἦν δὲ υἱὸς τοῦ Ἰακώβ, ἐπίκλην δὲ Πάνθηρ καλουμένου· ἀμφότεροι οὗτοι ἀπὸ τοῦ Πάνθηρος ἐπίκλην γεννῶνται. ἔσχε δὲ οὗτος ὁ Ἰωσὴφ τὴν μὲν πρώτην αὐτοῦ γυναῖκα ἐκ τῆς φυλῆς Ἰούδα, καὶ κυΐσκει αὐτῷ αὕτη παῖδας τὸν ἀριθμὸν ἕξ, τέσσαρας μὲν ἄρρενας, θηλείας δὲ δύο, καθάπερ τὸ εὐαγγέλιον τὸ κατὰ Μάρκον καὶ κατὰ Ἰωάννην ἐσαφήνισαν. ἔσχε μὲν οὖν πρωτότοκον τὸν Ἰάκωβον τὸν ἐπικληθέντα Ὠβλίαν, ἑρμηνευόμενον τεῖχος, καὶ δίκαιον ἐπικληθέντα, Ναζιραῖον δὲ ὄντα, ὅπερ ἑρμηνεύεται ἅγιος. καὶ πρῶτος οὗτος εἴληφε τὴν καθέδραν τῆς ἐπισκοπῆς, ᾧ πεπίστευκε κύριος τὸν θρόνον αὐτοῦ ἐπὶ τῆς γῆς πρώτῳ· ὃς καὶ ἐκαλεῖτο ὁ ἀδελφὸς τοῦ κυρίου, καθάπερ καὶ ὁ ἀπόστολος συνᾴδει τούτοις, ὧδέ που λέγων «ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου» καὶ τὰ ἑξῆς.
ἀδελφὸς δὲ τοῦ κυρίου οὗτος καλεῖται διὰ τὸ ὁμότροφον, οὐχὶ κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν. Μαρία μὲν γὰρ ὁρμασθεῖσα τῷ Ἰωσὴφ ἐδόκει γυνὴ εἶναι τοῦ ἀνδρός, μὴ ἔχουσα πρὸς αὐτὸν σωμάτων συνάφειαν. ἐκ ταύτης δὲ τῆς ὑποθέσεως ἡ γειτνίασις ἀγχιστείας τῶν υἱῶν Ἰωσὴφ πρὸς τὸν σωτῆρα ἐν ἀδελφῶν τάξει κέκληται, μᾶλλον δὲ καὶ ἐλογίσθη· ὡς γὰρ καὶ αὐτὸς ὁ Ἰωσὴφ μὴ σχὼν κοινωνίαν πρὸς τὴν γέννησιν τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἐν τάξει πατρὸς λογίζεται κατ᾽ οἰκομονίαν, καθὼς λέγει Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τοῦ σωτῆρος ὅτι «ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ», ὡς καὶ αὐτὴ ἡ Μαριὰμ ἔφη πρὸς αὐτὸν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ «ἰδού, ἐγὼ καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε ὀδυνώμενοι». τίς οὖν ἂν εἴποι τὸν Ἰωσὴφ πατέρα τοῦ κυρίου, ὃς οὐδὲν πρὸς αὐτὸν εἶχεν αἴτιον, μάλιστα τῆς ἐνσάρκου παρουσίας ἐκτὸς σπέρματος ἀνδρὸς ὑπαρχούσης; ἀλλὰ διὰ τῆς οἰκονομίας τοῦτον εἴληφε τὸν κλῆρον τὰ πράγματα. 8. Τίκτει μὲν τοῦτον τὸν Ἰάκωβον ἐγγύς που περὶ ἔτη γεγονὼς τεσσαράκοντα, πλείω ἐλάσσω. μετ᾽ αὐτὸν δὲ γίνεται παῖς Ἰωσῆ καλούμενος. εἶτα μετ᾽ αὐτὸν Συμεών, ἔπειτα Ἰούδας, καὶ δύο θυγατέρες, ἡ Μαρία καὶ ἡ Σαλώμη καλουμένη, καὶ τέθνηκεν αὐτοῦ ἡ γυνή. καὶ μετὰ ἔτη πολλὰ λαμβάνει τὴν Μαρίαν χῆρος, κατάγων ἡλικίαν περί που ὀγδοήκοντα ἐτῶν καὶ πρόσω ὁ ἀνήρ.
καὶ μετὰ ταῦτα λαμβάνει τὴν Μαρίαν, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ λέγει· «μνηστευθείσης» γάρ φησι «τῆς Μαρίας», καὶ οὐκ εἶπε γαμηθείσης. καὶ πάλιν ἄλλοτε «οὐκ ᾔδει αὐτήν»· θαυμάσαι δὲ ἔστιν ἐπὶ πᾶσιν οἷς † αἱ προφάσεις θηρῶνται αἱ πονηραί, καὶ ὧν οὐκ ἔστι χρεία ἐρευνᾶν τὰς αἰτίας καὶ ζητεῖν τὰ μὴ ζητούμενα, ἀπὸ δὲ τῶν ἀναγκαίων τρέπεσθαι ἐπὶ μωρὰς ζητήσεις, ἵνα πάντως που ἐκ πανταχόθεν συναφθῇ ἡμῖν ὄλεθρος ἀπιστίας καὶ βλασφημίας διὰ τὰς πρὸς τοὺς ἁγίους ἀτιμίας. καὶ πρῶτον μὲν οὖν ἐλέγχει αὐτοὺς πανταχόθεν ἡ ἀκολουθία, ὅτι πρῶτον μὲν γέρων ὑπὲρ ὀγδοήκοντα ἔτη γεγονὼς οὐκ ἔλαβε παρθένον εἰς χρῆσιν, ἀλλὰ μᾶλλον ᾠκονομήθη αὐτῷ εἰς τὸ φυλάττειν. δεύτερον δὲ πάντως που καὶ αὐτὸς ὑπῆρχεν «δίκαιος», καὶ οὐκ ἐτόλμα ὁ ἀκούσας ὅτι «ἐκ πνεύματος ἁγίου» ἐστὶ τὸ ἐν αὐτῇ ἔτι ἐπιβάλλεσθαι μετὰ τοιαύτην οἰκονομίαν, χρῆσθαί 〈τε〉 τῷ σκεύει τῷ καταξιωθέντι χωρῆσαι ὃν οὐρανὸς καὶ γῆ οὐκ ἐχώρει δι᾽ ὑπερβολὴν τῆς αὐτοῦ δόξης. εἰ γὰρ καὶ νῦν 〈πολλοὶ πιστοὶ〉 εἰς ὄνομα αὐτοῦ παρθένοι διατελεῖν ἀγωνίζονται καὶ ἁγνεύειν καὶ ἐγκρατεύεσθαι, πῶς μᾶλλον οὐκ ἦν πιστότερος Ἰωσὴφ καὶ αὐτὴ ἡ Μαρία «πάντα συμβάλλουσα εἰς καρδίαν αὐτῆς», ὡς γέγραπται;
ἀλλὰ * μετὰ τοσαύτην καὶ τοιαύτην καὶ τηλικαύτην οἰκονομίαν συναφθῆναι πάλιν γέροντα παρθένῳ ἁγνῇ καὶ τετιμημένῃ καὶ σκεύει χωρήσαντι τὸν ἀχώρητον καὶ ὑποδεξαμένῳ τοιοῦτον μυστήριον σημείου ἐπουρανίου καὶ ζωῆς ἀνθρώπων; 9. Πόθεν γὰρ οὐ δείξομεν ὅτι ἁγνὴ διετέλεσεν ἡ παρθένος; δειξάτωσαν ἡμῖν εὐθὺς ὅτι μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν κύησιν τινὰς ἐγέννησεν ἡ Μαρία. εἴπωσι τὰ ὀνόματα πλάττοντες οἱ πλαστουργοὶ καὶ ῥαψῳδοὶ τῆς ἀπάτης καὶ κακομηχανίας· καὶ οὐκ ἔχουσι δεῖξαι. οὐ γὰρ συνήφθη ἔτι παρθένος· μὴ γένοιτο. εἰ γὰρ ἐγέννησεν ἀεί ποτε σὺν αὐτῷ ὑπάρχουσα τῷ σωτῆρι, ἅμα ἐλέγοντο καὶ τὰ τέκνα αὐτῆς 〈αὐτῷ〉 συνεῖναι. πλανᾷ δὲ αὐτοὺς τὸ εἰρημένον «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἕστηκαν ζητοῦντές σε». καὶ οὐκ οἴδασιν ὃ πρὸ τούτου ἦν γεγραμμένον, ὅτι «οἱ ἀδελφοὶ αὐτοῦ 〈οὐκ〉 ἐπίστευον εἰς αὐτόν». προβαίνοντες γὰρ καὶ ἡμεῖς τῷ χρόνῳ καὶ θαυμάζοντες ἐπὶ τοῖς ἐν ταῖς θείαις γραφαῖς ὡς εὐτελῶς γεγραμμένοις, ἰδοὺ κατὰ πᾶν ἐν αἰσθήσει γινόμενοι εὐχαριστοῦμεν θεῷ τῷ προασφαλισαμένῳ διὰ τῶν δοκούντων βραχέων ῥημάτων ἐν τῇ θείᾳ γραφῇ παριστᾶν πάσης γραφῆς τὴν ἀλήθειαν. ἀεὶ γὰρ ἀκούοντες περὶ Ἰακώβου ὅτι οὗτος ἀδελφὸς ἐκαλεῖτο τοῦ κυρίου θαυμάζοντες ἐλέγομεν, τίς ἡ χρεία;
νῦν δὲ ἔγνωμεν δι᾽ ἣν αἰτίαν οὕτως προεῖπεν ἡ θεία γραφή· ἀλλὰ πάντως ἵνα ὅταν ἀκούωμεν ὅτι «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι ζητοῦντές σε», μάθωμεν ὅτι περὶ Ἰακώβου λέγει καὶ τῶν ἄλλων υἱῶν Ἰωσὴφ καὶ οὐ περὶ υἱῶν Μαρίας τῶν μὴ γινομένων. δῆλον γὰρ ἦν ὅτι μείζων ἦν ὁ Ἰάκωβος τῇ ἡλικίᾳ κατὰ τὴν ἔνσαρκον τοῦ κυρίου παρουσίαν· ἀδελφοὺς δὲ αὐτοὺς λέγει διελέγχουσα ἡ γραφὴ καὶ ὀνομαστὶ καλοῦσα Ἰάκωβον καὶ Ἰωσῆ καὶ Συμεῶνα καὶ Ἰούδαν καὶ Σαλώμην καὶ Μαρίαν, ἵνα μάθωσι τοίνυν τίνος υἱὸς τυγχάνει καὶ ἐκ ποίας μητρὸς ὁ Ἰάκωβος, νοήσωσι δὲ κατὰ τὴν ἡλικίαν τίς ἐστι μείζων.
Ὁ γὰρ Ἰησοῦς σταυροῦται ἐν ἔτει τριακοστῷ τρίτῳ τῆς αὐτοῦ ἐνσάρκου παρουσίας, τοῦ δὲ Ἡρῴδου ἦν κατ᾽ ἐκεῖνο καιροῦ, υἱοῦ δὲ Ἀρχελάου, ἔτος εἰκοστόν. 10. Ἐν γὰρ τῷ τριακοστῷ τρίτῳ ἔτει τοῦ πρώτου Ἡρῴδου, υἱοῦ Ἀντιπάτρου, γεννᾶται ὁ σωτὴρ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ὅπερ ἦν τεσσαρακοστὸν δεύτερον Αὐγούστου βασιλέως. καὶ ποιήσας ἔτη δύο λαμβάνεται ὑπὸ τοῦ Ἰωσὴφ εἰς Αἴγυπτον, διὰ τὰ ὑπὸ τῶν μάγων τῷ Ἡρῴδῃ εἰρημένα, τοῦ Ἡρῴδου ζητοῦντος τὸν παῖδα 〈ἀπολέσαι〉. κάτεισι δὲ εἰς Αἴγυπτον καὶ 〈δια〉τελεῖ ἐκεῖσε ἄλλα δύο ἔτη. καὶ τελευτᾷ Ἡρῴδης ὁ βασιλεὺς ἔτει τριακοστῷ ἑβδόμῳ. διαδέχεται δὲ τοῦτον Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐπὶ ἔτεσιν ἐννέα. καὶ οὕτως ἡ πραγματεία τελειοῦται, καὶ παραδίδοται σταυρῷ ὀκτωκαιδεκάτῳ μὲν ἔτει Τιβερίου Καίσαρος, τοῦ δὲ Ἀγρίππα ἐπικληθέντος μεγάλου, Ἡρῴδου δὲ νεωτέρου, υἱοῦ δὲ Ἀρχελάου, ἔτος ἦν εἰκοστόν. οὐδαμοῦ δὲ ἠκούσαμεν τὸν Ἰωσὴφ υἱοὺς πεποιηκότα. ἀλλ᾽ οὔτε μετὰ τὸ ἐλθεῖν ἀπὸ τῆς Αἰγύπτου ὁ αὐτὸς ἐβίωσεν ἐπὶ πολλοῖς ἔτεσι· τέταρτον γὰρ ἦν ἔτος τῷ σωτῆρι, τῷ δὲ Ἰωσὴφ ὑπὲρ ἔτος ὀγδοηκοστὸν τέταρτον, ὅτε ἐκ τῆς Αἰγύπτου χώρας παρεγένετο. καὶ διέμεινεν ἄλλα ἔτη ὀκτὼ ὁ Ἰωσὴφ περιών· καὶ ἐν τῷ 〈δω〉δεκάτῳ ἔτει ἀνιόντων ἐπὶ Ἱερουσαλὴμ ἐζητήθη, ὅτε οὐχ εὑρίσκετο ἐν τῇ ὁδοιπορίᾳ ὡς ἔχει τὸ κατὰ Λουκᾶν εὐαγγέλιον.
μέσον δὲ τούτων τῶν ἐτῶν τελευτᾷ Ἰωσὴφ καὶ ἀνετράφη οὐκέτι ὑπὸ τὸν Ἰωσήφ, ἀλλ᾽ εἰς τὸν οἶκον τοῦ Ἰωσήφ. ὅθεν οὐκέτι τὸ εὐαγγέλιον φάσκει λέγον ὅτι ἦλθεν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοί, ἀλλ᾽ «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν». ἀλλ᾽ οὐδὲ ὅτε ἔλεγον αὐτῷ ἐν τῇ Γαλιλαίᾳ, «οὐδεὶς ταῦτα ποιῶν θέλει ἐν κρυπτῷ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτόν», οὐκ εἶπεν ὅτι εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλ᾽ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς τοῦ Ἰωσὴφ μηκέτι ὑπάρχοντος κατὰ τὸ σῶμα. εἶτα δὲ ἐπ᾽ αὐτῇ τῇ τελειώσει, ὅτε ὁ σωτὴρ ἐν τῷ σταυρῷ ἕστηκεν, ὡς ἔχει τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, στραφείς, φησίν «εἶδε τὸν μαθητὴν ὃν ἠγάπα ὁ κύριος, καὶ εἶπεν αὐτῷ περὶ Μαρίας· ἰδού, ἡ μήτηρ σου» καὶ τῇ αὐτῇ λέγει «ἰδού, ὁ υἱός σου». εἰ ἦσαν δὲ τέκνα τῇ Μαρίᾳ καὶ εἰ ὑπῆρχεν αὐτῇ ἀνήρ, τίνι 〈τῷ〉 λόγῳ παρεδίδου τὴν Μαρίαν τῷ Ἰωάννῃ καὶ τὸν Ἰωάννην τῇ Μαρίᾳ; τίνι δὲ τῷ λόγῳ Πέτρῳ μᾶλλον οὐ παραδίδωσι; τίνι δὲ τῷ λόγῳ Ἀνδρέᾳ, Ματθαίῳ τε καὶ Βαρθολομαίῳ; ἀλλὰ δῆλον ὅτι Ἰωάννῃ διὰ τὴν παρθενίαν. «ἰδού, γάρ 〈φησιν〉, ἡ μήτηρ σου», καίτοι γε οὐκ ἦν μήτηρ αὐτοῦ τοῦ Ἰωάννου κατὰ σάρκα, ἀλλ᾽ ἵνα δείξῃ αὐτὴν μητέρα 〈ὡς〉 ἀρχηγὸν τῆς παρθενίας, ἐπειδὴ ἐξ αὐτῆς ἡ ζωὴ ἦν.
καὶ τῷ Ἰωάννῃ, καίτοι γε ὄντι κατὰ σάρκα ἀλλοτρίῳ, ἔλεγεν, ἵνα διδάξῃ τιμᾶν τὴν ἰδίαν αὐτοῦ μητέρα, ὅτι τῷ μὲν ὄντι κατὰ σάρκα ἐξ αὐτῆς αὐτὸς ὁ κύριος γεγέννηται, ἵνα μή τις νομίσῃ δόκησιν εἶναι τὴν πραγματείαν καὶ οὐκ ἀλήθειαν. εἰ μὴ γὰρ ἦν αὐτοῦ ἀληθῶς μήτηρ, κατὰ σάρκα κυήσασα αὐτόν, οὐκ ἂν περὶ αὐτῆς τὴν ἐπιμέλειαν ἐποιεῖτο παραδοῦναι τὴν ἀειπάρθενον, μητέρα γεγονυῖαν διὰ τὴν οἰκονομίαν, ἄχραντον δὲ διὰ τὴν πρὸς τὸν αὐτὸν τιμὴν καὶ τὸ σκεῦος τὸ θαυμαστόν. λέγει δὲ τὸ εὐαγγέλιον «καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης ἔλαβεν αὐτὴν πρὸς ἑαυτόν». εἰ δὲ εἶχεν ἄνδρα, εἰ εἶχεν οἶκον, εἰ εἶχε τέκνα, εἰς τὰ ἴδια ἀνεχώρει. καὶ οὐ πρὸς τὸν ἀλλότριον. 11. Ἀλλὰ μὴ τοῦτο στραφῇ εἰς βλάβην τισὶ καὶ δόξωσιν ἐν τούτῳ λαμβάνειν πρόφασιν, συνεισάκτους καὶ ἀγαπητὰς ἐπικαλουμένας ἑαυτοῖς ἐπινοεῖν διὰ κακομήχανον ὑπόνοιαν. ἐκεῖσε γὰρ τὰ πράγματα ἐτελεῖτο κατ᾽ οἰκονομίαν, [δὲ] διῃρημένων τῶν πραγμάτων ἀπὸ τῆς ἄλλης ἁπάσης κατὰ θεὸν ὀφειλούσης φυλάττεσθαι ἀκριβείας. καὶ γὰρ ὅτε τοῦτο γεγένητο καὶ παρείληφεν αὐτὴν πρὸς ἑαυτόν, οὐκέτι παρέμεινε παρ᾽ αὐτῷ.
ἀλλὰ καὶ εἰ δοκοῦσί τινες 〈ἡμᾶς〉 ἐσφάλθαι, ζητήσωσι τὰ ἴχνη τῶν γραφῶν καὶ εὕρωσιν ἂν οὔτε θάνατον Μαρίας οὔτε εἰ τέθνηκεν οὔτε εἰ μὴ τέθνηκεν, οὔτε εἰ τέθαπται οὔτε εἰ μὴ τέθαπται, καίτοι γε τοῦ Ἰωάννου περὶ τὴν Ἀσίαν [ἐν]στειλαμένου τὴν πορείαν· καὶ οὐδαμοῦ λέγει ὅτι ἐπηγάγετο μεθ᾽ ἑαυτοῦ τὴν ἁγίαν παρθένον, ἀλλ᾽ ἁπλῶς ἐσιώπησεν ἡ γραφὴ διὰ τὸ ὑπερβάλλον τοῦ θαύματος, ἵνα μὴ εἰς ἔκπληξιν ἀγάγῃ τὴν διάνοιαν τῶν ἀνθρώπων. ἐγὼ γὰρ οὐ τολμῶ λέγειν, ἀλλὰ διανοούμενος σιωπὴν ἀσκῶ. τάχα γάρ που καὶ ἴχνη εὕρομεν τῆς ἁγίας ἐκείνης καὶ μακαρίας, ὡς οὔτε εὑρεῖν ἔστι τὸν θάνατον αὐτῆς. πῆ μὲν γὰρ ὁ Συμεὼν φάσκει περὶ αὐτῆς «καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί», πῆ δὲ τῆς Ἀποκαλύψεως Ἰωάννου φασκούσης ὅτι «καὶ ἔσπευδεν ὁ δράκων ἐπὶ τὴν γυναῖκα τὴν γεννήσασαν τὸν ἄρρενα, καὶ ἐδόθησαν αὐτῇ πτέρυγες ἀετοῦ, καὶ ἐλήφθη εἰς τὴν ἔρημον, ὅπως ἂν μὴ λάβῃ αὐτὴν ὁ δράκων». τάχα δὲ δύναται ἐπ᾽ αὐτῇ πληροῦσθαι· οὐ πάντως δὲ ὁρίζομαι τοῦτο, καὶ οὐ λέγω ὅτι ἀθάνατος ἔμεινεν· ἀλλ᾽ οὔτε διαβεβαιοῦμαι εἰ τέθνηκεν. ὑπερέβαλε γὰρ ἡ γραφὴ τὸν νοῦν τὸν ἀνθρώπινον καὶ ἐν μετεώρῳ εἴασε διὰ τὸ σκεῦος τὸ τίμιον καὶ ἐξοχώτατον, ἵνα μή τις ἐν ὑπονοίᾳ γένηται περὶ αὐτῆς σαρκικῶν πραγμάτων.
κἄν τε οὖν τέθνηκεν, οὐκ ἔγνωμεν, καὶ εἰ τέθαπται οὐ συνῆπται σαρκί· μὴ γένοιτο· τίς δὲ φρενοβλάβειαν ἑαυτῷ συναγαγὼν θελήσει ἐνσκῆψαι βλάσφημόν τινα ὑπόνοιαν καὶ ἐπᾶραι στόμα, χαλάσαι τε γλῶτταν, διελεῖν τε χείλη ἐκ διανοίας κακῆς, μᾶλλον δὲ ἀντὶ ὕμνων καὶ δόξης ὕβρεις τινὰς ἐπινοεῖν καὶ ἐμπαροινεῖν εἰς τὴν ἁγίαν παρθένον καὶ μὴ τιμᾶν τὸ τετιμημένον σκεῦος; 12. Εἰ δὲ καὶ ἀπὸ ἄλλης τινὸς θεωρίας χρὴ λαβεῖν τὰ πράγματα, ψηλαφήσωμεν καὶ φυσιολογιῶν σχέσεις. φασὶ τὴν λέαιναν μὴ τίκτειν, πλὴν μιᾶς γαστρὸς μόνης, ἔχειν δὲ τὴν αἰτίαν τοιάνδε· τὸ ζῷον μέν ἐστι γοργότατον, χαροπὸν δὲ τῷ εἴδει, ἐμβριθέστατον τῇ ἀλκῇ, ὡς εἰπεῖν βασιλικώτατον γένος ἐπὶ τὰ ἄλλα ζῷα. ἔχειν δὲ τὴν σύλληψιν ἐξ ἑνὸς συζύγου, τελεῖν δὲ τὸ καταβαλλόμενον σπέρμα εἴκοσι ἓξ μῆνας ἐν τῇ νηδύϊ, ὥστε τὸν σκύμνον ἔνδον ἐπὶ τελειότητα φέρεσθαι διὰ τὸν χρόνον, εἰς τὸ καὶ τοὺς πάντας ὀδόντας ἔχειν ἤδη, πρὶν ἢ ἐκ τῆς γαστρὸς προέλθοι, καὶ τοὺς ὄνυχας ἐν ἡλικίᾳ στασίμῳ, τούς τε πασσαλίσκους καλουμένους καὶ κυνόδοντας, τάς τε μύλας καὶ τὰ ἄλλα ὅσα περιέστι τῷ ζῴῳ. ἐν τῷ οὖν εἶναι αὐτὸν ἐν τῇ κοιλίᾳ ἐν ταῖς σκιρτήσεσι, κινήσεσί τε καὶ τοῖς ἄλλοις τρόποις διὰ τῶν ὀνύχων κατασπᾶν, ξέειν τε τὰς ἐγκυμονικὰς μήτρας τε καὶ ὑστέρας.
ἐν τῷ οὖν ἐπὶ τῷ τίκτειν τὴν μητέρα ἥκειν κατ᾽ ἐκείνην τὴν ἡμέραν παντὸς ἀργαλέου κυοφορικῆς φύσεως ἀλλοτρίαν τὴν γαστέρα γίνεσθαι. μετὰ γὰρ τοῦ τοκετοῦ καὶ τὰς ὑστέρας καὶ τὰς μήτρας ἐκκρίνεσθαι ἅμα φασὶν οἱ φυσιολόγοι, ὥστε μηκέτι τὴν θήλειαν ὀρέγεσθαι, εἰ μή τις ἄρα βία γένοιτο, μήτε μήν, εἰ καὶ τύχοι συναφείᾳ τινὶ ἀναγκασθῆναι, ἔτι δύνασθαι κυΐσκειν, μὴ οὐσῶν τῶν μητρῶν εἴτ᾽ οὖν ὑστερῶν. ἆρα γοῦν δέδωκεν ἡμῖν καὶ αὕτη ἡ ἀκολουθία πορίσασθαι εἰς τὴν ἐπιζητουμένην πραγματείαν ἔννοιάν τινα σχέσεως ἐπὶ τὸ συμφέρον μᾶλλον ἢ ἐπὶ τὸ βλάπτον. εἰ γὰρ «σκύμνος λεόντος Ἰούδα» αἰνίττεται Ἰακὼβ λέγων τὸν Χριστὸν καί που ἐν τῇ Ἀποκαλύψει Ἰωάννου «ἰδού, ἐνίκησεν ὁ λέων» φησίν «ὁ ἐκ φυλῆς Ἰούδα καὶ ἐκ σπέρματος Δαυίδ» (λέοντι ἄρα παρεικασμένου τοῦ κυρίου, οὐχὶ κατὰ φύσιν, ἀλλὰ διὰ τὸ αἴνιγμα καὶ διὰ τὸ βασιλικὸν εἶναι τὸ ζῷον, 〈τὸ〉 πάντων ζῴων ἰταμώτατόν τε καὶ ἰσχυρότατον καὶ τἄλλα πάντα χαριέστατον), ἆρά γε καὶ τὴν γεννήσασαν λέαιναν εἴποιμ᾽ ἄν. πόθεν γὰρ λέων γεννᾶται πάντως, εἰ μὴ λέαινα ἡ μήτηρ κληθήσεται; λεαίνῃ δὲ δευτέρα οὐ γίνεται κύησις· ἄρα οὐκέτι κύησιν οἶδεν ἡ Μαρία, οὐκέτι συνάφειαν σωμάτων ἡ ἁγία παρθένος. 13. Ἀλλὰ καὶ ἑτέρας ἴδωμεν θεωρίας ἵν᾽ ἡ * ἀκόλουθος τῷ Ἰησοῦ ἅμα αὐτῷ πάντοτε τυγχάνουσα. «ἐκλήθη Ἰησοῦς εἰς γάμους» καὶ «〈ἦν〉 ἡ μήτηρ αὐτοῦ ἐκεῖ».
καὶ 〈οὐδαμοῦ〉 οἱ ἀδελφοὶ καὶ οὐδαμοῦ Ἰωσήφ. 〈φησὶ γάρ〉 «τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου»· καὶ οὐκ εἶπε «τί ἐμοὶ καὶ ὑμῖν, ἄνθρωποι;» παρειστήκει Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ μήτηρ Ῥούφου καὶ Μαρία ἡ ἄλλη καὶ Σαλώμη καὶ ἄλλαι· καὶ οὐκ εἶπεν, ἦν ὁ Ἰωσὴφ ἐκεῖ ἢ ὁ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, 〈ὃς〉 〈Ϟϛ〉 〈ὢν〉 ἐτῶν τελευτᾷ, παρθένος γεγονώς· ἐφ᾽ οὗ κεφαλῆς σίδηρος οὐκ ἀνῆλθεν, ὃς οὐκ ἐκέχρητο βαλανείῳ, ὃς ἐμψύχου οὐ μετέσχεν· ὃς χιτώνιον δεύτερον οὐκ ἐνεδύσατο· ὃς τριβωνίῳ ἐκέχρητο λινῷ μονωτάτῳ, καθάπερ ἐν τῷ εὐαγγελίῳ φησίν «ἔφυγεν ὁ νεανίας, καὶ ἀφῆκε τὴν σινδόνα, ἣν ἦν περιβεβλημένος». Ἰωάννης γὰρ καὶ Ἰάκωβος καὶ Ἰάκωβος, οἱ τρεῖς οὗτοι ταύτην τὴν πολιτείαν ἐσχήκασιν, οἱ δύο μὲν παῖδες τοῦ Ζεβεδαίου καὶ ὁ παῖς τοῦ Ἰωσὴφ Ἰάκωβος, ἀδελφὸς δὲ τοῦ κυρίου διὰ τὸ ὁμοδίαιτον, διὰ τὸ σύντροφον, διὰ τὸ ἐν τάξει ἀδελφοῦ αὐτὸν ἐσχηκέναι δι᾽ ἣν εἶχεν Ἰωσὴφ μόνον πρὸς τὴν Μαρίαν γνησιότητα ἀπὸ τοῦ ὁρμασθῆναι αὐτὴν αὐτῷ. μόνον τούτῳ τῷ Ἰακώβῳ ἐξῆν ἅπαξ εἰσιέναι τοῦ ἔτους εἰς τὰ ἅγια τῶν ἁγίων, διὰ τὸ Ναζιραῖον αὐτὸν εἶναι καὶ μεμίχθαι τῇ ἱερωσύνῃ.
ἔνθεν γὰρ ἡ Μαρία κατὰ δύο τρόπους συγγενὴς ἐτύγχανε τῆς Ἐλισάβετ, καὶ ὁ Ἰάκωβος διέφερε τῇ ἱερωσύνῃ, ἐπειδήπερ αἱ δύο φυλαὶ συνήπτοντο μόναι πρὸς ἀλλήλας, ἥ τε βασιλικὴ τῇ ἱερατικῇ καὶ ἡ ἱερατικὴ τῇ βασιλικῇ, ὡς καὶ ἄνω ἐν τῇ ἐξόδῳ Ναασσὼν ὁ ἀπὸ τοῦ Ἰούδα φύλαρχος λαμβάνει τὴν Ἐλισάβετ τὴν ἀρχαίαν, 〈τὴν〉 θυγατέρα Ἀαρών, ἑαυτῷ γυναῖκα. ὅθεν πολλαὶ τῶν αἱρέσεων 〈τὴν〉 κατὰ σάρκα γενεαλογίαν τοῦ σωτῆρος ἀγνοοῦσι καὶ διὰ τὸ ἀπορεῖν αὐτοὺς ἀπιστοῦσι καὶ δοκοῦσιν ἀντιλέγειν τῇ ἀληθείᾳ, λέγοντες· πῶς ἡ ἀπὸ φυλῆς Δαυὶδ καὶ Ἰούδα δύναται συγγενὴς εἶναι τῆς Ἐλισάβετ τῆς ἀπὸ τοῦ Λευί; 14. Οὗτος ὁ Ἰάκωβος καὶ πέταλον ἐπὶ τῆς κεφαλῆς ἐφόρεσε· καὶ ποτὲ ἀβροχίας γενομένης ἐπῆρε τὰς χεῖρας εἰς οὐρανὸν καὶ προσηύξατο, καὶ εὐθὺς ὁ οὐρανὸς ἔδωκεν ὑετόν. ἐρεοῦν δὲ ἱμάτιον οὐδέποτε ἐνεδύσατο. τὰ δὲ γόνατα αὐτοῦ ἐσκληρίασαν δίκην καμήλων, ἀπὸ τοῦ πάντοτε κάμπτειν αὐτὰ ἐνώπιον κυρίου δι᾽ ὑπερβολὴν εὐλαβείας. τοῦτον οὖν ὀνόματι οὐκέτι ἐκάλουν, ἀλλ᾽ ὁ δίκαιος ἦν αὐτῷ ὄνομα. οὗτος οὐδέποτε ἐν βαλανείῳ ἐλούσατο, οὗτος ἐμψύχου οὐ μετέσχε, καθὼς ἄνω μοι προδεδήλωται, οὗτος σανδάλιον οὐχ ὑπεδήσατο. καὶ πολλὰ ἦν περὶ τοῦ ἀνδρὸς λέγειν καὶ τῆς ἐναρέτου αὐτοῦ πολιτείας. ὁρᾷς οὖν ὅτι ὁ οἶκος παντάπασιν ἀξιολογώτατος ἦν.
εἰ γὰρ οἱ παῖδες τοῦ Ἰωσὴφ ᾔδεισαν παρθενίας τάξιν καὶ Ναζιραίων τὸ ἔργον, πόσῳ γε μᾶλλον ὁ πρεσβύτης καὶ τίμιος ἀνὴρ ᾔδει φυλάττειν παρθένον ἁγνὴν καὶ τιμᾶν τὸ σκεῦος, ἔνθα που ἐνεδήμησεν ἡ τῶν ἀνθρώπων σωτηρία; «οὔτε αὐτὴ ἡ φύσις διδάσκει ἡμᾶς» ὅτι ἀνὴρ μὲν ἦν πρεσβύτης, ὑπερβεβηκὼς πολὺ τῇ ἡλικίᾳ, μέγας γεγονὼς ἐν ἀνδράσι, πιστὸς τὸν τρόπον, εὐλαβὴς τὸ εἶδος; φάσκει γὰρ τὸ εὐαγγέλιον ὅτι «ἀνὴρ φοβούμενος τὸν θεὸν ἐζήτει λάθρα ἀπολῦσαι αὐτήν». τελευτᾷ δὲ οὗτος ὁ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου καὶ υἱὸς Ἰωσὴφ ἐν Ἱεροσολύμοις, βιώσας μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν ἔτεσιν εἴκοσι τέσσαρσι, πλείω ἐλάσσω, ὢν ἐτῶν 〈Ϟϛ〉 ὑπὸ τοῦ γναφέως τῷ ξύλῳ παισθεὶς τὴν κεφαλήν, ῥιφεὶς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ καὶ κατελθὼν καὶ μηδὲν ἀδικηθείς, κλίνας δὲ τὰ γόνατα καὶ προσευξάμενος ὑπὲρ τῶν αὐτὸν ῥιψάντων καὶ φάσκων· συγχώρησον αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν, ὡς καὶ Συμεὼν πόρρω ἑστώς, ὁ τούτου ἀνεψιός, υἱὸς δὲ τοῦ Κλωπᾶ, ἔλεγε «παύσασθε, τί λιθάζετε τὸν δίκαιον; καὶ ἰδού, εὔχεται ὑπὲρ ὑμῶν τὰ κάλλιστα». καὶ οὕτως γέγονε τὸ αὐτοῦ μαρτύριον. 15.
Εἰ τοίνυν ὁ τούτου παῖς τοσούτων ἐτῶν ὑπῆρχε, πῶς ἄρα ὁ τούτου πατὴρ βλέπων φρικώδη πράγματα, ἀγγέλους τὴν γέννησιν τοῦ υἱοῦ δορυφοροῦντας, ὑμνοῦντας ἀπ᾽ οὐρανῶν καὶ λέγοντας «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία», καὶ τῶν ποιμένων ἡκόντων εἰς τὸ σπήλαιον, ἔνθα ἐγεννήθη, καὶ ταῦτα ἀγγελλόντων καὶ τοῦ Ἰωσὴφ ἀκούοντος, τοῦ πρεσβύτου καὶ ὑπερβάντος τῷ χρόνῳ, τὰ τοσαῦτα σημεῖα καὶ θαύματα, πῶς ἐτόλμα ἐμπαροινεῖν καὶ ἐνυβρίζειν σῶμα ἅγιον, ἐν ᾧ κατῳκίσθη θεός; ἐξ οὗπερ σώματος συνελέγη ἡμῖν ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία, ὅθεν ἡ ἁγία ἄχραντος σὰρξ ἡμῖν ᾠκοδομήθη ἐν τῇ θεότητι τοῦ σωτῆρος, ὡς ὁ ἄγγελος ἐκεῖσε ὁ Γαβριήλ 〈φησιν〉 λέγων «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ». πῶς ἄρα ἐτόλμα συναφθῆναι τῇ τοσαύτῃ καὶ τοιαύτῃ ἁγίᾳ παρθένῳ Μαρίᾳ; τί δὲ ὠφέλησεν ἡμᾶς, εἰ καὶ συνήφθη (ὅπερ μὴ γένοιτο), περὶ τούτου ζητεῖν; ποῖον δὲ μᾶλλόν ἐστιν αἱρετώτερον, τὸ παραδοῦναι τὰ πράγματα θεῷ ἢ 〈τὸ〉 βιάζεσθαι ἡμῖν τὰ χείρονα; ὅτι μὲν οὐκ ἐγράφη ἡμῖν ὅτι, ἐὰν μὴ πιστεύσωμεν ὅτι συνήφθη πάλιν ἡ Μαρία, οὐκ ἔχομεν ζωὴν αἰώνιον, ἀλλὰ εἰς κρίμα ἐρχόμεθα, δῆλον. ἐγράφη δὲ 〈ζητεῖν〉 τί καλά, ἀλλὰ τί δίκαια, τί σεμνά, «ἵνα δῶμεν χάριν καὶ τοῖς ἀκούουσιν».
εἴασαν δὲ οἱ ἄνθρωποι τὰ ἀναγκαῖα, τὰ περὶ πίστεως ἀληθείας, τὰ ἐν δοξολογίᾳ θεοῦ, καὶ ὅθεν δ᾽ ἂν εὕρωσιν ἑαυτοῖς προσπορίζονται πρὸς βλάβην, 〈ἃ〉 φεῦ καὶ διανοεῖσθαι, μάλιστα τῆς γραφῆς μὴ λεγούσης. 16. Εἰ μὲν γὰρ ἔλεγεν ἡ γραφή, ἀπεδιδόαμεν ἂν * τὴν ἀλήθειαν καὶ οὐδὲν διενοούμεθα. μὴ γὰρ ὁ γάμος ἄσεμνος; μὴ βέβηλος ἡ κοίτη; μὴ οὐκ ἔστιν «ἡ κοίτη ἀμίαντος»; μὴ παραχαράσσεται γάμος; ἀπὸ δὲ προφητῶν καὶ ἀρχιερέων ἐπέχεται διὰ τὴν πρὸς τὸ μεῖζον ὑπηρεσίαν. μετὰ γὰρ τὸ προφητεῦσαι Μωυσῆν οὐκέτι γυναικὶ συνῆπται, οὐκέτι τέκνα κυΐσκει, οὐκέτι γεννᾷ ὁ τοιοῦτος. σχολ[ι]αίτερον γὰρ τὸν βίον ἔσχε πρὸς τὸν δεσπότην. πῶς γὰρ ἠδύνατο ἐν ὄρει Σινᾷ «τεσσαράκοντα νύκτας καὶ τεσσαράκοντα ἡμέρας» διατελεῖν γάμῳ προσανέχων; ἢ πῶς ἠδύνατο τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ πρὸς οἰκονομίαν θεοῦ ἕτοιμος εἶναι, πρὸς ἱερωσύνην τε σχολάζειν; καὶ πῶς τὰ μυστήρια διηγεῖσθαι καὶ τὸ συνομιλεῖν θεῷ τῷ γάμῳ συνημμένος διατελεῖν; εἰ γὰρ περὶ ἡμῶν φάσκει ὁ ἅγιος ἀπόστολος διαρρήδην καὶ λέγει * «πρὸς καιρόν, ἵνα σχολάσωσι τῇ προσευχῇ», πόσῳ γε μᾶλλον περὶ προφητῶν ἔσται οὗτος ἀληθὴς ὁ λόγος; προφῆτις τοίνυν καὶ ἡ Μαρία. «εἰσῆλθε» γάρ φησι «πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριος πρός με, κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον» καὶ τὰ ἑξῆς.
σημαίνει δὲ ἐνταῦθα τὴν τοῦ Γαβριὴλ εἴσοδον πρὸς τὴν Μαρίαν, ὅτε ἐξῆλθεν εὐαγγελίσασθαι αὐτῇ ὅτι μέλλει γεννᾶν υἱὸν θεοῦ σωτῆρα τῷ κόσμῳ, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου. ἀλλὰ καὶ τῷ Φιλίππῳ τῷ εὐαγγελιστῇ «τέσσαρες ἦσαν θυγατέρες προφητεύουσαι»· ἐπροφήτευον δ᾽ ἄρα δι᾽ ἣν κατηξιοῦντο ἔχειν παρθενίαν. καὶ Θέκλα μὲν συναντᾷ Παύλῳ τῷ ἁγίῳ καὶ διαλύεται γάμον, ὁρμαστὸν ἔχουσα εὐειδέστατον, πρωτεύοντα δὲ πόλεως, πλούσιον ἄγαν, εὐγενέστατον δὲ [ἐν] τῷ βίῳ καὶ διαφανέστατον· καὶ περιφρονεῖ τῶν ἐπιγείων ἡ ἁγία, ἵνα τῶν ἐπουρανίων ἐγκρατὴς γένηται. εἰ τοίνυν οὗτοι ταῦτα, πόσῳ γε μᾶλλον ἡ Μαρία, ἐφ᾽ ἣν ἡ θαυμασία πᾶσα οἰκονομία γεγένηται; πόθεν τοίνυν συνάξω διανοίας εἰς τὸ ἀγαθὸν καὶ ἐκτρέψω τὸν ζόφον τῶν τὰ δεινὰ ἐγκισσησάντων, καθάπερ γέγραπται «συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν»; οὗτοι γὰρ ἀληθῶς συλλαμβάνουσι πόνον διανοημάτων, τίκτουσι δὲ ἀνομίαν βλασφημιῶν. 17. Ἀλλὰ μή τις ἐκεῖνα ὑπονοείτω καὶ ἑτέρως αὐτὰ ὑποσπείρειν ἑαυτῷ πειρώμενος λεγέτω· πῶς οὖν εἶπε τὸ εὐαγγέλιον· ὅτι «εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου ἡ Μαρία, πρὶν ἢ συνελθεῖν αὐτούς»; ἆρα οὖν προσεδοκᾶτο ἡ συνέλευσις καὶ τούτου χάριν εἶπε «πρὸ τοῦ συνελθεῖν»;
ἀλλὰ καὶ πάλιν ἐν ἄλλῳ τόπῳ τὸ αὐτὸ πάλιν εὐαγγέλιόν φησι [«καὶ εὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν εἰσελθεῖν αὐτούς», ἢ καὶ «ἐγέννησε καὶ οὐκ ἔγνω αὐτήν», ἢ καὶ] «ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον» [καὶ «οὐκ ᾔδει αὐτήν»], καὶ «οὐκ ἔγνω αὐτὴν, ἕως ὅτου ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον». καὶ οὐκ οἴδασιν οἱ τὰς θεωρίας τῶν γραφῶν διαιρεῖν ἐπαγγελλόμενοι καὶ τὰ μετέωρα καὶ βαθύτατα περιεργάζεσθαι ἐπιχειροῦντες ὅτι ἡ θεωρία τοιοῦτον ἔχει τὸν τρόπον. εἰ γὰρ πάλιν ἐγέννησεν ἡ Μαρία, ἔδει καὶ τῶν ἄλλων ἀδελφῶν εἰπεῖν τὰ ὀνόματα. εἰ δὲ 〈πρωτότοκος καλεῖται〉, ἐπειδὴ «πρωτότοκός ἐστι πάσης κτίσεως» ὁ μονογενής, μὴ θορυβοῦ. οὐ γὰρ εἶπεν ὅτι ἐγέννησε τὸν πρωτότοκον αὐτῆς, ἀλλ᾽ «οὐκ ἔγνω αὐτὴν ἕως ὅτου ἐγέννησε τὸν υἱὸν αὐτῆς», καὶ οὐκ εἶπε τὸν πρωτότοκον αὐτῆς, ἀλλὰ «τὸν πρωτότοκον». ἐπὶ μὲν γὰρ τῷ υἱῷ αὐτῆς ἐσήμανεν 〈τὸ〉 ἐξ αὐτῆς κατὰ σάρκα γεγεννῆσθαι, ἐπὶ δὲ τῇ τοῦ πρωτοτόκου ἐπωνυμίᾳ οὐκέτι τὸ αὐτῆς ἔθετο, ἀλλὰ πρωτότοκον μόνον. οὗτος γάρ ἐστιν ὁ παρὰ τῷ ἀποστόλῳ εἰρημένος «πρωτότοκος πάσης κτίσεως», μὴ συνημμένος τῇ κτίσει, ἀλλὰ πρὸ κτίσεως γεγεννημένος. οὐ γὰρ εἶπε πρωτόκτιστος, ἀλλὰ πρωτότοκος διαιρουμένης τῆς ἀναγνώσεως ἐπὶ τὸ βέλτιον καὶ ἀσφαλέστερον, τῷ πρῶτον μὲν λέγειν πρωτότοκος, ἔπειτα ὑποβεβηκυῖαν λέγειν τὴν κτίσιν.
τὸ μὲν γὰρ πρωτότοκος ἐπὶ τοῦ υἱοῦ λαμβάνεται, ἡ δὲ κτίσις διὰ τοῦ υἱοῦ 〈γεγένηται〉. «ἐγέννησε τοίνυν τὸν υἱὸν αὐτῆς, τὸν πρωτότοκον», οὐκ αὐτῆς δὲ τὸν πρωτότοκον, ὡς αὐτῆς μελλούσης ἄλλον κυΐσκειν. «καὶ οὐκ ᾔδει αὐτήν»· πόθεν γὰρ ᾔδει ὅτι τοσαύτην χάριν λήψεται γυνή; ἢ πόθεν ᾔδει ὅτι τοιαύτην δόξαν δοξασθήσεται 〈ἡ〉 παρθένος; γυναῖκα μὲν ᾔδει αὐτὴν τῇ πλάσει καὶ θήλειαν τῇ φύσει καὶ ἐκ μητρὸς Ἄννης καὶ ἐκ πατρὸς Ἰωακείμ, συγγένισσαν δὲ τῆς Ἐλισάβετ, ἐξ οἴκου καὶ πατριᾶς τοῦ Δαυίδ, οὐκ ᾔδει δὲ ὅτι τοιαύτην δόξαν τιμηθήσεταί τις ἐπὶ τῆς γῆς, μάλιστα γυνή. οὐκ ᾔδει οὖν αὐτὴν ἕως οὗ εἶδε τὸ θαῦμα, οὐκ ᾔδει αὐτῆς τὸ θαῦμα ἕως ὅτου εἶδε «τὸ γεγεννημένον ἐξ αὐτῆς». ὅτε δὲ ἔτεκεν, ἔγνω καὶ τὴν τοῦ θεοῦ τιμήν, ὅτι αὐτὴ ἦν ἡ ἀκούσασα «χαῖρε κεχαριτωμένη· ὁ κύριος μετὰ σοῦ». 18. Αὕτη ἐστὶν ἡ παρὰ μὲν τῇ Εὔᾳ σημαινομένη, δι᾽ αἰνίγματος λαβοῦσα τὸ καλεῖσθαι «μήτηρ ζώντων». ἐκεῖ μὲν γὰρ μήτηρ ζώντων κέκληται, καὶ 〈τοῦτο〉 μετὰ τὸ ἀκοῦσαι «γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», μετὰ τὴν παράβασιν. καὶ ἦν θαῦμα ὅτι μετὰ τὴν παράβασιν ταύτην τὴν μεγάλην ἔσχεν ἐπωνυμίαν. καὶ κατὰ μὲν τὸ αἰσθητὸν ἀπ᾽ ἐκείνης τῆς Εὔας πᾶσα τῶν ἀνθρώπων ἡ γέννησις ἐπὶ γῆς γεγένηται· ὧδε δὲ ἀληθῶς ἀπὸ Μαρίας αὐτὴ ἡ ζωὴ τῷ κόσμῳ γεγέννηται, ἵνα ζῶντα γεννήσῃ καὶ γένηται ἡ Μαρία μήτηρ ζώντων.
δι᾽ αἰνίγματος οὖν ἡ Μαρία μήτηρ ζώντων κέκληται. περὶ γὰρ τῶν δύο γυναικῶν ἐλέχθη «τίς δέδωκε γυναικὶ 〈ὑφάσματος〉 σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην;» ἐπειδὴ γὰρ ἡ πρώτη σοφὴ Εὔα ὑφαίνουσα 〈ἦν〉 ἱμάτια τὰ αἰσθητὰ διὰ τὸν Ἀδάμ, ὅνπερ ἐγύμνωσεν· αὐτῇ γὰρ ἐδόθη οὗτος ὁ κάματος. ἐπειδὴ γὰρ δι᾽ αὐτῆς ἡ γύμνωσις εὕρηται, αὐτῇ δέδοται τὸ ἀμφιεννύειν τὸ σῶμα τὸ αἰσθητὸν διὰ τὴν γύμνωσιν τὴν αἰσθητήν. τῇ δὲ Μαρίᾳ δέδοται ὑπὸ θεοῦ, ὅπως τέκῃ ἡμῖν ἀρνίον καὶ πρόβατον, καὶ ἐκ τῆς δόξης αὐτοῦ τοῦ ἀρνίου καὶ προβάτου γένηται ἡμῖν ὡς ἀπὸ πόκου ἐν σοφίᾳ δι᾽ ἀρετῆς αὐτοῦ ἔνδυμα ἀφθαρσίας. ἀλλὰ καὶ ἕτερον περὶ τούτων διανοεῖσθαι ἔστι θαυμαστόν, περί τε τῆς Εὔας καὶ τῆς Μαρίας. ἡ μὲν γὰρ Εὔα πρόφασις γεγένηται θανάτου τοῖς ἀνθρώποις· δι᾽ αὐτῆς γὰρ «εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον». ἡ δὲ Μαρία πρόφασις ζωῆς, δι᾽ ἧς ἐγεννήθη ἡμῖν ζωή. καὶ διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ παρεγένετο εἰς τὸν κόσμον. καὶ «οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις». καὶ ὅθεν γέγονε θάνατος, ἐκεῖ προέλαβεν ἡ ζωή, ἵνα ζωὴ ἀντὶ θανάτου γένηται, ἐκκλείσασα τὸν θάνατον τὸν ἐκ γυναικός, πάλιν ὁ διὰ γυναικὸς ἡμῖν ζωὴ γεγενημένος.
καὶ ἐπειδὴ ἐκεῖ μὲν ἔτι οὖσα παρθένος ἡ Εὔα ἐν παρεκβάσει παρακοῆς γέγονε, πάλιν διὰ τῆς παρθένου γέγονεν ἡ ὑπακοὴ τῆς χάριτος, εὐαγγελισθείσης τῆς ἀπ᾽ οὐρανοῦ καθόδου ἐνσάρκου παρουσίας καὶ ζωῆς αἰωνίου. ἐκεῖ γάρ φησι πρὸς τὸν ὄφιν «καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον αὐτῆς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς». οὐδαμοῦ δὲ σπέρμα εὑρίσκεται γυναικός, * ἀλλ᾽ ἢ κατὰ τὸ αἴνιγμα ἐπὶ τῆς Εὔας λαμβάνεται ἡ ἔχθρα πρὸς τὰ ὑπ᾽ αὐτοῦ γεννώμενα τοῦ τε ὄφεως καὶ τοῦ ἐν τῷ ὄφει γενομένου διαβόλου καὶ φθόνου. 19. Ἀλλ᾽ οὖν γε κατὰ τὸ τελειότατον οὐ δύναται ἐν αὐτῇ τὸ πᾶν πληρωθῆναι. πληρωθήσεται δὲ ὡς ἀληθῶς ἐν τῷ σπέρματι τῷ ἁγίῳ, τῷ ἐξαιρέτῳ, τῷ μονωτάτῳ, τῷ ἀπὸ Μαρίας μόνον εὑρεθέντι καὶ οὐκ ἀπὸ συζυγίας ἀνδρός. οὗτος γὰρ ἦλθεν «ἀνελεῖν» τήν τε δύναμιν «τοῦ δράκοντος καὶ σκολιοῦ ὄφεως φεύγοντος» καὶ τὴν πᾶσαν οἰκουμένην κατειληφέναι λέγοντος. διὰ τοῦτο παρεγένετο ἐκ γυναικὸς ὁ μονογενής, εἰς ἀναίρεσιν μὲν τοῦ ὄφεως, τουτέστι τῆς κακοδιδασκαλίας καὶ φθορᾶς καὶ ἀπάτης, πλάνης τε καὶ ἀνομίας. οὗτός ἐστιν ἀληθῶς «ἀνοίγων μήτραν μητρός». πάντες γὰρ ὅσοι ἐγεννήθησαν πρωτότοκοι, ἵνα καὶ σεμνότερον εἴπωμεν, οὐκ ἠδυνήθησαν τοῦτο πληροῦν ἀλλ᾽ ἢ μόνος ὁ μονογενής, «μήτραν παρθένου ἀνοίξας». ἐν τούτῳ γὰρ μόνῳ τετελείωται καὶ ἐν ἄλλῳ οὐδενί.
ἀλλὰ καὶ ἀπ᾽ αὐτῆς τῆς ὑποθέσεως ἔστιν ἰδεῖν. ἐπὶ Μαρίας γὰρ λαμβάνεται ἡ λέξις, καὶ περὶ τῆς ἐκκλησίας ἔσται μοι τοῦτο λέγον «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». ὁ δὲ ἅγιος ἀπόστολός φησι «τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν». καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν· ὅτι ἐπὶ μὲν τῷ Ἀδὰμ «ἔπλασε» λέγων, ἐπὶ δὲ τῇ Εὔᾳ οὐκέτι πεπλάσθαι λέγων, ἀλλ᾽ «οἰκοδομεῖσθαι». «ἔλαβε» γάρ φησι «μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ᾠκοδόμησεν αὐτῷ εἰς γυναῖκα», ἵνα δείξῃ τὸν μὲν κύριον ἀπὸ Μαρίας ἀναπλάσαντα ἑαυτῷ σῶμα, ἀπ᾽ αὐτῆς δὲ τῆς πλευρᾶς οἰκοδομηθῆναι ἐκκλησίαν, ἐν τῷ νυχθῆναι αὐτοῦ τὴν πλευρὰν καὶ τὰ μυστήρια τοῦ αἵματος καὶ ὕδατος ἐν ἡμῖν λύτρα γενέσθαι. 20. Ἀλλ᾽ ὅμως ἔγνω τὴν Μαρίαν ὁ Ἰωσήφ, οὐ κατὰ γνῶσίν τινα χρήσεως, οὐ κατὰ γνῶσιν κοινωνίας, ἀλλ᾽ ἔγνω αὐτήν, τιμῶν τὴν ἐκ θεοῦ τετιμημένην. οὐ γὰρ ᾔδει αὐτὴν τοιαύτης δόξης οὖσαν, ἕως ὅτε εἶδε κύριον ἐκ γυναικὸς γεγεννημένον. καὶ τὸ «πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα», ἵνα μή ποτε κρατήσῃ ὁ λόγος τῶν νομιζόντων ἐκ κοινωνίας ἀνδρὸς εἶναι τὸ 〈ἐκ〉 τοῦ θεοῦ οἰκονομηθὲν μυστήριον. ἔλεγε γάρ, πρὶν ἢ τοῦτο γενέσθαι ὅπερ προσεδοκᾶτο. οὐ γέγονε δὲ τοῦτο τὸ πρᾶγμα.
εἰ γὰρ καὶ προσεδοκᾶτο ἡ παρθένος τῷ Ἰωσὴφ εἰς συνάφειαν, ὡς οὐδὲ ἐπεδέχετο διὰ τὸ γηραλέον, ὅμως προλαμβάνει ἡ γραφὴ καὶ ἡμῖν ὑποτίθεται καὶ τὴν διάνοιαν ἐπασφαλίζεται, δυνατῆς οὔσης τῆς ὑποθέσεως κατὰ τὸν θεῖον τόκον, 〈τοῦ〉 πεῖσαι 〈ἡμᾶς〉 μηκέτι 〈ἐξεῖναι〉 ἐγγίζειν ἀνδρὶ πρὸς συνάφειαν τῇ παρθένῳ, ὡς καὶ ὁ ἄγγελος τὸν Ἰωσὴφ ἔπεισε μὴ εἶναι τὴν ὑπόνοιαν ἥνπερ αὐτὸς ἐνόμιζεν. ὅμοιον γὰρ τῷ προρρηθέντι «πρὶν ἢ συνελθεῖν αὐτούς», ὡς προσδοκωμένου, οὐ γενομένου δέ, τὸ «δίκαιος ὢν ἐζήτει μὴ παραδειγματίσαι αὐτήν, ἀλλὰ λάθρᾳ ἀπολῦσαι αὐτήν», ὡς φαύλου μὲν γινομένου ἀπὸ τοῦ παραδειγματίσαι αὐτήν, οὐ γενομένου δέ· ὡς ὁ ἄγγελος διδάσκει λέγων «μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου», τὴν μηδέπω γενομένην, καὶ εἰ ἐν ὑπονοίᾳ σφάλματος παρὰ σοί ἐστιν, ἀλλ᾽ οὐδὲ οὕτως οὖσαν ὡς οἴει, καὶ τὰ ἑξῆς. εὐθὺς γὰρ ἀκολούθως λέγει «τὸ γὰρ γεννηθὲν ἐν αὐτῇ», ὡς ἤδη γεγεννημένου, πάλιν δὲ τὸ «τέξεται υἱόν» ὡς ἐπὶ μέλλοντος· οὕτως γὰρ ἦν. διὰ δὲ τὸ πεπιστῶσθαι ἡ προαναφώνησις, ὡς καὶ τὸ «πρὶν ἢ συνελθεῖν» * ἀρκούμενοι ὅτι οὐδ᾽ ὅλως γεγένηται. «ἕως ὅτου ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον» τοῖς αὐτοῖς ἐστιν ἑρμηνευόμενον, διὰ τὸ θαυμαστὸν τῆς περὶ τὴν παρθένον γνώσεως 〈τὴν〉 πρὸς θεὸν τετιμημένην. 21.
Μὴ νομίσῃ δέ τις ἐκ τοῦ λέγειν «πρὸ τοῦ συνελθεῖν αὐτούς» ὅτι μετέπειτα συνῆλθον· οὐδὲ γὰρ ἔχει τις δεῖξαι ἢ σημᾶναι· ἀλλ᾽ ἵνα δείξῃ ἄχραντον τὴν κύησιν τοῦ σωτῆρος, τοῦτο ἡ γραφὴ ἐπεβεβαιώσατο. τὸ οὖν «οὐκ ἔγνω αὐτήν» διὰ τὴν δόξαν· τὸ δὲ πρωτότοκον, ἐπειδὴ πρωτότοκός ἐστι πρὶν ἢ τὰς κτίσεις εἶναι καὶ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς», κατὰ τὸν ἀπόστολον, οὐ κατὰ τὸν ἀπὸ Μαρίας 〈τοκετόν〉, ὡς ἄλλων υἱῶν ἀπ᾽ αὐτῆς ὄντων, ἀλλ᾽ ἐν τοῖς καταξιωθεῖσι λαβεῖν δι᾽ αὐτοῦ τὴν υἱοθεσίαν, ὅτε υἱὸς αὐτῆς γέγονεν ἀληθῶς κατὰ σάρκα, ἵνα μὴ δόκησις ὑποληφθείη. ἀλλὰ καὶ πρωτότοκος καὶ υἱὸς αὐτῆς τῆς παρθένου, οὐ διὰ τὸ αὐτὴν ἄλλους υἱούς, ὡς ἔφην, ἔχειν. ὅμοιον γάρ ἐστι τοῦτο τῷ πρώτῳ 〈τῷ〉 πρὸ τῆς ἐνδημίας. ὁ γὰρ πρωτότοκος ὢν ἀληθῶς πατρὸς ἄνω πρὸ πάσης κτίσεως οὐκ ἀπὸ τοῦ ἄλλους μετ᾽ αὐτὸν ἐκ πατρὸς γεγεννῆσθαι λέγεται πρωτότοκος. οὐ γάρ ἐστιν αὐτῷ ἀδελφὸς δεύτερος, διότι μονογενής. οὕτω καὶ ἐπὶ τῆς ἐνσάρκου παρουσίας ἀεὶ [καὶ] πρωτότοκός ἐστι Μαρίας, ἀλλὰ μονογενὴς τῇ Μαρίᾳ πέφυκε, μὴ ἔχων δεύτερον ἀδελφὸν ἀπ᾽ αὐτῆς. καὶ παύσωνται οἱ καθ᾽ ἑαυτῶν μεμηχανημένοι τὰ βλαβερὰ μᾶλλον ἤπερ τὰ πρὸς ὠφέλειαν. μὴ μή, παρακαλῶ. ὁ τιμῶν κύριον τιμᾷ καὶ ἅγιον 〈σκεῦος〉, ὁ δὲ ἀτιμάζων ἅγιον 〈σκεῦος〉 ἀτιμάζει καὶ τὸν ἑαυτοῦ δεσπότην. ἔστω Μαρία παρ᾽ ἑαυτῇ ἡ ἁγία παρθένος, τὸ ἅγιον σκεῦος.
ταῦτα γὰρ τὰ πρὸς βλάβην 〈ἐπινοηθέντα〉 ἡμᾶς οὐκ ὠφελεῖ· ἡμᾶς δὲ δεῖ σεμνότερον διανοεῖσθαι, ἵνα μὴ ὑψαυχενίαν κτησώμεθα ἢ διχόνοιαν ἢ περιττολογίαν. περὶ παντὸς γὰρ ἀργοῦ λόγου λόγον δώσομεν, κατὰ τὸ γεγραμμένον· 〈διὸ〉 ἑαυτοὺς μεριμνήσωμεν, τὰ ἑαυτῶν ἐπισκεψώμεθα, μὴ τὰ ἑαυτῶν εἰς τοὺς ἁγίους ῥίψωμεν, μὴ ἀφ᾽ ἑαυτῶν τὰ τῶν ἁγίων διασκεψώμεθα. 22. Πάντως γὰρ βιαζόμενοί τινες καὶ ἐπὶ τὸ λαγνίστερον τρεπόμενοι καὶ ἐν αὑτοῖς ἔχοντες φθοριμαίαν ὑπόνοιαν βούλονται καὶ τοὺς ἁγίους χραίνειν, εἰς εὔλογον ἀπολογίαν τῆς ἑαυτῶν κακῆς καὶ ἀσθενοῦς ὑπονοίας· πρὸς οὓς ὁ ἀπόστολός φησιν «ἤθελον μὲν πάντας εἶναι ὡς ἐμαυτόν». τὸ δὲ ἐμαυτὸν πῶς ἄρα λέγει ἀλλ᾽ ἢ διὰ τὸ ἁγνεύειν; «διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω». ὑπεξῃρέθη δὲ ἡ ἀντωνυμία. ἐλεγκτικῶς γὰρ εἶπε καὶ ἐπιστρεφέστερον. εἶχε γὰρ εἰπεῖν, διὰ τὰς πορνείας ὑμῶν. τὸ ὑμῶν τοίνυν περιεῖλεν, ἵνα μὴ δόξῃ εἰς ὕβριν τινῶν τοῦτο εἰρηκέναι. ἐρρέθη δὲ εἰς κατάκρισίν τινων τῶν μὴ θελόντων θεῷ σχολάζειν μετὰ τὸ κατὰ τὸν νόμον βιοῦν καὶ εὐλόγως ἐπιγνῶναι τὸ αὐτῶν σκεῦος εἰς παιδοποιίαν, ὡς καὶ οἱ παλαιοὶ πατέρες ἡμῶν τούτῳ τῷ εἴδει κέχρηνται· ὡς καί που εὑρήκαμεν λέγουσαν τὴν γραφήν «Ῥεβέκκα δὲ ἐξ ἑνὸς κοίτην ἔχουσα».
τὸ «δὲ ἐξ ἑνός» εἰπὼν σεμνότερον μὲν διηγήσατο, ἔδειξε δὲ τὴν σύλληψιν δικαίαν οὖσαν· μετὰ γὰρ τὸ ἐσχηκέναι τέκνα δείκνυσι μηκέτι τῇ γυναικὶ αὐτὸν συναφθέντα.
Ἀλλ᾽ ἐπειδήπερ ῥᾴδιον καὶ εὐχερές ἐστιν ἐπὶ τὰ φαῦλα μᾶλλον τρέπεσθαι τὴν διάνοιαν ἤπερ ἐπὶ τὰ ἀναγκαῖα, ὀλισθηροῦ ὄντος τοῦ ἡμετέρου ἀνθρωπίνου λογισμοῦ, καὶ οὐ τάχιον εὐθύνοντος αὐτοῦ τὴν ὁρμὴν ἐπὶ τὴν εὐθεῖαν ὁδὸν τοῦ κυρίου, ἀλλὰ κλίνοντος πῆ μὲν ἐπὶ τὰ δεξιά, πῆ δὲ ἐπὶ τὰ ἀριστερὰ καὶ βαρέως πληροῦντος τὸ παρὰ τῷ Σαλομῶντι εἰρημένον «μὴ κλίνῃς ἐπὶ τὰ δεξιά, μηδὲ ἐπὶ τὰ ἀριστερά», πάλιν ἄλλως ἡμῖν στρεφομένης τῆς κακίας περὶ τοὺς αὐτοὺς λογισμοὺς καὶ ὠθούσης ἡμῶν τὸ σῶφρον ἐφ᾽ ἑτέρας πάλιν ὁδοὺς βαδίζειν, ἀσφαλισώμεθα οὖν μή πως τὸ περισσοτέρως ἐγκωμιάσαι τὴν παρθένον γένηταί τινι εἰς ἄλλο πρόσκομμα φαντασίας. 23. Οἱ μὲν γὰρ εἰς τὸν υἱὸν βλασφημοῦντες, καθάπερ μοι ἄνω προδεδήλωται, φύσει ἀπαλλοτριοῦν αὐτὸν τῆς τοῦ πατρὸς θεότητος ἐφιλοτιμήσαντο· ἄλλοι δὲ πάλιν ἑτέρως φρονήσαντες, ὡς δῆθεν τιμῆσαι περισσοτέρως προαχθέντες, τὸν αὐτὸν εἶναι πατέρα εἶπον καὶ τὸν αὐτὸν υἱὸν καὶ τὸ αὐτὸ ἅγιον πνεῦμα· ἔστι δὲ τοῖς μέρεσιν ἀμφοτέροις ἀνίατος ἡ πληγή. οὕτω περὶ τῆς ἁγίας ταύτης καὶ μακαρίτιδος ἀειπαρθένου οἱ μὲν ἐξυβρίσαι τετολμήκασιν, ὡς συναφθεῖσαν αὐτὴν σαρκὶ μετὰ τὴν μεγίστην ἐκείνην καὶ ἀκραιφνῆ οἰκονομίαν τοῦ κυρίου τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. καὶ ἔστι τοῦτο πάσης μοχθηρίας δυσσεβέστατον.
ὡς δὲ τοῦτό φαμεν 〈τεθαυμακέναι〉 ἐνηχηθέντες τινὰς οὕτω τετολμηκέναι ῥᾴστως ἐπιδοῦναι ἑαυτοὺς τῇ ἁμαρτίᾳ, οὕτω καὶ τὸ ἕτερον τεθαυμάκαμεν πάλιν ἀκηκοότες· ἄλλους γὰρ πάλιν 〈ἀκηκόαμεν〉 ἀφραίνοντας εἰς τὴν ὑπὲρ τῆς αὐτῆς ἁγίας ἀειπαρθένου ὑπόθεσιν ἀντὶ θεοῦ ταύτην παρεισάγειν ἐσπουδακότας καὶ σπουδάζοντας, καὶ ἐν ἐμβροντήσει τινὶ καὶ φρενοβλαβείᾳ φερομένους. διηγοῦνται γὰρ ὥς τινες γυναῖκες ἐκεῖσε ἐν τῇ Ἀραβίᾳ ἀπὸ τῶν μερῶν τῆς Θρᾴκης τοῦτό γε τὸ κενοφώνημα ἐνηνόχασιν, ὡς εἰς ὄνομα τῆς ἀειπαρθένου κολλυρίδα τινὰ ἐπιτελεῖν καὶ συνάγεσθαι ἐπὶ τὸ αὐτὸ καὶ εἰς ὄνομα τῆς ἁγίας παρθένου ὑπὲρ τὸ μέτρον τι πειρᾶσθαι, ἀθεμίτῳ 〈τε〉 καὶ βλασφήμῳ ἐπιχειρεῖν πράγματι καὶ εἰς ὄνομα αὐτῆς ἱερουργεῖν διὰ γυναικῶν· ὅπερ τὸ πᾶν ἐστιν ἀσεβὲς καὶ ἀθέμιτον, ἠλλοιωμένον ἀπὸ τοῦ κηρύγματος τοῦ ἁγίου πνεύματος· ὥστε εἶναι τὸ πᾶν διαβολικὸν ἐνέργημα καὶ πνεύματος ἀκαθάρτου διδασκαλίαν. πληροῦται γὰρ καὶ ἐπὶ τούτους τὸ «ἀποστήσονταί τινες τῆς ὑγιοῦς διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμονίων». ἔσονται γάρ φησι «νεκροῖς λατρεύοντες» ὡς καὶ ἐν τῷ Ἰσραὴλ ἐσεβάσθησαν. καὶ ἡ τῶν ἁγίων κατὰ καιρὸν εἰς θεὸν δόξα ἄλλοις γέγονε τοῖς μὴ ὁρῶσι τὴν ἀλήθειαν εἰς πλάνην.
Ἐν γὰρ Σικίμοις, τουτέστιν ἐν τῇ νυνὶ Νεαπόλει, θυσίας οἱ ἐπιχώριοι τελοῦσιν εἰς ὄνομα τῆς Κόρης, δῆθεν ἐκ προφάσεως τῆς θυγατρὸς Ἰεφθάε, τῆς ποτὲ προσενεχθείσης τῷ θεῷ εἰς θυσίαν· καὶ τοῖς ἠπατημένοις τοῦτο γέγονεν εἰς βλάβην εἰδωλολατρείας καὶ κενολατρείας. ἀλλὰ καὶ τὴν θυγατέρα τοῦ Φαραώ, τιμήσασαν τὸν δοῦλον τοῦ θεοῦ Μωυσέα, ἀνελομένην τε καὶ ἀναθρέψασαν, διὰ τὸ περίφημον τότε τοῦ παιδίου ὑπὲρ τὸ δέον τιμήσαντες Αἰγύπτιοι ἀντὶ θεοῦ, καὶ τοῦτο εἰς κακὴν παράδοσιν τοῖς ἀνοήτοις παρέδωκαν εἰς θρησκείαν. καὶ προσκυνοῦσι τὴν Θέρμουτιν τὴν θυγατέρα τοῦ Ἀμενώφ, ἕως τότε Φαραώ, ἐπειδὴ ὡς προεῖπον ἀνέθρεψε τὸν Μωυσέα. καὶ πολλὰ τοιαῦτα ὅμοια γέγονεν ἐν κόσμῳ εἰς πλάνην τῶν ἠπατημένων, οὐ τῶν ἁγίων αἰτίων ὄντων τισὶν εἰς πρόσκομμα, τῆς 〈δὲ〉 διανοίας τῶν ἀνθρώπων μὴ ἠρεμούσης, ἀλλ᾽ ἐπὶ τὰ πονηρὰ ἐκτρεπομένης. ἤτοι γὰρ ἀπέθανεν ἡ ἁγία παρθένος καὶ τέθαπται—ἐν τιμῇ αὐτῆς ἡ κοίμησις καὶ ἐν ἁγνείᾳ ἡ τελευτὴ καὶ ἐν παρθενίᾳ ὁ στέφανος· ἤτοι ἀνῃρέθη, καθὼς γέγραπται «καὶ τὴν ψυχὴν αὐτῆς διελεύσεται ῥομφαία»—ἐν μάρτυσιν αὐτῆς τὸ κλέος καὶ ἐν μακαρισμοῖς τὸ ἅγιον αὐτῆς σῶμα, δι᾽ ἧς φῶς ἀνέτειλε τῷ κόσμῳ· ἤτοι δὲ ἔμεινε· καὶ γὰρ οὐκ ἀδυνατεῖ τῷ θεῷ πάντα ποιεῖν ὅσαπερ βούλεται· τὸ τέλος γὰρ αὐτῆς οὐδεὶς ἔγνω—πέρα τοῦ δέοντος οὐ χρὴ τιμᾶν τοὺς ἁγίους, ἀλλὰ τιμᾶν τὸν αὐτῶν δεσπότην.
παυσάσθω τοίνυν ἡ πλάνη τῶν πεπλανημένων. οὔτε γὰρ θεὸς ἡ Μαρία οὔτε ἀπ᾽ οὐρανοῦ ἔχουσα τὸ σῶμα, ἀλλ᾽ ἐκ συλλήψεως ἀνδρὸς καὶ γυναικός, κατ᾽ ἐπαγγελίαν δέ, ὥσπερ ὁ Ἰσαάκ, οἰκονομηθεῖσα. καὶ μηδεὶς εἰς ὄνομα ταύτης προσφερέτω· ἑαυτοῦ γὰρ τὴν ψυχὴν ἀπόλλει, μήτε πάλιν ἐμπαροινείτω ἐξυβρίζων τὴν ἁγίαν παρθένον. μὴ γὰρ γένοιτο, οὐ συνήφθη σαρκὶ μετὰ τὴν κύησιν, οὐδὲ πρὸ τῆς κυήσεως τοῦ σωτῆρος. 24. Καὶ ταῦτα μὲν τὰ ὀλίγα εἰς ἑαυτοὺς διασκοπήσαντες ἐγράψαμεν τοῖς βουλομένοις καταμαθεῖν τῆς γραφῆς τὴν ἀλήθειαν καὶ μὴ μάτην παροινεῖν τοῖς λόγοις καὶ βλάσφημόν τινα ἑαυτοῖς ἐξοπλίζεσθαι γλῶτταν. εἰ δὲ βούλονταί τινες ἀντέχεσθαι οὐδὲ καταδέχεσθαι τὰ ἐπωφελῆ, ἀλλὰ μᾶλλον τἀναντία, καὶ ἀφ᾽ ἡμῶν τῶν εὐτελῶν ἔσται ῥητέον τὸ «ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω», μή τις τοῖς ἀποστόλοις «κόπον παρεχέτω», μήτε ἡμῖν μηκέτι. ἃ γὰρ ᾔδειμεν σεμνότερα καὶ ἐπωφελῆ τῇ ἐκκλησίᾳ, ταῦτα περὶ τῆς ἁγίας παρθένου εἰρήκαμεν, συνηγοροῦντες τῇ κατὰ πάντα κεχαριτωμένῃ, ὡς εἶπεν ὁ Γαβριήλ «χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ». εἰ δὲ ὁ κύριος μετ᾽ αὐτῆς, πῶς ἔσται ἐν συζυγίᾳ ἑτέρᾳ; πῶς δὲ σαρκὶ πλησιάζουσα ἔσται, ὑπὸ κυρίου φυλαττομένη;
οἱ ἅγιοι ἐν τιμῇ, ἡ ἀνάπαυσις αὐτῶν ἐν δόξῃ, ἡ ἀπεντεῦθεν αὐτῶν ἐκδημία ἐν τελειότητι, ὁ κλῆρος αὐτῶν ἐν μακαριότητι, ἐν μοναῖς ἁγίαις, ὁ χορὸς μετ᾽ ἀγγέλων, ἡ δίαιτα ἐν οὐρανῷ, τὸ πολίτευμα ἐν θείαις γραφαῖς, τὸ κλέος ἐν τιμῇ ἀσυνεικάστῳ καὶ διηνεκεῖ, τὰ βραβεῖα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας. ἀμήν.
Προσαγορεύουσιν ὑμᾶς πάντες οἱ ἀδελφοί, προσείπατε δὲ καὶ αὐτοὶ πάντας τοὺς παρ᾽ ὑμῖν ἀδελφοὺς πιστοὺς ὀρθοδόξους, στυγοῦντας ὑπερηφανίαν, μισοῦντας κοινωνίαν Ἀρειανῶν καὶ Σαβελλιανῶν ἐρεσχελίαν, τιμῶντας δὲ ὁμοουσίως τὴν τριάδα, πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μίαν οὐσίαν καὶ θεότητα μίαν καὶ ἁπαξαπλῶς μίαν δοξολογίαν, καὶ μὴ σφαλλομένους περὶ τὴν τοῦ σωτῆρος ἡμῶν σωτήριον οἰκονομίαν καὶ ἔνσαρκον παρουσίαν, ἀλλὰ πιστεύοντας τελείως τὴν Χριστοῦ ἐνανθρώπησιν, τέλειον θεόν, τέλειον τὸν αὐτὸν ἄνθρωπον χωρὶς ἁμαρτίας, λαβόντα αὐτὸ τὸ σῶμα ἀπὸ Μαρίας καὶ ψυχὴν λαβόντα καὶ νοῦν καὶ πάντα εἴ τί ἐστιν ἄνθρωπος χωρὶς ἁμαρτίας, οὐ δύο ὄντα, ἀλλ᾽ ἕνα κύριον, ἕνα θεόν, ἕνα βασιλέα, ἕνα ἀρχιερέα, θεὸν καὶ ἄνθρωπον, ἄνθρωπον καὶ θεόν, οὐ δύο, ἀλλ᾽ ἕνα, συνενωθέντα οὐκ εἰς σύγχυσιν, οὐδ᾽ εἰς ἀνυπαρξίαν, ἀλλ᾽ εἰς μεγάλην χάριτος οἰκονομίαν. ἔρρωσθε.
Τῷ δὲ τῆς ἐπιστολῆς ἀντιγράφῳ ἀρκεσθέντες καλῶς ἔχοντι, πρὸς τὴν τούτων ἀντίθεσιν ἕως ὧδε ἱκανῶς ἔχειν δοκιμάζοντες καὶ ταύτην ἐν θεῷ ὑπερβεβηκότες ὡς ἑρπετὸν ἀπὸ ὀπῆς προκῦψαν, διὰ συνετῆς θεοῦ διδασκαλίας τε καὶ δυνάμεως, τῆς ὡς στύρακος πνεούσης εὐοδμίαν ἐν κόσμῳ ἐπ᾽ ἀρετῇ * καὶ ἁγίων παίδων τῆς παρθενίας, ἀπὸ Μαρίας ἀρξαμένης τῆς ἁγίας διὰ τοῦ ἐξ αὐτῆς φῶς τῷ κόσμῳ ἀνατείλαντος, διελέγξαντες καὶ τὸν κακὸν ἰὸν τῆς ἑρπετώδους μοχθηρίας αὐτῶν ἐπιδείξαντες, ἐπὶ τὰς ἑτέρας πάλιν βαδίσωμεν εἰς τελείωσιν τῆς πάσης ἐν θεῷ πραγματείας. — — —
Κατὰ Κολλυριδιανῶν τῶν τῇ Μαρίᾳ προσφερόντων 〈νθ〉, τῆς δὲ ἀκολουθίας 〈οθ〉. 1. Ἑξῆς δὲ ταύτῃ 〈ἄλλη〉 εἰς φήμην πέφηνεν αἵρεσις, περὶ ἧς ἤδη ὑπεμνήσαμεν ὀλίγα ἐν τῇ πρὸ ταύτης, διὰ τῆς εἰς Ἀραβίαν γραφείσης ἐπιστολῆς τῆς περὶ τῆς Μαρίας ἐχούσης. καὶ αὐτὴ δὲ ἡ αἵρεσις πάλιν ἐν τῇ Ἀραβίᾳ ἀπὸ τῆς Θρᾴκης καὶ τῶν ἄνω μερῶν τῆς Σκυθίας ἀνεδείχθη καὶ εἰς ἡμῶν ἀκοὰς ἀνηνέχθη· ἥτις ἐστὶ καὶ αὐτὴ γελοῖος καὶ χλεύης ἔμπλεως παρὰ τοῖς συνετοῖς εὑρισκομένη. ἀρξώμεθα 〈γοῦν〉 περὶ αὐτῆς φρᾶσαι καὶ τὰ κατ᾽ αὐτὴν διηγήσασθαι· εὐηθείας γὰρ μᾶλλον κριθήσεται ἤπερ συνέσεως αὕτη, καθὼς καὶ ἄλλαι ὅμοιαι ταύτῃ ἦσαν. ὡς γὰρ ἄνω πολὺ διὰ τῆς πρὸς Μαρίαν ὕβρεως οἱ δόξαντες ταῦτα ὑπονοεῖν βλαβερὰς ὑπονοίας 〈ἐν〉σπείρουσι λογισμοῖς ἀνθρώπων, οὕτω καὶ οὗτοι ἐπὶ τὸ ἕτερον μέρος κλίναντες ἐν ἀκρότητι βλάβης καταλαμβάνονται, ὅπως κἀκεῖνο τὸ παρά τισι τῶν ἔξωθεν φιλοσόφων ᾀδόμενον καὶ ἐν αὐτοῖς πληρωθήσεται ἐν τῷ λέγειν, αἱ ἀκρότητες ἰσότητες. ἴση γὰρ ἐπ᾽ ἀμφοτέραις ταύταις ταῖς αἱρέσεσιν ἡ βλάβη, τῶν μὲν κατευτελιζόντων τὴν ἁγίαν παρθένον, τῶν δὲ πάλιν ὑπὲρ τὸ δέον δοξαζόντων. οὗτοι γὰρ οἱ τοῦτο διδάσκοντες τίνες εἰσὶν ἀλλ᾽ ἢ γυναῖκες; γυναικῶν γὰρ τὸ γένος εὐόλισθον, σφαλερὸν δὲ καὶ ταπεινὸν τῷ φρονήματι.
καὶ αὐτό〈θι〉 γὰρ ἔδοξεν ἀπὸ γυναικῶν ὁ διάβολος ἐξεμεῖν, ὡς καὶ ἄνω παρὰ Κυϊντίλλῃ καὶ Μαξιμίλλῃ καὶ Πρισκίλλῃ περιγέλαστα [τὰ] διδάγματα, οὕτω καὶ ἐνταῦθα. τινὲς γὰρ γυναῖκες κουρικόν τινα κοσμοῦσαι ἤτοι δίφρον τετράγωνον, ἁπλώσασαι ἐπ᾽ αὐτὸν ὀθόνην, ἐν ἡμέρᾳ τινὶ φανερᾷ τοῦ ἔτους [ἐν ἡμέραις τισὶν] ἄρτον προτιθέασι καὶ ἀναφέρουσιν εἰς ὄνομα τῆς Μαρίας, αἱ πᾶσαι δὲ ἀπὸ τοῦ ἄρτου μεταλαμβάνουσιν, ὡς ἐν αὐτῇ τῇ εἰς τὴν Ἀραβίαν ἐπιστολῇ γράφοντες ἐκ μέρους περὶ τούτου διελέχθημεν. νῦν δὲ σαφῶς τὰ περὶ αὐτῆς λέξομεν, καὶ τὰς κατ᾽ αὐτῆς ἀνατροπὰς θεὸν αἰτησάμενοι κατὰ τὸ δυνατὸν παραθησόμεθα, ὅπως τῆς εἰδωλοποιοῦ ταύτης αἱρέσεως τὰς ῥίζας ἐκτεμόντες ἀπό τινων τὴν τοιαύτην λύσσαν καταλῦσαι ἐν θεῷ δυνηθῶμεν. 2. Ἄγε τοίνυν, θεοῦ δοῦλοι, ἀνδρικὸν φρόνημα ἐνδυσώμεθα, γυναικῶν δὲ τούτων τὴν μανίαν διασκεδάσωμεν. τὸ πᾶν γὰρ θήλεος ἡ ὑπόνοια καὶ Εὔας πάλιν τῆς ἀπατωμένης τὸ νόσημα, μᾶλλον δ᾽ ἔτι τοῦ ὄφεως τοῦ ἐρεθιστικοῦ θηρὸς καὶ τοῦ λαλήσαντος ἐν αὐτῇ ἡ τῆς πλάνης ὑπόσχεσις, μηδὲν 〈ὑγιὲς〉 εἰς μέσον φέρουσα οὐδὲ τὰ ὑπισχνούμενα τελειοῦσα ἀλλ᾽ ἢ μόνον θάνατον ἀπεργαζομένη, τὰ μὴ ὄντα ὡς ὄντα καλοῦσα καὶ διὰ τῆς ὁράσεως τοῦ ξύλου παρακοὴν ἐργαζομένη καὶ ἀποστροφὴν ἀπ᾽ αὐτῆς τῆς ἀληθείας διὰ τοῦ ἐπὶ πολλὰ τρέπεσθαι.
νομίζειν δὲ ἔσται ὁποῖα ὁ ἀπατεὼν ἔσπειρε λέγων «ἔσεσθε ὡς θεοί», οὕτω καὶ τούτων τὸ φρόνημα κεπφούμενον τῇ τοῦ προειρημένου θηρὸς ἐπάρσει, ἐφ᾽ ᾗ φύσει πάλιν τὸν θάνατον ἐργάζεται, ὡς καὶ πολλάκις εἶπον. πρῶτον μὲν γὰρ εὐθὺς διασκοπεῖν 〈μέλλοντι〉 ἀπ᾽ αἰῶνος καὶ δεῦρο, τίνι οὐ σαφές ἐστιν ὅτι δαιμόνων ἐστὶ τὸ δίδαγμα καὶ σχῆμα καὶ ἠλλοιωμένον τὸ ἐπιχείρημα; θεῷ μὲν ἀπ᾽ αἰῶνος οὐδαμῶς γυνὴ ἱεράτευσεν, οὐκ αὐτὴ Εὔα, καίτοι γε ἐν παρεκβάσει γενομένη, ἀλλ᾽ οὐκ ἐτόλμησεν ἔτι ἀσεβὲς τοιοῦτον ἀποτελέσαι ἐπιχείρημα· οὐ μία τῶν ταύτης θυγατέρων, καίτοι γε τοῦ Ἄβελ εὐθὺς ἱερουργήσαντος θεῷ καὶ τοῦ Κάϊν θύσαντος ἐνώπιον κυρίου θυσίας, ἀλλ᾽ οὐ προσδεδεγμένας, Ἐνώχ τε εὐαρεστήσαντος καὶ μετατεθέντος, Νῶε δὲ προσενέγκαντος ἐκ τῶν τῆς κιβωτοῦ περισσευμάτων εὐχαριστηρίους προσφορὰς κυρίῳ, εὐγνώμονος διαθέσεως ὑποδεικνύοντος τεκμήριον, ὁμολογοῦντος τὴν χάριν τῷ σεσωκότι. Ἀβραὰμ δὲ ὁ δίκαιος ἱερουργεῖ θεῷ, καὶ Μελχισεδὲκ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ Ἰσαὰκ θεῷ εὐάρεστος εὑρίσκεται, καὶ Ἰακὼβ κατὰ δύναμιν προσήνεγκεν ἐπὶ τοῦ λίθου, ἀπὸ τοῦ φακοῦ ἐπιχέας ἔλαιον.
οἱ τούτου δὲ υἱεῖς· Λευὶς μὲν εὑρίσκεται καθεξῆς ἱερωσύνην ἀναδεδεγμένος· ἐξ αὐτοῦ δὲ τοῦ γένους οἱ τὸ ἱερατικὸν τάγμα ἀναδεδεγμένοι, φημὶ δὲ Μωυσῆς ὁ προφήτης καὶ ἱεροφάντωρ, Ἀαρών τε καὶ οἱ τούτου παῖδες, Ἐλεάζαρ τε καὶ Φινεὲς καὶ Ἰθάμαρ ὁ τούτου ἔκγονος. καὶ τί μοι τὰ πλήθη λέγειν τῶν ἱερουργησάντων θεῷ ἐν παλαιᾷ διαθήκῃ; ὡς Ἀχιτὼβ εὑρίσκεται ἱερουργῶν, οἵ τε Κορῖται καὶ οἱ Γερσωνῖται καὶ Μεραρῖται, τὴν Λευιτικὴν πεπιστευμένοι τάξιν, ὅ τε οἶκος Ἠλεὶ καὶ οἱ μετ᾽ αὐτὸν οἱ ἀπὸ τῆς συγγενείας αὐτοῦ ἐν τῷ οἴκῳ Ἀβιμέλεχ καὶ Ἀβιάθαρ, Χελκίας τε καὶ Βουζεί, ἄχρι Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου, Ἔσδρα τε τοῦ ἱερέως καὶ τῶν ἄλλων. καὶ οὐδαμοῦ γυνὴ ἱεράτευσεν. 3. Ἐλεύσομαι δὲ καὶ εἰς τὴν καινὴν διαθήκην. εἰ ἱερατεύειν γυναῖκες θεῷ προσετάσσοντο ἢ κανονικόν τι ἐργάζεσθαι ἐν ἐκκλησίᾳ, ἔδει μᾶλλον αὐτὴν τὴν Μαρίαν ἱερατείαν ἐπιτελέσαι ἐν καινῇ διαθήκῃ, τὴν καταξιωθεῖσαν ἐν κόλποις ἰδίοις ὑποδέξασθαι τὸν παμβασιλέα, θεὸν ἐπουράνιον, υἱὸν τοῦ θεοῦ, ἧς ἡ μήτρα ναὸς γενομένη καὶ κατοικητήριον εἰς τὴν τοῦ κυρίου ἔνσαρκον οἰκονομίαν κατὰ φιλανθρωπίαν θεοῦ καὶ ἔκπληκτον μυστήριον ἡτοιμάσθη. ἀλλ᾽ οὐκ εὐδόκησεν. ἀλλ᾽ οὐδὲ βάπτισμα διδόναι πεπίστευται, ἐπεὶ ἠδύνατο ὁ Χριστὸς μᾶλλον παρ᾽ αὐτῆς βαπτισθῆναι ἤπερ παρὰ Ἰωάννου.
ἀλλὰ Ἰωάννης μὲν παῖς Ζαχαρίου ἐν τῇ ἐρήμῳ διετέλεσε βάπτισμα ἀφέσεως ἁμαρτιῶν πεπιστευμένος, ὁ δὲ τούτου πατὴρ θεῷ ἱεράτευσε καὶ τῇ ὥρᾳ τοῦ θυμιάματος ὀπτασίαν εἶδε. Πέτρος τε καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς, Θαδδαῖος, καὶ Ἰάκωβος Ἀλφαίου, καὶ Ἰούδας Ἰακώβου καὶ Σίμων ὁ Καναναῖος, καὶ Ματθίας ὁ εἰς πλήρωσιν τῶν δώδεκα ἐκλελεγμένος, οὗτοι πάντες ἐξελέγησαν ἀπόστολοι 〈κατὰ〉 τὴν γῆν «ἱερουργοῦντες τὸ εὐαγγέλιον» ἅμα Παύλῳ καὶ Βαρνάβᾳ καὶ λοιποῖς, καὶ μυστηρίων ἀρχηγέται σὺν Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου καὶ πρώτῳ ἐπισκόπῳ Ἱεροσολύμων. ἐξ οὗπερ ἐπισκόπου καὶ τῶν προειρημένων ἀποστόλων κατεστάθησαν διαδοχαὶ ἐπισκόπων καὶ πρεσβυτέρων ἐν οἴκῳ θεοῦ, καὶ οὐδαμοῦ γυνὴ ἐν τούτοις κατεστάθη. «ἦσαν δέ, φησί, τέσσαρες θυγατέρες Φιλίππῳ τῷ εὐαγγελιστῇ προφητεύουσαι», οὐ μὴν ἱερουργοῦσαι, καὶ «ἦν Ἄννα προφῆτις θυγάτηρ Φανουήλ», ἀλλ᾽ οὐχ ἱερατείαν πεπιστευμένη. ἔδει γὰρ πληροῦσθαι τὸ «προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται».
καὶ ὅτι μὲν διακονισσῶν τάγμα ἐστὶν εἰς τὴν ἐκκλησίαν 〈δῆλον·〉 ἀλλ᾽ οὐχὶ εἰς τὸ ἱερατεύειν οὐδέ τι ἐπιχειρεῖν ἐπιτρέπεται, ἕνεκεν δὲ σεμνότητος τοῦ γυναικείου γένους ἢ δι᾽ ὥραν λουτροῦ ἢ ἐπισκέψεως πάθους ἢ πόνου καὶ ὅτε γυμνωθείη σῶμα γυναίου, ἵνα μὴ ὑπὸ ἀνδρῶν ἱερουργούντων θεαθείη, ἀλλ᾽ ὑπὸ τῆς διακονούσης, ἣ ἐπιτάσσεται ἀπὸ τοῦ ἱερέως ἐπιμελεῖσθαι πρὸς τὴν ὥραν τῆς ἐπιδεομένης γυναικὸς ἐν τῇ ὥρᾳ τῆς τοῦ σώματος αὐτῆς γυμνώσεως, τοῦ τάγματος τῆς εὐταξίας καὶ ἐκκλησιαστικῆς εὐνομίας ἐπιστημόνως ἐν μέτρῳ κανόνος σφόδρα ἠσφαλισμένου. διὸ οὔτε ἐπιτρέπει ὁ θεῖος λόγος γυναικὶ ἐν ἐκκλησίᾳ «λαλεῖν» οὔτε «αὐθεντεῖν ἀνδρός». καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν. 4. Παρατηρητέον δὲ ὅτι ἄχρι διακονισσῶν μόνον τὸ ἐκκλησιαστικὸν ἐπεδεήθη τάγμα, χήρας τε ὠνόμασε καὶ τούτων τὰς ἔτι γραοτέρας πρεσβύτιδας, οὐδαμοῦ δὲ πρεσβυτερίδας ἢ ἱερίσσας προσέταξε. καὶ γὰρ οὔτε διάκονοι ἐν τῇ ἐκκλησιαστικῇ τάξει ἐπιστεύθησάν τι μυστήριον ἐπιτελεῖν, ἀλλὰ μόνον διακονεῖν τὰ ἐπιτελούμενα. πόθεν δὲ πάλιν ἡμῖν ὁ καινὸς μῦθος οὗτος ἐγήγερται; πόθεν γυναικῶν τῦφος καὶ μανία γυναικωνῖτις; πόθεν τρεφομένη ἡ κακία, διὰ τῆς † πάλιν θήλεος ἡμῖν τὸ θῆλυ τῆς ὑπονοίας τοῖς φρονήμασιν ἐπιχέουσα τὸ σφέτερόν 〈τε〉 ἡδυπαθείας ἐργαζομένη, ἀπὸ τοῦ προκειμένου ἔξω βαίνειν τὴν τάλαιναν τῶν ἀνθρώπων φύσιν ἐπιχειρεῖ ἀναγκάζειν;
ἀλλὰ μὴν τοῦ Ἰὼβ δεξώμεθα τὸ φρόνημα τὸ στερεὸν τοῦ ἀθλητοῦ, ἐξοπλισώμεθα τὴν δικαίαν ἀπόκρισιν ἐπὶ τοῖς χείλεσιν ἀναλαβόντες, εἴπωμεν καὶ αὐτοί «ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας». πόθεν γὰρ οὐκ ἐμβρόντητον τὸ τοιοῦτον φανήσεται παντὶ τῷ σύνεσιν ἔχοντι καὶ * ἐν θεῷ κεκτημένῳ; πόθεν οὐκ εἰδωλοποιὸν τὸ ἐπιτήδευμα καὶ τὸ ἐγχείρημα διαβολικόν; προφάσει γὰρ δικαίου ἀεὶ ὑπεισδύνων τὴν διάνοιαν ὁ διάβολος τῶν ἀνθρώπων τὴν θνητὴν φύσιν θεοποιῶν εἰς ὀφθαλμοὺς ἀνθρώπων ἀνδροείκελα ἀγάλματα διὰ ποικιλίας τεχνῶν διέγραψε. καὶ τεθνήκασι μὲν οἱ προσκυνούμενοι, τὰ δὲ τούτων ἀγάλματα μηδέποτε ζήσαντα (οὔτε γὰρ νεκρὰ δύναται λέγεσθαι τὰ μηδέποτε ζήσαντα) προσκυνητὰ παρεισάγουσι, διὰ μοιχευσάσης διανοίας * ἀπὸ τοῦ ἑνὸς καὶ μόνου θεοῦ, ὡς ἡ πολύκοινος πόρνη ἐπὶ πολλὴν ἀτοπίαν πολυμιξίας ἐρεθισθεῖσα καὶ τὸ σῶφρον ἀποτριψαμένη τῆς τοῦ ἑνὸς ἀνδρὸς εὐνομίας. ναὶ μὴν ἅγιον ἦν τὸ σῶμα τῆς Μαρίας, οὐ μὴν θεός, ναὶ δὴ παρθένος ἦν ἡ παρθένος καὶ τετιμημένη, ἀλλ᾽ οὐκ εἰς προσκύνησιν ἡμῖν δοθεῖσα, ἀλλὰ προσκυνοῦσα τὸν ἐξ αὐτῆς σαρκὶ γεγεννημένον, ἀπὸ οὐρανῶν δὲ ἐκ κόλπων πατρῴων παραγενόμενον. καὶ διὰ τοῦτο τὸ εὐαγγέλιον ἐπασφαλίζεται ἡμᾶς λέγον, αὐτοῦ τοῦ κυρίου φήσαντος ὅτι «τί ἐμοὶ καὶ σοί, γύναι;
οὔπω ἥκει ἡ ὥρα μου»· ἵνα 〈γὰρ〉 ἀπὸ τοῦ «γύναι, τί ἐμοὶ καὶ σοί» μή τινες νομίσωσι περισσότερόν 〈τι〉 εἶναι τὴν ἁγίαν παρθένον, γυναῖκα ταύτην κέκληκεν, ὡς προφητεύων, τῶν μελλόντων ἔσεσθαι ἐπὶ τῆς γῆς σχισμάτων τε καὶ αἱρέσεων χάριν, ἵνα μή τινες ὑπερβολῇ θαυμάσαντες τὴν ἁγίαν εἰς τοῦτο ὑποπέσωσι τῆς αἱρέσεως τὸ ληρολόγημα. 5. Χλεύης γάρ ἐστι τὸ πᾶν καὶ γραῶν [ὁ] μῦθος ὡς εἰπεῖν τῆς αἱρέσεως τὸ διήγημα. ποία δέ τις γραφὴ διηγήσατο περὶ τούτου; ποῖος προφητῶν ἐπέτρεψεν ἄνθρωπον προσκυνεῖσθαι, οὐ μὴν γυναῖκα λέγειν; ἐξαίρετον μὲν γάρ ἐστι τὸ σκεῦος, ἀλλὰ γυνή, καὶ οὐδὲν τὴν φύσιν παρηλλαγμένη, τὴν δὲ γνώμην καὶ τὴν αἴσθησιν ἐν τιμῇ τετιμημένη, ὥσπερ τὰ σώματα τῶν ἁγίων· καὶ εἴ τι περισσότερον πρὸς δοξολογίαν εἴποιμι, ὡς Ἠλίας ἐκ μητρὸς παρθένος καὶ οὕτω μένων εἰς τὸ διηνεκὲς καὶ ἀναλαμβανόμενος, θάνατον δὲ οὐχ ἑωρακώς· ὡς ὁ Ἰωάννης ὁ ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀναπεσών, «ὃν ἠγάπα ὁ Ἰησοῦς»· ὡς Θέκλα ἡ ἁγία, καὶ Μαρία ἡ ἔτι ταύτης τιμιωτέρα δι᾽ ἣν κατηξίωται οἰκονομίαν. ἀλλ᾽ οὔτε Ἠλίας προσκυνητός, καίπερ ἐν ζῶσιν ὤν, οὔτε Ἰωάννης προσκυνητός, καίτοι γε διὰ ἰδίας εὐχῆς τὴν κοίμησιν αὑτοῦ ἔκπληκτον ἀπεργασάμενος, μᾶλλον δὲ ἐκ θεοῦ λαβὼν τὴν χάριν, ἀλλ᾽ οὔτε ἡ Θέκλα οὔτε τις τῶν ἁγίων προσκυνεῖται.
οὐ γὰρ κυριεύσει ἡμῶν ἡ ἀρχαία πλάνη 〈τοῦ〉 καταλιμπάνειν τὸν ζῶντα καὶ προσκυνεῖν τὰ ὑπ᾽ αὐτοῦ γεγονότα. «ἐλάτρευσαν γὰρ καὶ ἐσεβάσθησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα» καὶ «ἐμωράνθησαν». εἰ γὰρ ἀγγέλους προσκυνεῖσθαι οὐ θέλει, πόσῳ μᾶλλον τὴν ἀπὸ Ἄννης γεγεννημένην, τὴν ἐκ τοῦ Ἰωακεὶμ τῇ Ἄννᾳ δεδωρημένην, τὴν δι᾽ εὐχῆς καὶ πάσης ἐπιμελείας κατὰ ἐπαγγελίαν πατρὶ καὶ μητρὶ δοθεῖσαν, οὐ μὴν ἑτέρως γεγεννημένην παρὰ τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλὰ καθὼς πάντες ἐκ σπέρματος ἀνδρὸς καὶ μήτρας γυναικός; εἰ γὰρ καὶ ἡ τῆς Μαρίας ἱστορία καὶ παραδόσεις ἔχουσιν ὅτι ἐρρέθη τῷ πατρὶ αὐτῆς Ἰωακεὶμ ἐν τῇ ἐρήμῳ ὅτι ἡ γυνή σου συνειληφυῖα, 〈ἀλλ᾽〉 οὐχ ὅτι ἄνευ συζυγίας τοῦτο ἐγένετο, οὐδὲ ὅτι ἄνευ σπέρματος ἀνδρός, ἀλλὰ τὸ μέλλον ἔσεσθαι προεθέσπιζεν ὁ ἄγγελος ἀποσταλείς, ἵνα μή τις γένηται δισταγμὸς διὰ τὸ ἐν ἀληθείᾳ γεγενημένον καὶ τὸ ἐκ θεοῦ ἤδη τεταγμένον καὶ τῷ δικαίῳ ἐπηγγελμένον. 6. Καὶ πάντη τὰς γραφὰς ὁρῶμεν 〈ὡσαύτως〉 διηγουμένας. Ἠσαΐας γὰρ προκηρύττει περὶ τῶν μελλόντων εἰς τὸν υἱὸν τοῦ θεοῦ πληροῦσθαι, λέγων «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ».
καὶ ἐπειδὴ παρθένος ἦν ἡ γεννήσασα καὶ θεὸς [ὁ] μεθ᾽ ἡμῶν ἑρμηνευόμενος 〈ὁ〉 ἐν γυναικὶ κυϊσκόμενος, ἵνα μὴ ἐν δισταγμῷ ὑπονοίας τῷ προφήτῃ γένηται ἡ ἀλήθεια, ὁρᾷ ἐν ὁράσει καὶ διηγεῖται ἐκ πνεύματος ἁγίου ἀναγκαζόμενος ὁ προφήτης, καὶ φησί «καὶ εἰσῆλθε πρὸς τὴν προφῆτιν», διηγούμενος περὶ τῆς τοῦ Γαβριὴλ εὐαγγελικῆς εἰσόδου, ὃς ἀπεστάλη ὑπὸ θεοῦ διηγήσασθαι τὴν 〈τοῦ〉 μονογενοῦς υἱοῦ τοῦ θεοῦ εἴσοδον εἰς τὸν κόσμον καὶ γέννησιν ἀπὸ Μαρίας. «καὶ ἐν γαστρὶ ἔλαβε» φησί «καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριος πρός με· κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας» καὶ τὰ ἑξῆς. καὶ πάντα ταῦτα οὔπω ἦν τετελεσμένα· ἤμελλε δὲ τοῦτο γίνεσθαι ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ πληροῦσθαι μετὰ χίλια ἔτη καὶ ἑξακόσια, πλείω ἐλάσσω. καὶ τὰ μετὰ τοσαύτας γενεὰς μέλλοντα 〈γίνεσθαι〉 ὡς ἤδη γενόμενα ἑώρα ὁ προφήτης. ἆρα ψεῦσμα ἦν; μὴ γένοιτο. ἀλλὰ ἀσφαλῶς τὸ παρὰ τοῦ θεοῦ οἰκονομηθὲν ὡς ἤδη τετελειωμένον ἐκηρύττετο, ἵνα μὴ ἀπιστηθῇ ἡ ἀλήθεια, ἵνα μὴ εἰς δισταγμὸν ἔλθῃ ἐν ὑπονοίᾳ τοῦ προφήτου τὸ τοιοῦτον ἔκθαμβον καὶ ἔκπληκτον μυστήριον μέλλον ἔσεσθαι.
ἢ οὐχ ὁρᾷς αὐτὸ τὸ κήρυγμα τὸ ἐπιφερόμενον, ὡς λέγει αὐτὸς ὁ ἅγιος Ἠσαΐας «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ» καὶ τὰ ἑξῆς. καὶ βλέπε πῶς τὰ πρῶτα ὕστερα διηγεῖται καὶ τὰ ὕστερα ὡς γεγονότα ἑρμηνεύει, φήσας «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη». παρῳχημένον γὰρ λέγεται εἶναι· οὐ γὰρ εἶπεν, ἄγεται, καὶ οὔπω ἦν ἀχθεὶς ὁ ὑπὸ Ἠσαΐου κηρυττόμενος. ἐλέγετο δὲ τῷ προφήτῃ ὡς ἤδη γεγενημένον τὸ ἔργον. ἀπαράβατος γὰρ ἦν ἡ θεοῦ μυσταγωγία. ἐξ αὐτῆς δὲ ὑποβαίνων οὐκέτι ὡς γενόμενα ἔλεγεν, ἵνα μὴ πλάνην πάλιν ἀπεργάσηται, ἀλλὰ φησίν «αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ». ἐκ δὲ τῶν δύο προφάσεων δείκνυσι τὴν ἀλήθειαν, ὅτι τὸ «ἤχθη» ἤδη ἐτελειοῦτο καὶ τὸ «αἴρεται» μετέπειτα ἐπληροῦτο, ἵνα ἀπὸ τοῦ γεγονέναι νοήσῃς τὸ ἀληθὲς καὶ τὸ πάγιον τῆς τοῦ θεοῦ ἐπαγγελίας, ἀπὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι τὸν χρόνον ἀπεικάσῃς τῶν ἀποκαλυπτομένων μυστηρίων. 7.
Οὕτω καὶ ἐπὶ τῇ Μαρίᾳ ὁ ἄγγελος προέλεγεν ὅπερ ἔμελλεν εἰσερχόμενος ὁ πατὴρ ταύτης εἰς τὸν οἶκον τὸν ἴδιον παρὰ θεοῦ κομίζεσθαι, τὸ δι᾽ εὐχῆς αἰτηθὲν διὰ τῆς τοῦ πατρὸς καὶ 〈τῆς〉 μητρὸς αἰτήσεως, ὅτι «ἰδού, ἡ γυνή σου συνειληφυῖα ἐν γαστρί», ἵνα βεβαίως περαιώσῃ τὴν διάνοιαν τοῦ πιστοῦ ἐν τῇ ἐπαγγελίᾳ. τοῦτο δὲ γέγονέ τισιν εἰς πλάνην. ἀδύνατον γάρ τινα παρὰ τὴν τῶν ἀνθρώπων φύσιν ἐπὶ τῆς γῆς γεννᾶσθαι. μόνος γὰρ διέπρεψεν * αὐτῷ μόνῳ παρεχώρησεν ἡ φύσις. οὗτος ὡς πλάστης καὶ ἐξουσιαστὴς τοῦ πράγματος ἑαυτὸν ἀπὸ παρθένου ὥσπερ ἀπὸ τῆς γῆς ἀνεπλάσατο, θεὸς ἀπ᾽ οὐρανῶν ἐλθών, σάρκα ἐνδυσάμενος ὁ λόγος ἐξ ἁγίας παρθένου· οὐ μὴν δὲ προσκυνουμένης τῆς παρθένου, οὐδὲ ἵνα θεὸν ταύτην ἀπεργάσηται, οὐχ ἵνα εἰς ὄνομα αὐτῆς προσενέγκωμεν, οὐχ ἵνα γυναῖκας πάλιν ἱερείας μετὰ τοσαύτας γενεὰς ἀποδείξῃ. οὐκ εὐδόκησεν ὁ θεὸς τοῦτο ἐν Σαλώμῃ γενέσθαι, οὐκ ἐν αὐτῇ τῇ Μαρίᾳ. οὐκ ἐπέτρεψεν αὐτῇ δοῦναι βάπτισμα, οὐκ εὐλογῆσαι μαθητάς, οὐ τὸ ἄρχειν ἐπὶ τῆς γῆς ἐκέλευσεν, ἢ μόνον ἁγίασμα αὐτὴν εἶναι καὶ καταξιωθῆναι τῆς αὐτοῦ βασιλείας.
οὐ τὴν καλουμένην μητέρα Ῥούφου, οὐ τὰς ἀκολουθησάσας ἀπὸ Γαλιλαίας, οὐ τὴν Μάρθαν τὴν ἀδελφὴν Λαζάρου καὶ Μαρίαν, οὔτινα τῶν ἁγίων γυναικῶν 〈τῶν〉 καταξιωθεισῶν ὑπὸ τῆς αὐτοῦ παρουσίας σωθῆναι, ἐξυπηρετησαμένων 〈τε〉 αὐτῷ ἐκ τῶν ἰδίων ὑπαρχόντων, οὐ τὴν γυναῖκα τὴν Χανανῖτιν, οὐ τὴν αἱμορροοῦσαν καὶ σεσωσμένην, οὔτινα τῶν ἐπὶ τῆς γῆς γυναικῶν † τοῦτο ποιεῖν προσέταξε τὸ ἀξίωμα. πόθεν τοίνυν πάλιν ἡμῖν κυκλοδράκων, πόθεν ἀνακαινίζεται τὰ σκολιὰ βουλεύματα; ἐν τιμῇ ἔστω Μαρία, ὁ δὲ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα προσκυνείσθω, τὴν Μαρίαν μηδεὶς προσκυνείτω. οὐ λέγω γυναικί, ἀλλ᾽ οὐδὲ ἀνδρὶ 〈ὡς〉 θεῷ προστέτακται 〈προσφέρειν〉 τὸ μυστήριον, οὐδὲ ἄγγελοι χωροῦσι δοξολογίαν τοιαύτην. ἐξαλειφέσθω τὰ κακῶς γραφέντα ἐν καρδίᾳ τῶν ἠπατημένων, ἀμαυρούσθω ἐξ ὀφθαλμῶν τὸ ἐγκίσσημα τοῦ ξύλου· ἐπιστρέψῃ πάλιν τὸ πλάσμα πρὸς τὸν δεσπότην, ἐντρεπέσθω Εὔα μετὰ τοῦ Ἀδὰμ θεὸν τιμᾶν μόνον, μὴ ἀγέσθω τῇ τοῦ ὄφεως φωνῇ, ἀλλ᾽ ἐμμενέτω τῇ τοῦ θεοῦ προστάξει «μὴ φάγῃς ἀπὸ τοῦ ξύλου». καὶ ἦν τὸ ξύλον οὐ πλάνη, ἀλλὰ διὰ τοῦ ξύλου γέγονεν ἡ παρακοὴ τῆς πλάνης. μὴ φαγέτω τις ἀπὸ τῆς πλάνης τῆς διὰ Μαρίαν τὴν ἁγίαν· καὶ γὰρ εἰ καὶ «ὡραῖον τὸ ξύλον», ἀλλ᾽ οὐκ εἰς βρῶμα, καὶ εἰ καλλίστη ἡ Μαρία καὶ ἁγία καὶ τετιμημένη, ἀλλ᾽ οὐκ εἰς τὸ προσκυνεῖσθαι. 8.
Αὗται δὲ πάλιν «ἀνακαινίζουσι τῇ Τύχῃ τὸ κέρασμα καὶ ἑτοιμάζουσι τῷ δαίμονι» καὶ οὐ θεῷ «τὴν τράπεζαν», κατὰ τὸ γεγραμμένον, καὶ σιτοῦνται σῖτα ἀσεβείας, ὥς φησιν ὁ θεῖος λόγος «καὶ αἱ γυναῖκες τρίβουσι σταῖς, καὶ οἱ υἱοὶ συλλέγουσι ξύλα ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ». φιμούσθωσαν ὑπὸ Ἰερεμίου αἱ τοιαῦται γυναῖκες, καὶ μὴ θροείτωσαν τὴν οἰκουμένην. μὴ λεγέτωσαν· «τιμῶμεν τὴν βασίλισσαν τοῦ οὐρανοῦ». οἶδε γὰρ Ταφνὰς ταύτας τιμωρεῖσθαι, οἴδασιν οἱ τόποι Μαγδούλων τούτων τὰ σώματα ὑποδέχεσθαι εἰς σῆψιν. μὴ πείθου, Ἰσραήλ, γυναικί, ἀνάκυπτε ἀπὸ κακῆς γυναικὸς συμβουλίας. «γυνὴ γὰρ τιμίας ψυχὰς ἀνδρῶν ἀγρεύει». «ταύτης γὰρ οἱ πόδες τοὺς χρωμένους μετὰ τοῦ θανάτου ἄγουσιν εἰς τὸν Ἅιδην». «μὴ πρόσεχε φαύλῃ γυναικί. μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου». μὴ πείθου ταύτῃ τῇ γυναικὶ τῇ φαύλῃ. πᾶσα γὰρ αἵρεσις φαύλη γυνή, πλέον δὲ ἡ τῶν γυναικῶν αἵρεσις αὐτὴ καὶ ἡ τοῦ ἀπατήσαντος τὴν πρώτην γυναῖκα. τιμάσθω ἡ μήτηρ ἡμῶν Εὔα ὡς ἐκ θεοῦ πεπλασμένη, μὴ ἀκουέσθω δέ, ἵνα μὴ πείσῃ τὰ τέκνα φαγεῖν ἀπὸ τοῦ ξύλου καὶ ἐντολὴν παραβῆναι. μετανοείτω δὲ καὶ αὐτὴ ἀπὸ κενοφωνίας, ἐπιστρεφέτω αἰσχυνομένη καὶ φύλλα συκῆς ἐνδυομένη.
κατανοείτω δὲ ἑαυτὸν καὶ ὁ Ἀδάμ, καὶ μηκέτι αὐτῇ πειθέσθω. ἡ γὰρ τῆς πλάνης πειθὼ καὶ γυναικὸς εἰς τὸ ἐναντίον συμβουλία θάνατον τῷ ἰδίῳ συζύγῳ ἐργάζεται, οὐ μόνον δέ, ἀλλὰ καὶ τοῖς τέκνοις. κατέστρεψε τὸ πλάσμα Εὔα διὰ τῆς παραβάσεως, ἐρεθισθεῖσα διὰ τῆς τοῦ ὄφεως φωνῆς καὶ ἐπαγγελίας, πλανηθεῖσα ἀπὸ τοῦ κηρύγματος καὶ ἐφ᾽ ἑτέραν βαδίσασα διάνοιαν. 9. Διὰ τοῦτο ὁ πάντων δεσπότης καὶ σωτὴρ βουλόμενος θεραπεῦσαι τὸ ἄλγος καὶ οἰκοδομῆσαι τὸ κατεστραμμένον καὶ διορθώσασθαι τὸ ἠλαττωμένον, ἐπειδὴ ἀπὸ γυναικὸς «ὁ θάνατος εἰς τὸν κόσμον 〈εἰσῆλθεν〉» κατελθὼν ἐκ γυναικὸς παρθένου αὐτὸς ἐγεννήθη, ἵνα τὸν θάνατον ἐκκλείσῃ καὶ τὸ ἐλλεῖπον πληρώσῃ καὶ τὸ ἠλαττωμένον τελειώσῃ. στρέφεται δὲ ἡμῖν πάλιν ἡ κακία, ἵνα τὸ ἐλάττωμα εἰς τὸν κόσμον προαγάγῃ. ἀλλ᾽ οὔτε νέοι οὔτε γέροντες πείθονται τῇ γυναικὶ διὰ τὴν ἄνωθεν σωφροσύνην. οὐ πείθει ἡ Αἰγυπτία τὸν σώφρονα Ἰωσὴφ οὐδὲ παρεκτρέπει, καίτοι γε διὰ πολλῆς μηχανίας ἐργασαμένη τὸ δεινὸν πρὸς τὸν παῖδα τῆς συμβουλίας. ἀλλ᾽ οὐ πείθεται ἄνθρωπος ἐκ πνεύματος ἁγίου λαβὼν τὴν φρόνησιν, οὐ τὸ σῶφρον ἀφανίζει, ἵνα μὴ τὴν εὐγένειαν κατευτελίσῃ. καταλιμπάνει τὰ ἱμάτια καὶ τὸ σῶμα οὐκ ἀπόλλυσιν.
ἀποδιδράσκει τὸν τόπον, ἵνα μὴ πέσῃ τῇ παγίδι· πρὸς καιρὸν τιμωρεῖται, ἀλλ᾽ εἰς τὸν αἰῶνα βασιλεύει· ἐν δεσμωτηρίῳ βάλλεται, ἀλλ᾽ αἱρετὸν ἐν φυλακῇ καταμένειν «καὶ ἐν γωνίᾳ ὑπαίθρου», «ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους». καὶ πόσα ἔστι λέγειν; ἤτοι γὰρ ὡς αὐτὴν προσκυνοῦντες τὴν Μαρίαν αὐτῇ προσφέρουσι τὴν κολλυρίδα αἱ ἀργαὶ αὗται γυναῖκες ἤτοι ὑπὲρ αὐτῆς προσφέρειν ἐπιχειροῦσι τὴν προειρημένην ταύτην σαθρὰν κάρπωσιν, τὸ πᾶν ἐστιν ἠλίθιον καὶ ἀλλότριον καὶ ἐκ δαιμόνων κινήσεως φρύαγμά τε καὶ ἀπάτη.
Ἵνα δὲ μὴ παρεκτείνωμεν τὸν λόγον, ἀρκέσει τὰ εἰρημένα ἡμῖν. ἡ Μαρία ἐν τιμῇ, ὁ κύριος προσκυνείσθω. οὐδενὶ γὰρ ἐργάζονται οἱ δίκαιοι πλάνην. «ἀπείραστος γάρ ἐστιν ὁ θεὸς κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα», οὐδὲ οἱ αὐτοῦ δοῦλοι, πρὸς ἀπάτην. «ἕκαστος δὲ πειράζεται ἐκ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. εἶτα ἡ ἐπιθυμία τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκυεῖ θάνατον.» Ἱκανῶς δὲ ἔχειν περὶ πάντων τούτων νομίσαντες, ἀγαπητοί, καὶ ταύτην ὡς εἰπεῖν τὴν κανθαρίδα, τὴν τῷ εἴδει μὲν χρυσίζουσαν, πτερωτὴν δὲ ὡς εἰπεῖν καὶ πετομένην, ἰοβόλον οὖσαν καὶ δηλητήριον ἐν ἑαυτῇ κεκτημένην, τῷ λόγῳ τῆς ἀληθείας συντρίψαντες, ἐπὶ τὴν ἔτι μίαν περιλειφθεῖσαν ἴωμεν, πάλιν θεὸν ἐπικαλούμενοι παραστῆναι εἰς τὸ τὰ τῆς ἀληθείας ἰχνηλατεῖν μέρη καὶ κατὰ τῆς ἐναντιότητος τὴν ἀνατροπὴν τελείαν ἐργάσασθαι. — — —
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.