Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν
Σταθμά και νομίσματα
Αναλυτική παρουσίαση των βαρών και των νομισμάτων, περιλαμβανομένων του ταλάντου, της λίτρας, της ουγγίας, του σίκλου, του φόλλι και του κεντηναρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Σταθμά και νομίσματα
Αναλυτική παρουσίαση των βαρών και των νομισμάτων, περιλαμβανομένων του ταλάντου, της λίτρας, της ουγγίας, του σίκλου, του φόλλι και του κεντηναρίου.
Τάλαντόν ἐστι τὸ ὑπερβάλλον πᾶν σταθμούμενον μέτρον. κατὰ δὲ τὸν λιτρισμὸν ρκεʹ λιτρῶν ὑπάρχει. †Ἓξ λεπτὰ ταλάντου ἑπτὰ ἀσσάρια. τὰ δὲ ἑπτὰ λεπτὰ τῶν ἀσσαρίων ρʹ ὑπάρχει δηνάρια†. Ὁ ἀργυροῦς δὲ ἐτυπώθη ἀπ᾽ ἀρχῆς τὸ νόμισμα. ἐκ δὲ τῶν Ἀσσυρίων τοῦτο ἐτυπώθη. φασὶ δὲ τὸν Ἀβραὰμ εἰς τὴν Χαναναίαν τὸν τύπον ἐνηνοχέναι.
Τοῦ δὲ ταλάντου τὸ ρκεʹʹ λίτρα μία. ἡ δὲ λίτρα δέκα δύο οὐγγιῶν ὑπάρχει. Ἡ δὲ οὐγγία ἔχει στατῆρας δύο. Ὁ δὲ στατὴρ ἥμισυ μὲν οὐγγίας, ἔχων δύο δίδραγμα. Περὶ σίκλου. Σίκλον ὃ λέγεται καὶ κοδράντης τέταρτον μέν ἐστι τῆς οὐγγίας, ἥμισυ δὲ τοῦ στατῆρος, δύο δραγμὰς ἔχον. τῆς γὰρ οὐγγίας ηʹʹ ἦν ἡ δραγμή.
Ἐκαλεῖτο δὲ ὁλκὴ ἡ δραγμὴ τοῦ αὐτοῦ σταθμοῦ τῷ σίκλῳ τῷ σταθμίζοντι κατὰ καιρὸν τὴν τρίχα τοῦ Ἀβεσαλώμ, ὅτε ἐκουρεύετο, ὁλκὴν ἔχουσα ρκεʹ σίκλων, ὅ ἐστιν οὐγγία σίκλου ἑνὸς προσγινομένου λίτραι δύο ἥμισυ.
Ὀβολὸς καὶ αὐτὸς ἐν ἀργυρίοις τετύπωτο. μέρος δὲ εἶχε καὶ οὗτος ηʹʹ τῆς οὐγγίας, οὐκ ἐξ ἀργύρου πεποιημένος, ἀλλὰ ἀπὸ σιδήρου. ἦν δὲ καὶ ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπούμενος, νόμισμα ὤν, ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν τῆς οὐγγίας. λέγει γὰρ ἐν τῷ Λευιτικῷ· τὸ δὲ δίδραχμον εἴκοσι ὀβολοί. ὅτι δὲ τέταρτόν ἐστι τῆς οὐγγίας τὸ δίδραγμον, ἤδη ἐδιδάξαμεν.
Χαλκοῖ. τούτους οἱ Αἰγύπτιοι ἐφεύροντο. ἀργύρια δέ ἐστι τετυπωμένα δύο. καὶ παρὰ Ἀλεξανδρεῦσι τὰ ἀργύρια καλοῦνται χάλκινα. ἔστι δὲ ὁ χαλκοῦς τῷ σταθμῷ ὄγδοον οὐγγίας, ὡς ἡ δραγμή. Μνᾶ, ἥτις τῇ Ἑβραΐδι μάνη καλεῖται. ἡ δὲ Ἰταλικὴ μνᾶ τεσσαράκοντα στατήρων ἐστίν, ὅπερ οὐγγιῶν κʹ, λίτρας μιᾶς καὶ διμοίρου.
Ἀργυρίων δὲ πολλοὶ τύποι κατὰ καιροὺς γεγόνασι. Τὸ δὲ νουμίον τετύπωται ἀπὸ τοῦ Νουμᾶ τινος βασιλέως τῶν Ῥωμαίων. Δίχρυσον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ ἥμισυ τοῦ ἀργυροῦ. τὸ δὲ ἀργυροῦν τοῦτό ἐστιν ὃ οἱ Ῥωμαῖοι μιλιαρίσιον καλοῦσιν, ὃ ἑρμηνεύεται στρατιωτικὸν δόμα.
Τὸ δὲ δίχρυσον καὶ τοῦτο ἀργύριον ἦν, ὅπερ ὕστερον κίβδηλον ἐκλήθη ἐξ αἰτίας τοῦ ἀναιρεθῆναι τὸν κατὰ καιρὸν βασιλέα καὶ ἐκβληθῆναι τὸν αὐτοῦ χαρακτῆρα ἐκ τοῦ διχρύσου, ὃς ἦν αὐτῷ ἐμφερόμενος. ἔκτοτε γὰρ ἔνθα ἂν εὑρέθη τὴν τοῦ ἀναιρεθέντος βασιλέως φέρων εἰκόνα, κίβδηλος ὠνομάζετο ἤγουν ἀδόκιμος.
Φόλλις ὃ καὶ βαλάντιον καλεῖται. διπλοῦν δέ ἐστιν ὑπὸ δύο ἀργύρων συγκείμενον, οἳ γίνονται σηʹ δηνάρια. καὶ φόλλις δύο λεπτὰ κατὰ τὸν δηναρισμόν, ἀλλ᾽ οὐ κατὰ τὸν ἀργυρισμόν.
Περὶ ταλάντων. Τάλαντον. τοῦτο ρκεʹ λιτρῶν ὑπάρχει, κατὰ δὲ τὰς λεπτότητας ἐν τῷ νομίσματι εἰς λεπτὸν κοπείσας εἰς ͵ϛ λεπτὰ διαιρεῖται· ἃ καλεῖται ἀσσάρια· ὃ ἑρμηνεύεται ἐκ τῆς Ἑβραΐδος ἠλαττωμένον. ξʹ δὲ ἀσσάρια ὑπῆρχεν ὁ ἀργυροῦς· δηνάρια δὲ ἦσαν ἐκεῖνα βʹ τὰ ὑπὸ τῆς χήρας εἰς τὸ γαζοφυλάκιον βεβλημένα. ἃ καὶ δύο λεπτὰ ἐκαλεῖτο· τὰ γὰρ ἀσσάρια λεπτεπίλεπτα ἦν.
Κεντινάριον ἀπὸ τοῦ παρὰ Ῥωμαίοις κεντούμ, ὅ ἐστιν ρʹ. Λίτρα δὲ ἐξ Ἑβραΐδος· λὶ γὰρ λέγεται ἐμοί, τρὰ δὲ τὸ διαφέρει. Ἡ οὐγκία ἔχει στατῆρας βʹ· ἑβραϊστὶ δὲ λέγεται χουτρά· ἔστι δὲ ὁ στατὴρ Σ μὲν 𐆄, δύο δὲ δίδραγμα, ἃ καλεῖται ἐπικεφάλαια, κατὰ δὲ Ῥωμαϊκὴν διάλεκτον καπίτιον· καποὺτ γὰρ τὴν κεφαλὴν καλοῦσιν. ἔστι δὲ τὸ δίδραγμον δύο δράγμαι.
Σίκλον ἀπὸ τῆς σεκὲλ Ἑβραΐδος, ὅ ἐστι ῥοπή. ἔχει δὲ δύο τὰ λεπτὰ καλούμενα, ἅ εἰσι δράγμαι δύο. Δύο δὲ δίδραγμά εἰσι δύο σίκλοι κατὰ τὸ σίκλον τὸ ἅγιον, οἳ ποιοῦσι στατῆρα ἕνα. Ὁ στατὴρ ἢ ὁλκὴ βʹ διδράγμων ἀποτελεῖ μέτρον. * καλεῖται δὲ κοδράντης [τὸ σίκλον γάρ, τουτέστιν
αʹ Σ ἐξάγιον]· ἑρμηνεύεται δὲ ἐκ τῆς Ἑβραΐδος κοδράντης ἤγουν ἀπόδεσμος. Αὐτὸ δὲ σίκλον δʹʹ μὲν τῆς 𐆄 ἐστίν, Σ δὲ τοῦ στατῆρος. δύο δὲ δράχμας ἔχει· ηʹʹ γὰρ τῆς 𐆄 ἐστὶν ἡ δράγμη. καλεῖται δὲ ἡ δράχμη καὶ ὁλκή.
Ἡ θρὶξ δὲ τοῦ κουρεύματος τοῦ Ἀβεσσαλὼμ ἦν ὁλκῆς σίκλων ρκεʹ· ὅ ἐστιν 𐆄 λαʹ καὶ σίκλου αʹ ἢ βʹ Σ λιτρῶν ... καὶ σίκλου ἑνός. Ὀβολός. τοῦτο ὀγδοόν ἐστι τῆς 𐆄 ἀπὸ σιδήρου πεποιημένον. βέλος δὲ τοῦτο ἦν· πρὸ γὰρ τῆς Χριστοῦ παρουσίας διὰ τὸ ἐν πολέμῳ συγκεῖσθαι τὴν ζωὴν αὐτῶν χρείαν εἶχον πρὸς τοὺς ὑπεναντίους, καὶ διὰ τῶν τοιούτων τὰς διοικήσεις ἐποιοῦντο, ἑκάστου
εʹ βέλη καὶ ιʹ καὶ ἄρτον ἀγοράζοντος ἤ τι ἄλλο. ἔστι δὲ τοῦτο κατὰ μὲν τὴν ὁλκὴν ηʹʹ τῆς 𐆄. ἦν δὲ καὶ ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπτόμενον νόμισμα, ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν δὲ τῆς 𐆄. τὸ δὲ δίδραγμον
κʹ ὀβολοί, ὅ ἐστι δʹʹ τῆς 𐆄. Ὁ δὲ χαλκὸς ἀργύριόν ἐστι τετυμμένον, ὅθεν παρ᾽ Ἀλεξανδρεῦσι τὰ ἀργύρια χαλκινὰ καλεῖται. Ἔστι δὲ ηʹʹ τῆς 𐆄 ἡ δράχμη. Μνᾶ ἀντὶ τοῦ μανή· τῇ γὰρ Ἑβραΐδι μανὴ ὁ ἄργυρος καλεῖται. ἡ μὲν Ἰταλικὴ μʹ στατήρων ἐστί, τουτέστιν 𐆄 κʹ Λ αʹ καὶ διμοίρου. ἡ δὲ Θηβαϊκὴ στατήρων ξʹ, τουτέστι λιτρῶν βʹ Σ.
Πολλοὶ δὲ τύποι ἀργυρίων τοπάλαι, οὓς νουμμοὶ ἐκάλουν ἀπὸ Νούμμα, ἐξ οὗ καὶ τὸ νόμισμα. Μιλιαρίσιον δὲ τὸ ἀργυροῦν, ὅ ἐστι [καὶ ἀ]στρατιωτικὸν δόμα· μιλίτια γὰρ ἡ στρατεία. Ὁ φόλλις ρκεʹ ἀργύρια πληροῖ· καλεῖται δὲ παρὰ Ῥωμαίοις θύλακος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.