Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Μικρότερα, τοπικά και ρωμαϊκά μέτρα

Καταγραφή επιπλέον υποδιαιρέσεων, όπως ο κύαθος, το ιν και ο χους, καθώς και παρουσίαση ποικίλων τοπικών και ρωμαϊκών μετρήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 6

Κύαθός ἐστιν ἕκτον ξέστου. μεθεκὼθ δὲ λέγει τοὺς κυάθους ἡ γραφή· τὰ δὲ μασμαρὼθ λέγει τοὺς διυλιστῆρας, οὓς καὶ ἠθμοὺς καλοῦμεν. τῷ αὐτῷ δὲ ὀνόματι ἀμφότεροι κέχρηνται, ἐπεὶ καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσι.

Τρυβλίον ὀψόβαφόν ἐστι τὴν πλάσιν ἤτοι παροψίς, ἥμισυ δὲ ξέστου τὸ μέτρον ἔχει. Ξέστης ὁ Ἀλεξανδρινὸς δύο λιτρῶν φέρει ὁλκὴν ἐν τῷ ἐλαίῳ. Ἀπόρρυμα δὲ παρὰ μόνοις Θηβαίοις μετρεῖται. ἥμισυ γὰρ τοῦ σαΐτου ἐστίν. ὁ δὲ ἀληθινὸς σαΐτης ξεστῶν ἐστιν κβʹ.

Σαβιθά. τοῦτο Συριακόν ἐστι τὸ ὄνομα, ὃ ἑρμηνεύεται ληνιαῖον ἄντλημα. παρὰ Ἀσκαλωνίταις ξεστῶν κβʹ. Ἴν. τὸ ἲν μέγα ξεστῶν ἐστι ιηʹ, τὸ δὲ ἅγιον ἲν ξεστῶν θʹ. Χοῦς ἐστι ξεστῶν ηʹ. τὸ δὲ καλούμενον ἅγιον ξεστῶν ϛʹ, ὅ ἐστι δωδέκατον μετρήτου.

Μάρης μέτρον ἐστὶ παρὰ τοῖς Ποντικοῖς δύο ὑδριῶν. ἡ δὲ ὑδρία αὐτοῖς δέκα ξεστῶν ἐστιν· ὥστε εἶναι τὸν κύπρον εἴκοσι ξεστῶν Ἀλεξανδρινῶν. Κύπρος παρὰ τοῖς αὐτοῖς Ποντικοῖς μέτρον ἐστὶ ξηρῶν γεννημάτων, μόδιοι δύο, ὃ λέγεται εἶναι παρ᾽ αὐτοῖς χοινίκων πέντε. ὁ δὲ χοῖνιξ παρ᾽ αὐτοῖς ξεστῶν ἐστι πέντε· ὥστε εἶναι τὸν κύπρον ξεστῶν κʹ. ὁ γὰρ μέγας παρ᾽ αὐτοῖς μόδιος ξεστῶν κδʹ.

Κόλλαθόν ἐστι παρὰ τοῖς Σύροις τὸ ἥμισυ τοῦ ὑγροῦ σάτου. ἔστι δὲ ξεστῶν κεʹ. Κογγιάριον δὲ μέτρον ἐστὶν ὑγροῦ καὶ αὐτὸ παρ᾽ Ἑβραίοις ἐκφωνούμενον. τοῦτο τὸ μέτρον ἐστὶν ἐν χρονογραφίαις Εὐσεβίου καὶ τῶν ἄλλων χρονογράφων δηλούμενον, ὡς ἕκαστος τῶν τότε βασιλέων κατὰ φιλοτιμίαν τῷ δήμῳ Ῥωμαίων πρὸς εὐφρασίαν ἐχαρίζοντο· ὃ ἑρμηνεύεται συνημμένον ἢ συνεστραμμένον.