Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Βασικά και ιστορικά μέτρα χωρητικότητας

Ερμηνεία των κυριότερων μέτρων χωρητικότητας, όπως ο κόρος, το γόμορ, το σάτον και η αρτάβη, με αναφορές στον μόδιο και σε διάφορες ιστορικές βιβλικές αφηγήσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 2 από 6

Εἴληπται τοίνυν ὁ κόρος ἐκ τῆς Ἑβραϊκῆς διαλέκτου, ὃς καλεῖται χόρ. εἰσὶ δὲ μόδιοι λʹ. χὸρ δὲ λέγεται ἀπὸ τοῦ βουνοῦ ὑποθέσεως. χορία γὰρ καλεῖται βουνός. βουνισθέντες δὲ καὶ οἱ τριάκοντα μόδιοι ποιοῦσι φορτίον καμήλου.

Λεθὲκ δὲ ὡς ἐν τῷ Ὠσηὲ τῷ προφήτῃ εἴρηται, ὅτι ἐμισθωσάμην ἐμαυτῷ λεθὲκ κριθῶν. ἐν ἀντιγράφοις δὲ γόμορ κριθῶν τὸ αὐτό ἐστι. δέκα γὰρ καὶ πέντε μόδιοι σημαίνονται οὗτοι. λεθὲκ δὲ κατὰ τὴν τῶν Ἑβραίων φωνὴν κέκληται, ὅ ἐστιν ἔπαρμα, ἀπὸ τοῦ δύνασθαι τῷ νεανίᾳ ἐπαρθῆναι τοὺς δέκα πέντε μοδίους καὶ ἐπιτεθῆναι τῷ ὄνῳ.

Τὸ δὲ αὐτὸ καὶ τὸ γόμορ καλεῖται. δύο δέ εἰσι γόμορ, μέγα καὶ μικρόν· ὧν τὸ μέγα ἰσόμετρόν ἐστι τῷ λεθὲκ δέκα πέντε καὶ αὐτὸ ὂν μοδίων, τὸ δὲ μικρὸν δώδεκα. Βάθος. καὶ τοῦτο ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου παρῆκται συνωνύμως τῷ ἐλαιοτριβείῳ καλούμενον βίθ. βάθος γὰρ ἑρμηνεύεται ἐλαιοτριβεῖον, ἔστι δὲ ξεστῶν πεντήκοντα. τὸ δὲ μέτρον ἐστὶ τῆς τοῦ ἐλαιοτριβείου ἐργασίας.

Μνασὶς ἢ μέδιμνος οἶμαι ἐκ τῆς Ῥωμαϊκῆς γλώσσης παρήχθησαν. τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν αὐτῇ τῇ γλώσσῃ. μανασὴς τοίνυν παρὰ Κυπρίοις μετρεῖται καὶ παρ᾽ ἄλλοις ἔθνεσιν. εἰσὶ δὲ δέκα μόδιοι σίτου ἢ κριθῶν εἰς τὸν τῶν δέκα καὶ ἑπτὰ ξεστῶν παρὰ Κυπρίοις μόδιον. μέδιμνος δὲ παρ᾽ αὐτοῖς τοῖς Κυπρίοις διάφορος. τὸν γὰρ μέδιμνον Σαλαμίνιοι εἴτουν Κωνστάντιοι ἐκ πέντε μοδίων ἔχουσι, Πάφιοι δὲ καὶ Σικελοὶ τεσσάρων ἡμίσεος μοδίων αὐτὸν μετροῦσιν.

Σάτον καλεῖται ἐξ αὐτῆς τῆς Ἑβραΐδος διαληφθέν, θηλυκῶς δὲ ἐκφωνούμενον. ἐν δὲ τῇ Ἑλληνίδι οὐδετέρως· σάτον γὰρ λέγεται καὶ οὐχὶ σάτος. ἔστι δὲ μόδιος ὑπέργομος ὥστε πληροῦσθαι μὲν τὸν μόδιον, δεῖν δὲ ἔτι ὑπεργίνεσθαι τὸ τέταρτον τοῦ μοδίου. κέκληται δὲ σάτα κατὰ τὴν αὐτὴν διάλεκτον ἐκφωνούμενον λῆψις καὶ ἄρσις, ἀπὸ τοῦ τὸν μετροῦντα ἕξει τινὶ τὸ μέτρον λαμβάνειν τε καὶ κουφίζειν.

Τοῦ δὲ μοδίου τὸ ὄνομα διὰ πολλῆς ἀκριβείας ὑπὸ τῶν Ἑβραίων εὑρέθη εἴκοσι δύο ξεστῶν ὑπάρχον· οὐχ ἁπλῶς δὲ οὐδ᾽ ὡς ἔτυχεν, ἀλλὰ διὰ πολλὴν ἀκρίβειαν. ὁ γὰρ δίκαιος μόδιος, καθὼς εἴωθεν ὁ νόμος λέγειν, κατὰ τὸ μέτρον τὸ ἅγιον ἐμετρήθη. τὸ δὲ ἅγιον μέτρον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ κβʹ ἔργα, ἃ ἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς ἑβδομάδος.

Οὗτοι οἱ εἴκοσι δύο ἀριθμοὶ πανταχοῦ εὑρισκόμενοι καὶ ἐν διαφόροις εἴδεσιν ἀριθμούμενοι, ἔν τε τοῖς εἴκοσι δύο ἔργοις οἷς ἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς κοσμοποιίας, καὶ ἐν εἴκοσι δύο γενεαῖς ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Ἰσραήλ, καὶ ἐν τοῖς εἴκοσι δύο στοιχείοις τῶν γραμμάτων ἀπὸ τοῦ ἄλεφ ἄχρι τοῦ θαῦ, καὶ ἐν τοῖς κβʹ βιβλίοις ἀπὸ τῆς Γενέσεως ἄχρι τῆς Ἐσθήρ, μέτρον ἡμῖν * ἐγεννήθησαν κβʹ ξεστῶν, ὃ καλεῖται παρ᾽ Ἑβραίοις μόδη, παρ᾽ Ἕλλησι δὲ μόδια διὰ τὴν τρανότητα. παραπλησίως δὲ καὶ Αἰγύπτιοι μέντοι τοῦτο καλοῦσιν, ὁμοίως δὲ καὶ Σύροι καὶ Ἄραβες μόδια λέγουσιν, ὃ ἑρμηνεύεται ὁμολογία. πληρωθεὶς γὰρ ὁ μόδιος ὁμολογεῖ ὅτι πεπλήρωμαι. καλεῖται δὲ καὶ γνώμων.

Κάβος δὲ ἐξ αὐτῆς τῆς διαλέκτου διάφορον μέτρον ἐστίν, ἤγουν τὸ τέταρτον μοδίου. Χοῖνιξ δὲ καὶ ὑφὴ ἓν μέν ἐστι, διττῷ δὲ ὀνόματι κέκληται. ἔστι δὲ δύο ξεστῶν καὶ ποστημορίου. Δρὰξ ἀλεύρου. τοῦτο ἀπερίεργόν ἐστι καὶ πᾶσι δῆλον.

Ἀρτάβη. τοῦτο τὸ μέτρον παρ᾽ Αἰγυπτίοις ἐκλήθη. ἔστι δὲ ἑβδομήκοντα δύο ξεστῶν. ἐκ πολλῆς δὲ ἀκριβείας καὶ τοῦτο οὕτως συνήχθη. ἑβδομήκοντα δύο ἄνδρες τότε τὸν πύργον ᾠκοδόμουν, ὅτε καὶ εἰς ἑβδομήκοντα δύο γλώσσας ἐκ μιᾶς συνεχέθησαν. ὅθεν καὶ μέροπες ἐκλήθησαν εἰς τὴν μεμερισμένην φωνήν. τὸ δ᾽ αὐτὸ τὸ μέτρον καὶ ὁ μετρητὴς ἔχει κατὰ τὸ μέτρον τὸ ἅγιον.

Τρία μέτρα σεμιδάλεως, ἃ τοῖς ἀγγέλοις Ἀβραὰμ τῇ Σάρρᾳ ἑτοιμάζειν προσέταττεν, ἐξ ὧν μέτρων ἐγκρυφίαν ἄρτου γενέσθαι ἐνετείλατο. ταῦτα δὲ τὰ μέτρα ἕκαστον γόμορ ἐχώρει. Τὸ δὲ γόμορ δέκατον ἦν τοῦ μεγάλου μέτρου, τουτέστι τῆς ἀρτάβης, ὃ γίνεται ἑπτὰ ξέσται καὶ πέμπτον.

Τρία κανᾶ χονδριτῶν, ἔνθα εἰώθασι τότε ἀποτίθεσθαι τοὺς χονδρίτας. ἔστι δὲ εἶδος ἄρτου εἰς δύο τεμνομένου. Νέβελ οἴνου, ὅπερ ἐστὶ μέτρον ξεστῶν ρνʹ. Τὸ σάτον νϛʹ ξεστῶν ὑπάρχει. Ἀλάβαστρον μύρου βικίον μέν ἐστιν ὑέλινον χωροῦν λίτραν ἐλαίου. τὸ δὲ μέτρον ἐστὶ ξέστου τὸ ἥμισυ. ἀλάβαστρον δὲ κέκληται διὰ τὸ εὔθρυπτον.

Καμψάκης ὕδατος ιβʹ ξεστῶν ὕδατός ἐστι τὸ μέτρον. ὁ δὲ τῷ Ἠλίᾳ ἑτοιμασθεὶς καμψάκης τεσσάρων ἐστὶ ξεστῶν. Ἔστι τι μέτρον κοτύλη. ἥμισυ ξέστου ὑπάρχει. κέκληται δὲ κοτύλη ἀπὸ τοῦ τὸν ξέστην εἰς δύο κόπτεσθαι.