Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ειδικές ερμηνείες και αναλυτικές υποδιαιρέσεις

Λεπτομερής εξέταση ποντιακών και αλεξανδρινών μέτρων, αναλύσεις της λίτρας και της ουγγίας, καθώς και ερμηνευτικές προσεγγίσεις εβραϊκών όρων χωρητικότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 5 από 6

Μάρις μέτρον ἐστὶ Ποντικὸν βʹ ὑδριῶν. ἡ δὲ ὑδρία παρ᾽ αὐτοῖς ιʹ ξεστῶν ἐστιν, ὡς εἶναι τὸν κύπρον κʹ ξεστῶν Ἀλεξανδρινῶν. Ὁ κύπρος μέτρον ἐστὶ μοδίων βʹ, λέγεται δὲ εἶναι παρὰ τοῖς Ποντικοῖς χοινίκων εʹ. ἡ δὲ χοῖνίξ ἐστι ξεστῶν βʹ· ὡς εἶναι τὸν κύπρον κʹ. ὁ γὰρ μέγας παρ᾽ αὐτοῖς μόδιος ξεστῶν ἐστι κδʹ.

Λίτρα παρὰ Ῥωμαίοις ἑρμηνεύεται λίβρα, ἥτις ἐτυμολογεῖται παρ᾽ αὐτοῖς ἰσότης ἤγουν ἰσοκανονία. ἔχει δὲ οὐγκίας ιβʹ. παρήχθη δὲ τὸ τῆς 𐆄 ὄνομα ἐξ Ἑλληνίδος ἀπὸ τοῦ ὄγκου. Ἡ δὲ λίτρα ἐστὶ σπηʹ γραμμάτων. ἕκαστον δὲ γράμμα κερατίων ἐστὶν ϛʹ· ταῦτα δέ ἐστιν ὀστᾶ ἀπὸ κεραταίας καρποῦ. ὁ δὲ ὀστῶν οὗτος ἂν ᾖ τέλειος, ὁλκὴν ποιεῖ κριθῆς εὐκάρπου 〈β〉· ὡς εἶναι τὴν μὲν λίτραν κριθῆς κόκκων ͵γυνϛʹ, κερατίων ͵αψκηʹ, γραμμάτων σπηʹ, οὐγκιῶν ͵βʹ. ἡ δὲ οὐγκία ἐστὶ γραμμάτων κδʹ.

Ἄλλως δὲ πάλιν μερίζεται ἡ οὐγκία παρὰ Ἑβραίοις εἰς στατῆρας βʹ. ὁ δὲ στατὴρ ἔχει σίκλους βʹ· τὸ δὲ σίκλον ἔχει λεπτὰ δύο. τὸ δὲ λεπτὸν ὁλκὴ αʹ ἐστί, ηʹʹ τῆς 𐆄. Παρά τισι δὲ καὶ ὀβολὸς νόμισμα ἀπὸ τοῦ παρὰ τῶν βασιλέων ἐν τούτῳ τῷ νομίσματι τὸν κόσμον διοικεῖσθαι. ἀργύριον καλοῦμεν διὰ τὸ ἐξ ἀργύρου τετύφθαι. μέγα δέ ἐστιν, ὃς ἐκλήθη ἀργυροῦς, δηναρίων

ρʹ. ἕκαστον δὲ δηνάριον ἀσσαρίων ἐστὶν ξʹ. Ὁ δὲ ἀργυροῦς μανὴ παρ᾽ Ἑβραίοις λέγεται. Ξέστης Ἑλληνικὸς ἀπὸ τοῦ ξέεσθαι τὰ μεγάλα μέτρα εἰς λεπτότητα.

Περὶ μέτρων. Κόρος μόδιοι λʹ· παρ᾽ Ἑβραίοις δὲ χὸρ λέγεται. Λεθὲκ μόδιοι ιεʹ. Γόμορ ὁμοίως μόδιοι ιεʹ. Βάτον μέτρον ξεστῶν νʹ. Μνασὶς δέκα μόδιοι σίτου ἢ κριθῆς εἴληπται ἐκ τοῦ μεδιοὺμ Ῥωμαίου, ὅ ἐστι μέσον.

Μέδιμνος· Σαλαμινοὶ μοδίους εʹ, Σικελοὶ δὲ δʹΣ. Σάτον μόδιον κουμουλάτον· παρ᾽ Ἑβραίοις θηλυκῶς, παρ᾽ Ἕλλησι δὲ οὐδετέρως. ἔστι δὲ μόδιος κουμουλάτος παρ᾽ Ἑβραίοις, καὶ διὰ τοῦ κουμουλάτου τὸ δʹʹ τοῦ μοδίου τὸ ὑπέρχυμα εἴρηται σαώ, ἤγουν λῆψις ἢ ἄρσις· μόδιον παρ᾽ Ἑβραίοις ξεστῶν κβʹ.

Κάβος πῇ μὲν τὸ δʹʹ τοῦ μοδίου, πῇ δὲ τὸ εʹʹ, πῇ δὲ τὸ ϛʹʹ· καβὰ δέ ἐστιν ἑβραϊστὶ τὸ ἔτεμεν, ὡς διὰ τὸ τέμνεσθαι εἰς μικρὰ τὸ μόδιον οὕτως ὠνομάσθη. παρὰ δὲ Ἕλλησιν ἐλέχθη κάβος διὰ τὴν τρανότητα. Χοῖνιξ καὶ ὑφεὶ ἓν μέν ἐστι μέτρον, διττὸν δὲ ὄνομα κέκληται, ἐν μὲν τῇ Ἑβραΐδι ἀρσενικῶς, ἐν δὲ τῇ Ἑλληνίδι θηλυκῶς. ἔστι δ ηʹʹ τοῦ παρὰ Κυπρίοις μοδίου, ὅς ἐστι μόδιος παρ᾽ αὐτῶν ξεστῶν ιζʹ καὶ †ποτηρίου. τὸ δὲ ὑφεὶ ἐξ αὐτῆς τῆς Ἑβραΐδος λέγεται ὀφεί, ὅ ἐστι τῶν βʹ δρακῶν τῆς χειρὸς τὸ μέτρον.

Δρὰξ τὸ χειρόπληθες τῆς μιᾶς χειρός. Ἀρτάβη παρ᾽ Ἑβραίοις ξεστῶν οβʹ. ὁμοίως δὲ καὶ ὁ μετρητὴς οβʹ ἐστὶ ξεστῶν· καὶ τὸ μέτρον τὸ ἅγιον, ὅ τε ὑγρὸς μετρητὴς καὶ ἡ ἀρτάβη τοῦ γεννήματος· ἀρτάβη δὲ ἐκλήθη ἀπὸ τοῦ παρ᾽ Αἰγυπτίοις ὀρτόβ, ὅ ἐστι καλῶς συγκείμενον.

Μέτρα γʹ τὸ μικρὸν γομόρ, ὅ ἐστι ξεστῶν ϛʹ· ὥστε εἶναι τὸ ιʹʹ τῆς ἀρτάβης. Τρία μέτρα σεμιδάλεως. ταῦτα τὰ τρία μέτρα ἕκαστον γομὸρ ἐχώρει. τὸ δὲ γομὸρ δέκατον ἦν τοῦ μεγάλου μέτρου, τουτέστι τῆς ἀρτάβης· ὃ γίνεται ζʹ ξέσται καὶ εʹʹ· ὥστε εἶναι τὸ αὐτὸ μέτρον τοῦ γομόρ. τρία μέτρα πάλιν ὑπῆρχεν, ἃ ἐγίνοντο ἀπὸ ξεστῶν βʹ· καὶ γίνονται ιεʹ. καὶ τὸ μὲν μέτρον τοῦτον ἔχει τὸν τρόπον.

Περὶ κόρου, ὃς καὶ χὸρ λέγεται. Ὁ κόρος εἴληπται ἐκ τῆς Ἑβραΐδος διαλέκτου, ὃς καλεῖται χόρ· εἰσὶ δὲ μόδιοι λʹ. χὸρ δὲ λέγεται ἀπὸ τῆς τοῦ βουνοῦ ὑποθέσεως· χορίον γὰρ λέγεται βουνός· βουνισθέντες γὰρ οἱ λʹ μόδιοι φορτίον ποιοῦσι καμήλου.

Περὶ τοῦ λεκὲθ ἢ θεκέλ. Λεκέθ, ὡς ἐν τῷ Ὡσηὲ τῷ προφήτῃ εἴρηται ὅτι ἐμισθωσάμην ἐμαυτῷ λεκὲθ κριθῆς. ἐν ἀντιστροφῇ δὲ γομὸρ κριθῶν τὸ αὐτὸ μέν ἐστι, πεντεκαίδεκα δὲ μόδιοι σημαίνονται. λεκὲθ δὲ ἀπὸ τῆς τῶν Ἑβραίων φωνῆς εἴρηται, ὅ ἐστιν ἔπαρμα ἀπὸ τοῦ δύνασθαι νεανίαν ἐπάραντα ιεʹ μοδίους σίτου ἢ κριθῆς καὶ ἐπιτιθέναι τῷ ὄνῳ. τὸ δ᾽ αὐτὸ καὶ γομὸρ καλεῖται· ἔστι γὰρ τὸ μέγα, ὅπερ ἐκ τῆς Ἑβραΐδος διαλέκτου γομὸρ καλεῖται. ἔστι δὲ καὶ μικρὸν γομὸρ μοδίων δώδεκα.

Περὶ βάδου ἢ βάτου. Βάδον καλεῖται ὑγρὸν ξεστῶν πεντήκοντα, καὶ αὐτὸ ἀπὸ τῆς Ἑβραΐδος διαλέκτου παρηγμένον, συνωνύμως τῷ ἐλαιοτριβίῳ καλουμένῳ βήθ· βάδα γὰρ ἑρμηνεύεται ἐλαιοτριβίον· ἔστι δὲ ξεστῶν πεντήκοντα· τὸ δὲ μέτρον ἐστὶ τοῦ ἐλαίου ἐργασίου.

Περὶ μνασίδος ἢ μεδίμνου. Μνασὶς καὶ μέδιμνος, οἶμαι, ἐκ Ῥωμαϊκῆς γλώσσης παρήχθησαν· τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν αὐτῇ τῇ γλώσσῃ. μνασὶς τοίνυν παρὰ Κυπρίοις μετρηταῖον καὶ παρ᾽ ἄλλοις ἔθνεσι. εἰσὶ δὲ δέκα μόδιοι σίτου ἢ κριθῆς.