Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η μετάφραση των Εβδομήκοντα και η χρονολογία των Πτολεμαίων

Ιστορική αφήγηση για τη μετάφραση των Γραφών στην Αλεξάνδρεια επί Πτολεμαίου Φιλαδέλφου, τη μέθοδο και τα ονόματα των Εβδομήκοντα Δύο μεταφραστών, καθώς και η χρονολογική διαδοχή των Πτολεμαίων βασιλέων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 2 από 7

Αὗται τοίνυν αἱ εἴκοσι καὶ ἑπτὰ εἴκοσι δύο δὲ ἀριθμούμεναι μετὰ καὶ τοῦ Ψαλτηρίου καὶ τῶν ὄντων ἐν τῷ Ἱερεμίᾳ φημὶ δὲ καὶ τῶν Θρήνων καὶ τῶν ἐπιστολῶν Βαρούχ τε καὶ Ἱερεμίου, εἰ καὶ οὐ κεῖνται αἱ ἐπιστολαὶ παρ᾽ Ἑβραίοις, ἢ μόνον ἡ τῶν Θρήνων τῷ Ἱερεμίᾳ συναφθεῖσα, τὸν τρόπον ὃν εἴπομεν ἡρμηνεύθησαν κατὰ περίοδον ἑκάστῃ ζυγῇ ἑρμηνευτῶν ἐπιδιδόμεναι καὶ ἀπὸ τῆς πρώτης ζυγῆς τῇ δευτέρᾳ καὶ πάλιν ἀπὸ τῆς δευτέρας τῇ τρίτῃ καὶ οὕτω παρῆλθον κυκλεύουσαι ἑκάστη τριακοντάκις καὶ ἑξάκις ἑρμηνευθεῖσαι, ὡς δ᾽ ᾄδεται λόγος καὶ αἱ εἴκοσι δύο καὶ ἑβδομήκοντα δύο τῶν ἀποκρύφων.

Ὅτε δὲ ἐτελειώθησαν ἐκαθέσθη ὁ βασιλεὺς ἐπὶ θρόνου ὑψηλοῦ καὶ τριάκοντα ἓξ ἀναγνῶσται καὶ αὐτοὶ ἐκαθέσθησαν ταπεινότερον, ἔχοντες ἑκάστης βίβλου τὰ τριάκοντα ἓξ ἰσότυπα καὶ εἷς ἔχων τῆς βίβλου τῆς ἑβραικῆς ἀντίγραφον. Ἑνὸς δὲ ἀναγινώσκοντος ἀναγνώστου καὶ τῶν ἄλλων ἐπεχόντων οὐχ εὑρέθη διαφωνία, ἀλλὰ Θεοῦ θαυμάσιον ἔργον εἰς τὸ γνωσθῆναι, ὅτι πνεύματος ἁγίου ἔσχον δωρεὰν ἐκεῖνοι οἱ ἄνδρες ὁμοφωνήσαντες ἐν τῇ ἑρμηνείᾳ καὶ ὅπου μὲν προσέθεντο λόγον πάντες ὁμοῦ προσέθεντο, ὅπου δὲ ἀφείλοντο πάντες ἐπ᾽ ἴσης ἀφείλοντο. Καὶ ὧν μὲν ἀφείλοντο οὐκ ἔστι χρεία, ὧν δὲ προσέθεντο ἔστι χρεία. Εἰς δὲ τὸ γενέσθαι σοι σαφὲς τὸ εἰρημένον, ὅτι θαυμαστῶς κατὰ Θεοῦ οἰκονομίαν καὶ ἐκ συμφωνίας πνεύματος ἁγίου συμφώνως ἡρμήνευσαν, καὶ πρὸς ἀλλήλους οὐ διηνέχθησαν, ὅπως ἂν ἐκ τούτου γνοὺς καὶ πεισθεὶς συναινέσῃς τῷ ἡμετέρῳ λόγῳ παρέξω σοι ἐνταῦθα διὰ μικροῦ λόγου τὴν τούτων ἀπόδειξιν. Ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ ψαλμῷ ἔκειτο ἐν τῷ ἑβραϊκῷ οὕτως «Ἀδωναῒ ἐλὰχ καριθὶ ἰσμαὴλ ἰεββητὰ ἀκὼλ», ἅ ἐστιν ἑρμηνευόμενα «Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ». Οὐκ ἔχει δὲ τὸ ἑβραϊκὸν «τῆς δεήσεώς μου». Ὅρα οὖν, πῶς χωλὸν εὑρίσκεται.

Οἱ δὲ ἑβδομήκοντα δύο ἑρμηνευταὶ προστεθεικότες τὸ «τῆς δεήσεώς μου» ἀχώλαντον ἐποίησαν τὸν στίχον καὶ ἡρμήνευσαν «Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου». Καὶ ὅρα πῶς εὐδιόρθωτος ᾄδεται ὁ ψαλμός. Ἐπίστηθι τοίνυν ἀπὸ τοῦ βραχυτάτου λόγου τοῖς ὁμοίοις αὐτῶν κατὰ τὴν προσθήκην πανταχοῦ ὑπὸ τῶν αὐτῶν ἑρμηνευτῶν κειμένοις, ὅτι καλῶς οἱ λόγοι προσετέθησαν εἰς φράσιν καὶ ὠφέλειαν τῶν μελλόντων ἐθνῶν εἰς τὴν τοῦ Θεοῦ πίστιν ἄγεσθαι καὶ τὴν ἐκ τῶν θείων λόγων τῆς παλαιᾶς καὶ νέας διαθήκης κτᾶσθαι ζωῆς κληρονομίαν.

Τῷ δ᾽ αὐτῷ τρόπῳ ὁ Ὠριγένης καλῶς ποιῶν, ὡς περὶ τοῦ ἀστερίσκου ἐποίησεν, οὕτως καὶ περὶ τοῦ ὀβελοῦ τὴν σημείωσιν ἐποιήσατο. Εἴθε οὖν καὶ τὰ ἄλλα οὕτω καλῶς ἐποίησε. Τὰς γὰρ ἓξ ἑρμηνείας καὶ τὴν ἑβραϊκὴν γραφὴν ἑβραϊκοῖς στοιχείοις καὶ ῥήμασιν αὐτοῖς ἐν σελίδι μιᾷ συντεθεικώς, ἄλλην σελίδα ἀντιπαρέθετο δι᾽ ἑλληνικῶν μὲν γραμμάτων ἑβραϊκῶν δὲ λέξεων πρὸς κατάληψιν τῶν μὴ εἰδότων ἑβραϊκὰ στοιχεῖα εἰς τὸ διὰ τῶν ἑλληνικῶν εἰδέναι τῶν ἑβραϊκῶν λογίων τὴν δύναμιν. Καὶ οὕτω τοῖς λεγομένοις ὑπ᾽ αὐτοῦ ἑξαπλοῖς ἢ ὀκταπλοῖς τὰς μὲν δύο ἑβραϊκὰς σελίδας καὶ τὰς ἓξ τῶν ἑρμηνευτῶν ἐκ παραλλήλου ἀντιπαραθεὶς μεγάλην ὠφέλειαν γνώσεως ἔδωκε τοῖς φιλοκάλοις. Εἴθε δὲ καὶ ἐν τοῖς αὐτοῦ συντάγμασι μὴ παρέπεσε καὶ τὸν κόσμον καὶ ἑαυτὸν ἠδίκησε κακῶς δογματίσας τὰ περὶ πίστεως καὶ τὰ πλεῖστα τῶν γραφῶν κακῶς φράσας. Ἀλλὰ περὶ τοῦ ὀβελοῦ αὖθις ἐπιλήψομαι τῆς διηγήσεως. Ἔφαμεν οὖν, ὅτι ὁ ὀβελὸς λόγχη λέγεται· ξίφος δέ ἐστι τοῦτο ἀναιρετικόν. Ἔνθα τοίνυν ἡ λέξις εὑρίσκεται παρὰ μὲν τοῖς ἑβδομήκοντα δύο κειμένη ἐν δὲ τῷ ἑβραϊκῷ μὴ ἐμφερομένη, ἐκ τῆς τοῦ ὀβελοῦ σημειώσεως τοῦ τῇ λέξει παρακειμένου δηλοῦται ὅτι ἀνῄρηται ὁ λόγος ἀπὸ τοῦ γεννητικοῦ τόπου, ἤτοι τοῦ ἐδάφους τῆς γραφῆς, ὡς μὴ ὑπάρχων ἐν τῷ τόπῳ τῆς βίβλου. Καὶ ταῦτα μὲν περὶ τοῦ ἀστερίσκου καὶ τοῦ ὀβελοῦ διηγησάμην.

Λοιπὸν καὶ περὶ τοῦ λιμνίσκου καὶ ὑπολιμνίσκου διηγητέον. Λιμνίσκον γοῦν, τὸν οὕτω γραφόμενον ὡς ἔχει τὸ προκείμενον σημεῖον ⁝, ὅ ἐστι γραμμὴ μία μεσολαβουμένη ὑπὸ κεντημάτων δύο, εἴτ᾽ οὖν στιγμῶν, μιᾶς μὲν ἐπάνω οὔσης, τῆς δὲ ἄλλης ὑποκάτω, παρὰ ἰατροῖς φυσιολογικῶς ηὑρῆσθαί φασι, καὶ ὠνομάσθαι ἀπὸ τῆς κατὰ τὸ σῶμα χειρουργίας, δύο μὲν ἁπλῶν τομῶν διαιρουμένων εἴτ᾽ οὖν τεμνομένων, μέσον δὲ τῶν δύο διαιρέσεων τοῦ τμηθέντος τόπου διὰ τὰς παρ᾽ ἑκατέρας ἁπλᾶς δύο τομὰς ὀβελοῦ σχῆμα τοῦ σώματος ἀποτελοῦντος. Μοτοῦ δὲ (ὅ ἐστι λινοῦν ῥάκος, εἰς λεπτὸν καὶ μακρὸν σχῆμα ἀποτμηθὲν) ἐμβαλλομένου ἀπὸ τῆς μιᾶς διαιρέσεως καὶ εἰς τὴν ἄλλην διαπερῶντος, λιμνίσκος ὑπ᾽ αὐτῶν τῶν ἰατρῶν καλῶς ἐκλήθη διὰ τὸ λιμνάζειν κλυζόμενον τὸν μοτὸν ἐν τοῖς τοῦ τόπου ὑγροῖς.

Διὸ καὶ τοῦτο τὸ τοῦ σημείου σχῆμα τοῖς θείοις λόγοις παρέθετο, ἵν᾽, ὅτε σπανίως που εὕροις ἐν τῇ τῶν ἑβδομήκοντα δύο ἑρμηνείᾳ διαφωνοῦσαν λέξιν, οὐ μὴν δὲ ἐλλείπουσαν οὐδὲ προστεθειμένην ταῖς ὁμοίαις αὐτῇ λέξεσι, γνοίης ὅτι ὑπὸ μιᾶς ζυγῆς ἢ δύο αὕτη ἡρμηνεύθη ἡ λέξις διὰ τὰ παρακείμενα δύο κεντήματα. Καλεῖται δὲ ταῦτα συναμφότερα ἢ ὅμοια. Ἵνα δὲ καὶ τοῦτο λεῖόν σοι εἴη καὶ εὐπερίδρακτον καὶ περὶ τούτου ἐρῶ. Ὅταν εὕρῃς ὡς ἐν ἑβδομηκοστῷ ψαλμῷ ἐμφέρεται «τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου» ἀντὶ τοῦ «ἀναγγελεῖ τὴν δικαιοσύνην σου», «ἀναγγελεῖ τὰς δικαιοσύνας σου». Πάλιν δὲ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ «καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ». Ἀντὶ δὲ τούτου πρόκειται, καὶ «ἔντιμον τὸ ὄνομα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτοῦ». Καὶ οὕτως εἰς πολλοὺς τόπους εὕροις οὐδὲν μὲν ἐλλιπὲς ὑπάρχον οὐδὲ παρηλλαγμένον, ἀλλὰ τὸ αὐτὸ μὲν ὑπάρχον διαφόρως δὲ ὀνομαζόμενον, ὡς εἶναι οὐ παρὰ ταῦτα ἄλλα συναμφοτέρως ἐκφωνούμενα. Οὕτω διὰ τὸν λιμνίσκον ἐσημειώθη ὡς παρὰ μιᾷ ζυγῇ ἢ δυσὶ ζυγαῖς εὑρεθέντος τοῦ οὕτως ἐκφωνηθέντος λόγου. Καὶ ταῦτα πάλιν περὶ λιμνίσκου εἴπομεν.

Τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ ὑπολιμνίσκου δηλώσομεν, ὅπως γνῷς, ὅτι ὅπου εὑρίσκεται τὸ σημεῖον τοῦτο ὑποκείμενον, ὃ ἐστὶν ἁπλῆ γραμμή, ὀβελοῦ τὸ σχῆμα ἔχουσα, ὑποκειμένην δὲ ἔχουσα στιγμὴν ἤγουν κέντημα, τοῦτο τὸ σημεῖον τοῦ ὑπολιμνίσκου τύπον δηλοῖ. Ὅπου οὖν εὑρεθῇ λέξει τινὶ παρακείμενος, δηλοῦται ὑπὸ μιᾶς που ζυγῆς ἑρμηνευτῶν ἐξενεχθεὶς ὁ λόγος, καθ᾽ ὃ ἡ μία στιγμὴ ὑποφαίνει. Καί ἐστι καὶ αὐτὸ συναμφότερον ἢ συνάδελφον τῇ λέξει, ᾗ ἐπίκειται. Αὕτη ἐστὶν ἡ ἡμῶν περὶ ἀστερίσκου καὶ ὀβελοῦ καὶ λιμνίσκου καὶ ὑπολιμνίσκου φράσις, φιλοκαλώτατε.

Δεῖ δὲ ἡμᾶς καὶ αὐτῶν τῶν εἰρημένων τὴν ὑπόθεσιν δηλῶσαι. Χρησιμεύσει γάρ σοι καὶ ἡ περὶ τούτων γνῶσις ἐξ αὐτῆς τῆς ἐπιβολῆς τῆς περὶ αὐτῶν διηγήσεως, ὑποδεικνύουσα τίς, πόθεν καὶ πότε καὶ γένους ποίου ἕκαστος αὐτῶν ὑπῆρξε, καὶ τοῦ ἑρμηνεῦσαι τίς αὐτῷ γέγονεν ἡ αἰτία.

Καὶ πρῶτοι μὲν ἑρμηνευταὶ γεγόνασι τῆς αὐτῆς θείας γραφῆς ἀπὸ ἑβραϊκῆς διαλέκτου εἰς ἑλληνίδα ἑβδομήκοντα δύο ἄνδρες τὸν ἀριθμόν, τὴν αὐτὴν πρώτην ἑρμηνείαν ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου ἑρμηνεύσαντες, οἵτινες ἐξελέγησαν ἐκ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ἓξ ἄνδρες κατὰ φυλήν, ὡς ἐξέδωκεν Ἀρισταῖος ἐν τῷ αὐτοῦ συντάγματι. † Τὰ δὲ ὀνόματα αὐτῶν ἐστι τάδε. Πρῶτον ἐκ φυλῆς Ῥουβὴν Ἰωσῆ, Ἐζεκίας, Ζαχαρίας, Ἰωάννης, Ἐζεκίας, Ἐλισσαῖος. Δεύτερον ἐκ φυλῆς Συμεὼν Ἰούδας, Σίμων, Σαμούηλος, Ἀδαῖος, Ματταθίας, Σελεμίας. Τρίτον ἐκ φυλῆς Λευὶ Νεεμίας, Ἰώσηφος, Θεοδόσιος, Βασαῖος, Ὀρνίας, Δάκις.

Τέταρτον ἐκ φυλῆς Ἰούδα Ἰωνάθαν, Ἀβραῖος, Ἐλισσαῖος, Ἀνανίας, Ζαχαρίας, Χελκίας. Πέμπτον ἐκ φυλῆς Ἰσσάχαρ Ἴσακος, Ἰάκωβος, Ἰησοῦς, Σαμβαταῖος, Σίμων, Λευίς. Ἕκτον ἐκ φυλῆς Ζαβουλὼν Ἰούδας, Ἰώσηφος, Σίμων, Ζαχαρίας, Ζαμούηλος, Σελεμίας. Ἕβδομον ἐκ φυλῆς Γὰδ Σαμβαταῖος, Σεδεκίας, Ἰάκωβος, Ἴσακος, Ἰεισίας, Ματθαῖος. Ὄγδοον ἐκ φυλῆς Ἀσὴρ Θεοδόσιος, Ἰάσων, Ἰησοῦς, Θεόδοτος, Ἰωάννης, Ἰωνάθαν. Ἔνατον ἐκ φυλῆς Δὰν Θεόφιλος, Ἄβραμος, Ἄρσαμος, Ἰάσων, Ἐνδεμίας, Δανίηλος. Δέκατον ἐκ φυλῆς Νεφθαλεὶμ Ἱερεμίας, Ἐλιέζερος, Ζαχαρίας, Βαναίας, Ἐλισσαῖος, Δαθαῖος. Ἑνδέκατον ἐκ φυλῆς Ἰωσὴφ Σαμούηλος, Ἰώσηφος, Ἰούδας, Ἰωνάθαν, Χαλέβ, Δοσίθεος. Δωδέκατον ἐκ φυλῆς Βενιαμὶν Ἴσαλος, Ἰωάννης, Θεοδόσιος, Ἄρσαμος, Ἀβῖτος, Ἐζεκιήλ.

Ταῦτά ἐστι τὰ ὀνόματα, ὧν προείπομεν ἑβδομήκοντα δύο ἑρμηνευτῶν. † Περὶ ὧν ἀνωτέρω διὰ τῶν ἀστερίσκων καὶ τῶν ὀβελῶν καὶ περὶ τῶν ἄλλων ἑρμηνευτῶν, τοῦτ᾽ ἔστιν Ἀκύλα καὶ Συμμάχου καὶ λοιπῶν ἀπὸ μέρους διηγησάμεθα, ἐνταῦθα δὲ καὶ τὰς αἰτίας σοι δηλώσομεν φιλοκαλώτατε.

Ὁ γὰρ μετὰ τὸν πρῶτον Πτολεμαῖον δεύτερος βασιλεύσας Ἀλεξανδρείας Πτολεμαῖος, ὁ ἐπικληθεὶς Φιλάδελφος, ὡς προείρηται, φιλόκαλός τις ἀνὴρ καὶ φιλόλογος γεγένηται, ὅστις βιβλιοθήκην κατασκευάσας ἐπὶ τῆς αὐτῆς Ἀλεξάνδρου πόλεως ἐν τῷ Βρουχίῳ καλουμένῳ (κλῖμα δὲ ἔστι τοῦτο τῆς αὐτῆς πόλεως ἔρημον τανῦν ὑπάρχον) ἐνεχείρισε Δημητρίῳ τινὶ τῷ Φαλαρηνῷ τὴν αὐτὴν βιβλιοθήκην, προστάξας συναγαγεῖν τὰς πανταχοῦ γῆς βίβλους, γράψας ἐπιστολὰς καὶ προσλιπαρήσας ἕκαστον τῶν ἐπὶ γῆς βασιλέων τε καὶ ἀρχόντων τοὺς ὑπὸ τὴν αὐτοῦ βασιλείαν τε καὶ ἀρχὴν μὴ κατοκνῆσαι ἀποστεῖλαι ποιητῶν τε λέγω καὶ λογογράφων, ῥητόρων τε καὶ σοφιστῶν καὶ ἰατρῶν καὶ ἰατροσοφιστῶν καὶ ἱστοριογράφων καὶ λοιπῶν βίβλους. Τοῦ δὲ ἔργου προκόπτοντος καὶ τῶν βιβλίων πανταχόθεν συναγομένων, ἠρώτησεν ὁ βασιλεὺς τὸν τὴν βιβλιοθήκην πεπιστευμένον ἐν μιᾷ τῶν ἡμερῶν, ὅτι πόσαι δ᾽ ἂν εἶεν βίβλοι αἱ ἤδη ἐν τῇ βιβλιοθήκῃ συναχθεῖσαι.

Ὁ δὲ ἀπεκρίθη τῷ βασιλεῖ λέγων ὅτι ἤδη μέν εἰσι μυριάδες πέντε βιβλίων καὶ τετρακισχίλιαι ὀκτακόσιαι πλεῖον ἢ ἔλασσον. Ἀκούομεν δὲ ἔτι πολὺ πλῆθος ἐν τῷ κόσμῳ ὑπάρχειν, παρά τε Αἰθίοψι καὶ Ἰνδοῖς, Πέρσαις τε καὶ Ἐλαμίταις καὶ Βαβυλωνίοις, Ἀσσυρίοις τε καὶ Χαλδαίοις, παρὰ Ῥωμαίοις τε καὶ Φοίνιξι, Σύροις τε καὶ τοῖς ἐν τῇ Ἑλλάδι Ῥωμαίοις οὔπω Ῥωμαίοις καλουμένοις ἀκμὴν ἀλλὰ Λατίνοις. Ἀλλὰ καὶ παρὰ τοῖς ἐν Ἱεροσολύμοις τε καὶ ἐν τῇ Ἰουδαίᾳ ὑπάρχουσι βίβλοι θεϊκαὶ τῶν προφητῶν, διηγούμεναι περὶ Θεοῦ καὶ τῆς κοσμοποιίας, καὶ τῆς ἄλλης πάσης κοινωφελοῦς διδασκαλίας. Εἰ οὖν δοκεῖ τῷ κράτει σου, βασιλεῦ, καὶ αὐτὰς μεταστείλασθαι, γράψον τοῖς ἐν Ἱεροσολύμοις διδασκάλοις καὶ ἀποστελοῦσί σοι, ὅπως καὶ τὰς αὐτὰς βίβλους καταθῶ ἐν τῇ αὐτῇ τῆς σῆς εὐσεβείας βιβλιοθήκῃ. Τότε τοίνυν γράφει ὁ βασιλεὺς ἐπιστολὴν ἔχουσαν τάδε.

Βασιλεὺς Πτολεμαῖος τοῖς ἐν Ἱεροσολύμοις τῶν Ἰουδαίων διδασκάλοις πλεῖστα χαίρειν. Βιβλιοθήκην κατασκευάσας καὶ πλῆθος συναγαγὼν βιβλίων ἐξ ἑκάστου ἔθνους, ἐν αὐτῇ ἀπεθέμην. Ἀκούσας δὲ ὡς καὶ παρ᾽ ὑμῖν ἐμφέρονται βίβλοι προφητῶν περὶ Θεοῦ τε καὶ κοσμοποιίας δηλοῦσαι, καὶ ταύτας ἅμα ταῖς ἄλλαις ἀφιερῶσαι ἐπιθυμῶν, γέγραφα, ὅπως ταύτας ἡμῖν ἀποστείλητε. Ὅτι γὰρ τιμῆς ἕνεκεν καὶ οὐ περιεργείας χάριν οὐδὲ κακονοίας τῆς τοιαύτης αἰτίας εἰμὶ ἐπιθυμητής, ἀλλὰ πίστεως ἕνεκα καὶ τῆς περὶ ὑμᾶς φιλίας τὴν τούτων αἴτησιν ποιοῦμαι ἐκ τῆς πάλαι ὑφ᾽ ἡμῶν περὶ ὑμᾶς γενομένης εὐνοίας ἀναμνησθέντες εἴσεσθε. Μέμνησθε γάρ που ὡς αἰχμαλώτων πολλῶν ἐκ τῆς ὑμετέρας πατρίδος ληφθέντων καὶ εἰς Αἴγυπτον τὴν ἡμετέραν πατρίδα ἀχθέντων ἀνῆκα, καὶ μετ᾽ ἐφοδίων πολλῶν καὶ θεραπείας οὐ τῆς τυχούσης ἐπιμελησάμενος αὐτῶν ἐλευθέρους ἀπέπεμψα.

Ἀλλὰ καὶ τοὺς ἐν αὐτοῖς πεπληγμένους ἰασάμενος ὡσαύτως ἀνῆκα καὶ τοὺς γυμνοὺς ἐνέδυσα. Καὶ νῦν δὲ τράπεζαν χρυσῆν μετὰ πολυτελεστάτης λιθίας κεκοσμημένην ἐξ ὁλκῆς ταλάντων ἑκατὸν ἀντὶ τῆς τραπέζης τῆς ληφθείσης ἀπὸ τοῦ ἁγίου τόπου Ἱεροσολύμων ἀπέστειλα, μετὰ καὶ δώρων καὶ κειμηλίων τῷ ἱερῷ τόπῳ. Τούτων τοίνυν τὴν διήγησιν ἐποιησάμην, ὅπως γνῶτε ὅτι ὑπὲρ εὐχῆς καὶ εὐσεβείας τὰς βίβλους αἰτῶ. Καὶ ἡ μὲν ἐπιστολὴ ἀπεστάλη καὶ τὰ ἀπεσταλμένα δῶρα ὡσαύτως. Αὐτοὶ δὲ δεξάμενοι τὴν ἐπιστολὴν καὶ ἀναγνόντες καὶ τὰ ἀπεσταλμένα θεασάμενοι διὰ χαρᾶς ἔσχον σφόδρα καὶ ἀμελλητὶ χρυσέοις γράμμασιν ἑβραϊκοῖς τὰς βίβλους μεταγραψάμενοι τὰς ἤδη μοι προτεταγμένας ἀπέστειλαν, εἴκοσι δύο μὲν τὰς ἐνδιαθέτους, ἑβδομήκοντα δύο δὲ τὰς ἀποκρύφους. Ὁ δὲ βασιλεὺς κομισάμενος καὶ ἐντυχὼν καὶ μὴ δυνάμενος ἀναγνῶναι τῶν στοιχείων ἑβραϊκῶν ὑπαρχόντων καὶ διαλέκτῳ τῇ ἑβραϊκῇ γεγραμμένων, δευτέραν ἐπιστολὴν ἀναγκάζεται αὐτοῖς γράψαι καὶ αἰτῆσαι ἑρμηνευτὰς τοὺς δυναμένους αὐτῷ φράσαι εἰς τὴν ἑλληνικὴν διάλεκτον τὰ τῆς ἑβραΐδος. Περιεῖχε δὲ ἡ ἐπιστολὴ τάδε.

Ὁ βασιλεὺς Πτολεμαῖος τοῖς τῆς εὐσεβείας διδασκάλοις τοῖς ἐν Ἱεροσολύμοις πλεῖστα χαίρειν. Θησαυροῦ κεκρυμμένου καὶ πηγῆς ἐσφραγισμένης τίς ὠφέλεια ἐν ἀμφοτέροις; οὕτω καὶ ἡ παρ᾽ ὑμῶν ἀπεσταλμένη ἡμῖν τῶν βιβλίων ὑπόθεσις. Ἡμῶν γὰρ μὴ δυναμένων ἀναγνῶναι τὰ παρ᾽ ὑμῶν ἡμῖν ἀπεσταλμένα εἰς οὐδὲν ὄφελος γενήσεται ἡμῖν τὸ τοιοῦτον. Ἀλλὰ καταξιώσατε ἑρμηνευτὰς ἡμῖν ἀποστεῖλαι τοὺς ἀπὸ νέας ὑμῖν ἡλικίας ἀκριβῶς τήν τε τῶν Ἑβραίων καὶ τῶν Ἑλλήνων πεπαιδευμένους γλῶσσαν. Τότε τοὺς προγεγραμμένους ἑβδομήκοντα δύο ἑρμηνευτὰς ἐκλεξάμενοι οἱ τῶν Ἑβραίων διδάσκαλοι ἀποστέλλουσι κατὰ τὸν τύπον, ὅν ποτε ἐποίησε Μωυσῆς, ἡνίκα ἀνῆλθεν εἰς τὸ ὄρος διὰ προστάγματος Κυρίου, ἀκούσας ὅτι «παράλαβε μετὰ σεαυτοῦ ἄνδρας ἑβδομήκοντα καὶ ἀνάβηθι εἰς τὸ ὄρος». Αὐτὸς δὲ διὰ τὴν πρὸς τὰς φυλὰς εἰρήνην, ἵνα μὴ ἐξ ἐνίων λάβῃ πέντε ἄνδρας, ἐξ ἄλλων ἓξ καὶ ποιήσῃ στάσιν ἐν ταῖς φυλαῖς, διενοήθη μᾶλλον ἑβδομήκοντα δύο παραλαβεῖν καὶ τῷ ἀριθμῷ προσθεῖναι. Τῷ αὐτῷ δὴ τρόπῳ, ὡς ἔφην, καὶ τούτους ἀπέστειλαν, οἵτινες ἡρμήνευσαν τὰς βίβλους ἐν τῇ Φαρίᾳ καλουμένῃ νήσῳ, καθάπερ ἄνω προείπομεν, ᾧ τρόπῳ ὑπεδείξαμεν. Καὶ οὕτως αἱ βίβλοι εἰς ἑλληνίδα μετενεχθεῖσαι ἀπετέθησαν ἐν τῇ πρώτῃ βιβλιοθήκῃ τῇ ἐν τῷ Βρουχίῳ οἰκοδομηθείσῃ, ὡς ἤδη ἔφην. Ἐγένετο δὲ αὐτῇ τῇ βιβλιοθήκῃ ἑτέρα, ἡ θυγάτηρ αὐτῆς ὀνομασθεῖσα ἄνω ἐν τῷ Σεραπείῳ.

Καὶ παρῆλθεν ὁ χρόνος τῶν δέκα Πτολεμαίων καὶ Κλεοπάτρας ἐτῶν διακοσίων καὶ πεντήκοντα καὶ ἐννέα.

Μετὰ δὲ τὸν πρῶτον Πτολεμαῖον τὸν Λάγου τὸν βασιλεύσαντα ἔτη τεσσαράκοντα καὶ μετὰ τὸ ἕβδομον ἔτος τοῦ δευτέρου Πτολεμαίου τοῦ καὶ Φιλαδέλφου ὁ ἀριθμὸς τῶν Πτολεμαίων καὶ τῶν ἐτῶν οὕτως. Πτολεμαῖος Φιλάδελφος ἔτη ληʹ, ἐφ᾽ οὗ ἐν τῷ ζʹ ἔτει αὐτοῦ πλείω ἢ ἐλάσσω οἱ προειρημένοι οβʹ ἑρμηνευταὶ τὰς γραφὰς ἡρμήνευσαν. Μετὰ δὲ τὸν χρόνον τῆς ἑρμηνείας τῶν γραφῶν τὰ ἔτη καὶ οἱ βασιλεῖς οὕτως. Πτολεμαῖος ὁ προειρημένος Φιλάδελφος ἔτη λοιπὰ λαʹ. Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κδʹ. Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη καʹ. Πτολεμαῖος Ἐπιφανὴς ἔτη κβʹ Πτολεμαῖος Φιλομήτωρ ἔτη λδʹ. Πτολεμαῖος ὁ Φιλόλογος καὶ Εὐεργέτης ἔτη κθʹ.

Πτολεμαῖος ὁ Σωτὴρ ἔτη ιεʹ. Πτολεμαῖος ὁ καὶ Ἀλεξᾶς ἔτη ιβʹ. Πτολεμαῖος ὁ τοῦ Ἀλεξᾶ ἀδελφός, ὁ ὑπὸ τῆς μητρὸς ἐξωσθεὶς ἔτη ηʹ. Πτολεμαῖος ὁ Διόνυσος ἔτη λαʹ. Κλεοπάτρα Πτολεμαίου θυγάτηρ ἔτη λβʹ, ἥτις Ἀντωνίῳ συνήφθη τῷ βασιλεῖ τῷ καὶ Ὀκταβίῳ. Ὁμοῦ ἔτη σνθʹ, ὡς ἄνω πρόκειται. Καὶ ἐπαύσαντο αἱ Λαγίδαι βασιλεῖς οἱ ἀπὸ τοῦ Λάγου καταγόμενοι Πτολεμαῖοι, ὑφ᾽ οὗ ἱππικὸν ἐν Ἀλεξανδρείᾳ κατασκευασθὲν μόνῃ Λάγιον ὠνομάσθη.