Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Η προδοσία, η δίκη και το σταυρικό πάθος

Μαρτυρίες που προαναγγέλλουν τη συνωμοσία των αρχόντων, την προδοσία του Ιούδα, την παράνομη δίκη, τον εμπαιγμό και τον σταυρικό θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 5 από 8

Καὶ Ιερεμιας λέγει· Μὴ σπήλαιον λῃστῶν ὁ οἶκος μου ἐστι; καὶ ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτοῖς; 〈μ〉 ὅτι ἐπιχυθήσεται αὐτῷ νάρδος— Ἐν τοῖς ᾌσμασι λέγει· Ἕως οὐ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ. 〈μα〉 ὅτι συναχθήσονται κατ᾽ αὐτοῦ— Δαυιδ ἐν τῷ 〈β〉 ψαλμῷ λέγει· Ἵνα τί ἐρρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτῶν.

Καὶ πάλιν ἐν τῷ 〈γ〉 ψαλμῷ λέγει· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτοῦ ἐν τῷ Θεῷ αὐτοῦ. Καὶ Ιερεμιας λέγει· Πνεῦμα πρὸ πρόσωπον ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὐ εἴπαμεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα.

Καὶ πάλιν λέγει· Ὅτι ἐνεχείρισαν λόγους εἰς σύλληψίν μου καὶ παγίδας ἔκριψάν μοι. Καὶ σύ, Κύριε, ἔγνως πᾶσαν αὐτῶν τὴν βουλὴν ἐπ᾽ ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου μὴ ἐξαλείψῃς. 〈μβ〉 ὅτι καταψευδομαρτυρήσουσι— Δαυιδ ἐν τῷ 〈λδ〉 ψαλμῷ λέγει· Ἀναστάντες μοι μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν.

Καὶ πάλιν ἐν τῷ 〈νη〉 ψαλμῷ λέγει· Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμὲ λύτρωσαί με· ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. 〈μγ〉 ὅτι Ιουδας προδώσει— Δαυιδ ἐν τῷ 〈μ〉 ψαλμῷ λέγει· Οἱ ἐχθροί μου εἶπον κακά μοι· πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. ἐπὶ τὸ αὐτὸ κατ᾽ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ᾽ ἐμοῦ ἐλογίζοντο κακά μοι, λόγον παράνομον κατέθεντο κατ᾽ ἐμοῦ.

Καὶ πάλιν· Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν. Καὶ πάλιν ἐν τῷ 〈να〉 ψαλμῷ λέγει· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον· ἠγάπησας κακίαν ὑπὲρ ἀγαθοσύνην.

Καὶ πάλιν ἐν τῷ 〈λζ〉 ψαλμῷ λέγει· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. 〈μδ〉 ὅτι ἐρεῖ ὁ Ιουδας· χαῖρε ῥαββί— Δαυιδ ἐν τῷ 〈νδ〉 ψαλμῷ λέγει· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει.

Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ 〈ρη〉 ψαλμῷ λέγει· Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη. 〈με〉 ὅτι ἀργυρίου πραθήσεται— Ζαχαριας λέγει· Ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν, δότε τὸν μισθόν μου τριάκοντα ἀργύρια.

Καὶ Ιερεμιας λέγει· Ἔδωκαν τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ισραηλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως. 〈μϛ〉 ὅτι δήσουσιν αὐτόν— Ησαϊας λέγει· Οὐαὶ τῇ ψυχῇ ὑμῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ᾽ ἑαυτῶν εἰπόντες· ὅτι δήσωμεν ἄνδρα δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.

Καὶ Σολομων λέγει· Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος. 〈μζ〉 ὅτι κρίνουσιν αὐτόν— Δαυιδ ἐν τῷ 〈ξη〉 ψαλμῷ λέγει· Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις.

Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ 〈ο〉 ψαλμῷ λέγει· Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Καὶ τὰ ἑξῆς. Καὶ Ησαϊας λέγει· Ἐπὶ τίνα ἀνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν;

Ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾷον καὶ ταπεινὸν καὶ ἡσύχιον. Καὶ πάλιν· Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ᾽ ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. οὐκ ἐγὼ παρῃτησάμην ἀλλ᾽ αὐτοὶ παρῃτήσαντό με. διὰ τοῦτο ἐγκαταλέλιπα τὸν οἶκόν μου. 〈μη〉 ὅτι ῥαπίσουσιν αὐτὸν καὶ ἐξουθενήσουσιν— Μιχαιας λέγει· Πατάξουσιν ἐπὶ σιαγόνα τὸν κριτὴν τοῦ Ισραηλ.

Καί· Βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προκυνήσουσιν αὐτόν. Καὶ ἀλλαχοῦ λέγει· Ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. 〈μθ〉 ὅτι φεύξονται οἱ ἀπόστολοι— Δαυιδ ἐν τῷ 〈λζ〉 ψαλμῷ λέγει· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν.

Καὶ πάλιν· Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ. Καί· Ἐζήτησα συλλυπούμενον, καὶ οὐκ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐκ εὗρον. 〈ν〉 ὅτι ἀρνήσεται Πετρος— Ησαϊας λέγει· Καὶ ἐφοβήθη ἀπὸ ἀνθρώπου θνητοῦ, οἳ ὡσεὶ χόρτος ἀποξηρανθήσονται· ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος. 〈να〉 ὅτι σταυρώσουσιν αὐτόν— Ιερεμιας λέγει· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.

Καὶ Ησαϊας λέγει· Ὡς πρόβατον ἐπὶ σφραγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ ἡ Σοφία λέγει· Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν. Καὶ πάλιν· Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων.

Καὶ Δαυιδ λέγει· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου. 〈νβ〉 ὅτι ἀκάνθαις στεφανώσουσιν αὐτόν— Ἐν τοῖς ᾌσμασι λέγει· Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Ιερουσαλημ, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ.

Καὶ Ησαϊας λέγει· Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. 〈νγ〉 ὅτι ὄξος καὶ χολὴν ποτίσουσιν αὐτόν— Δαυιδ ἐν τῷ 〈ξη〉 ψαλμῷ λέγει· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐποτισάν με ὄξος.

Καὶ Μωυσης λέγει· Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; Καὶ ἐν τοῖς ᾌσμασι λέγει· Εἰσῆλθεν εἰς τὸν κῆπόν μου, ἀδελφή μου, νύμφη μου· καὶ ἐτρύγησαν σμύρναν μου. Καὶ πάλιν· Χεῖρές μου ἔσταξαν σμύρναν, καὶ οἱ δάκτυλοι μου σμύρναν πλήρεις.

Καὶ πάλιν λέγει· Ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ. 〈νδ〉 ὅτι κόκκινον ἱμάτιον ἐνδύσουσιν αὐτόν— Ησαϊας λέγει· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδωμ, ἐρύθημα ἱμάτια αὐτοῦ ἐκ Βοσορ, οὗτος ὡραῖος ἐν στολῇ αὐτοῦ βία; ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; 〈νε〉 ὅτι σιωπήσει κρινόμενος— Δαυιδ ἐν τῷ 〈λζ〉 ψαλμῷ λέγει· Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.

Καὶ πάλιν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ Ησαϊας λέγει· Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι αὐτὸν οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγῃ τὸ στόμα αὐτοῦ ἐν τῇ ταπεινώσει. 〈νϛ〉 ὅτι χλευαστήσεται— Δαυιδ ἐν τῷ 〈ρη〉 ψαλμῷ λέγει· Εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.

Καὶ ἐν τῇ Σοφιᾳ λέγει· Εἰ ἐστι δίκαιος υἱὸς Θεοῦ, ἀντιλήψεται αὐτοῦ. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ καὶ παιδίον Κυρίου ἑαυτὸν ὀνομάζει. 〈νζ〉 ὅτι αὐτός ἐστιν ἡ ζωὴ ὁ κρεμμάμενος ἐπὶ ξύλου— Μωυσης λέγει· Ἔσται ἡ ζωή σου κρεμμαμένη ἐπὶ ξύλου ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσῃ τῇ ζωῇ σου.

Καὶ πάλιν λέγει· Ἐπικατάρατος πᾶς ὁ κρεμμάμενος ἐπὶ ξύλου. 〈νη〉 ὅτι ἀπάθεια τὸ πάθος αὐτοῦ— Ησαϊας βοᾷ λέγων· Ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτόν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς οἱ πάντες ἰάθημεν.

Καὶ ὁ Σιραχ λέγει· Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα. Καὶ Δαυιδ ἐν τῷ 〈ξγ〉 ψαλμῷ λέγει· Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν. 〈νθ〉 ὅτι ἐν νυκτί, ψύχους ὄντος καὶ ἀνθρακιᾶς κειμένης, παθῇ ὁ Χριστός— Ζαχαριας λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ψῦχος, καὶ πάγος μίαν ἡμέραν ἔσται. 〈ξ〉 ὅτι δύσεται ὁ ἥλιος— Ζαχαριας πρῶτος λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐκ ἡμέρα οὐδὲ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.

Καὶ Ιωηλ λέγει· Πρὸ προσώπου αὐτοῦ συναχθήσεται ἡ γῆ καὶ σκοτισθήσεται ὁ οὐρανός· ἥλιος καὶ σελήνη συσκοτάσουσι καὶ τὰ ἄστρα δύσουσι τὸ φέγγος αὐτῶν. 〈ξα〉 ὅτι δύσεται ὁ ἥλιος μεσημβρίας— Αμως λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος ὁ Θεός, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ γῆς ἐν ἡμέρᾳ τὸ φῶς αὐτοῦ, καὶ μεταστρέψει τὰς ἑορτὰς ἡμῶν εἰς πένθος. 〈ξβ〉 ὅτι τὰ ἱμάτια αὐτοῦ διαμερίσονται— Δαυιδ ἐν τῷ 〈ξα〉 ψαλμῷ λέγει· Διαμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 〈ξγ〉 ὅτι συσταυρωθήσεται λῃσταῖς— Ησαϊας λέγει· Καὶ μετὰ ἀνόμων ἐλογίσθη, καὶ παρεδώθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ. 〈ξδ〉 ὅτι τὴν πλευρὰν αὐτοῦ ἐκκεντήσουσιν— Ζαχαριας λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. 〈ξε〉 ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται— Μυωσης λέγει· Ὀστοῦν οὐ συντριβήσεται ἀπ᾽ αὐτοῦ. 〈ξϛ〉 ὅτι ἐκ τῆς πλευρὰς αὐτοῦ ὕδωρ ῥυήσεται εἰς βαπτίσματος τύπον— Ησαϊας λέγει· Ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. 〈ξζ〉 ὅτι ἐν πέτρᾳ τεθήσεται— Ησαϊας λέγει· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. 〈ξη〉 ὅτι λίθος ἡ θύρα τοῦ μνήματος— Ὁ αὐτὸς λέγει· Καὶ ἐπέθηκαν λίθον ἐπ᾽ ἐμέ. 〈ξθ〉 ὅτι σφραγίσουσιν— Δανιηλ λέγει· Καὶ ἤνεγκαν λίθον ἕνα καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐν τῷ δακτυλίῳ τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ Δανιηλ. 〈ο〉 ὅτι θέρους ἀρχομένου ἔσται τὸ πάθος αὐτοῦ, μηνὶ τῷ καθ᾽ ἡμᾶς Μαρτίῳ— Ἐν τοῖς ᾌσμασι λέγει· Ὁ καιρὸς παρῆλθεν· ἐπορεύθη ἑαυτῷ τὰ ἔθνη.