Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ τῶν ιβ΄ λίθων

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Εισαγωγή και οι πρώτοι πέντε λίθοι

Εισαγωγική αναφορά στους δώδεκα λίθους και περιγραφή της προέλευσης και των ιδιοτήτων του σαρδίου, του τοπαζίου, του σμαράγδου, του άνθρακα και του σαπφείρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 1 από 3

[Τοῦ ἁγίου Ἐπιφανίου περὶ τῶν ἐν τῷ λογίῳ τοῦ ἱερέως ἐμπεπηγμένων ιβʹ λίθων.] Σάρδιον, τὸ Βαβυλώνιον καλούμενον, πυρωπὸς μέν ἐστι καὶ αἱματώδης, γίνεται δὲ ἐν Βαβυλῶνι τῇ πρὸς Ἀσσυρίους γῇ. Διαυγὴς δέ ἐστι, δυνάμεως θεραπευτικῆς, ᾧ κέχρηνται οἱ ἰατροὶ πρὸς οἰδήματα καὶ πληγὰς ἀπὸ σιδήρου γενομένας ἀποχριόμενοι.

Τοπάζιον ἐρυθρὸς μέν ἐστιν ὑπὲρ τὸν ἄνθρακα λίθον, γίνεται δὲ ἐν Τοπάζῃ πόλει τῆς Ἰνδικῆς. Τριβόμενος δὲ ἐν ἰατρικῇ ἀκόνῃ, οὐκ ἐρυθρὸν ἀποδίδωσι κατὰ τὸ χρῶμα χυμὸν, ἀλλὰ γαλακτώδη. Ἐμπίπλησι δὲ κρατῆρας καὶ πολλοὺς, ὅσους ἂν ἐθέλῃ ὁ ὑποτρίβων, καὶ οὔτε τῷ στάθμῳ, οὔτε τῇ περιφερείᾳ ἐλαττοῦται. Χρησιμεύει δὲ (ὁ τριβόμενος) ἐξ αὐτοῦ χυμὸς εἰς πάθη ὀφθαλμῶν, καὶ πρὸς τὰς ὑδρομανίας πινόμενος, καὶ τοῖς ἀπὸ σταφυλῆς θαλασσίας μαινομένοις.

Σμάραγδος χλωρὸς μέν ἐστιν, ἐν δὲ τοῖς ὄρεσι τοῖς Ἰνδικοῖς ὀρύγοντες οἱ βάρβαροι, κόπτουσιν αὐτόν. Ἡ δὲ δύναμις αὐτοῦ, εἰς τὸ ἐσοπτρίζεσθαι τὰ πρόσωπα. Ἄνθραξ ὀξυφοινισσὸς μέν ἐστι τῷ εἴδει, γίνεται δὲ ἐν Καρχηδόνι τῆς Λιβύας, ἥτις Ἀφρικὴ λέγεται.

Φασὶ δὲ αὐτὸν οὐκ ἐν ἡμέρᾳ, ἀλλ᾽ ἐν νυκτὶ εὑρίσκεσθαι· πόῤῥωθεν γὰρ δίκης λαμπάδος ἢ ἄνθρακος σπινθηρακίζων, ἐπὶ ὥραν καταπαύεται. Ἐπιγνόντες δὲ οἱ τοῦτον ζητοῦντες, ὅτι οὗτός ἐστιν, ἀπέρχονται πρὸς τὴν αὐγὴν αὐτοῦ, καὶ εὑρίσκουσιν αὐτόν. Βασταζόμενος δὲ ὁποίοις ἂν ἱματίοις καταλυφθῇ, ἡ αὐγὴ αὐτοῦ ἔξω τῆς παρεμβολῆς φαίνει.

Σάπφειρος πορφυρίζων μέν ἐστι, γίνεται δὲ ἐν Αἰθιοπίᾳ καὶ Ἰνδίᾳ. Τριβόμενος δὲ, φύματα καὶ ψύδρας ἰᾶται σὺν γάλακτι ἐπιχριόμενος τοῖς εἱλκωμένοις τόποις. Καὶ ἡ ἐν τῷ ὄρει δὲ τῷ Μωϋσῇ δοθεῖσα νομοθεσία, ἐπὶ λίθῳ σαπφείρῳ λέγεται πεφηνέναι.