Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ βίου καὶ τελευτῆς τῶν προφητῶν
Οι τέσσερις μεγάλοι προφήτες
Ο βίος, οι προφητείες, η ασκητική διαγωγή και το μαρτύριο των μεγάλων προφητών Ησαΐα, Ιερεμία, Ιεζεκιήλ και Δανιήλ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι τέσσερις μεγάλοι προφήτες
Ο βίος, οι προφητείες, η ασκητική διαγωγή και το μαρτύριο των μεγάλων προφητών Ησαΐα, Ιερεμία, Ιεζεκιήλ και Δανιήλ.
ζʹ. Ἡσαΐας ὁ προφήτης· ἐγεννήθη μὲν ἐν Ἱερουσαλὴμ ἐκ φυλῆς Ἰούδα· θνήσκει δὲ ὑπὸ Μανασσῆ τοῦ βασιλέως Ἰούδα πρισθεὶς εἰς δύο καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥωγὴλ ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων, ὧν ἀπώλεσεν Ἐζεκίας ὁ βασιλεὺς χώσας αὐτά. Ὁ δὲ θεὸς τὸν Σιλωὰμ διὰ τὸν προφήτην ἐποίησεν, ὅτι πρὸ τοῦ θανεῖν ὀλιγωρήσας προσηύξατο πιεῖν ὕδωρ· καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ ζῶν ὕδωρ. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. Καὶ ἐπὶ Ἐζεκίου τοῦ βασιλέως πρὸ τοῦ ποιῆσαι αὐτὸν τοὺς λάκκους καὶ τὰς κολυμβήθρας ἐπὶ εὐχῇ τοῦ προφήτου Ἡσαΐου μικρὸν ὕδωρ ἐξελήλυθεν, ὅτι ἦν ὁ λαὸς ἐν συγκλεισμῷ τῶν ἀλλοφύλων καὶ ἵνα μὴ διαφθαρῇ ἡ πόλις ὡς μὴ ἔχουσα ὕδωρ. Ἠρώτων γὰρ οἱ πολέμιοι πόθεν πίνουσιν; οὐ γὰρ ἤδεισαν. Ἔχοντες γὰρ τὴν πόλιν παρεκαθέζοντο τῷ Σιλωάμ· ὁπότε οὖν οἱ Ἰουδαῖοι ἤρχοντο, ἀντλεῖν ἐξήρχετο αὐτοῖς ὕδωρ καὶ ὑδρεύοντο, οἱ δὲ ἀλλόφυλοι οὐχ εὕρισκον. Ἔφευγε γὰρ τὸ ὕδωρ. Διὸ καὶ ἕως τῆς σήμερον αἰφνιδίως ἐξέρχεται, ἵνα δειχθῇ τὸ μυστήριον. Καὶ ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ λαὸς πλησίον αὐτὸν ἐπιμελῶς ἔθαψαν ἐνδόξως, ἵνα διὰ τῶν εὐχῶν αὐτοῦ ἕως τέλους ἔχουσι τὴν ἀπόλαυσιν τοῦ ὕδατος.
Καὶ χρησμὸς γὰρ ἐδόθη αὐτοῖς περὶ αὐτοῦ. Ἔστι δὲ ὁ τάφος Ἡσαΐου τοῦ προφήτου ἐχόμενα τοῦ τάφου τῶν βασιλέων ὀπίσω τοῦ τάφου τῶν ἱερέων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομῶν γὰρ οἰκοδομῶν τὴν Ἱερουσαλὴμ ἐποίησε τοὺς τάφους τῶν βασιλέων τοῦ Δαυὶδ διαγράψαντος αὐτούς· ἔστι δὲ κατ᾽ ἀνατολὰς τῆς Σιών, ἥ τις ἔχει εἴσοδον ἀπὸ Γαβαὼθ μήκοθεν τῆς πόλεως σταδίους κʹ. Καὶ ἐποίησε σκολιὰν συνθετὴν ἀνυπονόητον· καὶ ἔστιν ἕως σήμερον τοῖς πολλοῖς ἀγνοουμένη.
ηʹ. Ἱερεμίας ὁ προφήτης ἦν ἐξ Ἀναθὼθ καὶ ἐν Τάφναις Αἰγύπτου λιθοβοληθεὶς ὑπὸ τοῦ λαοῦ ἐτελεύτησε. Κεῖται δὲ ἐν τόπῳ τῆς οἰκήσεως Φαραώ, ὅτι οἱ Αἰγύπτιοι ἐδόξασαν αὐτὸν εὐεργετηθέντες ὑπ᾽ αὐτοῦ. Ἀσπίδες γὰρ καὶ τῶν ὑδάτων οἱ θῆρες, οὓς καλοῦσιν οἱ Αἰγύπτιοι Νεφώθ, Ἕλληνες δὲ κροκοδίλους, οἳ ἦσαν αὐτοὺς θανατοῦντες· καὶ εὐξαμένου τοῦ προφήτου Ἱερεμίου ἐκωλύθη ἐκ τῆς γῆς ἐκείνης ὁ θυμὸς τῶν ἀσπίδων καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως τὸ ἔνεδρον τῶν θηρίων. Καὶ ὅσοι εἰσὶ πιστοὶ ἕως σήμερον εὔχονται ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ λαμβάνοντες τοῦ χοὸς δῆγμα ἀσπίδων θεραπεύουσιν καὶ αὐτὰ δὲ τὰ θηρία τοῦ ὕδατος φυγαδεύουσιν. Οὗτος ὁ προφήτης σημεῖον ἔδωκε τοῖς Αἰγύπτου ἱερεῦσιν λέγων, ὅτι δεῖ σεισθῆναι πάντα τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν τὰ χειροποίητα πάντα· ὅταν ἐπιβῇ ἐν Αἰγύπτῳ παρθένος λοχεύουσα σὺν βρέφει θεοειδεῖ, ὅπερ καὶ ἐγένετο αὐτοῖς.
Οὗτος ὁ προφήτης πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρπασεν τὴν κιβωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῇ πάντα καὶ ἐποίησεν αὐτὰ καταποθῆναι ἐν πέτρᾳ καὶ εἶπε τοῖς ἱερεῦσι τοῦ λαοῦ καὶ τοῖς πρεσβυτέροις παρεστῶσιν· “ἀπεδήμησε κύριος ἐκ Σινᾶ εἰς τοὺς οὐρανοὺς καὶ πάλιν ἐλεύσεται ἐν δυνάμει ἁγίᾳ. Καὶ τοῦτο σημεῖον ἔσται τῆς αὐτοῦ παρουσίας, ὅτε ξύλον πάντα τὰ ἔθνη προσκυνήσουσιν„. Εἶπε δὲ αὐτοῖς, ὅτι τὴν κιβωτὸν ταύτην οὐδεὶς ἀναπτύξει ἔτι ἱερέων ἢ προφητῶν, εἰ μὴ Μωϋσὴς ὁ ἐκλεκτὸς τοῦ θεοῦ, καὶ τὰς ἐν αὐτῇ πλάκας οὐδεὶς ἀναπλώσει εἰ μὴ Ἀαρών. Καὶ ἐν τῇ ἀναστάσει πρῶτον ἡ κιβωτὸς ἀναστήσεται, καὶ ἐξελεύσεται ἐκ τῆς πέτρας, καὶ τεθήσεται ἐν τῷ ὄρει Σινᾶ, καὶ πάντες οἱ ἅγιοι πρὸς αὐτὴν συναχθήσονται, ἐκεῖ ἐκδεχόμενοι τὸν κύριον, καὶ τὸν ἐχθρὸν φεύγοντες ἀνελεῖν αὐτὸν θέλοντα. Καὶ ἐσφράγισε τὴν πέτραν ἐν τῷ δακτύλῳ τὸ ὄνομα κυρίου· καὶ γέγονεν ὁ τύπος ὡς γλυφὴ σιδήρου. Καὶ νεφέλη ἐσκέπασε τὴν πέτραν καὶ οὐδεὶς νοεῖ τὸν τόπον ἐκεῖνον, ἀλλ᾽ οὔτε ἀναγνῶναι 〈δύναται〉 τὸ ὄνομα ἕως τῆς ἡμέρας ταύτης καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος τούτου. Καὶ ἔστιν ἡ πέτρα ἐν τῇ ἐρήμῳ, ὅπου ἡ κιβωτὸς πρῶτον γέγονε, μεταξὺ τῶν ὄρεων, ἐν οἷς κεῖνται Μωϋσὴς καὶ Ἀαρών· ἐν δὲ ταῖς νυξὶ νεφέλη ὡς πῦρ γίνεται ἐν τῷ τόπῳ ἐκείνῳ κατὰ τὸν τύπον τὸν ἀρχαῖον, ὅτι οὐ μὴ παύσεται ἡ δόξα τοῦ θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ.
θʹ. Ἰεζεκιὴλ ὁ προφήτης· οὗτος ἦν ἐκ γῆς Σαρηρᾶ ἐκ τῶν υἱῶν τῶν ἀρχιερέων, ἀπέθανε δὲ ἐκ τῇ γῇ τῶν Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας· πολλὰ προφητεύσας περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ· καὶ περὶ τῆς ἐπανόδου τῶν υἱῶν Ἰσραὴλ καὶ περὶ τῆς τοῦ κυρίου παρουσίας [ἐπροφήτευσεν]. Ἀπέκτεινεν δὲ αὐτὸν ὁ ἡγούμενος τοῦ λαοῦ ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν Βαβυλῶνι, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι.
Καὶ ἔθαψαν αὐτὸν ἐν ἀγρῷ Μαοὺρ ἐν τῷ τάφῳ Σὴμ καὶ Ἀρφαξὰδ πατέρων Ἀβραάμ· καὶ ἔστιν ὁ τάφος ἕως σήμερον σπήλαιον διπλοῦν· καὶ γὰρ Ἀβραὰμ ἐν Χεβρῶν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησεν τὸν τάφον Σάῤῥας τῆς γυναικὸς αὐτοῦ· διπλοῦν λέγεται, ὅτι ὀρυκτόν ἐστι καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου καὶ ὑπερῶόν ἐστιν ἐπὶ γῆς πέτρᾳ κρεμάμενον.
Οὗτος οὖν ὁ προφήτης τέρας ἔδωκε τῷ λαῷ ὥστε προσέχειν τῷ ποταμῷ Χοβάρ, ὅτι· ὅταν ἐκλείπῃ τὸ ὕδωρ αὐτοῦ, ἐλπίζειν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς· καὶ ὅταν πλημμυρήσῃ αὐτοῦ τὸ ὕδωρ, τὴν Ἱερουσαλὴμ ἐπάνοδον αὐτῆς σημαίνει· ὃ καὶ γέγονεν. Καὶ γὰρ εἰς γῆν τῶν Ἀσσυρίων κεῖται ὁ ὅσιος, καὶ πολλοὶ πρὸς τὸν τάφον αὐτοῦ συνεστρέφοντο ἐπὶ προσευχὴν καὶ ἱκεσίαν. Καί ποτε πλήθους τῶν Ἰουδαίων συνελθόντος ἐκεῖ ἐπὶ τὴν μνήμην αὐτοῦ δεδιότες οἱ Χαλδαῖοι μὴ ἀντάρωσιν· ἔμελλον δὲ ἐπελθεῖν αὐτοῖς καὶ ἀναιρεῖν αὐτούς· ἐποίησε δὲ ὁ προφήτης στῆναι τὸ ὕδωρ τοῦ ποταμοῦ, ἵνα ἐκφύγωσιν υἱοὶ Ἰσραὴλ εἰς τὸ πέραν γενόμενοι. Οἱ δὲ τολμήσαντες τὸν λαὸν ἐπιδιῶξαι ὀπίσω αὐτῶν κατεποντίσθησαν.
Οὗτος ὁ προφήτης διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλὴν τροφὴν ἰχθύων παρέσχετο, ὅτι λιμῷ διεφθείροντο· καὶ ἐκ τοῦ πλήθους τῶν ἰχθύων διετράφησαν· καὶ πολλοῖς ἐκλείπουσιν ζωὴν ἐλθεῖν ἐκ θεοῦ παρεκάλεσεν. Οὗτος ὁ προφήτης ἀπολλυμένου τοῦ λαοῦ ὑπὸ τῶν ἐχθρῶν προέστη τοῖς ἡγουμένοις αὐτῶν καὶ παρηνόχλησεν αὐτοῖς. Διὰ τεραστίων καὶ φοβηθέντες ἐπαύσαντο οἱ πολέμιοι. Τότε ἔλεγε τῷ λαῷ ὁ Ἰεζεκιήλ, ὅτι “διαπεφωνήκαμεν· ἀπώλετο ἡ ἐλπὶς ἡμῶν„. Καὶ ἐν τέρασι τῶν ὀστέων τῶν νεκρῶν ἔπεισεν αὐτούς, ὅτι ἐστὶν ἐλπὶς τῷ Ἰσραὴλ καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Οὗτος ἐκεῖ ὢν ἐν τῇ χώρᾳ τῶν Χαλδαίων ἐμήνυσε τῷ λαῷ πάντα τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γινόμενα. Οὗτος ὁ προφήτης ἡρπάγη ἀπὸ τῆς χώρας τῶν Χαλδαίων καὶ ἠνέχθη εἰς Ἱερουσαλὴμ εἰς ἔλεγχον τῶν ἀπίστων.
Οὗτος ὁ Ἰεζεκιὴλ εἶδε κατὰ τὸν Μωϋσὴν τὸν τόπον τοῦ ναοῦ κυρίου τὸ τεῖχός τε πλατύ, καθὼς εἶπε καὶ ὁ Δανιήλ, ὅτι κτισθήσεται. Οὗτος ἐν Βαβυλῶνι ἔκρινε τὴν φυλὴν Δὰν καὶ Γάδ, ὅτι ἠσέβουν πρὸς τὸν κύριον, διώκοντες τοὺς εἰς τὸν νόμον πιστεύοντας καὶ ἐποίησεν αὐτοῖς τέρας μέγα, ὅτι οἱ ὄφεις ἀνήλισκον τὰ βρέφη αὐτῶν καὶ πάντα τὰ κτήνη αὐτῶν. Καὶ προέλεγεν, ὅτι δι᾽ αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς Ἱερουσαλήμ, ἀλλ᾽ ἐν ἰδίᾳ ἔσονται ἕως συντελείας πλάνης αὐτῶν· ἐξ αὐτῶν γὰρ ἦν καὶ ὁ ἀνελὼν αὐτόν. Ἀντέκειτο γὰρ αὐτῷ ἕως ἡμέρας τελευτῆς αὐτοῦ.
ιʹ. Δανιὴλ ὁ προφήτης. Οὗτος μὲν ἦν ἐκ φυλῆς Ἰούδα γένους τῶν ἐξόχων τῆς βασιλικῆς ὑπηρεσίας· ἀλλ᾽ ἔτι νήπιος ὢν ἤχθη εἰς Βαβυλῶνα ἐκ τῆς Ἰουδαίας. Ἐγεννήθη δὲ ἐν Βεθεβορῷ τῇ ἀνωτέρᾳ πλησίον Ἱερουσαλήμ· καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοῖς Ἰουδαίοις εἶναι αὐτὸν σπάδοντα.
Πολλὰ ἐπένθησεν οὗτος τὴν Ἱερουσαλὴμ καὶ ἐν νηστείαις ἤσκησεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς καὶ ἦν ἀνὴρ ξηρότατος τῇ εἰδέᾳ· ἀλλ᾽ ὡραῖος ἐν χάριτι θεοῦ. Πολλὰ δὲ ηὔξατο οὗτος περὶ τοῦ Ναβουχοδονόσορ, ὅτι ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπώληται. Ἦν γὰρ τὰ ἐμπρόσθια αὐτοῦ ὡς βοῦς σὺν τῇ κεφαλῇ καὶ οἱ πόδες αὐτοῦ σὺν τοῖς ὀπισθίοις ὡς λέων. Ταῦτα γὰρ ἔχουσιν οἱ δυνάσται ἐν τῇ νεότητι αὐτῶν, τὸ ὡς βοῦς ὑπὸ ζυγὸν γινόμενοι τοῦ Βελίαρ διὰ τὰς φιληδονίας, ἐπὶ τέλει θῆρες γενόμενοι ἁρπάζοντες, ὀλοθρεύοντες, πατάσσοντες καὶ ἀναιροῦντες. Ἔγνω οὖν ὁ ἅγιος οὗτος, ὅτι ὡς βοῦς ἤσθιεν χόρτον καὶ ἐγίνετο αὐτῷ ἀνθρωπίνης φύσεως τροφή. Διὰ τοῦτο καὶ ὁ Ναβουχοδονόσορ μετὰ τὴν πέμψιν τῆς μάστιγος αὐτοῦ ἐν καρδίᾳ ἀνθρωπίνῃ γενόμενος ἔκλαιε καὶ ἠξίου τὸν θεὸν πᾶσαν ἡμέραν καὶ νύκτα τεσσαρακοντάκις δεόμενος τοῦ θεοῦ Βεημών, ὅ ἐστι τοῦ θεοῦ Ἰσραήλ. Ἐπεγίνετο γὰρ αὐτῷ πνεῦμα Σατὰν καὶ ἐλάνθανεν αὐτόν, ὅτι γέγονεν ἄνθρωπος. Ἡ γλῶσσα αὐτοῦ ἐδεσμεύετο λαλεῖν, καὶ φωνὴ θηρίου ἐδίδετο αὐτῷ· καὶ διανεύων εὐθέως ἐδάκρυε, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐγίνοντο ὡς κρέας ἀπὸ τοῦ κλαίειν. Καὶ πολλοὶ δυνάσται καὶ πολίται ἐξιόντες ἐκ τῆς πόλεως ἐθεώρουν αὐτόν.
Δανιὴλ δὲ μόνος οὐκ ἠθέλησεν ἰδεῖν αὐτόν· ὅτι πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν ταῖς προσευχαῖς ἦν περὶ αὐτοῦ, καὶ ἔλεγεν, ὅτι “πάλιν ἄνθρωπος γενήσεται καὶ κρατήσει τῆς βασιλείας αὐτοῦ„· καὶ ἠπίστουν αὐτῷ, τὰ ἑπτὰ ἔτη γενέσθαι ἑπτὰ μῆνας δεόμενος περὶ αὐτοῦ πρὸς κύριον. Τὸ μυστήριον τῶν ἑπτὰ καιρῶν ἐτελέσθη ἐπ᾽ αὐτόν, ὅτι ἀπεκατέστησεν ἑπτὰ μεσίτης. Ἓξ οὖν ἔτη καὶ ἓξ μῆνας ὑπέπιπτεν κυρίῳ τῷ θεῷ καὶ ἐξομολογεῖτο τὴν ἀσέβειαν ἑαυτοῦ.
Καὶ μετὰ τὴν ἄφεσιν τῆς ἀνομίας αὐτοῦ ἀπέδωκεν αὐτῷ πάλιν ὁ θεὸς τὴν βασιλείαν. Καὶ οὔτε κρέα ἔφαγεν οὔτε οἶνον ἔπιεν ἐξομολογούμενος τῷ θεῷ, ὅτι Δανιὴλ αὐτῷ προσέταξεν ἐν ὀσπρέοις ἢ χλοροῖς ἢ βρεκτοῖς ἐξιλεώσασθαι τὸν κύριον. Διὰ τοῦτο καὶ ὁ Ναβουχοδονόσορ ἐκάλεσε τὸν Δανιὴλ Βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ· καὶ ἠθέλησεν αὐτὸν συγκληρονόμον ἀποκαταστῆσαι τῶν τέκνων αὐτοῦ· ἀλλ᾽ ὁ ὅσιος εἶπεν· “ἵλεώς μοι, ἀφεῖναι κληρονομίαν πατέρων μου καὶ προσκολληθῆναι κληρονομίαν ἀπεριτμήτων„.
Καὶ ἐν τοῖς βασιλεῦσι δὲ Περσῶν πολλὰ ἐποίησε τεράστια, ὅσα οὐκ ἐγράψαμεν ἐν τῇ βίβλῳ ταύτῃ· εἰσὶ δὲ γεγραμμένα ἐν τῇ βίβλῳ τοῦ Δανιήλ. Οὗτος ὁ προφήτης ἔδωκε τέρας ἐν τοῖς ὑψηλοῖς ὄρεσι Βαβυλῶνος λέγων· ὅτι “ὅταν ἴδητε καπνιζόμενον τὸ ἐκ βοῤῥᾶ ὄρος, ἥξει τὸ τέλος Βαβυλῶνος· ὅταν δὲ ἴδητε αὐτὸν ὡς ἐν πυρὶ καιόμενον, ἥξει τὸ τέλος πάσης τῆς γῆς· ἐὰν δὲ τὸ ἐν τῷ νότῳ ὄρος νεύσῃ ὕδατα, ἐπιστρέψει ὁ λαὸς ἐν τῇ γῇ αὐτοῦ· οἰκοδομήσεται Ἱερουσαλὴμ πλατεῖα καὶ εὐρύχωρος, ὥσπερ καὶ ἐγένετο διὰ Ἰησοῦ ἀρχιερέως καὶ Ζοροβάβελ τοῦ υἱοῦ Σαλαθιήλ. Ἐὰν δὲ αἷμα ῥεύσῃ τὸ ὄρος, φόνος ἔσται τοῦ Βελίαρ ἐν πάσῃ τῇ γῇ, ἥξει δὲ κύριος ἐπὶ γῆς ἐνανθρωπήσας. Ἐκεῖ οὖν ἐκοιμήθη ὁ ὅσιος Δανιὴλ ἐν Βαβυλῶνι ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ ἐνδόξως· καὶ ἔστιν ὁ τάφος αὐτοῦ ἕως τῆς σήμερον ἡμέρας πᾶσι γνωστὸς ἐν Βαβυλῶνι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.