Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ βίου καὶ τελευτῆς τῶν προφητῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Πρόδρομοι της Καινής Διαθήκης και επίλογος του έργου

Βιογραφικές αναφορές και τελευτή του ιερέα Ζαχαρία, του πρεσβύτη Συμεών και του Ιωάννη του Βαπτιστή, ακολουθούμενες από τον τελικό επίλογο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 4 από 4

κγʹ. Ζαχαρίας ἄλλος προφήτης καὶ ἱερεύς. Οὗτος ἦν υἱὸς Ἰωδαὲ ἱερέως, πατὴρ δὲ Ἰωάννου τοῦ βαπτιστοῦ. Τοῦτον ἀπέκτεινεν Ἡρώδης ὁ βασιλεὺς ἐχόμενα τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου κυρίου. Οὗτος δὲ ἦν ἐξ Ἱερουσαλὴμ ἐξ οἴκου Δαυίδ, ἀνὰ μέσον τοῦ Ἐλὰμ ἐξ οἴκου κυρίου. Οὗτος ἐπροφήτευσε περὶ Χριστοῦ γενεᾶς. Ἐκεῖ οὖν αὐτὸν ἔθαψαν ἐν οἴκῳ θεοῦ ἐχόμενα ναοῦ κυρίου. Ἔκτοτε ἐγίνοντο τέρατα πολλὰ ἐν τῷ ναῷ καὶ φαντασίαι καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν οὐκέτι ὀπτασίαν ἀγγέλων· οὐδὲ δοῦναι χρησμοὺς τῷ λαῷ ἐν Δαβεὶρ οὔτε ἐρωτῆσαι ἐν τῷ Ἐφοὺδ οὔτε διὰ τῶν δήλων ἀποκριθῆναι, ἕως τὸ πρίν, ἕως τῆς ἡμέρας ἐκείνης.

κδʹ. Συμεὼν ὁ ἱερεύς· οὗτος ἦν ἐκ φυλῆς Ἀαρών. Οὗτος ἐχρηματίσθη ὑπὸ πνεύματος ἁγίου τοῦ μὴ ἰδεῖν θάνατον ἕως ἂν ἴδῃ τὸν Χριστὸν ἐν σαρκί. Οὗτος ἐβάστασε τὸν κύριον εἰς τὰς ἰδίας ἀγκάλας. Καὶ ἐδόξασε τὸν θεὸν εἰπών· εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ. Ἀπέθανε δὲ καὶ ἐτάφη πλησίον τῶν ἱερέων πρεσβύτης πλήρης ἡμερῶν. 〈κεʹ.〉 Ἰωάννης ὁ βαπτιστὴς υἱὸς Ζαχαρίου καὶ Ἐλισάβετ.

Οὗτος ἦν ἐκ φυλῆς Λευΐ. Οὗτος ἐδήλωσεν ἡμῖν τὸν ἀμνὸν τοῦ θεοῦ τὸν υἱὸν τοῦ πατρὸς τὸν ἄραντα τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὗτος εἴσοδος ἡμῖν ἐγένετο τῆς τοῦ θεοῦ βασιλείας. Οὐδεὶς γὰρ ἐν γεννητοῖς γυναικῶν μείζων ἐστὶν Ἰωάννου τοῦ βαπτιστοῦ. Ἀπέθανε δὲ τμηθεὶς τὴν κεφαλὴν παρὰ Ἡρῴδου, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.

Καὶ ἄλλοι δὲ προφῆται ἐγένοντο, ὧν τὰ ὀνόματα ἐγγέγραπται ἐν ταῖς αὐτῶν γενεαῖς, ἐν βίβλῳ ὀνομάτων Ἰσραήλ, ὧν οὐκ ἐμνημονεύσαμεν.