Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ βίου καὶ τελευτῆς τῶν προφητῶν
Προοίμιο και ελάσσονες προφήτες
Εισαγωγή στο έργο και συνοπτικά βιογραφικά στοιχεία, ιστορικές συνθήκες και αναφορές στην τελευτή των ελασσόνων προφητών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και ελάσσονες προφήτες
Εισαγωγή στο έργο και συνοπτικά βιογραφικά στοιχεία, ιστορικές συνθήκες και αναφορές στην τελευτή των ελασσόνων προφητών.
ΕΠΙΦΑΝΙΟΥ ΠΕΡΙ ΤΩΝ 〈ΙΣ〉 ΠΡΟΦΗΤΩΝ ΠΟΘΕΝ ΗΣΑΝ ΚΑΙ ΠΟΥ ΕΤΕΛΕΙΩΘΗΣΑΝ. αʹ. Ὠσηὲ υἱὸς Βεηρὶ ἦν ἐκ Βελεμὼθ φυλῆς Ἰσάχαρ καὶ θανὼν ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ. Καὶ ἔδωκεν τέρας ἥξειν τὸν κύριον ἐπὶ τῆς γῆς. Ἐάν φησιν ἡ δρῦς ἡ ἐν Σιλὼμ μερισθῇ εἰς ιβʹ ἀφ᾽ ἑαυτῆς καὶ γένωνται δρύες ιβʹ.
βʹ. Ἀμὼς ἦν ἐκ Θεκουὲ καὶ ἀνῃρέθη ὑπὸ τοῦ υἱοῦ Ἀμασίου, πλήξας αὐτὸν ἐν ῥομφαίᾳ κατὰ τὸν κρόταφον. Καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ μεθ᾽ ἡμέρας γʹ τελευτήσας ἐτάφη ἐκεῖ. γʹ. Μιχαίας υἱὸς Ἱεραμῶς ὁ Μωραθίτης γέγονεν ἐκ φυλῆς Ἐφραΐμ, καὶ πολλὰ ποιήσας τῷ Ἀχαὰβ ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.
δʹ. Ἰωὴλ υἱὸς Βαθουὴλ ἦν ἐκ φυλῆς Ῥουβὶμ ἐξ ἀγροῦ Θεβορῶν καὶ θανὼν ἐν εἰρήνῃ ἐτάφη ἐκεῖ. εʹ. Ἀβδιοῦ ἦν ἐκ γῆς Συχέμ, ὁ καὶ τρίτος πεντηκόνταρχος οὗ ἐφείσατο Ἠλίας· καὶ κατέβη πρὸς Ὀχοζίαν. Μετὰ δὲ ταῦτα ἀπολείπων τὴν λειτουργίαν τοῦ βασιλέως προεφήτευσε· καὶ θανὼν ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.
ϛʹ. Ἰωνᾶς υἱὸς Ἀμαθῆ ἦν ἐκ γῆς Καριαθαρὶμ πλησίον Ἀζώτου πόλεως κατὰ θάλασσαν· καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους καὶ ἀπελθὼν εἰς Νινευΐ, καὶ ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησεν τὴν Σοὺρ χώραν τῶν ἀλλοφύλων. Ἔλεγεν γάρ, ὅτι· οὕτως ἀφελῶ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῒ τῆς πόλεως. Ἦν δὲ τότε ἐλέγχων Ἠλίας τὸν Ἀχαὰβ καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν ἔφυγε. Καὶ ἐλθὼν εὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτοῦ· οὐ γὰρ ἠδύνατο μένειν μετὰ ἀπεριτμήτων. Καὶ εὐλόγησεν αὐτὴν καὶ θανόντα τὸν υἱὸν αὐτῆς Ἰωνᾶν πάλιν ἐκ νεκρῶν ὁ θεὸς διὰ τοῦ Ἠλία ἀνέστησεν. Ἠθέλησεν γὰρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναται ἀποδρᾶσαι θεόν. Καὶ μετὰ τὸν λιμὸν ἐλθὼν ἐν τῇ γῇ Ἰούδᾳ ἐν Σαάρ, καὶ θανὼν ἐτάφη ἐκεῖ. Καὶ ἔδωκε τέρας ἐπὶ Ἱερουσαλὴμ λέγων· ὅτε ἴδωσιν λίθον βοῶντα οἰκτρῶς, ἐγγίζει τὸ τέλος· ὅτε δὲ ἴδωσιν ἐν Ἱερουσαλὴμ πάντα τὰ ἔθνη, τότε ἡ πόλις ἐδαφισθήσεται.
ζʹ. Ναοὺμ υἱὸς Ἐλκεσαίου ἦν ἀπὸ Ἰεσβῆ φυλῆς Συμεών· καὶ μετὰ τὸν Ἰωνᾶν τῇ Νινευῒ τέρας ἔδωκεν, ὅτι ὑπὸ ὑδάτων καὶ πυρὸς ὑπογείου ἀπολεῖται. Ὅπερ καὶ γέγονεν· ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη κατέλυσεν ἐν σεισμῷ, καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐξῆλθεν καὶ τὸ ὑψηλότερον αὐτῆς ἐνεπύρησεν μέρος. Καὶ θανὼν ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.
ηʹ. Ἀμβακοὺμ ἦν ἐξ ἀγροῦ Βιδζουχάρ, φυλῆς Συμεών. Καὶ εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, καὶ ἐπένθησε σφόδρα· καὶ ὅτε ἦλθε Ναβουχοδονόσορ ἐν Ἱερουσαλήμ, ἔφυγεν εἰς Ὀστρακίνην, καὶ ἦν πάροικος ἐν γῇ Ἰσμαήλ. Ὡς δὲ ἐπέστρεψαν οἱ Χαλδαῖοι, καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ κατέβησαν εἰς Αἴγυπτον, ἦν οὗτος παροικῶν τὴν γῆν αὐτοῦ καὶ λειτουργῶν θερισταῖς τοῦ λαοῦ αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα ἀπενέγκαι τοῖς ἐργάταις, προεφήτευσε τοῖς ἰδίοις εἰπών· πορεύομαι εἰς γῆν μακράν, καὶ ταχέως ἐλεύσομαι. Ἐὰν δὲ βραδύνω, ἀπενέγκατε τοῖς θερισταῖς τὸ ἄριστον αὐτῶν. Καὶ γενόμενος ἐν Βαβυλῶνι καὶ δοὺς τὸ ἄριστον τῷ Δανιὴλ ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι, καὶ οὐδενὶ εἶπεν τὸ γεγονός. Συνῆκε δὲ ἐκ τούτου, ὅτι τάχειον ἐπιστρέψει ὁ λαὸς ἐκ Βαβυλῶνος. Καὶ πρὸ δύο ἐτῶν τῆς ἐπιστροφῆς θανὼν ἐτάφη ἐκεῖ ἐν ἀγρῷ. Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς, καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ ναοῦ. Καὶ περὶ τῆς συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενήσεται, καὶ τότε τὸ ἅπλωμα, φησί, τοῦ Δαβὴρ εἰς μικρὰ διαῤῥαγήσεται, καὶ τὰ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσεται, καὶ οὐδεὶς γνώσεται ποῦ ἔσονται· ταῦτα δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλου, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ τοῖς ἐπὶ τέλει γνωσθήσεται κύριος.
θʹ. Σοφονίας, υἱὸς Χουσῆ, ἦν ἐξ ἀγροῦ Σαβαραθᾶ, φυλῆς Συμεών· προεφήτευσε δὲ περὶ τῆς πόλεως καὶ περὶ τοῦ τέλους τῶν ἐθνῶν καὶ τῆς αἰσχύνης τῶν ἀσεβῶν· καὶ τελευτήσας ἐτάφη ἐν ἀγρῷ αὐτοῦ. ιʹ. Ἀγγαῖος νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε, καὶ εἶδε ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ. Καὶ θανὼν ἐτάφη ἐνώπιον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως.
ιαʹ. Ζαχαρίας υἱὸς Βαραχίου ἦλθεν ἀπὸ Χαλδαίων εἰς Ἱερουσαλήμ, ἤδη προβεβηκώς· κἀκεῖ τῷ λαῷ πολλὰ προεφήτευσε, καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. Ὃς καὶ τῷ Ἰωσεδὲκ εἶπεν, ὅτι γεννήσεις υἱόν, καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει, καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησε, καὶ τὸ ὄνομα Ζοροβάβελ ἐπέθηκε· καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν, ἣν ποιήσει ἐν Ἱερουσαλήμ, καὶ ηὐλόγησεν αὐτόν· καὶ περὶ τέλους ἐθνῶν, καὶ Ἰσραὴλ, καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων προεφήτευσεν. Ἀπέκτεινε δὲ αὐτὸν Ἰωὰς βασιλεὺς Ἰούδα μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, παραινοῦντα αὐτῷ τε καὶ τῷ λαῷ ἀπέχεσθαι τῆς ἀσεβείας καὶ ἐπιστρέφειν πρὸς θεόν, καὶ λαβόντες αὐτὸν οἱ ἱερεῖς ἔθαψαν μετὰ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἀπὸ τότε ἐγίνοντο τέρατά τε ἐν ναῷ πολλὰ φαντασιώδη. Καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν ὀπτασίαν ἀγγέλων θεοῦ, οὔτε δοῦναι χρησμοὺς ἐκ τοῦ Δαβὴρ οὔτε διὰ τῶν δήλων ἀποκριθῆναι ἐν τῷ λαῷ ὡς τὸ πρίν.
ιβʹ. Μαλαχίας μετὰ τὴν ἐπιστροφὴν τοῦ λαοῦ τίκτεται ἐν Σοφᾷ, ὃς νέος ὢν βίον εἶχε καλὸν πάνυ. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ἅγιον, ἐκάλεσαν αὐτὸν Μαλαχίαν, ὅ ἐστιν ἄγγελος. Ἦν γὰρ καὶ τῷ εἴδει εὐπρεπὴς καὶ τῷ λαῷ πληρωτής. Ὅσα γὰρ εἶπεν αὐτοῖς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος κυρίου ἐβεβαίωσε. Καὶ ἔτι νέος ὢν ἐτελειώθη καὶ ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.