Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Θεία Λειτουργία τῶν Προηγιασμένων

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Μικρή Είσοδος, αναγνώσματα και σταυροειδής φωτισμός

Ο ύμνος Φως ιλαρόν, τα παλαιοδιαθηκικά αναγνώσματα και η ευλογία του λαού με το φως του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 4 από 7

[Εʹ Μικρὰ εἴσοδος.] Κ, Μ Εἶθ᾽ ὑποστρέψας εἰσοδεύει μετὰ τοῦ θυμιατοῦ.

Εὐχὴ τῆς εἰσόδου. Θ (Ι) Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας αἰνοῦμεν, εὐλογοῦμεν καὶ δεόμεθά σου, δέσποτα τῶν ἁπάντων, κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους πονηρίας. ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν, ὅτι πρὸς σέ, κύριε, κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν καὶ ἐπὶ σοὶ ἠλπίσαμεν. Μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.

Ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ (καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ). [Λ, Μ. Εἶτα· Κύριε ἐκέκραζα. Τὰ στιχηρά]. Λ Ὁ δὲ ἱερεὺς εἰσοδεύων λέγει· Κ, Λ, Μ Σοφία· ὀρθοί. Λ, Μ Φῶς ἱλαρὸν [Ι Μετὰ τὴν εἴσοδον τὸ Φῶς ἱλαρόν].

[Στ᾽ Ἀναγνώσματα]. Κ, Μ Καὶ εἰσελθὼν ἐν τῷ ἀγίῳ βήμασι, ἄπεισιν εἰς τὴν καθέδραν καὶ λέγει· (Ι, Κ Ὁ διάκονος)· Πρόσχωμεν. (Ι, Κ Ὁ ἱερεύς)· Εἰρήνη πᾶσι. (Ι, Κ Ὁ διάκονος)· Σοφία. Κ Ὁ ἀναγνώστης· Τὸ προκείμενον καὶ τὴν προφητείαν.

Ι Καὶ ἀνάγνωσις εἶτα εἰς Γένεσιν. Μετὰ τὴν προφητείαν· Ὁ ἱερεύς· Εἰρήνη σοι. Ὁ διάκονος· Σοφία. [Μ καὶ ἀναγινώσκει τὸν Νʹ ψαλμόν]. Χ Καὶ τῶν ἀναγνωσμάτων ἀναγνωσκομένων οἱ ἀδελφοὶ ἐφιζάνουσι.

[Ζʹ Σταυροειδὴς φωτισμὸς καὶ σφράγισις τοῦ λαοῦ]. Ι Εἶτα λαβὼν ὁ ἱερεὺς μετὰ τῆς δεξιᾶς αὐτοῦ χειρὸς τὸν θυμιατὸν καὶ κηρὸν ἅπτοντα, ἐκφωνεῖ· Σοφία, ὀρθοί. Φῶς Χριστοῦ φαίνει πᾶσι(ν). Εἶτα ἡ παροιμία, μεθ᾽ ἥν· Ὁ ἱερεύς· Εἰρήνη σοι.

Ὁ διάκονος· Σοφία. Καὶ εὐθὺς τὸ Κατευθυνθήτω.