Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Θεία Λειτουργία τῶν Προηγιασμένων
Εισαγωγική διάταξη της Λειτουργίας των Προηγιασμένων
Περιγραφή της βασικής τάξης, από τις ευχές των κατηχουμένων και των πιστών μέχρι την κοινωνία και την απόλυση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγική διάταξη της Λειτουργίας των Προηγιασμένων
Περιγραφή της βασικής τάξης, από τις ευχές των κατηχουμένων και των πιστών μέχρι την κοινωνία και την απόλυση.
〈Λειτουργία κατηχουμένων〉 [Ἐν δὲ τῷ λυχνικῷ μετὰ τὰ ἀναγνώσματα καὶ τὸ Κατευθυνθήτω καὶ τὸ Κύριε ἐλέησον γίνεται εὐχὴ κατηχουμένων ἐπὶ τῶν προηγιασμένων.:] ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιᾶς πλάνης καὶ τῆς μεθοδείας τοῦ ἀντικειμένου καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνῃ, ἐφ᾽ ἣν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται Ἐκφώ(νως)· Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσιν τὸ
Εὐχὴ εἰς τοὺς πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένους. Ἐπίφανον, δέσποτα, τὸ πρόσωπόν σου ἐπὶ τοὺς πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένους καὶ ἐπιποθοῦντας τὸν τῆς ἁμαρτίας μολυσμὸν ἀποτινάξασθαι. Καταύγασον αὐτῶν τὴν διάνοιαν· βεβαίωσον αὐτοὺς ἐν τῇ πίστει· στήριξον ἐν ἐλπίδι· τελείωσον ἐν ἀγάπῃ· μέλη τίμια τοῦ Χριστοῦ σου ἀνάδειξον, τοῦ δόντος ἑαυτὸν ἀντίλυτρον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἐκφώ· Ὅτι σὺ εἶ ὁ φωτισμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν.
〈Λειτουργία πιστῶν〉 Εὐχὴ πιστῶν αʹ Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας· σὺ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας. Καὶ ὀφθαλμὸς μὲν ἀμέτοχος ἔστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶσσα καθαρευέτω ῥημάτων ἀπρεπῶν. Ἅγνισον δὲ ἡμῶν καὶ τὰ χείλη τὰ αἰνοῦντά σε, Κύριε, τὰς δὲ χεῖρας ἡμῶν ποίησον τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη καὶ τὴν διάνοιαν τῇ σῇ κατασφαλιζόμενος χάριτι.
Ἐκφώ· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις.
Εὐχὴ πιστῶν βʹ Δέσποτα ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀξίους ἡμᾶς ποίησον τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, τοῦ βασιλέως τῆς δόξης. Ἰδοὺ γὰρ τὸ ἄχραντον αὐτοῦ σῶμα καὶ τὸ ζωοποιὸν αἷμα κατὰ τὴν παροῦσαν ὥραν εἰσπορευόμενα, τῇ μυστικῇ ταύτῃ προτίθεσθαι μέλλει τραπέζῃ, ὑπὸ πλήθους στρατιᾶς οὐρανίου ἀοράτως δορυφορούμενα· ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι· ἵνα δι᾽ αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα.
Ἐκφώ· Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ᾽ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ
〈Εἴσοδος〉 [Καὶ μετὰ τὸ πληρωθῆναι Αἱ δυνάμεις τῶν οὐρανῶν, ὁ ἱερεὺς ἐπεύχεται·] Ὁ τῶν ἀρρήτων καὶ ἀθεάτων μυστηρίων Θεός, παρ᾽ ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· ὁ τὴν διακονίαν τῆς λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ πολλήν σου φιλανθρωπίαν εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· αὐτός, ἀόρατε βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἔφιδε ἐφ᾽ ἡμᾶς τοὺς ἀναξίους δούλους σου τοὺς τῷ ἁγίῳ τούτῳ θυσιαστηρίῳ ὡς τῷ χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφ᾽ ᾧ ὁ μονογενής σου υἱὸς καὶ Θεὸς ἡμῶν διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται μυστηρίων καὶ πάσης ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθερεύσας ἀκαθαρσίας ἁγίασον πάντων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἁγιασμῷ ἀναφαιρέτῳ· ἵνα ἐν καθαρῷ συνειδότι, ἀνεπαισχύντῳ προσώπῳ, πεφωτισμένῃ καρδίᾳ τῶν θείων τούτων μεταλαμβάνοντες ἁγιασμάτων καὶ ὑπ᾽ αὐτῶν ζωοποιούμενοι, ἑνωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῷ ἡμῶν Θεῷ, τῷ εἰπόντι· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ· ὅπως ἐνοικοῦντος ἐν ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα ναὸς τοῦ ἁγίου καὶ προσκυνητοῦ σου πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας ἐν πράξει, ἢ λόγῳ, ἢ κατὰ διάνοιαν ἐνεργουμένης καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν πᾶσιν τοῖς ἁγίοις τοῖς ἀπ᾽ αἰῶνός σοι εὐαρεστήσασιν.
Ἐκφώ· Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα Ὁ λαός· Πάτερ ἡμῶν Ὁ ἱερεὺς ἐκφώ· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία Ὁ λαός· Ἀμήν. Ὁ ἱερεύς· Εἰρήνη πᾶσιν Ὁ λαός· Καὶ τῷ πνεύματί σου Ὁ διάκονος· Τὰς κεφαλὰς ἡμῶν Ὁ ἱερεὺς ἐπεύχεται· Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔφιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου καὶ φύλαξον αὐτὸν καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωοποιῶν σου τούτων μυστηρίων. Σοὶ γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλὰς ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἐκφώ· Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου υἱοῦ, μεθ᾽ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου πνεύματι νῦν Ὁ λαός· Ἀμὴν Ὁ διάκονος· Πρόσχωμεν Ὁ ἱερεύς· Τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις Ὁ λαός· Εἷς ἅγιος, εἶς κύριος Ἰησοῦς Χριστός.
Εὐχὴ μετὰ τὴν μετάληψιν Εὐχαριστοῦμέν σοι τῷ σωτῆρι τῶν ὅλων Θεῷ ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ σου. Καὶ δεόμεθά σου, δέσποτα φιλάνθρωπε· φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.
Ἐκφώ· Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν. Ὁ διάκονος· Ἐν εἰρήνῃ προέλθωμεν. Ὁ λαός· Ἐν ὀνόματι Κυρίου.
Εὐχὴ ὀπισθάμβωνος εἰς τὰ προηγιασμένα Δέσποτα, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ αὐθαιρέτῳ βουλήσει ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας πρὸς καθαρισμὸν ψυχῶν, πρὸς ἐγκράτειαν ἀναστάσεως· ὁ διὰ τῶν τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα Μωσῆ· παράσχου καὶ ἡμῖν, δέσποτα ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικηταί τε τῆς ἁμαρτίας ἀναφανῶμεν καὶ ἀκατακρίτως φθάσαι τὴν ἁγίαν σου ἀνάστασιν. Ὅτι ἅγιον ὑπάρχει τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.