Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν τῶν ἁγίων σύλλογον

Εὐσέβιος Καισαρείας

Οι εξωχριστιανικές προφητείες της Σίβυλλας και του Βιργιλίου

Παράθεση και χριστιανική ερμηνεία των σιβυλλικών χρησμών και της ρωμαϊκής ποίησης του Βιργιλίου ως προφητειών για την έλευση του Χριστού και την τελική κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 8 από 9

Παρίσταται δέ μοι καὶ τῶν ἀλλοδαπῶν τι μαρτυριῶν τῆς τοῦ Χριστοῦ θεότητος ἀπομνημονεῦσαι· ἐκ γάρ τοι τούτων δηλονότι καὶ ἡ τῶν βλασφημούντων αὐτὸν διάνοια οἶδεν αὐτὸν θεὸν ὄντα καὶ θεοῦ παῖδα, εἴπερ γοῦν τοῖς ἑαυτῶν λόγοις πιστεύουσιν. ἡ τοίνυν Ἐρυθραία Σίβυλλα, φάσκουσα ἑαυτὴν ἕκτῃ γενεᾷ μετὰ τὸν κατακλυσμὸν γενέσθαι, ἱέρεια ἦν τοῦ Ἀπόλλωνος, διάδημα ἐπ᾽ ἴσης τῷ θρησκευομένῳ ὑπ᾽ αὐτῆς θεῷ φοροῦσα, καὶ τὸν τρίποδα περὶ ὃν ὁ ὄφις εἱλεῖτο περιέπουσα, ἀποφοιβάζουσά τε τοῖς χρωμένοις αὐτῇ, ἠλιθιότητι τῶν γονέων ἐπιδεδωκότων αὐτὴν τοιαύτῃ λατρείᾳ, δι᾽ ἣν ἀσχήμονες θυμοὶ καὶ οὐδὲν σεμνὸν ἐπιγίνεται, κατὰ τὰ αὐτὰ τοῖς ἱστορουμένοις περὶ τῆς Δάφνης. αὕτη τοίνυν εἴσω τῶν ἀδύτων ποτὲ τῆς ἀκαίρου δεισιδαιμονίας προαχθεῖσα καὶ θείας ἐπιπνοίας ὄντως γενομένη μεστή, δι᾽ ἐπῶν περὶ τοῦ θεοῦ τὰ μέλλοντα προεθέσπισεν, σαφῶς ταῖς προτάξεσι τῶν πρώτων γραμμάτων, ἥτις ἀκροστιχὶς λέγεται, δηλοῦσα τὴν ἱστορίαν τῆς τοῦ Ἰησοῦ κατελεύσεως.

Ιδρώσει γὰρ χθών, κρίσεως σημεῖον ὅτ᾽ ἔσται· Ηξει δ᾽ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἅπαντα. Οψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι Υψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο, Σαρκοφόρων ψυχὰς δ᾽ ἀνδρῶν ἐπὶ βήματι κρίνει.

Χέρσος ὅταν ποτε κόσμος ὅλος καὶ ἄκανθα γένηται, Ρίψωσίν τ᾽ εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα, Εκκαύσῃ δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν, Ιχνεῦον ῥήξῃ τε πύλας εἱρκτῆς ἀΐδαο. Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει, Τοὺς ἁγίους ἀνόμους τε τὸ πῦρ αἰῶσιν ἐλέγξει, Οππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει,

Θρῆνος τ᾽ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων. Εκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι, Οὐρανὸν εἱλίξει, μήνης δέ τε φέγγος ὀλεῖται. Υψώσει δὲ φάραγγας, ὀλεῖ δ᾽ ὑψώματα βουνῶν. Υψος δ᾽ οὐκ ἔτι λυγρὸν ἐν ἀνθρώποισι φανεῖται, Ισά τ᾽ ὄρη πεδίοις ἔσται, καὶ πᾶσα θάλασσα Οὐκ εἰς πλοῦν εἴξει· γῆ γὰρ φρυχθεῖσα κεραυνῷ, Σὺν πηγαῖς ποταμοί τε καχλάζοντες λείψουσιν,

Σάλπιγξ δ᾽ οὐρανόθεν φωνὴν πολύθρηνον ἀφήσει, Ωρύουσα μύσος μέλεον καὶ πήματα κόσμου. Ταρταρόεν δὲ χάος δείξει τότε γαῖα χανοῦσα, Ηξουσιν δ᾽ ἐπὶ βῆμα θεοῦ βασιλῆες ἅπαντες. Ρεύσει δ᾽ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου,

Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς ἀριδείκετον, οἷον Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται· Ανδρῶν εὐσεβέων ζωή, πρόσκομμά τε κόσμου, Υδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς· Ράβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει.

Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν Σωτὴρ ἀθάνατος βασιλεὺς ὁ παθὼν ἕνεχ᾽ ἡμῶν. Καὶ ταῦτα τῇ παρθένῳ δηλαδὴ θεόθεν ἐπέστη προκηρύξαι. μακαρίαν δ᾽ αὐτὴν ἔγωγε κρίνω, ἣν ὁ σωτὴρ ἐξελέξατο προφῆτιν τῆς ἑαυτοῦ περὶ ἡμῶν προμηθείας.

Ἀλλ᾽ οἱ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσιν, καὶ ταῦτα ὁμολογοῦντες Ἐρυθραίαν γεγενῆσθαι Σίβυλλαν μάντιν, ὑποπτεύουσι δέ τινα τῶν τῆς ἡμετέρας θρησκείας ποιητικῆς μούσης οὐκ ἄμοιρον τὰ ἔπη ταῦτα πεποιηκέναι, νοθεύεσθαί τε αὐτὰ καὶ Σιβύλλης θεσπίσματα εἶναι λέγεσθαι, ἔχοντα βιωφελεῖς γνώμας τὴν πολλὴν τῶν ἡδονῶν περικοπτούσας. ἐξουσίαν καὶ ἐπὶ τὸν σώφρονά τε καὶ κόσμιον βίον ὁδηγούσας. ἐν προφανεῖ δ᾽ ἀλήθεια, τῆς τῶν ἡμετέρων ἀνδρῶν ἐπιμελείας συλλεξάσης τοὺς χρόνους ἀκριβέστερον, ὡς πρὸς τὸ μηδένα τοπάζειν μετὰ τὴν τοῦ Χριστοῦ κάθοδον καὶ κρίσιν γεγενῆσθαι τὸ ποίημα καὶ ὡς πάλαι προλεχθέντων ὑπὸ Σιβύλλης τῶν ἐπῶν ψεῦδος διαφημίζεσθαι. ὡμολόγηται γὰρ Κικέρωνα ἐντετυχηκότα τῷ ποιήματι μετενεγκεῖν τε αὐτὸ εἰς τὴν Ῥωμαίων διάλεκτον καὶ ἐντάξαι αὐτὸ τοῖς ἑαυτοῦ συντάγμασιν, τοῦτον 〈δ᾽〉 ἀνῃρῆσθαι κρατήσαντος Ἀντωνίου· Ἀντωνίου δ᾽ αὖ πάλιν Αὔγουστον περιγεγενῆσθαι, ὃς ἓξ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσε. τοῦτον Τιβέριος διεδέξατο, καθ᾽ ὃν χρόνον ἡ τοῦ σωτῆρος ἐξέλαμψε παρουσία, καὶ τὸ τῆς ἁγιωτάτης θρησκείας ἐπεκράτησε μυστήριον ἥ τε νέα τοῦ δήμου διαδοχὴ συνέστη, περὶ ἧς οἶμαι λέγειν τὸν ἐξοχώτατον τῶν κατὰ Ἰταλίαν ποιητῶν· Ἔνθεν ἔπειτα νέα πληθὺς ἀνδρῶν ἐφαάνθη. καὶ πάλιν ἐν ἑτέρῳ τινὶ τῶν Βουκολικῶν τόπῳ· Σικελίδες Μοῦσαι, μεγάλην φάτιν ὑμνήσωμεν. τί τούτου φανερώτερον;

προστίθησι γάρ· Ἤλυθε Κυμαίου μαντεύματος εἰς τέλος ὀμφή, Κυμαίαν αἰνιττόμενος δηλαδὴ τὴν Σίβυλλαν. καὶ οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ περαιτέρω προεχώρησεν, ὡς τῆς χρείας τὴν αὐτοῦ μαρτυρίαν ἐπιποθούσης· τί λέγων [αὖθις];

Αὖθις ἄρ᾽ αἰώνων ἱερὸς στίχος ὄρνυται ἡμῖν· Ἥκει παρθένος αὖθις ἄγουσ᾽ ἐρατὸν βασιλῆα. τίς οὖν ἂν εἴη παρθένος ἡ ἐπανήκουσα; ἆρ᾽ οὐχ ἡ πλήρης τε καὶ ἔγκυος γενομένη τοῦ θείου πνεύματος; καὶ τί τὸ κωλῦον τὴν ἔγκυον τοῦ θείου πνεύματος κόρην εἶναι ἀεὶ καὶ διαμένειν παρθένον; ἐπανήξει δὲ ἐκ δευτέρου, ὅταν καὶ ὁ θεὸς ἐκ δευτέρου τὴν οἰκουμένην παραγενόμενος ἐπικουφίσῃ. καὶ προστίθησιν ὁ ποιητής· Τὸν δὲ νεωστὶ πάϊν τεχθέντα, φαεσφόρε μήνη, Ἀντὶ σιδηρείης χρυσῆν γενεὴν ὀπάσαντα, Προσκύνει.

Τοῦδε γὰρ ἄρχοντος τὰ μὲν ἕλκεα πάντα βρότεια 〈Ἴαται〉, στοναχαὶ δὲ κατευνάζονται ἀλιτρῶν. συνίεμεν δὴ φανερῶς τε ἅμα καὶ ἀποκρύφως δι᾽ ἀλληγοριῶν τα〈ῦτα〉 λεχθέντα, τοῖς μὲν βαθύτερον ἐξετάζουσι τὴν τῶν ἐπῶν δύναμιν ὑπ᾽ ὄψιν ἀγομένης τῆς τοῦ Χριστοῦ θεότητος, ὅπως δὲ μή τις τῶν δυναστευόντων ἐν τῇ βασιλευούσῃ πόλει ἐγκαλεῖν ἔχῃ τῷ ποιητῇ, ὡς παρὰ τοὺς πατρῴους νόμους συγγράφοντι ἐκβάλλοντί τε τὰ πάλαι ὑπὸ τῶν προγόνων περὶ τῶν θεῶν νομιζόμενα, ἐπικαλύπτεται τὴν ἀλήθειαν. ἠπίστατο γὰρ οἶμαι τὴν μακαρίαν καὶ ἐπώνυμον τοῦ σωτῆρος τελετήν, ἵνα δὲ τὸ ἄγριον τῆς ὠμότητος ἐκκλίνοι, ἤγαγε τὰς διανοίας τῶν ἀκουόντων πρὸς τὴν ἑαυτῶν συνήθειαν, καί φησι χρῆναι βωμοὺς ἱδρύσθαι καὶ νεὼς κατασκευάζειν θυσίας τ᾽ ἐπιτελεῖσθαι τῷ νεωστὶ τεχθέντι. ἀκολούθως δὲ καὶ τὰ λοιπὰ ἐπήγαγε τοῖς φρονοῦσι. φησὶ γάρ· Λήψεται ἀφθάρτοιο θεοῦ βίοτον καὶ ἀθρήσει Ἥρωας σὺν ἐκείνῳ ἀολλέας· ἠδὲ καὶ αὐτὸς [δηλαδὴ τοὺς δικαίους].

Πατρίδι καὶ μακάρεσσιν ἐελδομένοισι φανεῖται, Πατροδότοις ἀρετῇσι κυβερνῶν ἡνία κόσμου. Σοὶ δ᾽ ἄρα, παῖ, πρώτιστα φύει δωρήματα γαῖα Κριθὴν ἠδὲ κύπειρον, ὁμοῦ κολακάσσι᾽ ἀκάνθῳ. θαυμαστὸς ἀνὴρ καὶ πάσῃ παιδείᾳ κεκοσμημένος, ὃς ἀκριβῶς ἐπιστάμενος τὴν τῶν τότε παρόντων καιρῶν ὠμότητα· Σοὶ δ᾽ αἶγες θαλεραί, φησίν, μαστοῖς καταβεβριθυῖαι, Αὐτόματοι γλυκὺ νᾶμα συνεκτελέουσι γάλακτος, Οὐδὲ θέμις ταρβεῖν βλοσυροὺς ἀγέλῃσι λέοντας. ἀληθῆ λέγων· ἡ γὰρ πίστις τῆς βασιλικῆς αὐλῆς τοὺς δυνάστας οὐ φοβηθήσεται.

Φύσει δ᾽ εὐώδη τὰ σπάργανα σεῖό γε ποίην Ὄλλυται ἰοβόλου φύσις ἑρπετοῦ, ὄλλυται ... Λοίγιος, Ἀσσύριον θάλλει κατὰ τέμπε᾽ ἄμωμον. τούτων οὐδὲν ἀληθέστερον οὐδὲ τῆς τοῦ σωτῆρος ἀρετῆς οἰκειότερον εἴποι τις ἄν· αὐτὰ γὰρ τὰ τοῦ θεοῦ σπάργανα, πνεύματος ἁγίου δύναμις, εὐώδη τινὰ ἄνθη νεολαίᾳ ὤπασε γέννᾳ. ὁ δὲ ὄφις ἀπόλλυται, καὶ ὁ ἰὸς τοῦ ὄφεως ἐκείνου, ὃς τοὺς πρωτοπλάστους πρῶτος ἐξηπάτα, παράγων τὰς διανοίας αὐτῶν ἀπὸ τῆς ἐμφύτου 〈σωφροσύνης〉 ἐπὶ τὴν τῶν ἡδονῶν ἀπόλαυσιν, ὅπως γνοῖεν τὸν ἐπηρτημένον αὐτοῖς ὄλεθρον. πρὸ γάρ τοι τῆς κατελεύσεως τοῦ σωτῆρος τῆς ἀθανασίας τῶν δικαίων ἀγνοίᾳ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐπὶ μηδεμιᾷ χρηστῇ ἐλπίδι ἐρειδομένας ἔθραυε, παθόντος δὲ αὐτοῦ καὶ πρὸς καιρὸν τοῦ περιτεθέντος σώματος χωρισθέντος ἐκ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, ἀπεκαλύφθη τοῖς ἀνθρώποις τὸ δυνατὸν τῆς ἀναστάσεως, καὶ εἴ τις ἰλὺς ἀνθρωπίνων ἀδικημάτων κατελείπετο, αὕτη πᾶσα λουτροῖς ἁγίοις ἐσμήχετο. τότε δὴ παρακελεύεται τοῖς ὑπηκόοις θαρρεῖν, καὶ ἐκ τῆς αὐτοῦ σεμνῆς διασήμου τε ἀναστάσεως τὰ ὅμοια ἐλπίζειν ἐκέλευσεν.

οὐκοῦν δικαίως ἐτελεύτα πᾶσα ἡ τῶν ἰοβόλων φύσις, ἐτελεύτα δὲ καὶ θάνατος, ἐπεσφραγίσθη δὲ ἡ ἀνάστασις, ἀπώλετο δὲ καὶ τὸ τῶν Ἀσσυρίων γένος, ὃ παραίτιον ἐγένετο τῆς πίστεως τοῦ θεοῦ, φύεσθαι δὲ ἀνέδην καὶ πανταχοῦ φάσκων τὸ ἄμωμον πλῆθος τῶν θρησκευόντων προσαγορεύει· οἷον γὰρ ἐκ μιᾶς ῥίζης πλῆθος κλάδων εὐώδεσι θάλλον ἄνθεσιν, ἀρδόμενον συμμετρίᾳ δρόσου, βλαστάνει. πεπαιδευμένως δέ, ὦ σοφώτατε ποιητὰ Μάρων, καὶ τὰ ἑξῆς ἅπαντα ἀκολούθως ἔχει· Αὐτίκα δ᾽ ἡρώων ἀρετὰς πατρός τε μεγίστου Ἔργ᾽ ὑπερηνορίῃσι κεκασμένα πάντα μαθήσῃ. τοὺς μὲν τῶν ἡρώων ἐπαίνους τὰ τῶν δικαίων ἀνδρῶν ἔργα σημαίνων, τὰς δὲ ἀρετὰς τοῦ πατρὸς τὴν τοῦ κόσμου σύνταξιν καὶ τὴν εἰς αἰώνιον διαμονὴν ἀπεργασίαν λέγων, ἴσως δὲ καὶ τοὺς νόμους, οἷς ἡ θεοφιλὴς ἐκκλησία χρῆται ἐπιτηδεύουσα τὸν μετὰ δικαιοσύνης τε καὶ σωφροσύνης βίον. θαυμαστὴ δὲ καὶ ἡ τοῦ μεταξὺ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν βίου ἐπὶ τὸ ἀνηγμένον παραύξησις, τὸ ἀθρόον τῆς αἰφνιδίου μεταβολῆς παραιτουμένου· Πρῶτα μὲν ἀνθερίκων ξανθῶν ἤγοντο ἀλωαί· (τουτέστιν, ὁ καρπὸς τοῦ θείου νόμου ἤγετο εἰς χρείαν.)

Ἐν δ᾽ ἐρυθροῖσι βάτοισι παρήορος ἤλδανε βότρυς, (ἅπερ οὐκ ἦν κατὰ τὸν ἄθεσμον βίον,) Σκληρῶν δ᾽ ἐκ πεύκης λαγόνων μέλιτος ῥέε νᾶμα· τὴν ἠλιθιότητα τῶν τότε ἀνθρώπων καὶ τὸ κατεσκληκὸς ὑπογράφων ἦθος· ἴσως δὲ καὶ τοὺς τὸν τοῦ θεοῦ πόνον ἀσκοῦντας τῆς ἑαυτῶν καρτερίας γλυκύν τινα καρπὸν λήψεσθαι διδάσκων.

Παῦρα δ᾽ ὅμως ἴχνη προτέρας περιλείπεται ἄτης· Πόντον ἐπαΐξαι περί τ᾽ ἄστεα τείχεσι κλεῖσαι, Ῥῆξαί τ᾽ εἰλιπόδων ἑλκύσμασι τέλσον ἀρούρης· Ἄλλος ἔπειτ᾽ ἔσται Τῖφυς, καὶ Θεσσαλὶς Ἀργώ, Ἀνδράσιν ἡρώεσσιν ἀγαλλομένη, πολέμου δὲ Τρώων καὶ Δαναῶν πειρήσεται αὖθις Ἀχιλλεύς. εὖγ᾽, ὦ σοφώτατε ποιητά· τὴν γὰρ ποιητικὴν ἐξουσίαν μέχρι τοῦ προσήκοντος ἐταμιεύσω. οὐ γὰρ ἦν σοὶ προκείμενον ἀποθεσπίσαι μὴ ὄντι γε προφήτῃ, ἐκώλυεν δέ τις οἶμαι καὶ κίνδυνος τοῖς ἐλέγχουσι τὰ ὑπὸ τῶν προγόνων νομισθέντα ἐπηρτημένος. πεφραγμένως δὴ καὶ ἀκινδύνως κατὰ τὸ δυνατὸν τοῖς συνιέναι δυναμένοις παραστήσας τὴν ἀλήθειαν, πύργους καὶ πόλεμον αἰτιασάμενος, ἅπερ ἀληθῶς ἔτι καὶ νῦν ἐξετάζεται κατὰ τὸν τῶν ἀνθρώπων βίον, τὸν μὲν Ἀχιλλέα χαρακτηρίζει τὸν σωτῆρα ὁρμῶντα ἐπὶ τὸν Τρωικὸν πόλεμον, τὴν δὲ Τροίαν τὴν οἰκουμένην πᾶσαν. ἐπολέμησε. γοῦν ἄντικρυς τῆς ἀντικειμένης δυνάμεως πονηρᾶς, πεμφθεὶς ἐξ οἰκείας τε προνοίας καὶ παραγγελίας μεγίστου πατρός. τί δὴ μετὰ ταῦτα ὁ ποιητὴς λέγει;

Ἀλλ᾽ ὅταν ἠνορέης ὥρη καὶ καρπὸς ἵκηται, (τουτέστιν, ἐπειδὰν ἀνδρωθεὶς τὰ περιέχοντα τὸν βίον τῶν ἀνθρώπων ῥιζόθεν ἐξέλῃ τήν τε ξύμπασαν γῆν εἰρήνῃ κατακοσμήσῃ,) Οὐχ ὅσιον ναύτῃσιν ἁλιτρύτοισιν ἀλᾶσθαι, Φυομένων ἄμυδις γαίης ἄπο πίονι μέτρῳ, Αὐτὴ δ᾽ ἄσπαρτος καὶ ἀνήροτος· οὐδὲ μὲν ἀκμὴν Ὀτραλέου δρεπάνοιο ποθησέμεν ἄμπελον οἶμαι.

Οὐδ᾽ ἐρίου δεύοιτο βροτὸς πόκον, αὐτόματος δὲ Ἀρνειὸς Τυρίῃσι περιπρέψει λιβάδεσσι, Σάνδυκι πορφυρέῳ λάχνην ῥυπόεσσαν ἀμείβων. Ἀλλ᾽ ἄγε τιμῆεν σκῆπτρον βασιληίδος ἀρχῆς Δεξιτερῆς ἀπὸ πατρὸς ἐριβρεμέταο δέδεξο.

Κόσμου κητώεντος ὁρῶν εὔπηκτα θέμεθλα, Χαρμοσύνην γαίης τε καὶ οὐρανοῦ ἠδὲ θαλάσσης, Γηθόσυνόν τ᾽ αἰῶνος ἀπειρεσίου λάσιον κῆρ. Εἴθε με γηραλέον δώῃ πότε νήδυμος ἰσχὺς Σὴν ἀρετὴν κελαδεῖν, ἐφ᾽ ὅσον δύναμίς γε παρείη· Οὐκ ἄν με πλήξειεν ὁ Θρᾳκῶν δῖος ἀοιδός, Οὐ Λίνος, οὐ Πὰν αὐτός, ὃν Ἀρκαδίη τέκετο χθών· Ἀλλ᾽ οὐδ᾽ αὐτὸς ὁ Πὰν ἀνθέξεται εἵνεκα νίκης.

Κόσμου κητώεντος ὅρα, φησί, καὶ τῶν στοιχείων ἁπάντων χαράν. Ταῦτα δόξειεν ἄν τις τῶν οὐκ εὖ φρονούντων περὶ γενεᾶς ἀνθρώπου λέγεσθαι. παιδὸς δὲ τεχθέντος ἀνθρώπου, ποῖον δὴ ἔχει λόγον γῆν ἄσπαρτον καὶ ἀνήροτον καὶ τήν γε ἄμπελον μὴ ἐπιποθεῖν τὴν δρεπάνου ἀκμὴν μηδὲ τὴν ἄλλην ἐπιμέλειαν; πῶς ἂν νοηθείη λεχθὲν ἐπὶ γενεᾶς ἀνθρωπίνης; ἡ γάρ τοι φύσις θείας ἐστὶ προστάξεως διάκονος, οὐκ ἀνθρωπίνης κελεύσεως ἐργάτις. ἀλλὰ καὶ στοιχείων χαρὰ θεοῦ κάθοδον, οὐκ ἀνθρώπου τινὸς χαρακτηρίζει κύησιν, τό τε εὔχεσθαι τὸν ποιητὴν τοῦ βίου τέλος αὐτῷ μηκύνεσθαι θείας ἐπικλήσεως σύμβολον· παρὰ θεοῦ γὰρ τὸν βίον καὶ τὸ σώζεσθαι ἀξιοῦν εἰθίσμεθα, οὐ πρὸς ἀνθρώπου. ἡ γοῦν Ἐρυθραία πρὸς τὸν θεόν· τί δή μοι, φησίν, ὦ δέσποτα, τὴν τῆς μαντείας ἐπισκήπτεις ἀνάγκην, καὶ οὐχὶ μᾶλλον ἀπὸ τῆς γῆς μετέωρον ἀρθεῖσαν διαφυλάττεις ἄχρι τῆς μακαριωτάτης σῆς ἐλεύσεως ἡμέρας; ὁ δὲ Μάρων πρὸς τοῖς εἰρημένοις ἐπιφέρει καὶ τάδε· Ἄρχεο μειδιόωσαν ὁρῶν τὴν μητέρα κεδνὴν Γνωρίζειν· ἡ γάρ σε φέρεν πολλοὺς λυκάβαντας.

Σοὶ δὲ γονεῖς οὐ πάμπαν ἐφημερίῳ γ᾽ ἐγέλασσαν, Οὐδ᾽ ἥψω λεχέων, οὐδ᾽ ἔγνως δαῖτα θάλειαν. πῶς γὰρ ἂν πρὸς τοῦτον οἱ γονεῖς ἐμειδίασαν; ὁ μὲν γὰρ αὐτῶν θεός, ἄποιος δύναμις, καὶ ἀσχημάτιστος μέν, ἐν περιγραφῇ δὲ ἄλλων, οὐκ ἀνθρωπίνου δὲ σώματος. λέκτρων δὲ ἄπειρον τίς οὐκ οἶδεν ὂν τὸ ἅγιον πνεῦμα; ποία δὲ ἐπιθυμία ἔφεσίς τε ἐν τῇ τοῦ ἀγαθοῦ διαθέσει, οὗ πάντα ἐφίενται; τί δ᾽ ὅλως κοινὸν σοφίᾳ τε καὶ ἡδονῇ; ἀλλὰ ταῦτα ἐφείσθω λέγειν τοῖς ἀνθρωπίνην τινὰ καὶ ὀχλοχαρῆ παιδείαν μετερχομένοις, παιδείας δὲ θείας ἀπείροις· οἱ μὲν γὰρ ἐπιδείξεως καὶ δόξης ἕνεκα ἀλαζονεύονται, οἱ δὲ τὴν ψυχὴν αὐτῶν καθαρεύειν ἀπὸ παντὸς κακοῦ ἔργου τε καὶ ῥήματος παρασκευάζουσιν. ἐπικαλοῦμαι δὲ σὲ αὐτὴν σύμμαχον τοῖς λεγομένοις, ὦ θεοσέβεια, ἁγνόν τινα νόμον ὑπάρχουσαν, πάντων τε ἀγαθῶν εὐκταιοτάτην ἐλπίδα, ὁσιότητος διδάσκαλον, ἀθανασίας ὑπόσχεσιν ἀκίβδηλον· σὲ μέν, εὐσέβεια καὶ φιλανθρωπία, προσκυνῶ, σαῖς δὲ θεραπείαις χάριν ἀΐδιον ὀφείλομεν οἱ ἰαθέντες. ὁ δὲ ἄπειρος ὄχλος τῆς σῆς ἐπικουρίας διὰ τὴν ἔμφυτον πρὸς σὲ ἀπέχθειαν καὶ τὸν θεὸν ἀποστρέφεται, οὐδὲ οἶδεν τὴν αἰτίαν ὅλως τοῦ ζῆν καὶ εἶναι, αὐτόν τε καὶ τοὺς λοιποὺς δυσσεβεῖς ἐκ τοῦ πρὸς τὸ κρεῖσσον καθήκοντος ἠρτῆσθαι· πᾶς γὰρ ὁ κόσμος ἐκείνου κτῆμα καὶ ὅσα ἐστὶν ἐν κόσμῳ.