Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν τῶν ἁγίων σύλλογον

Εὐσέβιος Καισαρείας

Η μαρτυρία της Εκκλησίας και η θεία δίκη κατά των διωκτών

Περιγραφή των διωγμών, της καρτερίας των μαρτύρων, της παραδειγματικής τιμωρίας των τυράννων από τη θεία δικαιοσύνη και ευχαριστήριος επίλογος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 9 από 9

Ἐγὼ μὲν τῆς εὐτυχίας τῆς ἐμαυτοῦ καὶ τῶν ἐμῶν πάντων αἰτιῶμαι τὴν σὴν εὐμένειαν. μαρτυρεῖ δὲ καὶ ἡ ἔκβασις τῶν κατ᾽ εὐχὰς ἁπάντων, ἀνδραγαθίαι, νῖκαι, κατὰ τῶν πολεμίων τρόπαια, σύνοιδεν δὲ καὶ μετ᾽ εὐφημίας ἐπαινεῖ καὶ ἡ μεγάλη πόλις, βούλεται δὲ καὶ ὁ δῆμος τῆς φιλτάτης πόλεως, εἰ καὶ πρὸς ταῖς σφαλεραῖς ἐλπίσιν ἐξαπατηθεὶς ἀνάξιον ἑαυτῆς προείλετο προστάτην, ὃς παραχρῆμα ἑάλω προσηκόντως τε καὶ ἀξίως τοῖς ἑαυτῷ τετολμημένοις, ὧν οὐ θέμις ἀπομνημονεῦσαι, μάλιστα ἐμοὶ τῷ διαλεγομένῳ πρὸς σὲ καὶ πᾶσαν ἐπιμέλειαν ποιουμένῳ, πῶς ἂν ἁγναῖς καὶ εὐφήμοις διαλέξεσι προσείποιμί σε. ἐρῶ δέ τι ἴσως οὐκ ἄσχημον οὐδὲ ἀπρεπές. ὑπερβάλλων μέντοι μανίᾳ καὶ ὠμότητι προκεκήρυκτό σοί ποτε, ὦ θεοσέβεια, καὶ πάσαις ταῖς ἁγιωτάταις σου ἐκκλησίαις ὑπὸ τυράννων πόλεμος ἄσπονδος, καὶ οὐκ ἐπέλειψάν τινες τῶν ἐν τῇ Ῥώμῃ τηλικούτοις ἐπιχαίροντες δημοσίοις κακοῖς, παρεσκεύαστο δὲ καὶ πεδίον τῇ μάχῃ.

σὺ δὲ προσελθοῦσα ἐπέδωκας σεαυτὴν ἐπερειδομένη τῇ πρὸς θεὸν πίστει· θνητῶν δὲ δυσσεβῶν ὠμότης δίκην πυρὸς ἀκαταπαύστως ἐπινεμησαμένη θαυμαστὴν καὶ διὰ παντὸς ἀοίδιμον εὐδοξίαν προσῆψέ σοι· σέβας γὰρ διὰ ταῦτα εἶχε τοὺς θεωμένους, τοὺς μὲν αὐτοὺς [οὖν] δημίους καὶ στρεβλοῦντας τὰ τῶν εὐσεβῶν σώματα κάμνοντας καὶ δυσπετοῦντας πρὸς τὰ δεινά, παρειμένους δὲ τοὺς δεσμοὺς καὶ τάς γε βασάνους αὐτὰς ἐκλύτους καὶ τὰς προσφερομένας καύσεις ἀμαυρουμένας, τῶν δὲ ὀπαδῶν τοῦ θεοῦ δυστρέπτων [μὲν] τὴν πρὸς τοὺς πόνους στερρότητα καὶ οὐδὲ πρὸς ὀλίγον ὀκλαζόντων τὴν παρρησίαν. τί οὖν ταῦτα τολμῶν ὤνησας, ὦ δυσσεβέστατε; τί δὲ τὸ αἴτιον τῆς ἐκστάσεως τῶν φρενῶν; ἐρεῖς ὅτι διὰ τὴν πρὸς τοὺς θεοὺς τιμήν· τίνας τούτους; ἢ ποίαν τινὰ ἀξίαν τῆς θείας φύσεως λαμβάνεις ἔννοιαν; ὀργίλους ἡγῇ κατὰ σὲ τοὺς θεοὺς εἶναι; εἰ δ᾽ οὖν ἦσαν τοιοῦτοι, ἐχρῆν θαυμάζειν αὐτῶν τὴν προαίρεσιν, οὐ πειθαρχεῖν τοῖς ἀναιδέσι προστάγμασι, δικαίων ἀνδρῶν σφαγὰς ἀδίκως ἐπαράντων. ἐρεῖς ἴσως διὰ τὰ ὑπὸ τῶν προγόνων νομισθέντα καὶ τὴν τῶν ἀνθρώπων ὑπόληψιν· συγχωρῶ.

καὶ γάρ ἐστι παραπλήσια τοῖς δρωμένοις τὰ νομιζόμενα μιᾶς τε καὶ τῆς αὐτῆς ἀφροσύνης· ᾠήθης ἴσως εἶναι τινὰ δύναμιν ἐξαίρετον ἐν τοῖς ὑπὸ τεκτόνων καὶ δημιουργῶν ἐσκευασμένοις ἀνθρωπομόρφοις· τοιγάρτοι περιεῖπες αὐτὰ πᾶσαν ποιούμενος ἐπιμέλειαν, ὅπως μή ποτε ῥυπωθεῖεν, μεγίστων καὶ ἐξαιρέτων θεῶν ἀνθρωπίνης δεομένων ἐπιμελείας.

Ἀντεξέταζε τὴν ἡμετέραν θρησκείαν πρὸς τὰ ὑμέτερα. οὐκ ἐνταῦθα μὲν ὁμόνοια γνησία καὶ διαρκὴς φιλανθρωπία, ἔλεγχος δὲ πταίσματος νουθεσίαν οὐκ ὄλεθρον φέρων, θεραπεία δὲ οὐκ ὠμότητος ἀλλὰ σωτηρίας, καὶ πίστις εἰλικρινὴς πρῶτον μὲν πρὸς τὸν θεόν, ἔπειτα δὲ καὶ πρὸς τὴν φυσικὴν τῶν ἀνθρώπων κοινωνίαν, ἔλεος δὲ τῶν οὓς ἐπολέμησεν ἡ τύχη, ἁπλοῦς δὲ βίος καὶ οὐ ποικίλῃ τινὶ πανουργίᾳ τὴν πονηρίαν ἐπικαλυπτόμενος, τοῦ τε ὄντως θεοῦ καὶ 〈τῆς〉 μοναρχίας γνῶσις; ἥδε ἐστὶν ἀληθῶς θεοσέβεια, ἥδε εἰλικρινὴς θρησκεία ἡ παντελῶς ἄχραντος, οὗτος ἔμφρων βίος, ὃν οἱ μετιόντες ὡς διὰ λεωφόρου σεμνῆς τινος ἐπὶ τὸν ἀέναον πορεύονται βίον· οὐδεὶς γὰρ ὅλως τελευτᾷ ὁ τὸν τοιοῦτον ἐνστησάμενος βίον καθαρεύων τε τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, πληροῖ δὲ μᾶλλον τὴν προσταχθεῖσαν αὐτῷ θεόθεν λειτουργίαν ἢ ἀποθνήσκει· ὁ γάρ τοι τὸν θεὸν ὁμολογήσας οὐ γίνεται πάρεργον ὕβρεως οὐδὲ θυμοῦ, ἀλλ᾽ εὐγενῶς τὴν ἀνάγκην ὑποστὰς τὴν τῆς καρτερίας πεῖραν ἐφόδιον ἔχει τῆς πρὸς τοῦ θεοῦ εὐμενείας.

οὐδὲν γὰρ ἀμφίβολον τὴν τῶν ἀνθρώπων ἀρετὴν ἀσπάζεσθαι τὸ θεῖον· καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τοὺς μὲν ἀνθρώπους, ὅταν τυγχάνωσιν εὐεργετούμενοι, ἤτοι ὑπὸ τῶν τῆς αὐτῆς ἐξουσίας ἐπειλημμένων ἢ καὶ ὑποδεεστέρων, ἃ θεραπεύοντες τυγχάνοιεν οἱ εὐεργετοῦντες αὐτοὺς εὐχαρίστως κατατίθεσθαι καὶ ἀντευεργετεῖν, τὸν δὲ ὑπὲρ πάντας ἀρχηγόν τε τῶν πάντων καὶ τὸ ἀγαθὸν αὐτὸ καταμελεῖν τῆς ἀμοιβῆς, ὃ συμπαρομαρτεῖ μὲν ἡμῶν τῷ παντὶ βίῳ καὶ πάρεστιν ἡμῖν τηνικαῦτα, ὁσάκις ἀγαθόν τι ποιῶμεν, καὶ παραχρῆμα μὲν ἀποδεχόμενον τῆς ἀνδρείας καὶ εὐδικίας εὐεργετεῖ, τὴν δὲ συμπλήρωσιν τῆς ἀμοιβῆς εἰς τὴν τοῦ βίου συμπλήρωσιν ἡμῶν ὑπερτίθεται· πᾶσα γὰρ ἡ τοῦ βίου ψῆφος τηνικαῦτα λογοθετεῖται, ἐν ᾧ χρόνῳ τὸ σῶμα ὑπὸ τῆς ψυχῆς καταλείπεται, αὐτὴ δὲ ἡ ψυχὴ καθαρὰ καὶ ἄχραντος καθαρῷ καὶ ἀχράντῳ τῷ θείῳ πελάζει. ἥδε μὲν οὖν ἡ τοῦ θείου δικαιοσύνη, καὶ οὗτος [μὲν] ὁ τῶν δικαίων ἐξετασμός, πείρας γενομένης κατὰ τὸν βίον πίστεως τε καὶ ἐγκρατείας, καὶ ἐπειδὰν ταῦτα καλῶς ἔχῃ, ὁ μισθὸς ἐπακολουθεῖ τῆς αἰωνίου ζωῆς, μετέρχεται δὲ καὶ τοὺς πονηροὺς ἡ προσήκουσα τιμωρία.

Σὲ δὲ νῦν τὸν Δέκιον ἐρωτῶ, τὸν ἐπεμβαίνοντά ποτε τοῖς τῶν δικαίων πόνοις, τὸν τὴν ἐκκλησίαν μισήσαντα, τὸν ἐπιθέντα τιμωρίαν τοῖς ὁσίως βεβιωκόσι· τί δὴ νῦν πράσσεις μετὰ τὸν βίον; ποίαις δὲ καὶ πῶς δυστραπέλοις συνέχῃ περιστάσεσιν; ἔδειξε δὲ καὶ ὁ μεταξὺ τοῦ βίου καὶ τῆς τελευτῆς χρόνος τὴν σὴν εὐτυχίαν, ἡνίκα ἐν τοῖς Σκυθικοῖς πεδίοις πανστρατιᾷ πεσὼν τὸ περιβόητον Ῥωμαίων κράτος ἦγες τοῖς Γέταις εἰς καταφρόνησιν. ἀλλὰ σύγε, Οὐαλεριανέ, τὴν αὐτὴν μιαιφονίαν ἐνδειξάμενος τοῖς ὑπηκόοις τοῦ θεοῦ, τὴν ὁσίαν κρίσιν ἐξέφηνας ἁλοὺς αἰχμάλωτός τε καὶ δέσμιος ἀχθεὶς σὺν αὐτῇ πορφυρίδι καὶ τῷ λοιπῷ βασιλικῷ κόσμῳ, τέλος δὲ ὑπὸ Σαπώρου τοῦ Περσῶν βασιλέως ἐκδαρῆναι κελευσθεὶς καὶ ταριχευθεὶς τρόπαιον τῆς σαυτοῦ δυστυχίας ἔστησας αἰώνιον. καὶ σὺ δέ, Αὐρηλιανέ, φλὸξ πάντων ἀδικημάτων, πῶς ἐπιφανῶς, διατρέχων ἐμμανῶς τὴν Θρᾴκην, κοπεὶς ἐν μέσῃ λεωφόρῳ τοὺς αὔλακας τῆς ὁδοῦ ἀσεβεῖ αἵματι ἐπλήρωσας.

Διοκλητιανὸς δὲ μετὰ τὴν μιαιφονίαν τοῦ διωγμοῦ αὐτὸς ἑαυτοῦ καταψηφισάμενος, λέληθεν ἀποκηρύξας μὲν ἑαυτὸν τῆς ἀρχῆς ὡς ἄχρηστον, ὁμολογήσας δὲ τὴν τῆς ἀφροσύνης βλάβην μιᾶς εὐκαταφρονήτου οἰκήσεως καθειργμῷ. τί δὴ τούτῳ συνήνεγκε πρὸς τὸν θεὸν ἡμῶν τὸν πόλεμον ἐνστήσασθαι; ἵν᾽ οἶμαι τὴν τοῦ κεραυνοῦ βολὴν δεδιὼς διαγάγοι τὸν ἐπίλοιπον βίον. λαλεῖ Νικομήδεια, οὐ σιωπῶσι δὲ καὶ οἱ ἱστορήσαντες, ὧν καὶ αὐτὸς ὢν τυγχάνω. εἶδον γάρ, ἡνίκα εὐτελὴς τὸ φρόνημα καὶ πᾶσαν μὲν πρόσοψιν παντοῖον δὲ ψόφον δεδιὼς ἐποτνιᾶτο τῶν περιεστώτων κακῶν αἰτίαν γεγενῆσθαι τὴν ἀφροσύνην ἑαυτοῦ προκαλεσαμένου καθ᾽ ἑαυτοῦ τὴν θείαν τοῖς δικαίοις ἐπικουρίαν. ἐδῃοῦτο μέντοι τὰ βασίλεια καὶ ὁ οἶκος αὐτοῦ, ἐπινεμομένου σκηπτοῦ νεμομένης τε οὐρανίας φλογός. καὶ προείρητό γε ἡ τούτων ἔκβασις ὑπὸ τῶν εὖ φρονούντων· οὐδὲ γὰρ ἐσιώπων οὐδὲ τὴν οἰμωγὴν τῶν ἀναξίως γιγνομένων ἐπεκαλύπτοντο, φανερῶς δὲ καὶ δημοσίᾳ παρρησιαζόμενοι πρὸς ἀλλήλους διελέγοντο. “τίς ἡ τοσαύτη μανία;

πόση δὲ ἡ τῆς δυναστείας ἀλαζονεία 〈τὸ〉 τολμᾶν πολεμεῖν θεῷ ὄντας ἀνθρώπους, ἁγνοτάτῃ δὲ καὶ δικαιοτάτῃ θρησκείᾳ θέλειν ἐμπαροινεῖν, τοσούτου δὲ δήμου καὶ ἀνθρώπων δικαίων ὄλεθρον μηδεμιᾶς προϋπαρχούσης πλημμελείας μηχανήσασθαι, καὶ ταῦτα εὐκαιρίας τε οὔσης ἰδίᾳ τε καὶ δημοσίᾳ, δεξιῶς φερομένων πάντων πραγμάτων, ὁμονοίας τε τῶν δυναστευόντων βεβαίας μενούσης. ἔσται τούτων τίσις, ἔσται τοῦ ἀδίκως αἵματος ἐκχυθέντος ἐκδικία, καὶ ἴσως γε τούς τε αἰτίους καὶ τοὺς ἀναιτίους ἡ αὐτὴ περιλήψεται συμφορά. νεμεσᾷ γὰρ δικαίως πρὸς τοὺς πονηροὺς τὸ θεῖον„. καὶ ταῦτα ἔλεγον οὐκ ἀπεικότως τεκμαιρόμενοι· ἑώρων γὰρ μεγίστην τινὰ καὶ ὑπερορίαν ὠμότητα. πάντων γὰρ ἀναλωθέντων ὅσα πέφυκεν ἐπινοεῖν ὠμότης, ἐπὶ ἀσχήμονας τιμωρίας μετῆλθεν ἡ δυσσέβεια. ἁγνὰς γὰρ παρθένους καὶ σώφρονας γυναῖκας ὁ προειρημένος βασιλεὺς εἰς λύμην ἀσελγείας κατέκρινεν, αἰσχροῖς ψηφίσμασιν ἐπὶ τὰς ἡδονὰς παρακαλῶν τοὺς νέους· ἐν ᾧ κρείσσων εὑρέθη τῶν χυδαίων ἡ ἐγκράτεια τῆς ἀκολασίας τοῦ τυράννου. οὐδεὶς γὰρ ἑαυτὸν καθῆκεν εἰς ἀνόσιον θυμηδίαν, καὶ τὸ ψήφισμα τοῦ βασιλέως τὴν τοῦ δήμου σωφροσύνην οὐκ ἴσχυσεν ἀναχαιτίσαι. ὢ νόμων ἐπιμελητὴν ἄριστον, ὢ τῆς τῶν πάντων ὑπηκόων σωφροσύνης διδάσκαλον, ὢ κηδεμονίας στρατοῦ πρὸς τοὺς ἑαυτῶν πολίτας.

ἐτίτρωσκον τὰ στέρνα τῶν ὁμοφύλων οἱ μηδέποτε τὰ τῶν πολεμίων ἐν παρατάξει μετάφρενα θεασάμενοι. τέλος γοῦν τὴν τῶν ἀνοσίων ἔργων ἐκδικίαν ἡ θεία πρόνοια μετῆλθεν, οὐ μὴν ἄνευ δημοσίας βλάβης. τοσαῦται γοῦν ἐγένοντο σφαγαί, ὅσαι εἰ κατὰ βαρβάρων ἐγένοντο, ἱκανὰς εἶναι πρὸς αἰωνίαν εἰρήνην. πᾶν γὰρ τὸ τοῦ προειρημένου βασιλέως στράτευμα, ὑποταχθὲν ἐξουσίᾳ τινὸς ἀχρήστου βίᾳ τε τὴν Ῥωμαίων ἀρχὴν ἁρπάσαντος, προνοίας θεοῦ τὴν μεγάλην πόλιν ἐλευθερούσης, πολλοῖς καὶ παντοδαποῖς πολέμοις ἀνήλωται. ἀλλὰ τίς ἂν προκομισθείη σαφεστέρα καὶ ἐναργεστέρα τῆς τοῦ θεοῦ κρίσεως ἀπόδειξις; βοᾷ μὲν ὁ κόσμος αὐτός, λαμπροτέρα δὲ καὶ ἐναργεστέρα ἡ τῶν ἄστρων πομπὴ καταφαίνεται, γεγηθότων οἶμαι διὰ τὴν τῶν ἀνοσίων ἔργων προσήκουσαν ἐκδικίαν, καὶ αὐτοὶ δὲ οἱ διαδεξάμενοι τὸν ἄγριον καὶ ἀπάνθρωπον βίον καιροὶ χαίρειν ἐπὶ τῇ σφῶν αὐτῶν εὐμοιρίᾳ νομίζονται τήν τε τοῦ θεοῦ πρὸς τοὺς ἀνθρώπους δηλοῦσιν εὐμένειαν. ἀλλὰ μὴν καὶ αἱ πρὸς τὸν θεὸν ἐκφωνήσεις τῶν πιεζομένων καὶ τὴν ἔμφυτον ἐλευθερίαν ποθούντων, καὶ οἱ μετὰ τὴν ἀπαλλαγὴν τῶν κακῶν τῆς εὐχαριστίας πρὸς τὸν θεὸν ἔπαινοι, ἀποδοθείσης τῆς ἐλευθερίας αὐτοῖς καὶ τῶν μετὰ δικαιοσύνης συμβολαίων, πῶς οὐ παντὶ τρόπῳ τὴν τοῦ θεοῦ πρόνοιαν καὶ τὴν πρὸς τοὺς ἀνθρώπους στοργὴν χαρακτηρίζουσιν;

Ὅταν δὲ τὴν ἐμὴν ὑπηρεσίαν ἐπαινῶσιν, ἐξ ἐπιπνοίας θεοῦ τὴν ἀρχὴν ἔχουσαν, ἆρ᾽ οὐ τῆς ἐμῆς ἀνδραγαθίας τὸν θεὸν αἴτιον εἶναι διαβεβαιοῦνται; πάντων γε μάλιστα· ἔστι γὰρ θεοῦ ἴδιον τὸ τὰ ἄριστα προστάττειν, ἀνθρώπων δὲ τὸ τῷ θεῷ πείθεσθαι. ἔστι δὲ οἶμαι διακονία καλλίστη τε καὶ ἀρίστη, εἴ τις πρὸ τῆς ἐγχειρήσεως προκατασκευάζει τὴν τῶν πραχθησομένων ἀσφάλειαν. καὶ ἐπίστανταί γε πάντες ἄνθρωποι τὴν τῶνδε τῶν χειρῶν ἁγιωτάτην λατρείαν ὀφείλεσθαι τῷ θεῷ πίστει καθαρᾷ καὶ εἰλικρινεστάτῃ, καὶ σύν γε ταῖς χερσὶν εὐχαῖς τε καὶ λιτανείας πᾶν, ὅσον ἤνυσται ὑπὲρ συμφέροντος, κατορθοῦσθαι, προσγενομένης ὠφελείας ἰδίᾳ τε καὶ δημοσίᾳ τοσαύτης, ὅσην ἂν ἕκαστος αὐτῷ τε καὶ τοῖς φιλτάτοις ηὔξατο.

ἱστόρησαν δὲ καὶ τὰς μάχας, καὶ ἐθεάσαντο [καὶ] τὸν πόλεμον, τῆς τοῦ θεοῦ προνοίας τὴν νίκην τῷ δήμῳ βραβευούσης, καὶ εἶδον τὸν θεὸν ταῖς ἡμετέραις εὐχαῖς συναιρόμενον· ἀνίκητον γὰρ χρῆμα ἡ δικαία προσευχή, καὶ οὐδεὶς ὁσίως λιτανεύων ἀποτυγχάνει τοῦ σκοποῦ· οὐδὲ γὰρ περιλείπεται τόπος ἀποτεύγματι, εἰ μὴ μόνον ἔνθα ἂν τὸ τῆς πίστεως ὀκλάζῃ· ὁ γάρ τοι θεὸς ἀεὶ πάρεστιν εὐμενὴς τὴν τῶν ἀνθρώπων προσδεχόμενος καλοκἀγαθίαν· διὸ ἀνθρώπινον μὲν πταῖσαί ποτε, ὁ δὲ θεὸς ἀναίτιος τῶν ἀνθρωπίνων πταισμάτων· χρὴ τοίνυν πάντας τοὺς τὴν εὐσέβειαν καταδιώκοντας χάριν ὁμολογεῖν τῷ σωτῆρι τῶν πάντων ἕνεκεν τῆς ἡμετέρας αὐτῶν σωτηρίας καὶ τῆς τῶν δημοσίων πραγμάτων εὐμοιρίας, ὁσίαις τε εὐχαῖς καὶ λιτανείαις ἐπαλλήλοις ἐξιλεοῦσθαι τὸν Χριστὸν ἡμῖν, ὅπως τὰς εὐεργεσίας αὐτοῦ διαφυλάττοι· οὗτος γάρ ἐστιν ἀήττητος σύμμαχος καὶ ὑπερασπιστὴς τῶν δικαίων, ὁ δὲ αὐτὸς κριτὴς ἄριστος, ἀθανασίας ἡγεμών, ἀιδίου ζωῆς χορηγός.