Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον Κωνσταντίνου τοῦ βασιλέως

Εὐσέβιος Καισαρείας

Λόγος Γ΄: Ανέγερση νέων ναών, πάταξη της ειδωλολατρίας και αντιμετώπιση αιρέσεων

Η οικοδόμηση ναών στην Κωνσταντινούπολη, η καταστροφή των ιερών της Μαμβρή και της Αφροδίτης, η διευθέτηση της εκκλησιαστικής κρίσης στην Αντιόχεια και τα μέτρα κατά των αιρετικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 11 από 16

Τὰς μὲν οὖν λεχθείσας φιλοκαλίας βασιλεὺς πρὸς τῷ Παλαιστινῶν ἔθνει τόνδε συνίστη τὸν τρόπον, καὶ κατὰ πάσας δὲ τὰς ἐπαρχίας νεοπαγεῖς ἐκκλησίας ἐπισκευάζων μακρῷ τῶν προτέρων τιμιωτέρας ἀπέφαινε. τὴν δέ γ᾽ ἐπώνυμον αὐτοῦ πόλιν ἐξόχῳ τιμῇ γεραίρων εὐκτηρίοις πλείοσιν ἐφαίδρυνε μαρτυρίοις τε μεγίστοις καὶ περιφανεστάτοις οἴκοις, τοῖς μὲν πρὸ τοῦ ἄστεος τοῖς δ᾽ ἐν αὐτῷ τυγχάνουσι, δι᾽ ὧν ὁμοῦ καὶ τὰς τῶν μαρτύρων μνήμας ἐτίμα καὶ τὴν αὐτοῦ πόλιν τῷ τῶν μαρτύρων καθιέρου θεῷ. ὅλως δ᾽ ἐμπνέων θεοῦ σοφίας, ἣν τῆς ἐπηγορίας τῆς αὐτοῦ πόλιν ἐπώνυμον ἀποφῆναι ἔκρινε, καθαρεύειν εἰδωλολατρίας ἁπάσης ἐδικαίου, ὡς μηδαμοῦ φαίνεσθαι ἐν αὐτῇ τῶν δὴ νομιζομένων θεῶν ἀγάλματα ἐν ἱεροῖς θρησκευόμενα, ἀλλ᾽ οὐδὲ βωμοὺς λύθροις αἱμάτων μιαινομένους, οὐ θυσίας ὁλοκαυτουμένας πυρί, οὐ δαιμονικὰς ἑορτάς, οὐδ᾽ ἕτερόν τι τῶν συνήθων τοῖς δεισιδαίμοσιν.

Εἶδες δ᾽ ἂν ἐπὶ ⌜μέσον⌝ ἀγορῶν κειμέναις κρήναις τὰ τοῦ καλοῦ ποιμένος σύμβολα, τοῖς ἀπὸ τῶν θείων λογίων ὁρμωμένοις γνώριμα, τόν τε Δανιὴλ σὺν αὐτοῖς λέουσιν ἐν χαλκῷ πεπλασμένον χρυσοῦ τε πετάλοις ἐκλάμποντα. τοσοῦτος δὲ θεῖος ἔρως τὴν βασιλέως κατειλήφει ψυχήν, ὡς ἐν αὐτοῖς τοῖς ἀνακτόροις τῶν βασιλείων, κατὰ τὸν πάντων ἐξοχώτατον οἶκον τῆς πρὸς τῷ ὀρόφῳ κεχρυσωμένης φατνώσεως κατὰ τὸ μεσαίτατον, μεγίστου πίνακος ἀνηπλωμένου μέσον ἐμπεπῆχθαι τὸ τοῦ σωτηρίου πάθους σύμβολον ἐκ ποικίλων συγκείμενον καὶ πολυτελῶν λίθων ἐν χρυσῷ πολλῷ κατειργασμένων. φυλακτήριον δὲ δοκεῖ τοῦτο αὐτῆς βασιλείας τῷ θεοφιλεῖ πεποιῆσθαι.

Τούτοις μὲν οὖν τὴν αὐτοῦ πόλιν ἐκαλλώπιζε. τὴν δὲ Βιθυνῶν ἄρχουσαν ὁμοίως ἀναθήματι μεγίστης καὶ ὑπερφυοῦς ἐκκλησίας ἐτίμα, ἐξ οἰκείων θησαυρῶν κἀνταῦθα τῷ αὐτοῦ σωτῆρι κατ᾽ ἐχθρῶν καὶ θεομάχων ἀνυψῶν νικητήρια. καὶ τῶν λοιπῶν δ᾽ ἐθνῶν τὰς μάλιστα κρατιστευούσας πόλεις ταῖς τῶν εὐκτηρίων φιλοκαλίαις ἐκπρέπειν ἐποίει, ὥσπερ οὖν καὶ {τὴν} ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως, ἣ τὴν ἐπώνυμον εἴληχεν Ἀντιόχου προσηγορίαν· ἐφ᾽ ἧς ὡς ἐπὶ κεφαλῆς τῶν τῇδε ἐθνῶν μονογενές τι χρῆμα ἐκκλησίας μεγέθους ἕνεκα καὶ κάλλους ἀφιέρου, μακροῖς μὲν ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαβών, εἴσω δὲ τὸν εὐκτήριον οἶκον εἰς ἀμήχανον ἐπάρας ὕψος, ἐν ὀκταέδρου {μὲν} συνεστῶτα σχήματι, ἐν κύκλῳ ὑπερῴων τε καὶ καταγείων χωρημάτων ἁπανταχόθεν περιεστοιχισμένον, ὃν καὶ χρυσοῦ πλείονος ἀφθονίᾳ χαλκοῦ τε καὶ τῆς λοιπῆς πολυτελοῦς ὕλης ἐστεφάνου κάλλεσιν.

Τάδε μὲν οὖν τὰ ἐξοχώτατα τῶν βασιλέως ἐτύγχανεν ἀφιερώματα. πυθόμενος ⌜δέ⌝ τοι ἕνα καὶ τὸ αὐτὸν σωτῆρα τὸν {τε} ἔναγχος ἐπιφανέντα τῷ βίῳ καὶ πρόπαλαι θεοφανείας πεποιῆσθαι φιλοθέοις ἀνδράσι τῆς Παλαιστίνης ἀμφὶ τὴν καλουμένην δρῦν Μαμβρῆ, κἀνταῦθα οἶκον εὐκτήριον ἀνεγεῖραι τῷ ὀφθέντι θεῷ διακελεύεται. τοῖς μὲν οὖν τῶν ἐθνῶν ἄρχουσιν αὐθεντία βασιλικὴ διὰ τῶν πρὸς ἕκαστον ἐπισταλθέντων γραμμάτων ἐπεφοίτα, εἰς πέρας ἀγαγεῖν τὸ προσταχθὲν διακελευομένη, ἡμῖν δὲ τοῖς τήνδε γράφουσι τὴν ἱστορίαν λογικωτέραν κατέπεμπε διδασκαλίαν, ἧς ἔμοιγε δοκεῖ τὸ ἴσον γράμμα τῷ παρόντι συνάψαι λόγῳ εἰς ἀκριβῆ διάγνωσιν τῆς τοῦ θεοφιλοῦς ἐπιμελείας. καταμεμψάμενος γοῦν ἡμῖν ἐφ᾽ οἷς ἐπύθετο πραττομένοις αὐτόθι τάδε κατὰ λέξιν ἔγραφε.

Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ καὶ λοιποῖς ἐπισκόποις Παλαιστίνης. Ἓν καὶ τοῦτο μέγιστον τῆς ὁσιωτάτης μου κηδεστρίας γέγονεν εἰς ἡμᾶς εὐεργέτημα τὸ λανθάνουσαν μέχρι νῦν παρ᾽ ὑμῖν ἐναγῶν ἀνθρώπων ἀπόνοιαν διὰ τῶν πρὸς ἡμᾶς γνωρίσαι γραμμάτων, ὡς τῆς πρεπούσης ἐπανορθώσεως καὶ θεραπείας εἰ καὶ βραδέως ἀλλ᾽ ὅμως ἀναγκαίως δι᾽ ἡμῶν τὸ παροφθὲν ἁμάρτημα τυχεῖν. καὶ γάρ ἐστιν ὡς ἀληθῶς δυσσέβημα παμμέγεθες τοὺς ἁγίους τόπους ὑπὸ τῶν ἀνοσίων χραίνεσθαι μιασμάτων. τί οὖν ἐστιν, ἀδελφοὶ προσφιλέστατοι, ὃ τὴν ὑμετέραν παρελθὸν ἀγχίνοιαν ἡ προειρημένη διὰ τὴν πρὸς τὸ θεῖον εὐλάβειαν οὐχ οἵα τε γέγονεν ἀποσιωπῆσαι; τὸ χωρίον, ὅπερ παρὰ τὴν δρῦν τὴν Μαμβρῆ προσαγορεύεται, ἐν ᾧ τὸν Ἀβραὰμ τὴν ἑστίαν ἐσχηκέναι μανθάνομεν, παντοίως ὑπό τινων δεισιδαιμόνων μιαίνεσθαί φησιν· εἴδωλά τε γὰρ πάσης ἐξωλείας ἄξια παρ᾽ αὐτὴν ἱδρῦσθαι καὶ βωμὸν ἐδήλωσεν πλησίον ἑστάναι καὶ θυσίας ἀκαθάρτους συνεχῶς ἐπιτελεῖσθαι.

ὅθεν ἐπειδὴ καὶ τῶν καιρῶν τῶν ἡμετέρων ἀλλότριον καὶ τῆς τοῦ τόπου ἁγιότητος ἀνάξιον καταφαίνεται, γινώσκειν ὑμῶν τὴν σεμνότητα βούλομαι δεδηλῶσθαι παρ᾽ ἡμῶν πρὸς Ἀκάκιον τὸν διασημότατον κόμητα καὶ φίλον ἡμέτερον γράμμα, ἵν᾽ ἄνευ τινὸς ὑπερθέσεως καὶ τὰ εἴδωλα ὅσα δ᾽ ἂν ἐπὶ τοῦ προειρημένου εὑρίσκοιτο τόπου πυρὶ παραδοθῇ, καὶ ὁ βωμὸς ἐκ βάθρων ἀνατραπῇ, καὶ ἁπλῶς εἰπεῖν, πάντων τῶν τοιούτων ἐκεῖθεν ἄρδην ἀφανισθέντων, παντὶ σθένει καὶ τρόπῳ τὸ περιέχον ὅλον ἐκκαθᾶραι σπουδάσῃ, καὶ μετὰ ταῦτα, καθὼς ἂν αὐτοὶ διατυπώσητε, ἀξίαν τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας βασιλικὴν ἀνοικοδομηθῆναι ἐπὶ τοῦ αὐτοῦ ποιῆσαι χωρίου. λοιπὸν ἔσται τῆς ὑμετέρας συνέσεώς τε καὶ εὐλαβείας, ἐπειδὰν πάντα ἐκεῖθεν τὰ μυσαρὰ παντελῶς ἀνῃρῆσθαι μάθητε, εἰς ταὐτὸ συνελθεῖν ἅμα τοῖς ἐκ Φοινίκης ἐπισκόποις, οὓς προσκαλέσασθαι ἐξ αὐθεντίας τοῦ γράμματος τούτου δυνήσεσθε, καὶ διαγράψαι βασιλικὴν τῆς ἐμῆς φιλοτιμίας ἀξίαν, ὅπως τοῖς προσταχθεῖσιν ἀκολούθως μετὰ πάσης ταχυτῆτος ἡ τοῦ ἔργου φαιδρότης κατ᾽ ἀξίαν τῆς τοῦ τόπου ἀρχαιότητός τε καὶ σεμνότητος προνοίᾳ τοῦ προειρημένου ἡμῶν κόμητος τελεσιουργηθῆναι δυνηθῇ.

ἐκεῖνο δὲ πρό γε ἁπάντων παραφυλάξαι ὑμᾶς βούλομαι, ὅπως μηδεὶς πρὸς τοὐπιὸν τῶν ἐναγῶν ἐκείνων καὶ μυσαρῶν ἀνθρώπων τῷ τόπῳ πλησιάσαι τολμήσῃ· ἔστι γὰρ ὡς ἀληθῶς ἡμῖν ἀφόρητον καὶ πᾶσι τοῖς τολμῶσι τιμωρίας ἄξιον μετὰ τὴν ἡμετέραν κέλευσιν ἀσεβές τι ἐν τῷ τοιούτῳ τόπῳ πραχθῆναι, ὃν καθαρῷ βασιλικῆς οἰκοδομήματι κοσμεῖσθαι διετάξαμεν, ὅπως ἁγίων ἀνθρώπων ἄξιον συνέδριον ἀποδειχθῇ. εἰ δέ τι παρὰ τὸ προσταχθὲν γενέσθαι συμβαίη, χωρίς τινος μελλήσεως τῇ ἡμετέρᾳ ἡμερότητι δι᾽ ὑμετέρων δηλαδὴ γραμμάτων γνωρισθῆναι πρέπει, ἵνα τὸν ἁλισκόμενον ὡς παρανομήσαντα τὴν ἀνωτάτω κόλασιν ὑποστῆναι προστάξωμεν. οὐ γὰρ ἀγνοεῖτε ἐκεῖ πρῶτον τὸν τῶν ὅλων δεσπότην θεὸν καὶ ὦφθαι τῷ Ἀβραὰμ καὶ διειλέχθαι. ἐκεῖ μὲν οὖν πρῶτον ἡ τοῦ ἁγίου νόμου θρησκεία τὴν καταρχὴν εἴληφεν, ἐκεῖ πρῶτον ὁ σωτὴρ αὐτὸς μετὰ τῶν δύο ἀγγέλων τὴν ἑαυτοῦ ἐπιφάνειαν τῷ Ἀβραὰμ ἐπεδαψιλεύσατο, ἐκεῖ τοῖς ἀνθρώποις ὁ θεὸς ἤρξατο φαίνεσθαι, ἐκεῖ τῷ Ἀβραὰμ περὶ τοῦ μέλλοντος αὐτῷ σπέρματος προηγόρευσεν καὶ παραχρῆμά γε τὴν ἐπαγγελίαν ἐπλήρωσεν, ἐκεῖ πλείστων ὅσων ἐθνῶν ἔσεσθαι αὐτὸν πατέρα προεκήρυξεν.

Ὧν οὕτως ἐχόντων ἄξιόν ἐστιν, ὥς γέ μοι καταφαίνεται, διὰ τῆς ἡμετέρας φροντίδος καὶ καθαρὸν ἀπὸ παντὸς μιάσματος τὸν τόπον τοῦτον φυλάττεσθαι καὶ πρὸς τὴν ἀρχαίαν ἁγιότητα ἀνακαλέσασθαι, ὡς μηδὲν ἕτερον ἐπ᾽ αὐτοῦ πράττεσθαι, ἢ τὴν πρέπουσαν τῷ παντοκράτορι καὶ σωτῆρι ἡμῶν καὶ τῶν ὅλων δεσπότῃ θεῷ τελεῖσθαι θρησκείαν· ὅπερ μετὰ τῆς δεούσης προσῆκεν φυλάττειν ὑμᾶς φροντίδος, εἴ γέ μοι τὰ καταθύμια τῆς θεοσεβείας ἐξαιρέτως ἠρτημένα, ὥσπερ οὖν πέπεισμαι, ἡ ὑμετέρα σεμνότης πληροῦσθαι βούλεται.

Ὁ θεὸς ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. Πάντα μὲν δὴ ταῦτα συντελῶν εἰς δόξαν τῆς σωτηρίου δυνάμεως βασιλεὺς διεπράττετο. καὶ τὸν μὲν αὐτοῦ σωτῆρα θεὸν ὧδέ πη διετέλει γεραίρων, τὴν δέ γε τῶν ἐθνῶν δεισιδαίμονα πλάνην παντοίοις ἐξήλεγχε τρόποις. ἔνθεν εἰκότως ἐγυμνοῦτο μὲν αὐτοῖς τῶν κατὰ πόλεις νεῶν τὰ προπύλαια θυρῶν ἔρημα γινόμενα βασιλέως προστάγματι, ἑτέρων δ᾽ ἡ ἐπὶ τοῖς ὀρόφοις στέγη τῶν καλυπτήρων ἀφαιρουμένων ἐφθείρετο, ἄλλων τὰ σεμνὰ χαλκουργήματα, ἐφ᾽ οἷς ἡ τῶν παλαιῶν ἀπάτη μακροῖς ἐσεμνύνετο χρόνοις, ἔκδηλα τοῖς πᾶσιν ἐν ἀγοραῖς πάσαις τῆς βασιλέως πόλεως προὐτίθετο, ὡς εἰς ἀσχήμονα θέαν προκεῖσθαι τοῖς ὁρῶσιν ὧδε μὲν τὸν Πύθιον, ἑτέρωθι δὲ τὸν Σμίνθιον, ἐν αὐτῷ δ᾽ ἱπποδρομίῳ τοὺς ἐν Δελφοῖς τρίποδας, τὰς δ᾽ Ἑλικωνίδας Μούσας ἐν παλατίῳ. ἐπληροῦτο δὲ δι᾽ ὅλου πᾶσα ἡ βασιλέως ἐπώνυμος πόλις τῶν κατὰ πᾶν ἔθνος ἐντέχνοις χαλκοῦ φιλοκαλίαις ἀφιερωμένων, οἷς θεῶν ὀνόματι πλείστας ὅσας ἑκατόμβας ὁλοκαύτους τε θυσίας εἰς μάταιον ἀποδόντες μακροῖς αἰῶσιν οἱ τὴν πλάνην νενοσηκότες ὀψέ ποτε φρονεῖν ἔγνωσαν, τούτοις αὐτοῖς ἀθύρμασιν ἐπὶ γέλωτι καὶ παιδιᾷ τῶν ὁρώντων βασιλέως κεχρημένου. τὰ δέ γε χρύσεα τῶν ἀγαλμάτων ἄλλῃ πη μετήρχετο.

ἐπειδὴ γὰρ συνεῖδε μάτην δειμαίνοντα νηπίων δίκην ἀφρόνων τὰ πλήθη τῆς πλάνης τὰ μορμολύκεια ὕλῃ χρυσοῦ καὶ ἀργύρου πεπλασμένα, καὶ ταῦτα ἐκποδὼν ᾤετο δεῖν ἄρασθαι ὥσπερ τινὰ λίθων ἐγκόμματα τοῖς ἐν σκότῳ βαδίζουσι πρὸ τῶν ποδῶν ἐρριμμένα, λείαν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσαι πορείαν. ταῦτα δ᾽ οὖν διανοηθεὶς οὐχ ὁπλιτῶν αὐτῷ καὶ πλήθους στρατοπεδείας ἡγήσατο δεῖν πρὸς τὸν τούτων ἔλεγχον, εἷς δὲ μόνος αὐτῷ καὶ δεύτερος τῶν αὐτοῦ γνωρίμων πρὸς τὴν ὑπηρεσίαν ἀπήρκουν, οὓς ἑνὶ νεύματι κατὰ πᾶν ἔθνος διεπέμπετο. οἱ δὲ τῇ βασιλέως ἐπιθαρροῦντες εὐσεβείᾳ σφῶν τε αὐτῶν τῇ περὶ τὸ θεῖον εὐλαβείᾳ, μυριάνδρων δήμων τε καὶ λαῶν μέσοι παριόντες ἀνὰ πάσας πόλεις τε καὶ χώρας πολυχρονίου πλάνης ἐποιοῦντο φωράν, αὐτοὺς τοὺς ἱερωμένους σὺν πολλῷ γέλωτι καὶ σὺν αἰσχύνῃ παράγειν εἰς φῶς ἐκ σκοτίων μυχῶν τοὺς αὐτῶν θεοὺς ἐγκελευόμενοι, κἄπειτ᾽ ἀπογυμνοῦντες τοῦ φάσματος καὶ τὴν εἴσω τῆς ἐπικεχρωσμένης μορφῆς ἀμορφίαν τοῖς πάντων ὀφθαλμοῖς ἐνδεικνύμενοι. εἶτ᾽ ἀποξέοντες τὸ δοκοῦν χρήσιμον τῆς ὕλης, χωνείᾳ τε καὶ πυρὶ δοκιμάζοντες, τὸ μὲν λυσιτελὲς ὅσον αὐτοῖς ἀναγκαῖον ἐνομίζετο ἐν ἀσφαλεῖ τιθέμενοι συνεῖχον, τὸ δ᾽ ἄλλως περιττὸν καὶ ἄχρηστον εἰς μνήμην αἰσχύνης παρεχώρουν τοῖς δεισιδαίμοσιν.

οἷον δὲ καὶ τόδ᾽ ἔρρεξε βασιλεὺς ὁ θαυμάσιος· ὡς γὰρ τῶν νεκρῶν εἰδώλων τὰ τῆς πολυτελοῦς ὕλης τὸν ἀποδοθέντα τρόπον ἐσκυλεύετο, τὰ λοιπὰ μετῄει ἀνδρείκελα χαλκοῦ πεποιημένα. δέσμιοι δῆτα καὶ οἵδε μύθων θεοὶ γεγηρακότων τριχῶν ὑφάσμασιν ἤγοντο περιβληθέντες.

Ἐπὶ τούτοις βασιλεὺς ὥσπερ τινὰ πολυφεγγῆ πυρσὸν ἐξάψας, μή πη λανθάνοι κρύφιόν τι πλάνης λείψανον, ὄμματι βασιλικῷ περιεσκόπει· οἷα δέ τις οὐρανοπετὴς ἀετῶν ὀξυωπέστατος ἄνωθεν ἀφ᾽ ὑψηλοῦ τὰ πορρωτάτω διεστῶτα κατὰ γῆς ἴδοι, ὧδε καὶ οὗτος τῆς αὐτοῦ καλλιπόλεως τὴν βασιλικὴν ἀμφιπολεύων ἑστίαν δεινόν τι ψυχῶν θήρατρον ἐπὶ τοῦ Φοινίκων λανθάνον ἔθνους ἐξ ἀπόπτου συνεῖδεν. ἄλσος δὲ τοῦτ᾽ ἦν καὶ τέμενος, οὐκ ἐν μέσαις πόλεσιν οὐδ᾽ ἐν ἀγοραῖς καὶ πλατείαις, ὁποῖα τὰ πολλὰ κόσμου χάριν ταῖς πόλεσι φιλοτιμεῖται, τὸ δ᾽ ἦν ἔξω πάτου τριόδων τε καὶ λεωφόρων ἐκτὸς αἰσχρῷ δαίμονι Ἀφροδίτης ἐν ἀκρωρείας μέρει τοῦ Λιβάνου τῆς ἐν Ἀφάκοις ἱδρυμένον. σχολή τις ἦν αὕτη κακοεργίας πᾶσιν ἀκολάστοις πολλῇ τε ῥᾳστώνῃ διεφθορόσι τὰ σώματα. γύννιδες γοῦν τινες ἄνδρες οὐκ ἄνδρες τὸ σεμνὸν τῆς φύσεως ἀπαρνησάμενοι θηλείᾳ νόσῳ τὴν δαίμονα ἱλεοῦντο, γυναικῶν τ᾽ αὖ παράνομοι ὁμιλίαι κλεψίγαμοί τε φθοραί, ἄρρητοί τε καὶ ἐπίρρητοι πράξεις ὡς ἐν ἀνόμῳ καὶ ⌜ἀπροστάτῃ⌝ χώρῳ κατὰ τόνδε τὸν νεὼν ἐπεχειροῦντο. φώρ τ᾽ οὐδεὶς ἦν τῶν πραττομένων τῷ μηδένα σεμνῶν ἀνδρῶν αὐτόθι τολμᾶν παριέναι.

ἀλλ᾽ οὐχὶ καὶ βασιλέα τὸν μέγαν οἷά τ᾽ ἦν τὰ τῇδε δρώμενα λανθάνειν, αὐτοπτήσας δὲ καὶ ταῦτα βασιλικῇ προμηθείᾳ οὐκ ἄξιον εἶναι ἡλίου αὐγῶν τὸν τοιόνδε νεὼν ἔκρινεν, αὐτοῖς δ᾽ ἀφιερώμασιν ἐκ βάθρων τὸ πᾶν ἀφανισθῆναι κελεύει· ἐλύετο δὴ αὐτίκα βασιλικῷ νεύματι τὰ τῆς ἀκολάστου πλάνης μηχανήματα, χείρ τε στρατιωτικὴ τῇ τοῦ τόπου καθάρσει διηκονεῖτο, σωφρονεῖν δ᾽ ἐμάνθανον ἀπειλῇ βασιλέως οἱ μέχρι τοῦδ᾽ ἀκόλαστοι, ὥσπερ οὖν καὶ τῶν δοκησισόφων Ἑλλήνων οἱ δεισιδαίμονες, οἳ καὶ αὐτοὶ τῆς σφῶν ματαιότητος ἔργῳ τὴν πεῖραν ἐμάνθανον.

Ἐπειδὴ γὰρ πολὺς ἦν ὁ τῶν δοκησισόφων περὶ τὸν Κιλίκων δαίμονα πλάνος, μυρίων ἐπτοημένων ἐπ᾽ αὐτῷ ὡς ἂν ἐπὶ σωτῆρι καὶ ἰατρῷ, ποτὲ μὲν ἐπιφαινομένῳ τοῖς ἐγκαθεύδουσι, ποτὲ δὲ τῶν τὰ σώματα καμνόντων ἰωμένῳ τὰς νόσους (ψυχῶν δ᾽ ἦν ὀλετὴρ ἄντικρυς οὗτος, τοῦ μὲν ἀληθοῦς ἀφέλκων σωτῆρος, ἐπὶ δὲ τὴν ἄθεον πλάνην κατασπῶν τοὺς πρὸς ἀπάτην εὐχερεῖς) εἰκότα δὴ πράττων, θεὸν ζηλωτὴν ἀληθῶς σωτῆρα προβεβλημένος, καὶ τοῦτον εἰς ἔδαφος φέρεσθαι τὸν νεὼν ἐκέλευσεν. ἑνὶ δὲ νεύματι κατὰ γῆς ἡπλοῦτο δεξιᾷ καταρριπτόμενον στρατιωτικῇ τὸ τῶν γενναίων φιλοσόφων βοώμενον θαῦμα καὶ ὁ τῇδε ἐνδομυχῶν οὐ δαίμων οὐδέ γε θεός, πλάνος δέ τις ψυχῶν μακροῖς καὶ μυρίοις ἐξαπατήσας χρόνοις. εἶθ᾽ ὁ κακῶν ἑτέρους ἀπαλλάξειν καὶ συμφορᾶς προϊσχόμενος οὐδὲν αὐτὸς ἑαυτῷ πρὸς ἄμυναν εὕρατο φάρμακον μᾶλλον ἢ ὅτε κεραυνῷ βληθῆναι μυθεύεται. ἀλλ᾽ οὐκ ἐν μύθοις ἦν τὰ τοῦ ἡμεδαποῦ βασιλέως θεῷ κεχαρισμένα κατορθώματα, δι᾽ ἐναργοῦς δέ γ᾽ ἀρετῆς τοῦ αὐτοῦ σωτῆρος αὐτόρριζος καὶ ὁ τῇδε νεὼς ἀνετρέπετο, ὡς μηδ᾽ ἴχνος αὐτόθι τῆς ἔμπροσθεν περιλελεῖφθαι μανίας.

Πάντες δ᾽ οἱ πρὶν δεισιδαίμονες, τὸν ἔλεγχον τῆς αὐτῶν πλάνης αὐταῖς ὄψεσιν ὁρῶντες τῶν θ᾽ ἁπανταχοῦ νεῶν τε καὶ ἱδρυμάτων ἔργῳ θεώμενοι τὴν ἐρημίαν, οἱ μὲν τῷ σωτηρίῳ προσέφευγον λόγῳ, οἱ δ᾽ εἰ καὶ τοῦτο μὴ ἔπραττον, τῆς γοῦν πατρῴας κατεγίνωσκον ματαιότητος ἐγέλων τε καὶ κατεγέλων τῶν πάλαι νομιζομένων αὐτοῖς θεῶν. καὶ πῶς γὰρ οὐκ ἔμελλον οὕτω φρονεῖν, τῆς ἔξωθεν τῶν ξοάνων φαντασίας πλείστην ὅσην μιαρίαν εἴσω κεκρυμμένην ὁρῶντες; ἢ γὰρ νεκρῶν σωμάτων ὑπῆν ὀστέα ξηρά τε κρανία γοήτων περιεργασίαις ⌜ἐσκευωρημένα⌝, ἢ ῥυπῶντα ῥάκη βδελυρίας αἰσχρᾶς ἔμπλεα, ἢ χόρτου καὶ καλάμης φορυτός. ἃ δὴ τῶν ἀψύχων ἐντὸς σεσωρευμένα θεώμενοι αὐτοῖς τε καὶ τοῖς αὐτῶν πατράσι πολλὴν λογισμοῦ κατεμέμφοντο ἀφροσύνην, ὅτε μάλιστ᾽ ἐνενόουν ὡς οὐδεὶς ἄρα ἦν ἐν τοῖς ἀδύτοις αὐτῶν μυχοῖς οὐδ᾽ ἐν αὐτοῖς ἀγάλμασιν ἔνοικος οὐ δαίμων οὐ χρησμῳδὸς οὐ θεὸς οὐ μάντις, οἷα δὴ τὸ πρὶν ὑπελάμβανον, ἀλλ᾽ οὐδ᾽ ἀμυδρόν τι ἢ σκιῶδες φάντασμα. διὸ δὴ προχείρως τοῖς ἐκ βασιλέως καταπεμφθεῖσι πᾶν σκοτεινὸν ἄντρον καὶ πᾶς ἀπόρρητος μυχὸς βατὸς ἦν, ἄβατά τε καὶ ἄδυτα ἱερῶν τε τὰ ἐνδοτάτω στρατιωτικοῖς κατεπατεῖτο βήμασιν, ὥστ᾽ ἐναργῆ τοῖς πᾶσιν ἐκ τῶνδε 〈καὶ〉 κατάφωρον γεγονέναι τὴν ἐξ αἰῶνος μακροῦ τῶν ἐθνῶν ἁπάντων κατακρατήσασαν διανοίας πήρωσιν.

Καὶ ταῦτα δ᾽ ἄν τις τοῖς βασιλέως εἰκότως ἀναθείη κατορθώμασιν, ὥσπερ οὖν καὶ τὰ μερικῶς καθ᾽ ἕκαστον ἔθνος αὐτῷ διαταχθέντα· οἷον ἐπὶ τῆς Φοινίκων Ἡλιουπόλεως, ἐφ᾽ ἧς οἱ μὲν τὴν ἀκόλαστον ἡδονὴν τιμῶντες Ἀφροδίτης προσρήματι γαμεταῖς καὶ θυγατράσιν ἀνέδην ἐκπορνεύειν συνεχώρουν πρότερον. νυνὶ δὲ νόμος ἐφοίτα νέος τε καὶ σώφρων παρὰ βασιλέως μηδὲν τῶν πάλαι συνήθων τολμᾶν διαγορεύων, καὶ τούτοις δ᾽ ἐγγράφους πάλιν παρέθετο διδασκαλίας, ὡς ἂν ἐπ᾽ αὐτῷ τούτῳ πρὸς τοῦ θεοῦ προηγμένος ἐφ᾽ ᾧ πάντας ἀνθρώπους νόμοις σωφροσύνης παιδεύειν. διὸ οὐκ ἀπηξίου καὶ τούτοις δι᾽ οἰκείου προσομιλεῖν γράμματος, προὔτρεπέ τε σπεύδειν ἐπὶ τὴν τοῦ κρείττονος γνῶσιν. κἀνταῦθα δὲ τὰ ἔργα ἐπῆγε τοῖς λόγοις ἀδελφά, οἶκον εὐκτήριον ἐκκλησίας μέγιστον καὶ παρὰ τοῖσδε καταβαλλόμενος, ὡς τὸ μὴ ἐκ τοῦ παντός πω αἰῶνος ἀκοῇ γνωσθὲν νῦν τοῦτο πρῶτον ἔργου τυχεῖν, καὶ τὴν τῶν δεισιδαιμόνων πόλιν ἐκκλησίας θεοῦ πρεσβυτέρων τε καὶ διακόνων ἠξιῶσθαι τῷ τ᾽ ἐπὶ πάντων θεῷ ἱερώμενον ἐπίσκοπον τῶν τῇδε προκαθέζεσθαι. προνοῶν δὲ κἀνταῦθα βασιλεὺς ὅπως ἂν πλείους προσίοιεν τῷ λόγῳ, τὰ πρὸς ἐπικουρίαν τῶν πενήτων ἔκπλεα παρεῖχε, καὶ ταύτῃ προτρέπων ἐπὶ τὴν σωτήριον σπεύδειν διδασκαλίαν, μόνον οὐχὶ τῷ φάντι παραπλησίως εἰπὼν ἂν καὶ αὐτός· «εἴτε προφάσει εἴτ᾽ ἀληθείᾳ Χριστὸς καταγγελλέσθω.»

Ἀλλὰ γὰρ ἐπὶ τούτοις ἁπάντων ἐν θυμηδίαις τὴν ζωὴν διαγόντων τῆς τ᾽ ἐκκλησίας τοῦ θεοῦ πανταχοῦ κατὰ πάντα τρόπον καὶ παρὰ πᾶσιν ἔθνεσιν ὑψουμένης, αὖθις ὁ τοῖς καλοῖς ἐφεδρεύων φθόνος ἐπηλείφετο τῇ τῶν τοσούτων ἀγαθῶν εὐπραγίᾳ, τάχα ποτὲ καὶ αὐτὸν ἀλλοῖον ἔσεσθαι βασιλέα περὶ ἡμᾶς ἀποκναίσαντα ταῖς ἡμετέραις ταραχαῖς τε καὶ ἀκοσμίαις ἐλπίσας. μέγιστον δ᾽ οὖν ἐξάψας πυρσὸν τὴν Ἀντιοχέων ἐκκλησίαν τραγικαῖς διελάμβανε συμφοραῖς, ὡς μικροῦ τὴν πᾶσαν ἐκ βάθρων ἀνατραπῆναι πόλιν, εἰς δύο μὲν τμήματα διαιρεθέντων τῶν τῆς ἐκκλησίας λαῶν, τοῦ δὲ κοινοῦ τῆς πόλεως αὐτοῖς ἄρχουσι καὶ στρατιωτικοῖς πολεμίων τρόπον ἀνακινηθέντων, ὡς καὶ ξιφῶν μέλλειν ἅπτεσθαι, εἰ μὴ θεοῦ τις ἐπισκοπὴ ὅ τε παρὰ βασιλέως φόβος τὰς τοῦ πλήθους ἀνέστειλεν ὁρμάς, πάλιν θ᾽ ἡ βασιλέως ἀνεξικακία δίκην σωτῆρος καὶ ψυχῶν ἰατροῦ τὰς διὰ λόγων θεραπείας προσῆγε τοῖς νενοσηκόσι.

Διεπρεσβεύετο δῆτα τοῖς λαοῖς ἡμερωτάτως, τῶν παρ᾽ αὐτῷ δοκίμων καὶ τῇ τῶν κομήτων ἀξίᾳ τετιμημένων ἀνδρῶν τὸν πιστότατον ἐκπέμψας, φρονεῖν τε τὰ πρὸς εἰρήνην ἐπαλλήλοις παρῄνει γράμμασιν, ἐδίδασκέ τε πράττειν θεοσεβείᾳ πρεπόντως, ἔπειθέ τε καὶ ἀπελογεῖτο δι᾽ ὧν πρὸς αὐτοὺς ἔγραφεν, ὡς τοῦ τῆς στάσεως αἰτίου διακηκοὼς αὐτὸς εἴη. καὶ ταύτας δ᾽ αὐτοῦ τὰς ἐπιστολὰς οὐ τῆς τυχούσης παιδεύσεώς τε καὶ ὠφελείας πλήρεις παρεθέμην ἂν ἐπὶ τοῦ παρόντος, εἰ μὴ διαβολὴν ἐπῆγον τοῖς κατηγορουμένοις. διὸ ταύτας μὲν ἀναθήσομαι, κρίνας μὴ ἀνανεοῦσθαι κακῶν μνήμην, μόνας δὲ συνάψω τῷ λόγῳ ἃς ἐπὶ συναφείᾳ καὶ εἰρήνῃ τῶν ἄλλων εὐθυμούμενος συνέγραψε, δι᾽ ὧν παρῄνει ἀλλοτρίου μὲν ἄρχοντος, ἐφ᾽ ᾧ τὴν εἰρήνην πεποίηντο, μηδαμῶς ἐθέλειν μεταποιεῖσθαι, θεσμῷ δ᾽ ἐκκλησίας τοῦτον αἱρεῖσθαι ποιμένα, ὃν αὐτὸς ἀναδείξειεν ὁ κοινὸς τῶν ὅλων σωτήρ. γράφει δὲ αὐτῷ τε τῷ λαῷ καὶ τοῖς ἐπισκόποις διαφόρως τὰ ὑποτεταγμένα.

Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῷ λαῷ Ἀντιοχέων. Ὡς κεχαρισμένη γε τῇ τοῦ κόσμου συνέσει τε καὶ σοφίᾳ ἡ παρ᾽ ὑμῶν ὁμόνοια, καὶ ἔγωγε ὑμᾶς, ἀδελφοί, ἀθάνατον φιλίαν φιλεῖν ἔγνωκα, προκληθεὶς τῷ τε νόμῳ καὶ τῷ βίῳ καὶ ταῖς σπουδαῖς ταῖς ὑμετέραις. τοῦτο οὖν ἐστιν ὡς ἀληθῶς ὀρθῶς τὰ καλὰ καρποῦσθαι τὸ ὀρθῇ τε καὶ ὑγιεῖ κεχρῆσθαι διανοίᾳ. τί γὰρ ἂν οὕτως ὑμῖν ἁρμόσειεν; οὐκοῦν θαυμάσαιμι ἄν, εἰ τὴν ἀλήθειαν σωτηρίας μᾶλλον ὑμῖν ἢ μίσους αἰτίαν φήσαιμι. ἐν οὖν τοῖς ἀδελφοῖς, οὓς μία τε καὶ ἡ αὐτὴ διάθεσις ὀρθῆς καὶ δικαίας ⌜ὁδοιπορίας⌝ τῷ θεῷ κατεπαγγέλλεται εἰς ἁγνήν τε καὶ ὁσίαν ἑστίαν ἐγγράφειν, τί ἂν τιμιώτερον γένοιτο τοῦ μετ᾽ εὐτυχίας τοῖς πάντων καλοῖς ὁμογνωμονεῖν; μάλιστα ὅπου τὴν πρόθεσιν ὑμῶν ἡ ἐκ τοῦ νόμου παίδευσις εἰς καλλίω διόρθωσιν φέρει, καὶ τὴν ἡμετέραν κρίσιν βεβαιοῦσθαι τοῖς ἀγαθοῖς ἐπιθυμοῦμεν δόγμασι.

Θαυμαστὸν τοῦτο ἴσως ὑμῖν καταφαίνεται, τί δή ποτε τὸ προοίμιόν μοι τοῦ λόγου βούλεται. οὐ δὴ παραιτήσομαι οὐδ᾽ ἀρνήσομαι τὴν αἰτίαν εἰπεῖν. ὁμολογῶ γὰρ ἀνεγνωκέναι τὰ ὑπομνήματα, ἐν οἷς λαμπραῖς {τ᾽} εὐφημίαις τε καὶ μαρτυρίαις, αἷς εἰς Εὐσέβιον εἰσηνέγκασθε ἐπίσκοπον ἤδη Καισαρέων ὄντα, ὃν καὶ αὐτὸς παιδεύσεώς τε καὶ ἐπιεικείας ἕνεκεν καλῶς ⌜γε⌝ ἐκ πολλοῦ γινώσκω, ἑώρων ὑμᾶς ἐγκειμένως αὐτὸν σφετεριζομένους. τί οὖν ἡγεῖσθέ με πρὸς ἀκριβῆ τοῦ καλῶς ἔχοντος ἐπιζήτησιν ἐπειγόμενον διεντεθυμῆσθαι, τίνα δὲ ἐκ τῆς ὑμετέρας σπουδῆς ἀνειληφέναι φροντίδα; ὦ πίστις ἁγία, ἣ διὰ τοῦ λόγου καὶ τῆς γνώμης τοῦ σωτῆρος ἡμῶν εἰκόνα ὥσπερ ἡμῖν τοῦ βίου δίδως, ὡς δυσχερῶς ἂν καὶ αὐτὴ τοῖς ἁμαρτήμασιν ἀντιβαίης, εἰ μὴ τὴν πρὸς κέρδος ὑπηρεσίαν ἀρνήσαιο; καὶ ἐμοί γε δοκεῖ αὐτῆς τῆς νίκης περιγενέσθαι ὁ τῆς εἰρήνης μᾶλλον ἀντιποιούμενος· ὡς ὅπου γέ τοί τινι τὸ πρέπον ἔξεστιν, οὐδεὶς ἂν ὁ μὴ τερπόμενος εὑρεθείη. ἀξιῶ τοίνυν, ἀδελφοί· τοῦ χάριν οὕτω διαγινώσκομεν, ὥσθ᾽ ἑτέροις ὕβριν δι᾽ ὧν αἱρούμεθα προστρίψασθαι; τοῦ χάριν ταῦτ᾽ ἐπισπώμεθα, ἃ τὴν πίστιν τῆς ὑπολήψεως ἡμῶν καθαιρήσει;

ἐγὼ μὲν οὖν ἐπαινῶ τὸν ἄνδρα, ὃς καὶ ὑμῖν τιμῆς τε καὶ διαθέσεως ἄξιος δοκιμάζεται, οὐ μὴν οὕτω γ᾽ ἐξησθενηκέναι τὸ παρ᾽ ἑκάστοις κύριόν τε καὶ βέβαιον ὀφεῖλον μένειν χρή, ὡς μὴ ταῖς ἰδίαις γνώμαις ἕκαστον ἀρκεῖσθαι καὶ τῶν οἰκείων πάντας ἀπολαύειν ἔν τε ἐφαμίλλῳ διασκέψει εἰς τὴν τοῦδε τοῦ ἀνδρὸς σύγκρισιν οὐχ ἕνα μόνον ἀλλὰ καὶ πλείους ἐκφῆναι. διὸ δὴ οὐδὲν οὔτ᾽ ἐκπλήξεως οὔτε τραχύτητος ἐνοχλήσει, εἰ ⌜τὰς⌝ περὶ τὴν ἐκκλησίαν τιμὰς ὁμοίας τε καὶ διὰ πάντων ἐπ᾽ ἴσης ἀγαπητὰς εἶναι συμβαίνει. οὐδὲ γὰρ εὔλογον εἰς ἑτέρων πλεονέκτημα ποιεῖσθαι τὴν περὶ τούτων ἐπίσκεψιν, τῆς πάντων διανοίας ἐπ᾽ ἴσης, ἄν τ᾽ ἐλάττους ἄν τε μείζους εἶναι δοκοῖεν, τὰ θεῖα δόγματα ὑποδεχομένης τε καὶ φυλαττούσης, ὡς κατὰ μηδὲν τοὺς ἑτέρους τῶν ἑτέρων εἰς τὸν κοινὸν νόμον ἐλαττοῦσθαι. εἰ δὴ τἀληθὲς λοιπὸν γνώριμον διαρρήδην ἀποφαινόμεθα, {ὡς} οὐ κάθεξιν ἀλλ᾽ ἀφαίρεσιν μᾶλλον ἂν εἴποι τις ἔσεσθαι τἀνδρός, καὶ βίας ἔργα οὐ δικαιοσύνης γενήσεσθαι τὸ γινόμενον, ἄν θ᾽ οὕτως ἄν θ᾽ ἑτέρως τὰ πλήθη φρονῇ· ὡς ἔγωγε διαρρήδην καὶ εὐτόλμως ἀποφαίνομαι ἐγκλήματος ὑπόθεσιν εἶναι τοῦτο προκαλουμένην οὐ τῆς τυχούσης στάσεως ταραχήν. ἐπισημαίνουσι γοῦν τὴν τῶν ὀδόντων φύσιν τε καὶ δύναμιν καὶ ἀρνειοί, ὅταν τοῦ ποιμένος τῆς συνηθείας τε καὶ θεραπείας ὑπολισθούσης ἐπὶ τὰ χείρω τῆς πρὶν διαγωγῆς ἀποστερηθῶσιν.

εἰ δὴ ταῦθ᾽ οὕτως ἔχει καὶ οὐ σφαλλόμεθα, τοῦτο πρῶτον θεάσασθε, ἀδελφοί (πολλὰ γὰρ ὑμῖν καὶ μεγάλα ἐκ πρώτης ἀπαντήσεται), πρῶτον ἁπάντων ἡ πρὸς ἀλλήλους γνησιότης τε καὶ διάθεσις εἰ μηδὲν αὐτῆς ἐλαττωθὲν αἰσθήσεται· εἶθ᾽ ὅτι καὶ ὁ δι᾽ ὀρθὴν συμβουλὴν ἀφικόμενος τὸ κατ᾽ ἀξίαν ἐκ τῆς θείας κρίσεως καρποῦται, οὐ τὴν τυχοῦσαν χάριν εἰληφώς, τῷ περὶ αὐτοῦ τοσαύτην ὑμᾶς ἐπιεικείας ψῆφον ἐνέγκασθαι. ἐπὶ τούτοις, ὃ τῆς ὑμετέρας συνηθείας ἐστίν, ἀγαθῇ γνώμῃ σπουδὴν τὴν πρέπουσαν εἰσενέγκασθε εἰς ἐπιζήτησιν ἀνδρὸς οὗ χρῄζετε, ἀποκλείσαντες πᾶσαν στασιώδη καὶ ἄτακτον βοήν· ἀεὶ γὰρ ἄδικος ἡ τοιαύτη, κἀκ τῆς τῶν διαφόρων ⌜συγκρούσεως⌝ σπινθῆρές τε καὶ φλόγες ἐξανίστανται. οὕτως οὖν τῷ θεῷ τ᾽ ἀρέσαιμι καὶ ὑμῖν κατ᾽ εὐχάς τε τὰς ὑμετέρας διαζήσαιμι, ὡς ὑμᾶς ἀγαπῶ καὶ τὸν ὅρμον τῆς ὑμετέρας πραότητος· ἐξ οὗ τὸν ῥύπον ἐκεῖνον ἀπωσάμενοι ἀντεισηνέγκατε ἤθει ἀγαθῷ τὴν ὁμόνοιαν, βέβαιον τὸ σημεῖον ἐνθέμενοι, δρόμον τε οὐράνιον εἰς φῶς δραμόντες, πηδαλίοις θ᾽ ὡς ἂν εἴποι τις σιδηροῖς. διόπερ καὶ τὸν ἄφθαρτον ⌜φόρτον⌝ ἡγεῖσθε· πᾶν γὰρ τὸ τὴν ναῦν λυμαινόμενον ὥσπερ ἐξ ἀντλίας ἀνάλωται. διὸ δὴ νῦν προνοήσασθε τὴν ἀπόλαυσιν τούτων ἁπάντων οὕτως ἔχειν, ὡς ἂν μὴ δεύτερον ἀβούλῳ καὶ ἀλυσιτελεῖ σπουδῇ ἢ καθόλου τι πήξασθαι ἢ τὴν ἀρχὴν ἐπιχειρῆσαι μὴ συμφέρον δοκοίημεν.

Ὁ θεὸς ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ. Ἀνέγνων ⌜ἥδιστα⌝ τὴν ἐπιστολὴν ἣν ἡ σὴ σύνεσις ἐποιήσατο, καὶ τὸν κανόνα τῆς ἐκκλησιαστικῆς ἐπιστήμης εἰς ἀκρίβειαν φυλαχθέντα κατενόησα· ἐμμένοις γοῦν τούτοις ἅπερ ἀρεστά τε τῷ θεῷ καὶ τῇ ἀποστολικῇ παραδόσει σύμφωνα φαίνεται. μακάριον δὴ σαυτὸν καὶ ἐν αὐτῷ τούτῳ νόμιζε, ὡς τῇ τοῦ κόσμου παντὸς ὡς ἔπος εἰπεῖν μαρτυρίᾳ ἄξιος ἐκρίθης πάσης ἐκκλησίας ἐπίσκοπος εἶναι· εἰ γὰρ ποθοῦσιν ἅπαντες εἶναί σε παρ᾽ αὐτοῖς, ταύτην σοι τὴν εὐδαιμονίαν ἀναμφισβητήτως συναύξουσιν. ἀλλ᾽ ἡ σὴ σύνεσις, ἣ τάς τε ἐντολὰς τοῦ θεοῦ καὶ τὸν ἀποστολικὸν κανόνα καὶ 〈τὸν〉 τῆς ἐκκλησίας φυλάττειν ἔγνωκεν, ὑπέρευγε πεποίηκε παραιτουμένη τὴν ἐπισκοπίαν τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας, ἐν ταύτῃ δὲ διαμεῖναι σπουδάζουσα, εἰς ἣν ἐκ πρώτης θεοῦ βουλήσει τὴν ἐπισκοπίαν ὑπεδέξατο. περὶ δὴ τούτου πρὸς τὸν λαὸν ἐπιστολὴν ἐποιησάμην, πρός τε τοὺς ἄλλους σου συλλειτουργούς, οἳ καὶ αὐτοὶ περὶ τούτων ἐτύγχανόν μοι γεγραφότες ἅπερ ἡ σὴ καθαρότης ἀναγνοῦσα ῥᾳδίως ἐπιγνώσεται, τῆς δικαιοσύνης ἀντιφθεγγομένης αὐτοῖς προτροπῇ τοῦ θείου {πρὸς αὐτοὺς} ἔγραψα, ὧν τῷ συμβουλίῳ καὶ τὴν σὴν σύνεσιν παρεῖναι δεήσει, ὡς ἂν τοῦτο ἐπὶ τῆς Ἀντιοχέων ἐκκλησίας τυπωθείη ὃ καὶ αὐτῷ τῷ θεῷ καὶ τῇ ἐκκλησίᾳ πρεπωδέστατον νομισθείη.

Ὁ θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Θεοδότῳ, Θεοδώρῳ, Ναρκίσσῳ, Ἀετίῳ, Ἀλφειῷ καὶ τοῖς λοιποῖς ἐπισκόποις τοῖς οὖσιν ἐν Ἀντιοχείᾳ. Ἀνέγνων τὰ γραφέντα παρὰ τῆς ὑμετέρας συνέσεως, Εὐσεβίου τε τοῦ ἅμα ὑμῖν ἱερωμένου τὴν ἔμφρονα πρόθεσιν ἀπεδεξάμην, ἐπιγνούς τε τὰ πεπραγμένα σύμπαντα τοῦτο μὲν τοῖς ὑμετέροις γράμμασιν τοῦτο δὲ τοῖς Ἀκακίου καὶ Στρατηγίου τῶν διασημοτάτων κομήτων, διάσκεψίν τε τὴν δέουσαν ποιησάμενος, πρὸς τὸν Ἀντιοχέων λαὸν ἔγραψα ὅπερ ἀρεστόν τε τῷ θεῷ ἦν καὶ ἁρμόζον τῇ ἐκκλησίᾳ, ἀντίγραφόν τε τῆς ἐπιστολῆς ὑποταχθῆναι τοῖς γράμμασι τούτοις ἐνετειλάμην, ὡς ἂν καὶ αὐτοὶ γινώσκοιτε ὅ τί ποτε τῷ τοῦ δικαίου λόγῳ προκληθεὶς πρὸς τὸν λαὸν γράψαι προειλόμην, ἐπειδὴ τοῦτο τοῖς γράμμασιν ὑμῶν περιείχετο, ὥστε κατά γε τὴν τοῦ λαοῦ καὶ τὴν τῆς ὑμετέρας προαιρέσεως σύνεσίν τε καὶ βούλησιν Εὐσέβιον τὸν ἱερώτατον ἐπίσκοπον τῆς Καισαρέων ἐκκλησίας ἐπὶ τῆς Ἀντιοχέων προκαθέζεσθαι καὶ τὴν ὑπὲρ ταύτης ἀναδέξασθαι φροντίδα. τά γε μὴν Εὐσεβίου γράμματα, ἃ τὸν θεσμὸν τῆς ἐκκλησίας μάλιστα φυλάττοντα ἐφαίνετο, τὴν ἐναντίαν εἰσηγεῖτο γνώμην, μηδαμῶς αὐτὸν τὴν ὑπὸ τοῦ θεοῦ ἐμπιστευθεῖσαν ἐκκλησίαν ἀπολιπεῖν· ἔδοξεν οὖν τὴν οὕτω δικαίαν πρόθεσιν καὶ πᾶσιν ὑμῖν φυλακτέαν κυρίαν μᾶλλον ποιήσασθαι μηδ᾽ ἀποσπάσαι αὐτὸν τῆς ἰδίας ἐκκλησίας.

Ἐχρῆν δ᾽ ὑμῶν τῇ συνέσει καὶ τὴν ἐμὴν γνώμην ἐμφανῆ γενέσθαι. ἀφῖκται γὰρ εἰς ἐμὲ Εὐφρόνιόν τε τὸν πρεσβύτερον πολίτην ὄντα τῆς κατὰ Καππαδοκίαν Καισαρείας καὶ Γεώργιον τὸν Ἀρεθούσιον πρεσβύτερον ὡσαύτως, ὃν ἐπὶ τῆς τάξεως ταύτης Ἀλέξανδρος ἐν Ἀλεξανδρείᾳ κατεστήσατο, εἶναι τὴν πίστιν δοκιμωτάτους. καλῶς οὖν εἶχεν δηλῶσαι τῇ συνέσει ὑμῶν τούς τε προχειρισαμένους καὶ ἑτέρους, οὓς ἂν ἀξίους ἡγήσησθε πρὸς τὸ τῆς ἐπισκοπῆς ἀξίωμα, ὁρίσαι ταῦτα ἃ τῇ τῶν ἀποστόλων παραδόσει σύμφωνα ἂν εἴη. τῶν γὰρ τοιούτων εὐτρεπισθέντων δυνήσεται ὑμῶν ἡ σύνεσις κατὰ τὸν τῆς ἐκκλησίας κανόνα καὶ τὴν ἀποστολικὴν παράδοσιν οὕτω ῥυθμίσαι τὴν χειροτονίαν, ὡς ἂν ὁ τῆς ἐκκλησιαστικῆς ἐπιστήμης ὑφηγῆται λόγος.

Ὁ θεὸς ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. Τοιαῦτα τοῖς τῶν ἐκκλησιῶν ἄρχουσι διαταττόμενος βασιλεὺς πάντα πράττειν ἐπ᾽ εὐφημίᾳ τοῦ θείου λόγου παρῄνει. ἐπεὶ δὲ τὰς διαστάσεις ἐκποδὼν ποιησάμενος ὑπὸ σύμφωνον ἁρμονίαν τὴν ἐκκλησίαν τοῦ θεοῦ κατεστήσατο, ἔνθεν μεταβὰς ἄλλο τι γένος ἀθέων ἀνδρῶν ᾠήθη δεῖν ὥσπερ δηλητήριον τοῦ τῶν ἀνθρώπων ἀφανὲς καταστῆσαι βίου. φθόροι δέ τινες ὑπῆρχον οὗτοι, προσχήματι σεμνῷ λυμαινόμενοι τὰς πόλεις· ψευδοπροφήτας αὐτοὺς ἢ λύκους ἅρπαγας σωτήριος ἀπεκάλει ὧδέ που θεσπίζουσα φωνή· «προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.» καταπεμφθὲν δέ τι κέλευσμα τοῖς κατ᾽ ἔθνος ἡγεμόσι πᾶν τὸ τῶν τοιούτων φῦλον ἤλαυνε, πρὸς δὲ τῷ νόμῳ καὶ ζωοποιὸν διδασκαλίαν εἰς αὐτῶν πρόσωπον διετύπου, σπεύδειν ἐπὶ μετάνοιαν παρορμῶν τοὺς ἄνδρας· σωτηρίας γὰρ ὅρμον αὐτοῖς ἔσεσθαι τὴν ἐκκλησίαν τοῦ θεοῦ. ἐπάκουσον δ᾽ ὅπως καὶ τούτοις διὰ τοῦ πρὸς αὐτοὺς ὡμίλει γράμματος.

Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς αἱρετικοῖς. Ἐπίγνωτε νῦν διὰ τῆς νομοθεσίας ταύτης, ὦ Ναυατιανοί, Οὐαλεντῖνοι, Μαρκιωνισταί, Παυλιανοί, οἵ τε κατὰ Φρύγας ἐπικεκλημένοι, καὶ πάντες ἁπλῶς εἰπεῖν οἱ τὰς αἱρέσεις διὰ τῶν οἰκείων πληροῦντες συστημάτων, ὅσοις ψεύδεσιν ἡ παρ᾽ ὑμῖν ματαιότης ἐμπέπλεκται, καὶ ὅπως ἰοβόλοις τισὶ φαρμάκοις ἡ ὑμετέρα συνέχεται διδασκαλία, ὡς τοὺς μὲν ὑγιαίνοντας εἰς ἀσθένειαν τοὺς δὲ ζῶντας εἰς διηνεκῆ θάνατον ἀπάγεσθαι δι᾽ ὑμῶν. ὦ τῆς μὲν ἀληθείας ἐχθροί, τῆς δὲ ζωῆς πολέμιοι καὶ ἀπωλείας σύμβουλοι· πάντα παρ᾽ ὑμῖν τῆς ἀληθείας ἐστὶν ἐναντία, αἰσχροῖς πονηρεύμασι συνᾴδοντα, ἀτοπίαις καὶ δράμασι χρήσιμα, δι᾽ ὧν ὑμεῖς τὰ μὲν ψευδῆ κατασκευάζετε, τοὺς δ᾽ ἀναμαρτήτους θλίβετε, τὸ φῶς τοῖς πιστεύουσιν ἀρνεῖσθε. ἐπὶ προσχήματι γοῦν θειότητος ἀεὶ πλημμελοῦντες πάντα μιαίνετε, τὰς ἀθῴους καὶ καθαρὰς συνειδήσεις θανατηφόροις πληγαῖς τραυματίζετε, αὐτὴν δὲ σχεδὸν εἰπεῖν τὴν ἡμέραν τῶν ἀνθρωπείων ὀφθαλμῶν καθαρπάζετε. καὶ τί δεῖ καθ᾽ ἕκαστον λέγειν, ὅπου γε περὶ τῶν ὑμετέρων κακῶν εἰπεῖν τι κατ᾽ ἀξίαν οὔτε βραχέος ἐστὶ χρόνου οὔτε τῶν ἡμετέρων ἀσχολιῶν. οὕτω γάρ ἐστι μακρὰ καὶ ἄμετρα τὰ παρ᾽ ὑμῖν ἀτοπήματα, οὕτως εἰδεχθῆ καὶ πάσης ἀπηνείας πλήρη, ὡς μηδ᾽ ὁλόκληρον ἡμέραν πρὸς ἔκφρασιν τούτων ἀρκεῖν.

ἄλλως τε καὶ ἐκκλίνειν τῶν τοιούτων προσήκει τὰς ἀκοὰς τούς τ᾽ ὀφθαλμοὺς ἀποστρέφειν ὑπὲρ τοῦ μὴ χραίνεσθαι τῇ καθ᾽ ἕκαστον διηγήσει τὴν τῆς ἡμετέρας πίστεως εἰλικρινῆ καὶ καθαρὰν προθυμίαν. τί οὖν ἀνεξόμεθα περαιτέρω τῶν τοιούτων κακῶν; ἀλλ᾽ ἡ μακρὰ παρεπιθύμησις ὥσπερ λοιμικῷ νοσήματι καὶ τοὺς ὑγιαίνοντας χραίνεσθαι ποιεῖ. τίνος οὖν ἕνεκεν τὴν ταχίστην τὰς ῥίζας ὡς εἰπεῖν τῆς τοσαύτης κακίας οὐ διὰ δημοσίας ἐπιστρεφείας ἐκκόπτομεν;

Τοιγάρτοι ἐπειδὴ τὸν ὄλεθρον τοῦτον τῆς ὑμετέρας ἐξωλείας ἐπὶ πλεῖον φέρειν οὔκ ἐστιν οἷόν τε, διὰ τοῦ νόμου τούτου προαγορεύομεν, μή τις ὑμῶν συνάγειν ἐκ τοῦ λοιποῦ τολμήσῃ. διὸ καὶ πάντας ὑμῶν τοὺς οἴκους, ἐν οἷς τὰ συνέδρια ταῦτα πληροῦτε, ἀφαιρεθῆναι προσετάξαμεν, μέχρι τοσούτου τῆς φροντίδος ταύτης προχωρούσης, ὡς μὴ ἐν τῷ δημοσίῳ μόνον, ἀλλὰ μηδὲ ἐν οἰκίᾳ ἰδιωτικῇ ἢ τόποις τισὶν ἰδιάζουσι τὰ τῆς δεισιδαίμονος ὑμῶν ἀνοίας συστήματα συντρέχειν. πλὴν ὅπερ ἔστι κάλλιον, ὅσοι τῆς ἀληθινῆς καὶ καθαρᾶς ἐπιμελεῖσθε θρησκείας, εἰς τὴν καθολικὴν ἐκκλησίαν ἔλθετε καὶ τῇ ταύτης ἁγιότητι κοινωνεῖτε, δι᾽ ἧς καὶ τῆς ἀληθείας ἐφικέσθαι δυνήσεσθε· κεχωρίσθω δὲ παντελῶς τῆς τῶν ἡμετέρων καιρῶν εὐκληρίας ἡ τῆς διεστραμμένης διανοίας ὑμῶν ἀπάτη, λέγω δὲ ἡ τῶν αἱρετικῶν καὶ σχισματικῶν ἐναγής τε καὶ ἐξώλης διχόνοια. πρέπει γὰρ τῇ ἡμετέρᾳ μακαριότητι, ἧς ἀπολαύομεν σὺν θεῷ, τὸ τοὺς ἐπ᾽ ἐλπίσιν ἀγαθαῖς βιοῦντας ἀπὸ πάσης ἀτάκτου πλάνης εἰς τὴν εὐθεῖαν ὁδόν, ἀπὸ τοῦ σκότους ἐπὶ τὸ φῶς, ἀπὸ ματαιότητος εἰς τὴν ἀλήθειαν, ἀπὸ θανάτου πρὸς σωτηρίαν ἄγεσθαι.

ὑπὲρ δὲ τοῦ τῆς θεραπείας ταύτης καὶ ἀναγκαίαν γενέσθαι τὴν ἰσχὺν προσετάξαμεν, καθὼς προείρηται, ⌜ἅπαντα⌝ τὰ τῆς δεισιδαιμονίας ὑμῶν συνέδρια, πάντων φημὶ τῶν αἱρετικῶν τοὺς εὐκτηρίους, εἴ γε εὐκτηρίους ὀνομάζειν οἴκους προσήκει, ἀφαιρεθέντας ἀναντιρρήτως τῇ καθολικῇ ἐκκλησίᾳ χωρίς τινος ὑπερθέσεως παραδοθῆναι, τοὺς δὲ λοιποὺς τόπους τοῖς δημοσίοις προσκριθῆναι, καὶ μηδεμίαν ὑμῖν εἰς τὸ ἑξῆς τοῦ συνάγειν εὐμάρειαν περιλειφθῆναι, ὅπως ἐκ τῆς ἐνεστώσης ἡμέρας ἐν μηδενὶ τόπῳ μήτε δημοσίῳ μήτ᾽ ἰδιωτικῷ τὰ ἀθέμιτα ὑμῶν συστήματα ἀθροισθῆναι τολμήσῃ.

Προτεθήτω. Οὕτω μὲν τὰ τῶν ἑτεροδόξων ἐγκρύμματα βασιλικῷ προστάγματι διελύετο, ἠλαύνοντό τε οἱ θῆρες οἱ {τε} τῆς τούτων δυσσεβείας ἔξαρχοι. τῶν δ᾽ ὑπὸ τούτων ἠπατημένων οἱ μὲν νόθῳ φρονήματι βασιλικῆς ἀπειλῆς φόβῳ τὴν ἐκκλησίαν ὑπεδύοντο, τὸν καιρὸν κατειρωνευόμενοι, ἐπεὶ καὶ διερευνᾶσθαι τῶν ἀνδρῶν τὰς βίβλους διηγόρευεν ὁ νόμος, ἡλίσκοντό τ᾽ ἀπειρημένας κακοτεχνίας μετιόντες, οὗ δὴ χάριν πάντ᾽ ἔπραττον εἰρωνείᾳ τὴν σωτηρίαν ποριζόμενοι, οἱ δὲ καὶ σὺν ἀληθεῖ τάχα που λογισμῷ ηὐτομόλουν ἐπὶ τὴν τοῦ κρείττονος ἐλπίδα. τούτων δὲ τὴν διάκρισιν οἱ τῶν ἐκκλησιῶν πρόεδροι σὺν ἀκριβείᾳ ποιούμενοι, τοὺς μὲν ἐπιπλάστως προσιέναι πειρωμένους μακρὰν εἶργον τῆς τοῦ θεοῦ ποίμνης οἷα λύκους κωδίοις ἐγκρυπτομένους προβάτων, τοὺς δὲ ψυχῇ καθαρᾷ τοῦτο πράττοντας δοκιμάζοντες χρόνῳ μετὰ τὴν αὐτάρκη διάπειραν τῷ πλήθει 〈τῶν〉 εἰσαγομένων κατέλεγον. ταῦτα μὲν οὖν ἐπὶ τῶν δυσφήμων ἑτεροδόξων ἐπράττετο. τοὺς δέ γε μηδὲν δυσσεβὲς ἐν δογμάτων διδασκαλίᾳ φέροντας, ἄλλως δὲ τῆς κοινῆς ὁμηγύρεως ἀνδρῶν σχισματικῶν αἰτίᾳ διεστῶτας ἀμελλήτως εἰσεδέχοντο.

οἱ δ᾽ ἀγεληδὸν ὥσπερ ἐξ ἀποικίας ἐπανιόντες τὴν αὐτῶν ἀπελάμβανον πατρίδα, καὶ τὴν μητέρα, τὴν ἐκκλησίαν, ἐπεγίνωσκον, ἧς ἀποπλανηθέντες χρόνιοι σὺν εὐφροσύνῃ καὶ χαρᾷ τὴν εἰς αὐτὴν ἐπάνοδον ἐποιοῦντο, ἡνοῦτό τε τὰ τοῦ κοινοῦ σώματος μέλη καὶ ἁρμονίᾳ συνήπτετο μιᾷ, μόνη τε ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησία εἰς ἑαυτὴν συνεστραμμένη διέλαμπε, μηδαμοῦ γῆς αἱρετικοῦ συστήματος μηδὲ σχισματικοῦ λειπομένου. καὶ τούτου δὲ {μόνου} τοῦ μεγάλου κατορθώματος μόνος τῶν πώποτε τὴν αἰτίαν ὁ τῷ θεῷ μεμελημένος βασιλεὺς ἐπεγράφετο.