Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον Κωνσταντίνου τοῦ βασιλέως

Εὐσέβιος Καισαρείας

Λόγος Α΄: Η νίκη επί του Μαξεντίου, το όραμα του Σταυρού και η απελευθέρωση της Ρώμης

Η αναγόρευση του Κωνσταντίνου σε αυτοκράτορα, το θείο όραμα του Σταυρού, η κατασκευή του λαβάρου και η συντριβή της τυραννίας του Μαξεντίου στη Ρώμη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 16

Οὐ μὴν ἀβασίλευτος ἔμενεν ἡ ἀρχή, αὐτῇ δ᾽ ἁλουργίδι πατρικῇ Κωνσταντῖνος κοσμησάμενος τῶν πατρικῶν οἴκων προῄει, ὥσπερ ἐξ ἀναβιώσεως τὸν πατέρα βασιλεύοντα δι᾽ ἑαυτοῦ δεικνὺς τοῖς πᾶσιν. εἶτα τῆς προκομιδῆς ἡγούμενος σὺν τοῖς ἀμφ᾽ αὐτὸν πατρικοῖς φίλοις τὸν πατέρα προὔπεμπε· δήμων τε πλήθη μυρία στρατιωτῶν τε δορυφορίαι, τῶν μὲν ἡγουμένων τῶν δὲ κατόπιν ἑπομένων, σὺν παντὶ κόσμῳ τὸν θεοφιλῆ συνέπεμπον, εὐφημίαις τε καὶ ὕμνοις οἱ πάντες τὸν τρισμακάριον ἐτίμων, ὁμογνώμονί τε συμφωνίᾳ τοῦ τεθνεῶτος ἀναβίωσιν τὴν τοῦ παιδὸς κράτησιν ἐδόξαζον, βοαῖς τ᾽ εὐφήμοις τὸν νέον βασιλέα αὐτοκράτορα καὶ σεβαστὸν αὔγουστον εὐθέως ἐκ πρώτης ἀνηγόρευον φωνῆς. καὶ τὸν μὲν τεθνηκότα ἐκόσμουν αἱ βοαὶ ταῖς εἰς τὸν υἱὸν εὐφημίαις, τὸν δὲ παῖδα ἐμακάριζον τοιοῦδε πατρὸς διάδοχον ⌜ἀπο⌝δειχθέντα, πάντα δὲ τὰ ὑπὸ τὴν ἀρχὴν ἔθνη εὐφροσύνης ἐπληροῦτο καὶ ἀλέκτου χαρᾶς ὡς μηδὲ χρόνου βραχυτάτου ῥοπὴν χηρεύσαντα βασιλικῆς εὐκοσμίας. τοῦτο τέλος εὐσεβοῦς καὶ φιλοθέου τρόπου ἐπὶ βασιλεῖ Κωνσταντίῳ θεὸς ἔδειξε τῷ καθ᾽ ἡμᾶς γένει.

Τῶν δ᾽ ἄλλων, ὅσοι τὰς ἐκκλησίας τοῦ θεοῦ πολέμου νόμῳ μετῆλθον, τὰς τοῦ βίου καταστροφὰς οὐκ εἶναι πρέπον ἔκρινα τῷ παρόντι παραδοῦναι διηγήματι οὐδὲ τὰς τῶν ἀγαθῶν μνήμας τῇ τῶν ἐναντίων παραθέσει μιαίνειν. ἀπαρκεῖ δὲ ἡ τῶν ἔργων πεῖρα πρὸς σωφρονισμὸν τῶν αὐταῖς ὄψεσι καὶ ἀκοαῖς τὴν τῶν ἑκάστῳ συμβεβηκότων παρειληφότων ἱστορίαν.

Οὕτω δὴ Κωνσταντῖνον, τοιούτου φύντα πατρός, ἄρχοντα καὶ καθηγεμόνα τῶν ὅλων θεὸς ὁ τοῦ σύμπαντος κόσμου πρύτανις δι᾽ ἑαυτοῦ προεχειρίζετο, ὡς μηδένα ἀνθρώπων μόνου τοῦδε τὴν προαγωγὴν αὐχῆσαι, τῶν ἄλλων ἐξ ἐπικρίσεως ἑτέρων τῆς τιμῆς ἠξιωμένων.

Ὡς οὖν ἐπὶ τῆς βασιλείας ἵδρυτο, τέως μὲν τῆς πατρικῆς προενόει λήξεως, ἐπισκοπῶν σὺν πολλῇ τῇ φιλανθρωπίᾳ πάνθ᾽ ὅσα πρότερον ἔθνη ὑπὸ τῇ τοῦ πατρὸς μοίρᾳ διεκυβερνᾶτο, ὅσα τε γένη βαρβάρων τῶν ἀμφὶ Ῥῆνον ποταμὸν ἑσπέριόν τε ὠκεανὸν ⌜οἰκούντων⌝ στασιάζειν ἐτόλμα, πάνθ᾽ ὑποτάττων ἥμερα ἐξ ἀτιθάσων κατειργάζετο, ἄλλα δ᾽ ἀναστέλλων ὥσπερ τινὰς θῆρας ἀγρίους ἀπεσόβει τῆς οἰκείας, ὅσα περ ἀνιάτως ἔχοντα πρὸς ἡμέρου βίου κατάστασιν ἑώρα. ἐπεὶ δὲ ταῦτα κατὰ λόγον ἔκειτο αὐτῷ, τὰς λοιπὰς τῆς οἰκουμένης λήξεις πρὸ ὀφθαλμῶν θέμενος, τέως μὲν ἐπὶ τὰ Βρεττανῶν ἔθνη διέβαινεν ἔνδον ἐπ᾽ αὐτῷ κείμενα ὠκεανῷ, παραστησάμενος δὲ ταῦτα διεσκόπει τὰς ἑτέρας τοῦ παντὸς μοίρας, ὡς ἂν θεραπεύοι τὰ βοηθείας δεόμενα.

Εἶθ᾽ ὥσπερ μέγα σῶμα τὸ πᾶν τῆς γῆς ἐννοήσας στοιχεῖον, κἄπειτα τὴν τοῦ παντὸς κεφαλήν, τῆς Ῥωμαίων ἀρχῆς τὴν βασιλεύουσαν πόλιν, τυραννικῇ δουλείᾳ συνιδὼν καθυπηγμένην, παρεχώρει μὲν τὰ πρῶτα τὴν ὑπὲρ αὐτῆς ἄμυναν τοῖς τῶν λοιπῶν κρατοῦσι μερῶν ἅτε δὴ χρόνῳ προάγουσιν, ἐπεὶ δὲ τούτων οὐδεὶς οἷός τ᾽ ἦν ἐπικουρεῖν, ἀλλὰ καὶ οἱ πεῖραν λαβεῖν ἐθελήσαντες αἰσχρὸν ὑπέμειναν τέλος, οὐδὲ βιωτὸν αὐτῷ τὴν ζωὴν εἶναι εἰπών, εἰ τὴν βασιλίδα πόλιν οὕτω κάμνουσαν παρίδοι, παρεσκευάζετο τὰ πρὸς τὴν καθαίρεσιν τῆς τυραννίδος.

Εὖ δ᾽ ἐννοήσας ὡς κρείττονος ἢ κατὰ στρατιωτικὴν δέοι αὐτῷ βοηθείας διὰ τὰς κακοτέχνους καὶ γοητικὰς μαγγανείας τὰς παρὰ τῷ τυράννῳ σπουδαζομένας, θεὸν ἀνεζήτει βοηθόν, τὰ μὲν ἐξ ὁπλιτῶν καὶ στρατιωτικοῦ πλήθους δεύτερα τιθέμενος (τῆς γὰρ παρὰ θεοῦ βοηθείας ἀπούσης τὸ μηθὲν ταῦτα δύνασθαι ἡγεῖτο), τὰ δ᾽ ἐκ θεοῦ συνεργίας ἄμαχα εἶναι καὶ ἀήττητα λέγων. ἐννοεῖ δῆτα ὁποῖον δέοι θεὸν βοηθὸν ἐπιγράψασθαι, ζητοῦντι δ᾽ αὐτῷ ἔννοιά τις ὑπεισῆλθεν, ὡς πλειόνων πρότερον τῆς ἀρχῆς ἐφαψαμένων οἱ μὲν πλείοσι θεοῖς τὰς σφῶν αὐτῶν ἀναρτήσαντες ἐλπίδας, λοιβαῖς τε καὶ θυσίαις καὶ ἀναθήμασι τούτους θεραπεύσαντες, ἀπατηθέντες τὰ πρῶτα διὰ μαντειῶν κεχαρισμένων χρησμῶν τε τὰ αἴσια ἀπαγγελλομένων αὐτοῖς τέλος οὐκ αἴσιον εὕραντο, οὐδέ τις θεῶν πρὸς τὸ μὴ θεηλάτοις ὑποβληθῆναι καταστροφαῖς δεξιὸς αὐτοῖς παρέστη, μόνον δὲ τὸν ἑαυτοῦ πατέρα τὴν ἐναντίαν ἐκείνοις τραπέντα τῶν μὲν πλάνην καταγνῶναι, αὐτὸν δὲ τὸν ἐπέκεινα τῶν ὅλων θεόν, διὰ πάσης τιμήσαντα ζωῆς, σωτῆρα καὶ φύλακα τῆς βασιλείας ἀγαθοῦ τε παντὸς χορηγὸν εὕρασθαι.

ταῦτα παρ᾽ ἑαυτῷ διακρίνας εὖ τε λογισάμενος, ὡς οἱ μὲν πλήθει θεῶν ἐπιθαρρήσαντες καὶ πλείοσιν ἐπιπεπτώκασιν ὀλέθροις, ὡς μηδὲ γένος μηδὲ φυὴν μὴ ῥίζαν αὐτοῖς, μηδ᾽ ὄνομα μηδὲ μνήμην ἐν ἀνθρώποις ἀπολειφθῆναι, ὁ δὲ πατρῷος αὐτῷ θεὸς τῆς αὐτοῦ δυνάμεως ἐναργῆ καὶ πάμπολλα δείγματα εἴη δεδωκὼς τῷ αὐτοῦ πατρί, ἀλλὰ καὶ τοὺς ἤδη καταστρατεύσαντας πρότερον τοῦ τυράννου διασκεψάμενος σὺν πλήθει μὲν θεῶν τὴν παράταξιν πεποιημένους αἰσχρὸν δὲ τέλος ὑπομείναντας· ὁ μὲν γὰρ αὐτῶν σὺν αἰσχύνῃ τῆς συμβολῆς ἄπρακτος ἀνεχώρει, ὁ δὲ καὶ μέσοις αὐτοῖς τοῖς στρατεύμασι κατασφαγεὶς πάρεργον ἐγένετο θανάτου· ταῦτ᾽ οὖν πάντα συναγαγὼν τῇ διανοίᾳ, τὸ μὲν περὶ τοὺς μηθὲν ὄντας θεοὺς ματαιάζειν καὶ μετὰ τοσοῦτον ἔλεγχον ἀποπλανᾶσθαι μωρίας ἔργον ὑπελάμβανε, τὸν δὲ πατρῷον τιμᾶν μόνον ᾤετο δεῖν θεόν.

Ἀνεκαλεῖτο δῆτα ἐν εὐχαῖς τοῦτον, ἀντιβολῶν καὶ ποτνιώμενος φῆναι αὐτῷ ἑαυτὸν ὅστις εἴη καὶ τὴν ἑαυτοῦ δεξιὰν χεῖρα τοῖς προκειμένοις ἐπορέξαι. εὐχομένῳ δὲ ταῦτα καὶ λιπαρῶς ἱκετεύοντι τῷ βασιλεῖ θεοσημεία τις ἐπιφαίνεται παραδοξοτάτη, ἣν τάχα μὲν ἄλλου λέγοντος οὐ ῥᾴδιον ἦν ἀποδέξασθαι, αὐτοῦ δὲ τοῦ νικητοῦ βασιλέως τοῖς τὴν γραφὴν διηγουμένοις ἡμῖν μακροῖς ὕστερον χρόνοις, ὅτε ἠξιώθημεν τῆς αὐτοῦ γνώσεώς τε καὶ ὁμιλίας, ἐξαγγείλαντος ὅρκοις τε πιστωσαμένου τὸν λόγον, τίς ἂν ἀμφιβάλοι μὴ οὐχὶ πιστεῦσαι τῷ διηγήματι; μάλισθ᾽ ὅτε καὶ ὁ μετὰ ταῦτα χρόνος ἀληθῆ τῷ λόγῳ παρέσχε τὴν μαρτυρίαν. ἀμφὶ μεσημβρινὰς ἡλίου ὥρας, ἤδη τῆς ἡμέρας ἀποκλινούσης, αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν ἔφη ἐν αὐτῷ οὐρανῷ ὑπερκείμενον τοῦ ἡλίου σταυροῦ τρόπαιον ἐκ φωτὸς συνιστάμενον, γραφήν τε αὐτῷ συνῆφθαι λέγουσαν· τούτῳ νίκα. θάμβος δ᾽ ἐπὶ τῷ θεάματι κρατῆσαι αὐτόν τε καὶ τὸ στρατιωτικὸν ἅπαν, ὃ δὴ στελλομένῳ ποι πορείαν συνείπετό τε καὶ θεωρὸν ἐγίνετο τοῦ θαύματος. καὶ δὴ διαπορεῖν πρὸς ἑαυτὸν ἔλεγε, τί ποτε εἴη τὸ φάσμα. ἐνθυμουμένῳ δ᾽ αὐτῷ καὶ ἐπὶ πολὺ λογιζομένῳ νὺξ ἐπῄει καταλαβοῦσα. ἔνθα δὴ ὑπνοῦντι αὐτῷ τὸν Χριστὸν τοῦ θεοῦ σὺν τῷ φανέντι κατ᾽ οὐρανὸν σημείῳ ὀφθῆναί τε καὶ παρακελεύσασθαι, μίμημα ποιησάμενον τοῦ κατ᾽ οὐρανὸν ὀφθέντος σημείου τούτῳ πρὸς τὰς τῶν πολεμίων συμβολὰς ἀλεξήματι χρῆσθαι.

ἅμα δ᾽ ἡμέρᾳ διαναστὰς τοῖς φίλοις ἐξηγόρευε τὸ ἀπόρρητον. κἄπειτα χρυσοῦ καὶ λίθων πολυτελῶν δημιουργοὺς συγκαλέσας μέσος αὐτὸς καθιζάνει καὶ τοῦ σημείου τὴν εἰκόνα φράζει, ἀπομιμεῖσθαί τε αὐτὴν χρυσῷ καὶ πολυτελέσι λίθοις διεκελεύετο. ὃ δὴ καὶ ἡμᾶς ὀφθαλμοῖς ποτε παραλαβεῖν αὐτὸς βασιλεύς, θεοῦ καὶ τοῦτο χαρισαμένου, ἠξίωσεν.

Ἦν δὲ τοιῷδε σχήματι κατεσκευασμένον. ὑψηλὸν δόρυ χρυσῷ κατημφιεσμένον κέρας εἶχεν ἐγκάρσιον σταυροῦ σχήματι πεποιημένον, ἄνω δὲ πρὸς ἄκρῳ τοῦ παντὸς στέφανος ἐκ λίθων πολυτελῶν καὶ χρυσοῦ συμπεπλεγμένος κατεστήρικτο, καθ᾽ οὗ τῆς σωτηρίου ἐπηγορίας τὸ σύμβολον δύο στοιχεῖα τὸ Χριστοῦ παραδηλοῦντα ὄνομα διὰ τῶν πρώτων ὑπεσήμαινον χαρακτήρων, χιαζομένου τοῦ ῥῶ κατὰ τὸ μεσαίτατον· ἃ δὴ καὶ κατὰ τοῦ κράνους φέρειν εἴωθε κἀν τοῖς μετὰ ταῦτα χρόνοις ὁ βασιλεύς. τοῦ δὲ πλαγίου κέρως τοῦ κατὰ τὸ δόρυ πεπαρμένου ὀθόνη τις ἐκκρεμὴς ἀπῃώρητο, βασιλικὸν ὕφασμα ποικιλίᾳ συνημμένων πολυτελῶν λίθων φωτὸς αὐγαῖς ἐξαστραπτόντων καλυπτόμενον σὺν πολλῷ τε καθυφασμένον χρυσῷ, ἀδιήγητόν τι χρῆμα τοῖς ὁρῶσι παρέχον τοῦ κάλλους. τοῦτο μὲν οὖν τὸ φᾶρος τοῦ κέρως ἐξημμένον σύμμετρον μήκους τε καὶ πλάτους περιγραφὴν ἀπελάμβανε· τὸ δ᾽ ὄρθιον δόρυ, τῆς κάτω ἀρχῆς ἐπὶ πολὺ μηκυνόμενον ἄνω μετέωρον, ὑπὸ τῷ τοῦ σταυροῦ τροπαίῳ πρὸς αὐτοῖς ἄκροις τοῦ ⌜διαγραφέντος⌝ ὑφάσματος τὴν τοῦ θεοφιλοῦς βασιλέως εἰκόνα χρυσῆν μέχρι στέρνων τῶν τ᾽ αὐτοῦ παίδων ὁμοίως ἔφερε. τούτῳ μὲν οὖν τῷ σωτηρίῳ σημείῳ πάσης ἀντικειμένης καὶ πολεμίας δυνάμεως ἀμυντηρίῳ διὰ παντὸς ἐχρῆτο βασιλεύς, τῶν τε στρατοπέδων ἁπάντων ἡγεῖσθαι τὰ τούτου ὁμοιώματα προσέταττεν.

Ἀλλὰ ταῦτα σμικρὸν ὕστερον. κατὰ δὲ τὸν δηλωθέντα χρόνον τὴν παράδοξον καταπλαγεὶς ὄψιν, οὐδ᾽ ἕτερον θεὸν ἢ τὸν ὀφθέντα δοκιμάσας σέβειν, τοὺς τῶν αὐτοῦ λόγων μύστας ἀνεκαλεῖτο, καὶ τίς εἴη θεὸς ⌜οὗτος⌝ ἠρώτα τίς τε ὁ τῆς ὀφθείσης ὄψεως τοῦ σημείου λόγος. οἱ δὲ τὸν μὲν εἶναι θεὸν ἔφασαν θεοῦ τοῦ ἑνὸς καὶ μόνου μονογενῆ παῖδα, τὸ δὲ σημεῖον τὸ φανὲν σύμβολον μὲν ἀθανασίας εἶναι, τρόπαιον δ᾽ ὑπάρχειν τῆς κατὰ τοῦ θανάτου νίκης, ἣν ἐποιήσατό ποτε παρελθὼν ἐπὶ γῆς, ἐδίδασκόν τε τὰς τῆς παρόδου αἰτίας, τὸν ἀκριβῆ λόγον αὐτῷ τῆς κατ᾽ ἀνθρώπους οἰκονομίας ὑποτιθέμενοι. ὁ δὲ καὶ τούτοις μὲν ἐμαθητεύετο τοῖς λόγοις, θαῦμα δ᾽ εἶχε τῆς ὀφθαλμοῖς αὐτῷ παραδοθείσης θεοφανείας, συμβάλλων τε τὴν οὐράνιον ὄψιν τῇ τῶν λεγομένων ἑρμηνείᾳ τὴν διάνοιαν ἐστηρίζετο, θεοδίδακτον αὐτῷ τὴν τούτων γνῶσιν παρεῖναι πειθόμενος. καὶ αὐτὸς δ᾽ ἤδη τοῖς ἐνθέοις ἀναγνώσμασι προσέχειν ἠξίου. καὶ δὴ τοὺς τοῦ θεοῦ ἱερέας παρέδρους αὑτῷ ποιησάμενος τὸν ὀφθέντα θεὸν πάσαις δεῖν ᾤετο θεραπείαις τιμᾶν. κἄπειτα φραξάμενος ταῖς εἰς αὐτὸν ἀγαθαῖς ἐλπίσιν ὡρμᾶτο λοιπὸν τοῦ τυραννικοῦ πυρὸς τὴν ἀπειλὴν κατασβέσων.

Καὶ γὰρ δὴ πολὺς ἦν ὁ ταύτῃ προαρπάσας τὴν βασιλεύουσαν πόλιν δυσσεβείαις καὶ ἀνοσιουργίαις ἐγχειρῶν, ὡς μηδὲν τόλμημα παρελθεῖν μιαρᾶς καὶ ἀκαθάρτου πράξεως. διαζευγνύς γέ τοι τῶν ἀνδρῶν τὰς κατὰ νόμον γαμετάς, αὐταῖς ἐνυβρίζων αἰσχροτάτως τοῖς ἀνδράσιν ἀπέπεμπε, καὶ ταῦτ᾽ οὐκ ἀσήμοις οὐδ᾽ ἀφανέσιν, ἀλλ᾽ αὐτοῖς ἐμπαροινῶν τοῖς τὰ πρωτεῖα τῆς Ῥωμαίων συγκλήτου βουλῆς κατέχουσι. μυρίαις μὲν οὖν ἐλευθέραις γυναιξὶν ἐνυβρίζων αἰσχρῶς, οὐκ εἶχεν ὅπως ἐμπλήσειε τὴν ἀκρατῆ καὶ ἀκόλαστον αὐτοῦ ψυχήν. ὡς δὲ καὶ Χριστιαναῖς ἐνεχείρει, {καὶ} οὐκέθ᾽ οἷός τ᾽ ἦν εὐπορίαν ⌜ταῖς μοιχείαις⌝ ἐπινοεῖν. θᾶττον γοῦν τὴν ψυχὴν θανατῶσαι ἢ τὸ σῶμα αὐτῷ παρεχώρουν ἐπὶ φθορὰν αὗται.

μία γοῦν τις τῶν αὐτόθι συγκλητικῶν ἀνδρῶν τὴν ἔπαρχον διεπόντων ἐξουσίαν, ὡς ἐπιστάντας τῷ οἴκῳ τοὺς τὰ τοιαῦτα τῷ τυράννῳ διακονουμένους ἐπύθετο (Χριστιανὴ δ᾽ ἦν), τόν τ᾽ ἄνδρα τὸν αὑτῆς ἔγνω δέους ἕνεκα λαβόντας ἀπάγειν αὐτὴν κελεῦσαι, βραχὺν ὑποπαραιτησαμένη χρόνον, ὡς ἂν τοῦ σώματος τὸν συνήθη περιβάλοιτο κόσμον, εἴσεισιν ἐπὶ τοῦ ταμείου καὶ μονωθεῖσα ξίφος κατὰ τοῦ στέρνου πήγνυσι, θανοῦσά τε παραχρῆμα τὸν μὲν νεκρὸν τοῖς προαγωγοῖς καταλείπει, ἔργοις δ᾽ ἁπάσης γεγωνοτέροις φωνῆς, ὅτι μόνον χρῆμα ἀήττητόν τε καὶ ἀνώλεθρον ἡ βοωμένη παρὰ Χριστιανοῖς σωφροσύνη πέφυκεν, εἰς πάντας ἀνθρώπους τούς τε νῦν ὄντας καὶ τοὺς μετέπειτα γενησομένους ἐξέφηνεν. αὕτη μὲν οὖν τοιαύτη τις ὤφθη· Τὸν δὲ τοῖς τοιούτοις ἐπιτολμῶντα πάντες ὑπεπτηχότες, δῆμοι καὶ ἄρχοντες, ἔνδοξοί τε καὶ ἄδοξοι, δεινῇ κατετρύχοντο τυραννίδι, καὶ οὐδ᾽ ἠρεμούντων καὶ τὴν πικρὰν φερόντων δουλείαν ἀπαλλαγή τις ὅμως ἦν τῆς τοῦ τυράννου φονώσης ὠμότητος. ἐπὶ σμικρᾷ γοῦν ἤδη ποτὲ προφάσει τὸν δῆμον εἰς φόνον τοῖς ἀμφ᾽ αὐτὸν δορυφόροις ἐξεδίδου, καὶ ἐκτείνετο μυρία πλήθη τοῦ δήμου Ῥωμαίων ἐπ᾽ αὐτοῦ μέσου τοῦ ἄστεος οὐ Σκυθῶν οὐδὲ βαρβάρων ἀλλ᾽ αὐτῶν τῶν οἰκείων δόρασι καὶ πανοπλίαις.

συγκλητικῶν γε μὴν φόνος ὅσος δι᾽ ἐπιβουλὴν ἐνηργεῖτο τῆς ἑκάστου περιουσίας, οὐδ᾽ ἐξαριθμήσασθαι δυνατόν, ἄλλοτε ἄλλαις πεπλασμέναις αἰτίαις μυρίων ἀναιρουμένων.

Ἡ δὲ τῶν κακῶν τῷ τυράννῳ κορωνὶς ἐπὶ γοητείαν ἤλαυνε, μαγικαῖς ἐπινοίαις τοτὲ μὲν γυναῖκας ἐγκύμονας ἀνασχίζοντος, τοτὲ δὲ νεογνῶν σπλάγχνα βρεφῶν διερευνωμένου λέοντάς τε κατασφάττοντος καί τινας ἀρρητοποιίας ἐπὶ δαιμόνων προκλήσεις καὶ ἀποτροπιασμὸν τοῦ πολέμου συνισταμένου· διὰ τούτων γὰρ τῆς νίκης κρατήσειν ἤλπιζεν. οὕτω μὲν οὖν ἐπὶ Ῥώμης τυραννῶν οὐδ᾽ ἔστιν εἰπεῖν οἷα δρῶν τοὺς ὑπηκόους κατεδουλοῦτο, ὥστ᾽ ἤδη τῶν ἀναγκαίων τροφῶν ἐν ἐσχάτῃ σπάνει καὶ ἀπορίᾳ καταστῆναι, ὅσην ἐπὶ Ῥώμης οὐδ᾽ ἄλλοτέ ποτε οἱ καθ᾽ ἡμᾶς γενέσθαι μνημονεύουσιν.

Ἀλλὰ γὰρ τούτων ἁπάντων οἶκτον ἀναλαβὼν Κωνσταντῖνος πάσαις παρασκευαῖς ὡπλίζετο κατὰ τῆς τυραννίδος. προστησάμενος δῆτα ἑαυτοῦ θεὸν τὸν ἐπὶ πάντων σωτῆρά τε καὶ βοηθὸν ἀνακαλεσάμενος τὸν Χριστόν, αὐτοῦ ⌜τε τὸ⌝ νικητικὸν τρόπαιον τὸ δὴ σωτήριον σημεῖον τῶν ἀμφ᾽ αὐτὸν ὁπλιτῶν τε καὶ δορυφόρων προτάξας ἡγεῖτο πανστρατιᾷ, Ῥωμαίοις τὰ τῆς ἐκ προγόνων ἐλευθερίας προμνώμενος. Μαξεντίου δῆτα μᾶλλον ταῖς κατὰ γοητείαν μηχαναῖς ἢ τῇ τῶν ὑπηκόων ἐπιθαρροῦντος εὐνοίᾳ, προελθεῖν δ᾽ οὐδ᾽ ὅσον πυλῶν τοῦ ἄστεος ἐπιτολμῶντος, ὁπλιτῶν δ᾽ ἀναρίθμῳ πλήθει καὶ στρατοπέδων λόχοις μυρίοις πάντα τόπον καὶ χώραν καὶ πόλιν ὅση τις ὑπ᾽ αὐτῷ δεδούλωτο φραξαμένου, ὁ τῆς ἐκ θεοῦ συμμαχίας ἀνημμένος βασιλεὺς ἐπιὼν πρώτῃ καὶ δευτέρᾳ καὶ τρίτῃ τοῦ τυράννου παρατάξει εὖ μάλα τε πάσας ἐξ αὐτῆς πρώτης ὁρμῆς χειρωσάμενος, πρόεισιν ἐπὶ πλεῖστον ὅσον τῆς Ἰταλῶν χώρας.

Ἤδη δ᾽ αὐτῆς Ῥώμης ἄγχιστα ἦν. εἶθ᾽ ὡς μὴ τοῦ τυράννου χάριν Ῥωμαίοις πολεμεῖν ἐξαναγκάζοιτο, θεὸς αὐτὸς οἷα δεσμοῖς τισι τὸν τύραννον πορρωτάτω πυλῶν ἐξέλκει, καὶ τὰ πάλαι δὴ κατ᾽ ἀσεβῶν ὡς ἐν μύθου λόγῳ παρὰ τοῖς πλείστοις ἀπιστούμενα, πιστά γε μὴν πιστοῖς ἱεραῖς βίβλοις ἐστηλιτευμένα, αὐταῖς ἐνεργείαις ἅπασιν ἁπλῶς εἰπεῖν πιστοῖς ἅμα καὶ ἀπίστοις ὀφθαλμοῖς τὰ παράδοξα θεωμένοις ἐπιστώσατο. ὥσπερ γοῦν ἐπ᾽ αὐτοῦ ποτε Μωϋσέως τοῦ τε θεοσεβοῦς Ἑβραίων γένους «ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν καὶ ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ», κατὰ τὰ αὐτὰ δὴ καὶ Μαξέντιος οἵ τ᾽ ἀμφ᾽ αὐτὸν ὁπλῖται καὶ δορυφόροι «ἔδυσαν εἰς βυθὸν ὡσεὶ λίθος», ὁπηνίκα νῶτα δοὺς τῇ ἐκ θεοῦ μετὰ Κωνσταντίνου δυνάμει τὸν πρὸ τῆς πορείας διῄει ποταμόν, ὃν αὐτὸς σκάφεσι ζεύξας καὶ εὖ μάλα γεφυρώσας μηχανὴν ὀλέθρου καθ᾽ ἑαυτοῦ συνεπήξατο, ὧδέ πῃ ἑλεῖν τὸν τῷ θεῷ φίλον ἐλπίσας. ἀλλὰ τῷδε μὲν δεξιὸς παρῆν ὁ αὐτοῦ θεός, ὁ δ᾽ ἄρα τὰς κρυφίους μηχανὰς καθ᾽ ἑαυτοῦ δείλαιος συνίστη. ἐφ᾽ ᾧ καὶ ἦν εἰπεῖν, ὡς ἄρα «λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.»

οὕτω δῆτα θεοῦ νεύματι τῶν ἐπὶ τοῦ ζεύγματος μηχανῶν τοῦ τ᾽ ἐν αὐτοῖς ἐγκρύμματος οὐ κατὰ καιρὸν τὸν ἐλπισθέντα 〈διαρρυεισῶν〉 ὑφιζάνει μὲν ἡ διάβασις, χωρεῖ δ᾽ ἀθρόως αὔτανδρα κατὰ τοῦ βυθοῦ τὰ σκάφη, καὶ αὐτός γε πρῶτος ὁ δείλαιος, εἶτα δὲ καὶ οἱ ἀμφ᾽ αὐτὸν ὑπασπισταί τε καὶ δορυφόροι, ᾗ τὰ θεῖα προανεφώνει λόγια, «ἔδυσαν ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ.» ὥστ᾽ εἰκότως ἂν εἰ καὶ μὴ λόγοις, ἔργοις δ᾽ οὖν ὁμοίως τοῖς ἀμφὶ τὸν μέγαν θεράποντα Μωϋσέα τοὺς παρὰ θεοῦ τὴν νίκην ἀραμένους αὐτὰ δὴ τὰ κατὰ τοῦ πάλαι δυσσεβοῦς τυράννου ὧδέ πως ἀνυμνεῖν καὶ λέγειν· «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν·» καί «τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα.» Ταῦτά τε καὶ ὅσα τούτοις ἀδελφὰ Κωνσταντῖνος τῷ πανηγεμόνι καὶ τῆς νίκης αἰτίῳ κατὰ καιρὸν ὁμοίως τῷ μεγάλῳ θεράποντι ἔργοις αὐτοῖς ἀνυμνήσας, μετ᾽ ἐπινικίων εἰσήλαυνεν εἰς τὴν βασιλεύουσαν πόλιν.

πάντες δ᾽ ἀθρόως αὐτὸν οἵ τ᾽ ἀπὸ τῆς συγκλήτου βουλῆς οἵ τ᾽ ἄλλως ἐπιφανεῖς καὶ διάσημοι τῶν τῇδε, ὥσπερ ἐξ εἱργμῶν ἠλευθερωμένοι, σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν αὐταῖς ψυχαῖς μετ᾽ εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑπεδέχοντο, ὁμοῦ τ᾽ ἄνδρες ἅμα γυναιξὶ καὶ παισὶ καὶ οἰκετῶν μυρίοις πλήθεσι λυτρωτὴν αὐτὸν σωτῆρά τε καὶ εὐεργέτην βοαῖς ἀσχέτοις ἐπεφώνουν. ὁ δ᾽ ἔμφυτον τὴν εἰς τὸν θεὸν εὐσέβειαν κεκτημένος μήτ᾽ ἐπὶ ταῖς βοαῖς χαυνούμενος μήτ᾽ ἐπαιρόμενος τοῖς ἐπαίνοις, τῆς δ᾽ ἐκ θεοῦ συνῃσθημένος βοηθείας, εὐχαριστήριον ἀπεδίδου παραχρῆμα εὐχὴν τῷ τῆς νίκης αἰτίῳ. γραφῇ τε μεγάλῃ καὶ στήλαις ἅπασιν ἀνθρώποις τὸ σωτήριον ἀνεκήρυττε σημεῖον, μέσῃ τῇ βασιλευούσῃ πόλει μέγα τρόπαιον τουτὶ κατὰ τῶν πολεμίων ἐγείρας, διαρρήδην δὲ ἀνεξαλείπτοις ἐγχαράξας τύποις σωτήριον τουτὶ σημεῖον τῆς Ῥωμαίων ἀρχῆς καὶ τῆς καθόλου βασιλείας φυλακτήριον. αὐτίκα δ᾽ οὖν ὑψηλὸν δόρυ σταυροῦ σχήματι ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἐν ἀνδριάντι κατειργασμένης τῶν ἐπὶ Ῥώμης δεδημοσιευμένων ἐν τόπῳ στήσαντας αὐτὴν δὴ ταύτην τὴν γραφὴν ῥήμασιν αὐτοῖς ἐγχαράξαι τῇ Ῥωμαίων ἐγκελεύεται φωνῇ· «Τούτῳ τῷ σωτηριώδει σημείῳ τῷ ἀληθεῖ ἐλέγχῳ τῆς ἀνδρείας τὴν ‹πόλιν ὑμῶν ζυγοῦ τυραννικοῦ διασωθεῖσαν ἠλευθέρωσα· ἔτι μὴν καὶ τὴν ›σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ λαμπρότητι ‹ἐλευθερώσας ἀποκατέστησα.»

Ὁ μὲν οὖν θεοφιλὴς βασιλεὺς ὧδέ πῃ τῇ τοῦ νικοποιοῦ σταυροῦ ὁμολογίᾳ λαμπρυνόμενος σὺν παρρησίᾳ πάσῃ τὸν υἱὸν τοῦ θεοῦ Ῥωμαίοις αὐτοῖς γνώριμον ἐποίει. πάντες δ᾽ ἀθρόως οἱ τὴν πόλιν οἰκοῦντες αὐτῇ συγκλήτῳ καὶ δήμων πλήθεσιν, ὡσανεὶ πικρᾶς καὶ τυραννικῆς ἀναπνεύσαντες δυναστείας, φωτὸς ἀπολαύειν ἐδόκουν καθαρωτέρων αὐγῶν καινοῦ τε καὶ νέου βίου παλιγγενεσίας μετέχειν. ἔθνη τε πάνθ᾽ ὅσα ὠκεανῷ τῷ κατὰ δύοντα ἥλιον περιωρίζετο, τῶν πρὶν συνεχόντων κακῶν ἠλευθερωμένα, πανηγύρεσι φαιδραῖς εὐφραινόμενα τὸν καλλίνικον τὸν θεοσεβῆ τὸν κοινὸν εὐεργέτην ἀνυμνοῦντα διετέλει, φωνῇ τε μιᾷ καὶ ἑνὶ στόματι κοινὸν ἀγαθὸν ἀνθρώποις ἐκ θεοῦ χάριτος οἱ πάντες Κωνσταντῖνον ὡμολόγουν ἐπιλάμψαι.

Ἡπλοῦτο δὲ καὶ βασιλικὸν ἁπανταχοῦ γράμμα, τοῖς μὲν τὰς ὑπάρξεις ἀφαρπαγεῖσι τὴν τῶν οἰκείων ἀπόλαυσιν δωρούμενον, τοὺς δ᾽ ἄδικον ἐξορίαν ὑπομείναντας ἐπὶ τὰς σφῶν ἀνακαλούμενον ἑστίας, ἠλευθέρου δὲ καὶ δεσμῶν παντός τε κινδύνου καὶ δέους τοὺς ὑπὸ τῆς τυραννικῆς ὠμότητος τούτοις ὑποβεβλημένους.

Βασιλεὺς δ᾽ αὐτὸς τοὺς τοῦ θεοῦ λειτουργοὺς συγκαλῶν, θεραπείας αὐτοὺς διὰ τιμῆς ἄγων τῆς ἀνωτάτω ἠξίου, ἔργοις καὶ λόγοις τοὺς ἄνδρας ὡσανεὶ τῷ αὐτοῦ θεῷ καθιερωμένους φιλοφρονούμενος. ὁμοτράπεζοι δῆτα συνῆσαν αὐτῷ ἄνδρες εὐτελεῖς μὲν τῇ τοῦ σχήματος ὀφθῆναι περιβολῇ, ἀλλ᾽ οὐ τοιοῦτοι καὶ αὐτῷ νενομισμένοι, ὅτι μὴ τὸν ὁρώμενον τοῖς πολλοῖς ἄνθρωπον τὸν δ᾽ ἐν ἑκάστῳ τιμώμενον ἐποπτεύειν ἐδόκει θεόν. ἐπήγετο δ᾽ αὐτοὺς καὶ ὅποι ποτὲ στέλλοιτο πορείαν, κἀν τούτῳ τὸν θεραπευόμενον πρὸς αὐτῶν δεξιὸν αὐτῷ παρεῖναι πειθόμενος. ναὶ μὴν καὶ ταῖς ἐκκλησίαις τοῦ θεοῦ πλουσίας τὰς παρ᾽ ἑαυτοῦ παρεῖχεν ἐπικουρίας, ἐπαύξων μὲν καὶ εἰς ὕψος αἴρων τοὺς εὐκτηρίους οἴκους, πλείστοις δ᾽ ἀναθήμασι τὰ σεμνὰ τῶν τῆς ἐκκλησίας καθηγιασμένων φαιδρύνων.

Παντοίας τε χρημάτων διαδόσεις τοῖς ἐνδεέσι ποιούμενος, τούτων δ᾽ ἐκτὸς καὶ τοῖς ἔξωθεν αὐτῷ προσιοῦσι φιλάνθρωπον καὶ εὐεργετικὸν παρέχων ἑαυτόν, τοῖς μὲν ἐπ᾽ ἀγορᾶς μεταιτοῦσιν οἰκτροῖς τισι καὶ ἀπερριμμένοις οὐ χρημάτων μόνον οὐδέ γε τῆς ἀναγκαίας τροφῆς ἀλλὰ καὶ σκέπης εὐσχήμονος τοῦ σώματος προὐνόει, τοῖς δ᾽ εὖ μὲν τὰ πρῶτα γεγονόσι βίου δὲ μεταβολῇ δυστυχήσασι δαψιλεστέρας παρεῖχε τὰς χορηγίας, βασιλικῷ γέ τοι φρονήματι μεγαλοπρεπεῖς τὰς εὐποιίας τοῖς οὕτως ἔχουσι παρέχων· τοῖς μὲν γὰρ ἀγρῶν κτήσεις ἐδωρεῖτο, τοὺς δὲ διαφόροις ἀξιώμασιν ἐτίμα. καὶ τῶν μὲν ὀρφανίαν δυστυχησάντων ἐν πατρὸς ἐπεμέλετο χώρᾳ, γυναικῶν δὲ χηρῶν τὸ ἀπερίστατον ἀνακτώμενος δι᾽ οἰκείας ἐτημέλει κηδεμονίας, ὥστ᾽ ἤδη καὶ γάμοις ζευγνύναι γνωρίμοις αὐτῷ καὶ πλουσίοις ἀνδράσι κόρας ἐρημίᾳ γονέων ὀρφανισθείσας· καὶ ταῦτ᾽ ἔπραττε προσδιδοὺς ταῖς γαμουμέναις ὅσα ἐχρῆν τοῖς λαμβάνουσι πρὸς γάμου κοινωνίαν εἰσφέρειν. ὥσπερ δ᾽ ἀνίσχων ὑπὲρ γῆς ἥλιος ἀφθόνως τοῖς πᾶσι τῶν τοῦ φωτὸς μεταδίδωσι μαρμαρυγῶν, κατὰ τὰ αὐτὰ δὴ καὶ Κωνσταντῖνος ἅμα ἡλίῳ ἀνίσχοντι τῶν βασιλικῶν οἴκων προφαινόμενος, ὡσανεὶ συνανατέλλων τῷ κατ᾽ οὐρανὸν φωστῆρι, τοῖς εἰς πρόσωπον αὐτῷ παριοῦσιν ἅπασι φωτὸς αὐγὰς τῆς οἰκείας ἐξέλαμπε καλοκαγαθίας.

οὐκ ἦν τ᾽ ἄλλως αὐτῷ πλησίον γενέσθαι μὴ οὐχὶ ἀγαθοῦ τινος ἀπολαύσαντα, οὐδ᾽ ἦν ποτ᾽ ἐκπεσεῖν ἐλπίδος χρηστῆς τοῖς τῆς παρ᾽ αὐτοῦ τυχεῖν ἐπικουρίας προσδοκήσασι.

Κοινῶς μὲν οὖν πρὸς ἅπαντας ἦν τοιοῦτος. ἐξαίρετον δὲ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τὴν παρ᾽ αὐτοῦ νέμων φροντίδα, διαφερομένων τινῶν πρὸς ἀλλήλους κατὰ διαφόρους χώρας, οἷά τις κοινὸς ἐπίσκοπος ἐκ θεοῦ καθεσταμένος συνόδους τῶν τοῦ θεοῦ λειτουργῶν συνεκρότει. ἐν μέσῃ δὲ τῇ τούτων διατριβῇ οὐκ ἀπαξιῶν παρεῖναί τε καὶ συνιζάνειν κοινωνὸς τῶν ἐπισκοπουμένων ἐγίνετο, τὰ τῆς εἰρήνης τοῦ θεοῦ βραβεύων τοῖς πᾶσι, καθῆστό τε καὶ μέσος ὡσεὶ καὶ τῶν πολλῶν εἷς, δορυφόρους μὲν καὶ ὁπλίτας καὶ πᾶν τὸ σωματοφυλάκων γένος ἀποσεισάμενος, τῷ δὲ τοῦ θεοῦ φόβῳ κατημφιεσμένος τῶν τε πιστῶν ἑταίρων τοῖς εὐνουστάτοις περιεστοιχισμένος. εἶθ᾽ ὅσους μὲν ἑώρα τῇ κρείττονι γνώμῃ πειθηνίους πρὸς εὐσταθῆ τε καὶ ὁμογνώμονα παρεσκευασμένους τρόπον, εὖ μάλα τούτους ἀπεδέχετο, χαίροντα δεικνὺς ἑαυτὸν τῇ κοινῇ πάντων ὁμονοίᾳ, τοὺς δ᾽ ἀπειθῶς ἔχοντας ἀπεστρέφετο.

Ἤδη δέ τινας καὶ κατ᾽ αὐτοῦ τραχυνομένους ἔφερεν ἀνεξικάκως, ἠρεμαίᾳ καὶ πραείᾳ φωνῇ σωφρονεῖν ἀλλὰ μὴ στασιάζειν τούτοις ἐγκελευόμενος. τούτων δ᾽ οἱ μὲν ἀπηλλάττοντο καταιδούμενοι τὰς παραινέσεις, τοὺς δ᾽ ἀνιάτως πρὸς σώφρονα λογισμὸν ἔχοντας τῷ θεῷ παραδιδοὺς ἠφίει, μηδὲν μηδαμῶς αὐτὸς κατά τινος λυπηρὸν διανοούμενος.

Ἔνθεν εἰκότως τοὺς ἐπὶ τῆς Ἄφρων χώρας διαστασιάζοντας εἰς τοσοῦτον συνέβαινεν ἐπιτριβῆς ἐλαύνειν ὡς καὶ τολμηροῖς τισιν ἐγχειρεῖν, πονηροῦ τινος ὡς ἔοικε δαίμονος βασκαίνοντος τῇ τῶν παρόντων ἀγαθῶν ἀφθονίᾳ παρορμῶντός τ᾽ εἰς ἀτόπους πράξεις τοὺς ἄνδρας, ὡς ἂν κινήσειε κατ᾽ αὐτῶν τὸν βασιλέως θυμόν. οὐ μὴν προὐχώρει τῷ φθόνῳ, γέλωτα τιθεμένου βασιλέως τὰ πραττόμενα καὶ τὴν ἐκ τοῦ πονηροῦ κίνησιν συνιέναι φάσκοντος· μὴ γὰρ σωφρονούντων εἶναι ἀνδρῶν τὰ τολμώμενα ἀλλ᾽ ἢ πάντῃ παρακοπτόντων ἢ ὑπὸ τοῦ πονηροῦ δαίμονος οἰστρουμένων, οὓς ἐλεεῖσθαι μᾶλλον ἢ κολάζεσθαι χρῆναι· αὐτὸν δὲ κατὰ μηδένα τρόπον ζημιοῦσθαι πρὸς τῆς τῶν ἀφραινόντων μανίας, ἢ ὅσον τὸ συμπαθεῖν αὐτοῖς ὑπερβολῇ φιλανθρωπίας.

Ὧδε μὲν οὖν τὸν τῶν ἁπάντων ἔφορον θεὸν διὰ πάσης βασιλεὺς θεραπεύων πράξεως ⌜ἄτρυτον⌝ ἐποιεῖτο τὴν τῶν ἐκκλησιῶν αὐτοῦ πρόνοιαν. θεὸς δ᾽ αὐτὸν ἀμειβόμενος πάντα γένη βαρβάρων τοῖς αὐτοῦ καθυπέταττε ποσίν, ὡς πάντῃ καὶ πανταχοῦ τρόπαια κατ᾽ ἐχθρῶν ἐγείρειν, νικητήν τ᾽ αὐτὸν παρὰ τοῖς πᾶσιν ἀνεκήρυττεν ἐπίφοβόν τε ἐχθροῖς καὶ πολεμίοις καθίστη, οὐκ ὄντα τὴν φύσιν τοιοῦτον ἡμερώτατον δὲ καὶ πραότατον καὶ φιλανθρωπότατον εἴ τις πώποτε καὶ ἄλλος.

Ἐν τούτοις δ᾽ ὄντι αὐτῷ μηχανὴν θανάτου συρράπτων ἁλοὺς τῶν τὴν ἀρχὴν ἀποθεμένων ὁ δεύτερος αἰσχίστῳ καταστρέφει θανάτῳ. ⌜πρώτου⌝ δὲ τούτου τὰς ἐπὶ τιμῇ γραφὰς ἀνδριάντας τε καὶ ὅσα ἄλλα τοιαῦτα ἐπ᾽ ἀναθέσει τιμῆς νενόμιστο πανταχοῦ γῆς ὡς ἀνοσίου καὶ δυσσεβοῦς καθῄρουν. εἶτα δὲ καὶ μετὰ τοῦτον τῶν πρὸς γένους ἕτεροι κρυφίους αὐτῷ συρράπτοντες ἐπιβουλὰς ἡλίσκοντο, παραδόξως τοῦ θεοῦ τὰς τούτων ἁπάντων βουλὰς τῷ αὐτοῦ θεράποντι διὰ φασμάτων ἐκκαλύπτοντος. καὶ γὰρ δὴ καὶ θεοφανείας αὐτὸν πολλάκις ἠξίου, παραδοξότατα θείας ὄψεως ἐπιφαινομένης αὐτῷ παντοίας τε παρεχούσης πραγμάτων ἔσεσθαι μελλόντων προγνώσεις. τὰ μὲν οὖν ἐκ θεοῦ χάριτος ἀδιήγητα θαύματα οὐδ᾽ ἔστι λόγῳ περιλαβεῖν δυνατόν, ὅσα περ θεὸς αὐτὸς τῷ αὐτοῦ θεράποντι παρέχειν ἠξίου· οἷς δὴ πεφραγμένος ἐν ἀσφαλεῖ λοιπὸν τὴν ζωὴν διῆγε, χαίρων μὲν ἐπὶ τῇ τῶν ἀρχομένων εὐνοίᾳ, χαίρων δὲ καὶ ἐφ᾽ οἷς τοὺς ὑπ᾽ αὐτὸν πάντας εὔθυμον διατελοῦντας ἑώρα βίον, ὑπερβαλλόντως δ᾽ ἐνευφραινόμενος τῇ τῶν ἐκκλησιῶν τοῦ θεοῦ φαιδρότητι.

Οὕτω δ᾽ ἔχοντι δεκαετὴς αὐτῷ τῆς βασιλείας ἠνύετο χρόνος· ἐφ᾽ ᾧ δὴ πανδήμους ἐκτελῶν ἑορτὰς τῷ πάντων βασιλεῖ θεῷ εὐχαρίστους εὐχὰς ὥσπερ τινὰς ἀπύρους καὶ ἀκάπνους θυσίας ἀνεπέμπετο. ἀλλ᾽ ἐπὶ μὲν τούτοις χαίρων διετέλει, οὐ μὴν καὶ ἐφ᾽ οἷς ἀκοῇ περὶ τῶν κατὰ τὴν ἑῴαν τρυχομένων ἐθνῶν ἐπυνθάνετο.

Δεινὸς γάρ τις αὐτῷ κἀνταῦθα τῇ τ᾽ ἐκκλησία τοῦ θεοῦ τοῖς τε λοιποῖς ἐπαρχιώταις ἐφεδρεύειν ἀπηγγέλλετο θήρ, τοῦ πονηροῦ δαίμονος ὥσπερ ἁμιλλωμένου τοῖς παρὰ τῷ θεοφιλεῖ πραττομένοις τἀναντία κατεργάζεσθαι, ὡς δοκεῖν τὴν σύμπασαν ὑπὸ Ῥωμαίοις ἀρχὴν δυσὶ τμήμασιν ἀποληφθεῖσαν ἐοικέναι νυκτὶ καὶ ἡμέρᾳ, σκότους μὲν τοῖς τὴν ἑῴαν λαχοῦσιν ἐπιπολάζοντος, ἡμέρας δὲ τηλαυγεστάτης τοῖς τῆς θατέρας μοίρας οἰκήτορσι καταλαμπούσης· οἷς μυρίων ἀγαθῶν ἐκ θεοῦ πρυτανευομένων, οὐκ ἦν τῷ μισοκάλῳ φθόνῳ φορητὴ ἡ τῶν γινομένων θέα, ὥσπερ οὖν οὐδὲ τῷ θάτερον μέρος τῆς οἰκουμένης καταπονοῦντι τυράννῳ, ὃς εὖ φερομένης τῆς ἀρχῆς αὐτῷ Κωνσταντίνου τε τοσούτου βασιλέως ἐπιγαμβρίας ἠξιωμένος, μιμήσεως μὲν τοῦ θεοφιλοῦς ἀπελιμπάνετο, τῆς δὲ τῶν δυσσεβῶν προαιρέσεως ἐζήλου τὴν κακοτροπίαν, καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς, τούτων ἕπεσθαι τῇ γνώμῃ μᾶλλον ἢ ταῖς τοῦ κρείττονος φιλικαῖς δεξιαῖς ἐπειρᾶτο.