Ἔργον
Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον Κωνσταντίνου τοῦ βασιλέως
Λόγος Α΄: Ο διωγμός του Λικινίου στην Ανατολή
Οι αντιχριστιανικές διατάξεις και οι διωγμοί υπό τον Λικίνιο, καθώς και η θεία δίκη κατά των διωκτών της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Α΄: Ο διωγμός του Λικινίου στην Ανατολή
Οι αντιχριστιανικές διατάξεις και οι διωγμοί υπό τον Λικίνιο, καθώς και η θεία δίκη κατά των διωκτών της Εκκλησίας.
Πόλεμον δ᾽ οὖν ἄσπονδον πρὸς τὸν εὐεργέτην αἴρεται, οὐ φιλικῶν νόμων οὐχ ὁρκωμοσιῶν οὐ συγγενείας οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαμβάνων. ὁ μὲν γὰρ φιλανθρωπότατος εὐνοίας αὐτῷ παρέχων ἀληθοῦς σύμβολα, τῆς ἐκ πατέρων συγγενείας βασιλικοῦ τ᾽ ἀνέκαθεν αἵματος κοινωνὸν γενέσθαι ἠξίου γάμῳ τὴν ἀδελφὴν συνάψας, τῆς τε κατὰ πάντων ἀπολαύειν ἀρχῆς τῶν τὴν ἑῴαν λαχόντων παρεῖχε τὴν ἐξουσίαν, ὁ δὲ τούτοις τἀναντία γινώσκων παντοίας κατὰ τοῦ κρείττονος μηχανὰς συνεσκευάζετο ἄλλοτ᾽ ἄλλους ἐπινοῶν ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψοιτο. καὶ τὰ μὲν πρῶτα φιλίαν ὑποκρινόμενος δόλῳ καὶ ἀπάτῃ πάντ᾽ ἔπραττεν, ἐφ᾽ οἷς ἐτόλμα λήσεσθαι ἐλπίζων, τῷ δὲ ὁ αὐτοῦ θεὸς τὰς ἐν σκότῳ μηχανωμένας ἐπιβουλὰς καταφώρους ἐποίει. ὁ δ᾽ ὡς ἐπὶ τοῖς πρώτοις ἡλίσκετο, ἐπὶ δευτέρας ἀπάτας ἐχώρει, νῦν μὲν φιλικὰς προτείνων δεξιάς, νῦν δὲ συνθήκας ὁρκωμοσίοις πιστούμενος. εἶτ᾽ ἀθρόως ἀθετῶν τὰ δεδογμένα, καὶ αὖθις ἀντιβολῶν διὰ πρεσβείας, καὶ πάλιν ἀσχημονῶν ταῖς ψευδολογίαις, τέλος προφανῆ πόλεμον ἀνακηρύττει, ἀπονοίᾳ τε λογισμοῦ κατ᾽ αὐτοῦ λοιπὸν τοῦ θεοῦ ὃν ἠπίστατο σέβειν τὸν βασιλέα παρατάττεσθαι ὡρμᾶτο.
Πρώτους γέ τοι τοὺς ὑπ᾽ αὐτῷ ⌜τοῦ θεοῦ⌝ λειτουργοὺς μηδὲν πώποτε πλημμελὲς περὶ τὴν ἀρχὴν διαπονηθέντας ἠρέμα τέως περιειργάζετο, προφάσεις κατ᾽ αὐτῶν κακοτέχνους θηρώμενος. μηδεμιᾶς γε μὴν εὐπορῶν αἰτίας μηδ᾽ ἔχων ὅπῃ τοῖς ἀνδράσι καταμέμψοιτο, νόμον ἐκπέμπει διακελευόμενον μηδαμῆ μηδαμῶς ἀλλήλοις ἐπικοινωνεῖν τοὺς ἐπισκόπους, μηδ᾽ ἐπιδημεῖν αὐτῶν ἐξεῖναί τινι τῇ τοῦ πέλας ἐκκλησίᾳ, μηδέ γε συνόδους μηδὲ βουλὰς καὶ διασκέψεις περὶ τῶν λυσιτελῶν ποιεῖσθαι. τὸ δ᾽ ἦν ἄρα πρόφασις τῆς καθ᾽ ἡμῶν ἐπηρείας. ἢ γὰρ παραβαίνοντας τὸν νόμον ἐχρῆν ὑποβάλλεσθαι τιμωρίᾳ, ἢ πειθαρχοῦντας τῷ παραγγέλματι παραλύειν ἐκκλησίας θεσμούς· ἄλλως γὰρ οὐ δυνατὸν τὰ μεγάλα τῶν σκεμμάτων ἢ διὰ συνόδων κατορθώσεως τυγχάνειν· ἐπισκόπων γοῦν οὐδ᾽ ἑτέρως ἢ μόνως οὕτω γίνεσθαι τὰς χειροθεσίας θεσμοὶ προειλήφασι θεῖοι. καὶ ἄλλως δ᾽ ὁ θεομισὴς τῷ θεοφιλεῖ τἀναντία πράττειν ἐγνωκὼς τὰ τοιάδε παρήγγελλεν. ὁ μὲν γὰρ τοὺς ἱερεῖς τοῦ θεοῦ τῇ πρὸς τὸν ⌜ἱερὸν νόμον⌝ τιμῇ, εἰρήνης τε καὶ ὁμονοίας ἐξάρχων, ἐπὶ ταὐτὸ συνῆγεν, ὁ δὲ τὰ καλὰ παραλύειν μηχανώμενος διασκεδάζειν τὴν σύμφωνον ἁρμονίαν ἐπειρᾶτο.
Εἶτ᾽ ἐπειδήπερ ὁ τῷ θεῷ φίλος εἴσω βασιλικῶν οἴκων τοὺς θεράποντας τοῦ θεοῦ δέχεσθαι ἠξίου, τἀναντία φρονῶν ὁ θεομισὴς ἅπαντας τοὺς ὑπ᾽ αὐτῷ θεοσεβεῖς βασιλικῶν ἀπήλαυνεν οἴκων, αὐτούς τε μάλιστα τοὺς ἀμφ᾽ αὐτὸν πιστοτάτους καὶ εὐνουστάτους ἄνδρας εἰς ἐξορίαν ἐδίδου, τούς τ᾽ ἐκ προτέρων ἀνδραγαθημάτων τιμῆς καὶ ἀξιωμάτων παρ᾽ αὐτῷ λαχόντας δουλεύειν ἑτέροις οἰκετικάς τε ποιεῖσθαι διακονίας προσέταττε, πάντων δὲ τὰς ὑπάρξεις ἀντὶ ἑρμαίου προαρπάζων ἤδη καὶ θάνατον ἠπείλει τοῖς τὸ σωτήριον ἐπιγραφομένοις ὄνομα. ὁ δ᾽ αὐτός γέ τοι τὴν ψυχὴν ἐμπαθῆ καὶ ἀκόλαστον κεκτημένος μυρίας τε δρῶν μοιχείας ἐπιρρήτους τ᾽ αἰσχρουργίας, τὸν σωφροσύνης κόσμον 〈τῆς〉 τῶν ἀνθρώπων ἀπεγίνωσκε φύσεως, ἐλέγχῳ κακῷ χρώμενος αὐτὸς ἑαυτῷ.
Διὸ δὴ δεύτερον νόμον ἐτίθει, μὴ δεῖν προστάττων ἄνδρας ἅμα γυναιξὶν ἐπὶ τὰς τοῦ θεοῦ παρεῖναι εὐχάς, μηδ᾽ ἐπὶ τὰ σεμνὰ τῆς ἀρετῆς διδασκαλεῖα φοιτᾶν τὸ γυναικῶν γένος, μηδ᾽ ἐπισκόπους καθηγεῖσθαι γυναιξὶ θεοσεβῶν λόγων, γυναῖκας δ᾽ αἱρεῖσθαι γυναικῶν διδασκάλους.
Γελωμένων δὲ τούτων παρὰ τοῖς πᾶσιν, ἄλλο τι πρὸς καθαίρεσιν τῶν ἐκκλησιῶν ἐμηχανᾶτο, δεῖν φήσας πυλῶν ἐκτὸς ἐπὶ καθαρῷ πεδίῳ τὰς ἐξ ἔθους συγκροτήσεις τῶν λαῶν ποιεῖσθαι· τῶν γὰρ κατὰ πόλιν προσευκτηρίων παρὰ πολὺ τὸν ἐκτὸς πυλῶν ἀέρα τῷ καθαρῷ διαλλάττειν.
Ὡς δ᾽ οὐκ εἶχεν οὐδ᾽ ἐν τούτῳ τοὺς ὑπακούοντας, γυμνῇ λοιπὸν τῇ κεφαλῇ τοὺς κατὰ πόλιν στρατιώτας ἡγεμονικῶν ταγμάτων ἀποβάλλεσθαι, εἰ μὴ τοῖς δαίμοσιν αἱροῖντο θύειν, παρεκελεύετο. ἐγυμνοῦντο δῆτα τῶν κατὰ πᾶν ἔθνος ἀξιωμάτων αἱ τάξεις ἀνδρῶν θεοσεβῶν, ἐγυμνοῦτο δὲ καὶ αὐτὸς ὁ τούτων νομοθέτης εὐχῶν, ὁσίων ἀνδρῶν ἑαυτὸν στερήσας.
Τί δὲ δεῖ τῶν ἐκτὸς μνημονεύειν, ὡς τοὺς ἐν εἱρκταῖς ταλαιπωρουμένους μηδένα μεταδόσει τροφῆς φιλανθρωπεύεσθαι ἐκέλευσε, μηδ᾽ ἐλεεῖν τοὺς ἐν δεσμοῖς λιμῷ διαφθειρομένους, μηδ᾽ ἁπλῶς ἀγαθὸν εἶναι μηδένα, μηδ᾽ ἀγαθόν τι πράττειν τοὺς καὶ πρὸς τῆς φύσεως ἐπὶ τὸ συμπαθὲς τῶν πέλας ἑλκομένους; καὶ ἦν γε νόμων οὗτος ἄντικρυς ἀναιδὴς καὶ παρανομώτατος, πᾶσαν 〈ἀν〉ήμερον ὑπερακοντίζων φύσιν, ἐφ᾽ ᾧ καὶ τιμωρία προσέκειτο τοὺς ἐλεοῦντας τὰ ἴσα πάσχειν τοῖς ἐλεουμένοις, δεσμοῖς τε καὶ φυλακαῖς καθείργνυσθαι τὴν ἴσην τοῖς καταπονουμένοις ὑπομένοντας τιμωρίαν τοὺς τὰ φιλάνθρωπα διακονουμένους.
Τοιαῦται Λικινίου αἱ διατάξεις. τί δὲ χρὴ τὰς περὶ γάμων αὐτοῦ καινοτομίας ἀπαριθμεῖσθαι ἢ τοὺς ἐπὶ ⌜τοῖς⌝ τὸν βίον μεταλλάττουσι νεωτερισμούς, δι᾽ ὧν τοὺς παλαιοὺς Ῥωμαίων εὖ καὶ σοφῶς κειμένους νόμους περιγράψαι τολμήσας βαρβάρους τινὰς καὶ ἀνημέρους ἀντεισῆγε, σκήψεις ἐπινοῶν μυρίας κατὰ τῶν ὑπηκόων; ἔνθεν ἀναμετρήσεις ἐπενόει γῆς, ὡς ἂν πλείονα †τῷ μέτρῳ λογίζοιτο τὴν ἐλαχίστην†, δι᾽ ἀπληστίαν περιττῶν εἰσπράξεων. ἔνθεν τῶν κατ᾽ ἀγροὺς μηκέτι ὄντων ἀνθρώπων πρόπαλαι δ᾽ ἐν νεκροῖς κειμένων ἀναγραφὰς ἐποιεῖτο, αἰσχρὸν αὐτῷ κέρδος ἐκ τούτου ποριζόμενος. οὐ γὰρ εἶχεν αὐτῷ μέτρον ἡ μικρολογία οὐδ᾽ ἡ ἀπληστία κόρῳ περιωρίζετο. διὸ δὴ πάντας πληρώσας θησαυροὺς χρυσοῦ καὶ ἀργύρου χρημάτων τ᾽ ἀπείρῳ πλήθει στένων ἀπωδύρετο πτωχείαν, Τανταλείῳ πάθει τὴν ψυχὴν τρυχόμενος. οἵας δ᾽ ἐφεῦρε κατὰ τῶν μηδὲν ἠδικηκότων ὑπερορίους τιμωρίας, οἵας ὑπαρχόντων δημεύσεις, οἵας εὐπατριδῶν καὶ ἀξιολόγων ἀνδρῶν ἀπαγωγάς, ὧν τὰς κουριδίας γαμετὰς μιαροῖς οἰκέταις ἐφ᾽ ὕβρει πράξεως αἰσχρᾶς παρεδίδου, ὅσαις δ᾽ αὐτός, καίπερ ἤδη γήρᾳ τὸ σῶμα πεπαλαιωμένος, γυναιξὶν ὑπάνδροις παρθένοις τε κόραις ἐνεχείρει, οὐ δὴ ταῦτα χρεὼν μηκύνειν, τῆς τῶν ἐσχάτων αὐτοῦ πράξεων ὑπερβολῆς σμικρὰ τὰ πρῶτα καὶ τὸ μηθὲν ἀποδειξάσης.
Τὸ γοῦν τέλος αὐτῷ τῆς μανίας κατὰ τῶν ἐκκλησιῶν ὡπλίζετο ἐπί τε τοὺς ἐπισκόπους ἐχώρει, οὓς ἂν μάλιστα ἐναντιουμένους ἑώρα καὶ ἐχθροὺς ἡγεῖτο, τοὺς τῷ θεοφιλεῖ καὶ μεγάλῳ βασιλεῖ φίλους. διὸ δὴ μάλιστα καθ᾽ ἡμῶν τὸν θυμὸν ὠξύνετο, τοῦ σώφρονος παρατραπεὶς λογισμοῦ διαρρήδην τε μανεὶς τὰς φρένας, οὔτε τὴν μνήμην τῶν πρὸ αὐτοῦ Χριστιανοὺς ἐκδιωξάντων ἐν νῷ κατεβάλλετο, οὔθ᾽ ὧν αὐτὸς ὀλετὴρ καὶ τιμωρὸς δι᾽ ἃς μετῆλθον ἀσεβείας κατέστη, οὐδ᾽ ὧν αὐτόπτης γέγονεν, αὐτοῖς παραλαβὼν ὄμμασι τὸν πρωτοστάτην τῶν κακῶν, ὅστις ποτ᾽ ἦν ἐκεῖνος, θεηλάτῳ μάστιγι πληγέντα.
Ἐπειδὴ γὰρ τῆς τῶν ἐκκλησιῶν κατῆρχε πολιορκίας οὗτος πρῶτός τε τὴν ἑαυτοῦ ψυχὴν δικαίων καὶ θεοσεβῶν ἐνέφυρεν αἵμασι, θεόπεμπτος αὐτὸν μετήρχετο τιμωρία ἐξ αὐτῆς αὐτοῦ καταρξαμένη σαρκὸς καὶ μέχρι τῆς ψυχῆς προελθοῦσα. ἀθρόα μὲν γὰρ αὐτῷ περὶ τὰ μέσα τῶν ἀπορρήτων τοῦ σώματος ἀπόστασις γίνεται, εἶθ᾽ ἕλκος ἐν βάθει συριγγῶδες καὶ τούτων ἀνίατος νομὴ κατὰ τῶν ἐνδοτάτων σπλάγχνων, ἀφ᾽ ὧν ἄλεκτόν τι πλῆθος σκωλήκων βρύειν θανατώδη τε ὀδμὴν ἀποπνεῖν, τοῦ παντὸς ὄγκου τῶν σωμάτων ἐκ πολυτροφίας εἰς ὑπερβολὴν πλήθους πιμελῆς μεταβεβληκότος, ἣν τότε κατασαπεῖσαν ἀφόρητον καὶ φρικτοτάτην τοῖς πλησιάζουσι παρέχειν τὴν θέαν φασί. καὶ δὴ τοσούτοις παλαίων κακοῖς ὀψέ ποτε συναίσθησιν τῶν κατὰ τῆς ἐκκλησίας τετολμημένων αὐτῷ λαμβάνει, κἄπειτα τῷ θεῷ ἐξομολογησάμενος τὸν κατὰ Χριστιανῶν ἀποπαύει διωγμόν, νόμοις τε καὶ διατάγμασι βασιλικοῖς τὰς ἐκκλησίας αὐτῶν οἰκοδομεῖν ἐπισπέρχει, τά τε συνήθη πράττειν αὐτοὺς εὐχὰς ὑπὲρ αὐτοῦ ποιουμένους διακελεύεται.
Ἀλλ᾽ ὁ μὲν τοῦ διωγμοῦ κατάρξας τοιαύτην ὑπεῖχε δίκην. τούτων δ᾽ αὐτόπτης ὁ πρὸς τοῦ λόγου δηλούμενος γεγονὼς ταῦτά τ᾽ ἀκριβῶς διεγνωκὼς τῇ πείρᾳ, λήθην ἀθρόως ἁπάντων ἐποιεῖτο, οὔτε τὴν κατὰ τοῦ προτέρου ποινὴν ἀνενέγκας τῇ μνήμῃ οὔτε τὴν {ἐκ} τοῦ δευτέρου τιμωρὸν δίκην. ὃς δὴ καὶ αὐτὸς ὑπερβαλέσθαι τὸν πρῶτον ὡς ἐν κακῶν πεφιλοτιμημένος ἀγῶνι, καινοτέρων τιμωριῶν εὑρέσει καθ᾽ ἡμῶν ἐκαλλωπίζετο. οὐκ ἀπήρκει γὰρ αὐτῷ πῦρ καὶ σίδηρος καὶ προσήλωσις οὐδέ γε θῆρες ἄγριοι καὶ θαλάττης βυθοί, ἤδη δὲ πρὸς ἅπασι τούτοις ξένην τινὰ κόλασιν αὐτὸς ἐφευρών, τὰ τοῦ φωτὸς αἰσθητήρια λυμαίνεσθαι δεῖν ἐνομοθέτει. ἀθρόα δῆτα πλήθη οὐκ ἀνδρῶν μόνον ἀλλὰ καὶ παίδων καὶ γυναικῶν, ὁράσεις δεξιῶν ὀφθαλμῶν ποδῶν τ᾽ ἀγκύλας σιδήρῳ καὶ καυτῆρσιν ἀχρειούμενα, ταλαιπωρεῖσθαι μετάλλοις παρεδίδοτο. ὧν εἵνεκα καὶ τοῦτον οὐκ εἰς μακρὸν ἡ τοῦ θεοῦ δικαιοκρισία μετῄει, ὅτε δαιμόνων ἐλπίσιν, ὧν δὴ ᾤετο θεῶν, ὁπλιτῶν τε μυριάσιν ἀναρίθμοις ἐπιθαρρήσας πολέμῳ παρετάττετο. τηνικαῦτα γὰρ γυμνωθεὶς τῆς ἐκ θεοῦ ἐλπίδος ὑπεκδύεται τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς τε καὶ ἀνάνδρως ὑποδὺς τὸ πλῆθος δρασμῷ τὴν σωτηρίαν ἐπινοεῖ, κἄπειτα κρυπταζόμενος ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας ἐν οἰκέτου σχήματι διαλανθάνειν ᾤετο. ἀλλ᾽ οὐχὶ καὶ τὸν μέγαν καὶ τῆς καθόλου προνοίας διαδέδρακεν ὀφθαλμόν.
ὡς γὰρ ἐν ἀσφαλεῖ λοιπὸν κεῖσθαι αὐτῷ τὴν ζωὴν ἤλπισε, βέλει θεοῦ πεπυρωμένῳ πληγεὶς πρηνὴς ἔκειτο, θεηλάτῳ πυρὶ τὸ πᾶν δαπανώμενος σῶμα, ὡς τὸ πᾶν εἶδος αὐτῷ τῆς παλαιᾶς μορφῆς ἀφανισθῆναι, ξηρῶν ὀστέων {καὶ} κατεσκελετευμένων δίκην εἰδώλων περιλειφθέντων αὐτῷ μόνων. σφοδροτέρας δὲ τῆς τοῦ θεοῦ πληγῆς ἐνταθείσης προπηδῶσιν αὐτῷ τὰ ὄμματα, τῆς τε οἰκείας λήξεως ἐκπεσόντα πηρὸν αὐτὸν ἀφίησιν, ἃ κατὰ τῶν τοῦ θεοῦ μαρτύρων πρῶτος ἐφεῦρε κολαστήρια, ταῦθ᾽ ὑπομείναντα δικαιοτάτῃ τοῦ θεοῦ ψήφῳ. καὶ δὴ ἔτ᾽ ἐμπνέων ἐπὶ τοῖς τοσούτοις ὀψέ ποτε καὶ οὗτος τῷ Χριστιανῶν ἀνθωμολογεῖτο θεῷ καὶ τὰς οἰκείας ἐξηγόρευε θεομαχίας, παλινῳδίας τε συνέταττεν ὁμοίως τῷ προτέρῳ καὶ αὐτός, νόμοις καὶ διατάγμασιν ἐγγράφοις τὴν οἰκείαν περὶ οὓς ᾤετο θεοὺς πλάνην ὁμολογῶν, μόνον δὲ τὸν Χριστιανῶν αὐτῇ πείρᾳ θεὸν ἐγνωκέναι μαρτυρόμενος.
Ταῦτ᾽ ἔργοις μαθὼν ὁ Λικίνιος ἀλλ᾽ οὐκ ἀκοῇ παρ᾽ ἑτέρων πυθόμενος τοῖς αὐτοῖς ἐπεφύετο, ὥσπερ τινὶ σκοτομήνῃ τὴν διάνοιαν ἐγκαλυπτόμενος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.