Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον Κωνσταντίνου τοῦ βασιλέως

Εὐσέβιος Καισαρείας

Λόγος Β΄: Η εκστρατεία κατά του Λικινίου και η τελική επικράτηση

Η μεταστροφή του Λικινίου στην ειδωλολατρία, η στρατιωτική σύγκρουση, η θαυματουργική προστασία του σωτηρίου σημείου και η οριστική νίκη του Κωνσταντίνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 16

ΛΟΓΟΣ 〈Β〉 Ὧδε μὲν οὖν ὁ δηλωθεὶς ἐπὶ τὸν τῶν θεομάχων βυθὸν κατεκρημνίζετο, καὶ ὧν ὀφθαλμοῖς ἐπεῖδε τοὺς ἐπὶ τῆς δυσσεβείας ὀλέθρους, τούτων τὸν ζῆλον ἐπὶ κακῷ τῷ αὐτοῦ μετιών, τὸν κατὰ Χριστιανῶν διωγμὸν ὥσπερ τινὰ πάλαι κατεσβεσμένην πυρὸς ἀκμὴν ἀνερρίπιζε, δεινοτέραν ἢ οἱ πρόσθεν τὴν τῆς δυσσεβείας ἐξάπτων φλόγα. καὶ δὴ οἷά τις θὴρ δεινὸς ἢ σκολιὸς ὄφις περὶ ἑαυτὸν ἰλυσπώμενος, θυμοῦ τε καὶ ἀπειλῆς θεομάχου πνέων, οὔπω μὲν ἐκ τοῦ προφανοῦς διὰ τὸν Κωνσταντίνου φόβον τὰς ὑπ᾽ αὐτὸν ἐκκλησίας τοῦ θεοῦ πολεμεῖν ἐτόλμα, κρύπτων δὲ τῆς κακίας τὸν ἰὸν λαθραίας καὶ μερικὰς ἐποιεῖτο τὰς κατὰ τῶν ἐπισκόπων συσκευάς, ⌜ἀνῄρει τε⌝ δι᾽ ἐπιβουλῆς τῶν κατ᾽ ἔθνος ἀρχόντων τοὺς τούτων δοκιμωτάτους. καὶ ὁ τρόπος δὲ τοῦ κατ᾽ αὐτῶν φόνου ξενίζων τις ἦν, οἷος οὐδεπώποτ᾽ ἀκοῇ γνωσθῆναι. τὰ γοῦν ἀμφὶ τὴν Ἀμάσειαν τοῦ Πόντου κατεργασθέντα πᾶσαν ὑπερβολὴν ὠμότητος ὑπερηκόντιζεν.

Ἔνθα τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ὕψους εἰς ἔδαφος τοῦτο δεύτερον μετὰ τὰς πρώτας καθῃροῦντο πολιορκίας, τὰς δ᾽ ἀπέκλειον οἱ κατὰ τόπους ἡγεμόνες, ὡς ἂν μὴ συνάγοιτό τις τῶν εἰωθότων μηδὲ τῷ θεῷ τὰς ἐνθέσμους ἀποδιδοίη λατρείας. συντελεῖσθαι γὰρ οὐχ ἡγεῖτο ὑπὲρ αὐτοῦ ταύτας ὁ τὰ τοιάδε προστάττων, συνειδότι φαύλῳ τοῦτο λογιζόμενος, ὑπὲρ δὲ Κωνσταντίνου πάντα πράττειν ἡμᾶς καὶ τὸν θεὸν ἱλεοῦσθαι πέπειστο. οἱ δ᾽ αὐτοῦ θῶπες ὄντες τινὲς καὶ κόλακες, τὰ φίλα πράττειν τῷ δυσαγεῖ πεπεισμένοι, τοὺς δοκιμωτάτους τῶν ἐκκλησιῶν προέδρους κεφαλικαῖς ὑπέβαλλον τιμωρίαις, ἀπήγοντο δὲ καὶ ἐκολάζοντο ἀπροφασίστως τοῖς μιαιφόνοις ὁμοίως οἱ κατὰ μηδὲν ἠδικηκότες. ἤδη δέ τινες καινοτέραν ὑπέμενον τοῦ βίου τελευτήν, ξίφει τὸ σῶμα εἰς πολλὰ κατακρεουργούμενοι τμήματα καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ πάσης τραγικῆς ἀκοῆς φρικτοτάτην κόλασιν θαλαττίοις βυθοῖς ἰχθύσιν εἰς βορὰν ῥιπτούμενοι. φυγαὶ δὴ αὖθις ἐπὶ τούτοις ὥσπερ δὴ καὶ σμικρῷ πρότερον τῶν θεοσεβῶν ἐγίνοντο ἀνδρῶν, καὶ πάλιν ἀγροὶ καὶ πάλιν ἐρημίαι τοὺς τοῦ θεοῦ θεραπευτὰς ὑπεδέχοντο.

ἐπεὶ δὲ καὶ ταῦτα τοῦτον προὐχώρει τῷ τυράννῳ τὸν τρόπον, λοιπὸν τὸν κατὰ πάντων ἀνακινεῖν διωγμὸν ἐπὶ διάνοιαν ἐβάλλετο, ἐκράτει τε γνώμης καὶ οὐδὲν ἐμποδὼν ἦν αὐτῷ μὴ οὐχὶ δι᾽ ἔργων ἤδη χωρεῖν, εἰ δὴ μὴ φθάσας τὸ μέλλον ὁ τῶν οἰκείων ὑπέρμαχος ὡς ἐν σκότῳ καὶ νυκτὶ ζοφωδεστάτῃ φωστῆρα μέγαν ἐξέλαμψε, τὸν αὐτοῦ θεράποντα Κωνσταντῖνον ἐπὶ τὰ τῇδε χειραγωγήσας.

Ὃς οὐκέτ᾽ ἀνεκτὴν εἶναι συνιδὼν τὴν τῶν εἰρημένων ἀκοήν, τὸν σώφρονα συνάγει λογισμόν, καὶ τὸ στερρὸν τοῦ τρόπου τῇ συμφύτῳ φιλανθρωπίᾳ κερασάμενος ἐπὶ τὴν ἄμυναν τῶν καταπονουμένων ἔσπευδε, κρίνας δεῖν εἶναι εὐσεβὲς καὶ ὅσιον ἐκποδὼν ἕνα ποιησάμενον τὸ πλεῖστον τῶν ἀνθρώπων διασώσασθαι γένος· πολλῇ γὰρ αὐτῷ χρωμένῳ φιλανθρωπίᾳ καὶ τὸν οὐ συμπαθείας ἄξιον ἐλεοῦντι, τῷ μὲν μηθὲν γίνεσθαι πλέον, τῆς τῶν κακῶν ἐπιτηδεύσεως μηδαμῶς ἀπαλλαττομένῳ, ἐπαύξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρίων λύτταν, τοῖς 〈δὲ〉 ὑπ᾽ αὐτοῦ κεκακωμένοις μηδεμίαν ἔτι σωτηρίας ἐλπίδα λείπεσθαι. ταῦτ᾽ ἐννοήσας βασιλεὺς ἀνυπερθέτως δεξιὰν ὀρέγειν σωτήριον τοῖς εἰς ἔσχατα κακῶν ἐληλακόσιν ὡρμᾶτο. τῆς μὲν οὖν στρατιωτικῆς ἐξοπλίσεως τὴν συνήθη παρασκευὴν ἐποιεῖτο, ἤθροιστό τε αὐτῷ πᾶσα φάλαγξ πεζοῦ τε καὶ ἱππικοῦ τάγματος, ἡγεῖτο δ᾽ ἐπὶ πάντων τὰ τῆς ἐπὶ τὸν θεὸν ἀγαθῆς ἐλπίδος {διὰ τοῦ προλεχθέντος σημείου} σύμβολα.

Εὐχῶν δ᾽ εἰ καί ποτε νῦν αὐτῷ δεῖσθαι καλῶς ἐπιστάμενος τοὺς τοῦ θεοῦ ἱερέας ἐπήγετο, συνεῖναι τ᾽ αὐτῷ καὶ παρεῖναι ὥσπερ τινὰς ψυχῆς ἀγαθοὺς φύλακας τούτους δεῖν ἡγούμενος. ἔνθεν εἰκότως ὁ τὴν τυραννίδα προβεβλημένος, πυθόμενος Κωνσταντίνῳ τὰς κατ᾽ ἐχθρῶν νίκας μηδ᾽ ἄλλως ἢ τοῦ θεοῦ συμπράττοντος πορίζεσθαι, συνεῖναί τ᾽ αὐτῷ καὶ παρεῖναι διὰ παντὸς τοὺς εἰρημένους, καὶ τό γε τοῦ σωτηρίου πάθους σύμβολον αὐτοῦ τε καὶ τοῦ παντὸς καθηγήσασθαι στρατοῦ, ταῦτα μὲν γέλωτος ἄξια ὑπελάμβανεν εἶναι, χλευάζων ἅμα καὶ βλασφήμοις αὐτὰ διασύρων λόγοις, αὐτός τε θεοπρόπους καὶ μάντεις Αἰγυπτίων φαρμακεῖς καὶ γόητας θύτας τε καὶ προφήτας ὧν ἡγεῖτο θεῶν περὶ ἑαυτὸν ἐποίει, κἄπειτα θυσίαις οὓς δὴ ᾤετο θεοὺς μειλισσόμενος, διηρώτα ὅπῃ αὐτῷ τὰ τῆς ἐκβάσεως τοῦ πολέμου χωρήσειεν. οἱ δ᾽ ἀμελλήτως ἐχθρῶν νικητὴν ἔσεσθαι καὶ πολέμου κρατήσειν συμφώνως αὐτῷ μαντείαις μακραῖς ἐπῶν τε καλλιεπείαις τῶν ἁπανταχοῦ χρηστηρίων ⌜προίσχοντο⌝, οἰωνοπόλοι δὲ διὰ τῆς τῶν ὀρνίθων πτήσεως σημαίνεσθαι αὐτῷ τὰ αἴσια προὔλεγον, καὶ θύται τὰ ὅμοια τὴν τῶν σπλάγχνων αἰνίττεσθαι κίνησιν ἐδήλουν. ἐπαρθεὶς δῆτα ταῖς τούτων ἀπατηλαῖς ἐπαγγελίαις σὺν πολλῷ θράσει προῄει ταῖς ⌜βασιλέως⌝ παρεμβολαῖς, ὡς οἷός τε ἦν, παρατάττεσθαι.

Μέλλων δέ γε τοῦ πολέμου κατάρχειν, τῶν ἀμφ᾽ αὐτὸν ὑπασπιστῶν τῶν τε τετιμημένων φίλων τοὺς ἐγκρίτους εἴς τινα τῶν αὐτοῖς νενομισμένων ἱερῶν συνεκάλει τόπων. ἄλσος δ᾽ ἦν ἐπίρρυτον καὶ ἀμφιλαφές, παντοῖα δ᾽ ἐν τούτῳ γλυφαῖς λίθων ἀγάλματα ὧν ἡγεῖτο θεῶν ἵδρυτο. οἷς κηροὺς ἐξάψας καὶ τὰ συνήθη θυσάμενος, τοιόνδε λόγον ἀποδοῦναι λέγεται· «Ἄνδρες φίλοι καὶ ›σύμμαχοι, πάτριοι μὲν οἵδε θεοί, οὓς ἐκ προγόνων τῶν ἀνέκαθεν παρ‹ειληφότες σέβειν τιμῶμεν, ὁ δὲ τῆς ἐναντίας ἡμῖν ἐξάρχων παρατάξεως τὰ ›πάτρια παρασπονδήσας τὴν ἄθεον εἵλετο δόξαν, οὐκ οἶδ᾽ ὁπόθεν ξένον τινὰ ‹πεπλανημένως περιέπων θεόν, αἰσχρῷ τε τούτου σημείῳ τὸν οἰκεῖον καται- ›σχύνει στρατόν· ᾧ πεποιθὼς ὁρμᾶται οὐ πρὸς ἡμᾶς, πολὺ πρότερον δὲ πρὸς ‹αὐτοὺς οὓς παρέβη θεοὺς ἀράμενος τὰ ὅπλα. ὁ δὴ οὖν παρὼν ἐλέγξει καιρὸς ›τὸν τῇ δόξῃ πεπλανημένον, θεοῖς τοῖς παρ᾽ ἡμῖν καὶ τοῖς παρὰ θατέρῳ ‹μέρει τιμωμένοις βραβεύων. ἢ γὰρ ἡμᾶς ἀποδείξας νικητὰς δικαιότατα τοὺς ›ἡμετέρους θεοὺς σωτῆρας ἀληθεῖς καὶ βοηθοὺς ἐπιδείξει, ἢ εἰ κρατήσειε ‹τῶν ἡμετέρων, πλείστων γε ὄντων καὶ τέως τῷ πλήθει πλεονεκτούντων, ›εἷς τις οὗτος οὐκ οἶδ᾽ ὁποῖος οὐδ᾽ ὁπόθεν ὡρμημένος ὁ Κωνσταντίνου ‹θεός, μηδεὶς λοιπὸν ἐν ἀμφιβόλῳ τιθέσθω τίνα δέοι θεὸν σέβειν, προσχω- ›ρεῖν δέον τῷ κρατοῦντι καὶ τούτῳ τῆς νίκης ἀνατιθέναι τὰ βραβεῖα.

καὶ ‹εἰ μὲν ὁ ξένος καὶ νῦν γελώμενος ἡμῖν κρείττων φανείη, μηδὲν ἐμποδὼν ›⌜γινέσθω⌝ τοῦ καὶ ἡμᾶς αὐτὸν γνωρίζειν τε καὶ τιμᾶν, μακρὰ χαίρειν τούτοις ‹εἰπόντας οἷς μάτην τοὺς κηροὺς ἐξάπτομεν, εἰ δ᾽ οἱ ἡμέτεροι κρατήσειαν, ›ὃ δὴ οὐκ ἀμφιβάλλεται, μετὰ τὴν ἐνταυθοῖ νίκην ἐπὶ τὸν κατὰ τῶν ἀθέων ‹πόλεμον ὁρμῶμεν». ὁ μὲν δὴ τοῖς παροῦσι ταῦτα προσδιείλεκτο, ἡμῖν δὲ τοῖς ταύτην ποιουμένοις τὴν γραφὴν οἱ τῶν λόγων αὐτήκοοι τῆς τούτων σμικρὸν ὕστερον μετεδίδοσαν γνώσεως. καὶ δὴ τοιούτους διεξελθὼν λόγους ἡγεῖσθαι τῆς συμβολῆς τὰ στρατιωτικὰ παρήγγελλε.

Τούτων δὲ πραττομένων φάσμα τι λόγου κρεῖττον ἀμφὶ τὰς ὑπηκόους τῷ τυράννῳ πόλεις ὦφθαί φασιν· ὁπλιτῶν γὰρ τῶν ὑπὸ Κωνσταντῖνον ἐδόκουν ὁρᾶν διάφορα τάγματα ἐν αὐταῖς μέσαις ἡμέραις διερχόμενα τὰς πόλεις ὡσανεὶ κεκρατηκότα τῆς μάχης· καὶ ταῦτ᾽ ἐβλέπετο μηδενός που τῇ ἀληθείᾳ μηδαμοῦ φαινομένου, θειοτέρᾳ δὲ καὶ κρείττονι δυνάμει τῆς φανείσης ὄψεως τὸ μέλλον ἔσεσθαι προφαινούσης.

Ἐπεὶ δὲ τὰ στρατιωτικὰ συμβολῆς ἥπτετο, προκατῆρχε τοῦ πολέμου ὁ τὰς φιλικὰς διαρρήξας συνθήκας. ἐνταῦθα δὴ Κωνσταντῖνος θεὸν σωτῆρα τὸν ἐπὶ πάντων ἐπικαλεσάμενος, σύνθημά τε τοῦτο δοὺς τοῖς ἀμφ᾽ αὐτὸν ὁπλίταις, πρώτης ἐκράτει παρατάξεως, εἶτ᾽ οὐκ εἰς μακρὸν δευτέρας συμβολῆς κρείττων ἦν καὶ κρειττόνων ἤδη νικητηρίων ἐτύγχανε, τοῦ σωτηρίου τροπαίου προπομπεύοντος τῆς ἀμφ᾽ αὐτὸν φάλαγγος.

Ἔνθα δ᾽ οὖν ἀνεφάνη τοῦτο, φυγὴ μὲν τῶν ἐναντίων ἐγίνετο, δίωξις δὲ τῶν κρατούντων. ὃ δὴ συνιδὼν βασιλεύς, τοῦ οἰκείου στρατοῦ εἴ που τι τάγμα κεκμηκὸς ἑώρα, οἷόν τι νικητικὸν ἀλεξιφάρμακον ἐνταυθοῖ τὸ σωτήριον τρόπαιον παρεῖναι διεκελεύετο, ᾧ παραυτίκα συνέφαινεν ἡ νίκη, ἀλκῆς καὶ ῥώμης σὺν θείᾳ τινὶ μοίρᾳ δυναμούσης τοὺς ἀγωνιζομένους. διὸ δὴ τῶν ἀμφ᾽ αὐτὸν ὑπασπιστῶν τοὺς καὶ σώματος ἰσχύι καὶ ψυχῆς ἀρετῇ καὶ θεοσεβείας τρόποις ἐγκρίτους μόνῃ τῇ τοῦ σημείου διακονίᾳ προσκαρτερεῖν ἐκέλευσεν· ἦσαν δ᾽ ἄνδρες τὸν ἀριθμὸν οὐχ ἥττους πεντήκοντα, οἷς οὐδὲν ἕτερον ἦν μέλον ἢ κυκλοῦν καὶ περιέπειν δορυφορίᾳ τὸ σημεῖον, ἀμοιβαίως ἑκάστου φέροντος αὐτὸ ἐπὶ τῶν ὤμων. ταῦτα βασιλεὺς αὐτὸς τοῖς τὴν γραφὴν ποιουμένος ἡμῖν ἐπὶ καιροῦ σχολῆς μακρῷ τῶν πραγμάτων ὕστερον ὑφηγεῖτο, προστιθεὶς θαῦμα μνημονευθῆναι ἄξιον τῷ διηγήματι. ἔφη γάρ ποτ᾽ ἐν μέσῃ τοῦ πολέμου συμβολῇ, κτύπου καὶ ταραχῆς ἀθρόας διαλαβούσης τὸ στρατιωτικόν, τὸν ἐπὶ τῶν ὤμων φέροντα τὸ σημεῖον ὑπὸ δειλίας ἐν ἀγῶνι γενέσθαι κἄπειτα μεταπαραδοῦναι αὐτὸ ἑτέρῳ, ὡς ἂν διαφύγοι τὸν πόλεμον. ὡς δ᾽ ὁ μὲν ὑποδέδεκτο, ὁ δ᾽ ὑποβὰς ἐκτὸς ἐγένετο τῆς τοῦ σημείου φυλακῆς, βέλος ἀκοντισθὲν αὐτοῦ κατὰ τῆς νηδύος πήγνυται καὶ τὴν ζωὴν ἀφαιρεῖται αὐτοῦ.

ἀλλ᾽ αὐτὸς μὲν δειλίας καὶ ἀπιστίας δίκην ἐκτίσας ἐνταυθοῖ νεκρὸς ἔκειτο, τοῦ δὲ τὸ σωτήριον τρόπαιον αἰωροῦντος ζωῆς ἐγίνετο φυλακτήριον, ὡς πολλάκις βελῶν κατ᾽ αὐτοῦ πεμπομένων τὸν μὲν φέροντα διασῴζεσθαι, τὸ δὲ τοῦ τροπαίου δόρυ δέχεσθαι τὰ βαλλόμενα. καὶ ἦν γε τοῦτο παντὸς ἐπέκεινα θαύματος, ὡς ἐν βραχυτάτῃ περιφερείᾳ τοῦ δόρατος ἱκνούμενα τὰ τῶν πολεμίων βέλη ἐν αὐτῷ μὲν πηγνύμενα κατεπείρετο, ἠλευθέρου δὲ θανάτου τὸν φέροντα, ὡς μηδὲν ἅπτεσθαι τῶν ταύτην ποιουμένων τὴν διακονίαν πώποτε. οὐχ ἡμέτερος δ᾽ ὁ λόγος ἀλλ᾽ αὐτοῦ πάλιν βασιλέως εἰς ἡμετέρας ἀκοὰς πρὸς ἑτέροις καὶ τοῦτον ἀπομνημονεύσαντος· ὃς ἐπειδὴ θεοῦ δυνάμει τὰς πρώτας ἤρατο νίκας, ἐπὶ τὰ πρόσω λοιπὸν ἤλαυνε, τὸ στρατιωτικὸν ἐν τάξει κινήσας.

Τούτων δὲ τὴν πρώτην ὁρμὴν οἱ τῆς ἐναντίας προκατάρχοντες λήξεως οὐχ ὑποστάντες, τοῖν χεροῖν ῥίψαντες τὰ ὅπλα προσεχώρουν τοῖς βασιλέως ποσίν, ὁ δὲ τοὺς πάντας σώους ὑπεδέχετο τῇ τῶν ἀνδρῶν ἀσμενίζων σωτηρίᾳ. ἄλλοι δ᾽ ἐπὶ τοῖς ὅπλοις μείναντες ἐνεχείρουν τῇ τοῦ πολέμου συμβολῇ· οἷς ἐπειδὴ προκλήσεις φιλικὰς προϊσχόμενος βασιλεὺς οὐ πειθομένους ἔγνω, τὸν στρατὸν ἠφίει. οἱ δ᾽ αὐτίκα νῶτα δόντες εἰς φυγὴν ἐτράποντο. εἶθ᾽ οἱ μὲν αὐτῶν νόμῳ πολέμου ἐκτείνοντο καταλαμβανόμενοι, ἄλλοι δ᾽ ἐπ᾽ ἀλλήλοις πίπτοντες τοῖς οἰκείοις κατεβάλλοντο ξίφεσιν.

Ἐκπλαγεὶς δ᾽ ἐπὶ τούτοις ὁ τούτων ἐξάρχων, ἐπειδὴ τῆς παρὰ τῶν ⌜οἰκείων⌝ βοηθείας γυμνωθέντα συνεῖδεν ἑαυτόν, φροῦδόν τ᾽ ἦν αὐτῷ τὸ πολὺ πλῆθος τῆς συνειλεγμένης αὐτῷ στρατιᾶς τε καὶ συμμαχίας, ἥ τε ὧν ᾤετο θεῶν ἐλπὶς τὸ μηθὲν οὖσα πείρᾳ διηλέγχετο, τηνικαῦτα δρασμὸν αἴσχιστον ὑπομένει· φεύγων δῆτα σὺν βραχέσιν ἐπὶ τὰ εἴσω τῆς ὑπηκόου διέβαινεν ἐν ἀσφαλεῖ τ᾽ ἐγίγνετο, τοῦ θεοφιλοῦς μὴ κατὰ πόδας διώκειν τοῖς οἰκείοις ἐγκελευομένου, ὡς ἂν τύχοι σωτηρίας ὁ φεύγων. ἤλπιζε γάρ ποτε αὐτόν, συναισθόμενον οἷ κακῶν ⌜ἴοι⌝, λῆξαι μὲν τῆς μανιώδους θρασύτητος, ἐπὶ τὸν κρείττονα δὲ λογισμὸν μεταβαλεῖσθαι τὴν γνώμην. ἀλλ᾽ ὁ μὲν φιλανθρωπίας ὑπερβολῇ ταῦτα διενοεῖτο ἀνεξικακεῖν τ᾽ ἤθελεν καὶ νέμειν τῷ μὴ ἀξίῳ συγγνώμην, ὁ δ᾽ οὐκ ἀπείχετο μοχθηρίας, κακὰ δ᾽ ἐπὶ κακοῖς σωρεύων χειρόνων ἥπτετο τολμημάτων, καὶ δὴ πάλιν γοήτων κακοτέχνοις ἐπιτηδεύμασιν ἐγχειρῶν ἐθρασύνετο· ἦν δὲ καὶ ἐπ᾽ αὐτῷ, ὡς ἄρα «ὁ θεὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτοῦ» παλαιῷ τυράννῳ παραπλησίως, φάναι.

Ἀλλ᾽ ὁ μὲν τοιούτοις ἐμπλέκων ἑαυτὸν κατὰ βαράθρων ἀπωλείας ὤθει, βασιλεὺς δ᾽ ἐπεὶ ἑώρα δευτέρας αὐτῷ δεῖσθαι πολέμου παρατάξεως, τῷ αὐτοῦ σωτῆρι τὴν σχολὴν ἀνετίθει, τοῦ μὲν στρατοῦ τὴν σκηνὴν ἐκτὸς καὶ πορρωτάτω πηξάμενος, ἁγνῇ δ᾽ ἐνταυθοῖ χρώμενος καὶ καθαρᾷ διαίτῃ τῷ τε θεῷ τὰς εὐχὰς ἀποδιδούς, κατ᾽ αὐτὸν ἐκεῖνον τὸν παλαιὸν τοῦ θεοῦ προφήτην, ὃν τῆς παρεμβολῆς ἐκτὸς πήξασθαι τὴν σκηνὴν τὰ θεῖα πιστοῦνται λόγια. προσεκαρτέρουν δ᾽ αὐτῷ βραχεῖς οἱ πίστει καὶ θεοσεβείας εὐνοίᾳ παρ᾽ αὐτῷ δεδοκιμασμένοι. τοῦτο δ᾽ αὐτῷ σύνηθες ἦν πράττειν καὶ εἴποτε ἄλλοτε παρατάξει πολέμων ὡρμᾶτο συμβαλεῖν. βραδὺς μὲν γὰρ ἦν δι᾽ ἀσφάλειαν, θεοῦ δὲ βουλῇ πάντα πράττειν ἠξίου. ἐπὶ σχολῆς δὲ τῷ αὐτοῦ θεῷ τὰς ἱκετηρίας ποιούμενος πάντως που καὶ θεοφανείας ἐτύγχανεν, εἶθ᾽ ὥσπερ θειοτέρᾳ κινηθεὶς ἐμπνεύσει, τῆς σκηνῆς ἀναπηδήσας ἐξαίφνης, κινεῖν αὐτίκα τὰ στρατιωτικὰ καὶ μὴ μέλλειν ἀλλὰ καὶ αὐτῆς ὥρας ξιφῶν ἅπτεσθαι παρεκελεύετο. οἱ δ᾽ ἀθρόως ἐπιθέμενοι ἡβηδὸν ἔκοπτον, ἔστ᾽ ἂν τὴν νίκην ἐν ὥρας ἀκαρεῖ ῥοπῇ ἀπολαβόντες τρόπαια κατ᾽ ἐχθρῶν ἀνίστων ἐπινίκια.

Οὕτω μὲν δὴ βασιλεὺς ἄγειν ἑαυτόν τε καὶ τὸν αὐτοῦ στρατὸν ἐν ταῖς τῶν πολέμων παρατάξεσι καὶ πάλαι πρότερον εἰώθει, τὸν ἑαυτοῦ θεὸν πρὸ τῆς ψυχῆς ἀεὶ τιθέμενος καὶ πάντα ταῖς αὐτοῦ βουλαῖς πράττειν διανοούμενος ἐν εὐλαβείᾳ τε τιθέμενος τὸν τῶν πολλῶν θάνατον. ἔνθεν οὐ μᾶλλον τῆς τῶν οἰκείων ἢ τῶν ἐχθρῶν προὐνόει σωτηρίας. διὸ καὶ κρατήσασιν ἐν μάχῃ τοῖς οἰκείοις τῶν ἁλόντων φειδὼ ποιεῖσθαι παρῄνει μηδ᾽ ἀνθρώπους ὄντας τῆς ὁμογενοῦς φύσεως ἐν λήθῃ γίγνεσθαι. εἰ δὲ καί ποτε τῶν ὁπλιτῶν τοὺς θυμοὺς ἀκρατεῖς ἑώρα, χρυσοῦ δόσει τούτους ἐχαλίνου, τὸν ζωγροῦντά τινα τῶν πολεμίων ὡρισμένῃ χρυσοῦ τιμᾶσθαι προστάττων ὁλκῇ. καὶ τοῦτο δέλεαρ ἀνθρώπων σωτηρίας ἡ βασιλέως εὕρατο σύνεσις, ὥστ᾽ ἤδη μυρίοι καὶ αὐτῶν ἐσῴζοντο βαρβάρων, χρυσῷ βασιλέως τὴν ζωὴν αὐτοῖς ἐξωνουμένου.

Ταῦτα μὲν οὖν καὶ τούτοις ἀδελφὰ μυρία φίλα ἦν πράττειν βασιλεῖ κἄλλοτε. κἀπὶ τοῦ παρόντος δὲ συνήθως πρὸ τῆς μάχης ἐφ᾽ ἑαυτῷ σκηνοποιούμενος ταῖς πρὸς τὸν θεὸν εὐχαῖς τὴν σχολὴν ἀνετίθει, ῥᾳστώνης μὲν ἁπάσης καὶ τρυφηλῆς διαίτης ἀλλοτριούμενος, ἀσιτίαις δὲ καὶ κακώσει τοῦ σώματος πιέζων ἑαυτόν, ταύτῃ τε τὸν θεὸν ἱκετηρίοις λιταῖς ἱλεούμενος, ὡς ἂν δεξιὸν αὐτὸν καὶ βοηθὸν ἔχοι πράττοι τε ταῦτα ἅπερ αὐτῷ θεὸς ἐμβάλλοι τῇ διανοίᾳ. ἀλλ᾽ ὁ μὲν ἄυπνον ἐποιεῖτο τὴν ὑπὲρ τῶν κοινῶν φροντίδα, οὐ μᾶλλον τῶν οἰκείων ἢ τῆς τῶν πολεμίων ὑπερευχόμενος σωτηρίας.

Ἐπεὶ δ᾽ ὁ μικρῷ πρόσθεν φυγὰς εἰρωνείᾳ καθυπεκρίνετο φιλικὰς αὖθις ἀντιβολῶν σπείσασθαι δεξιάς, καὶ ταύτας αὐτῷ παρέχειν ἠξίου, ἐπὶ συνθηκῶν ὅροις βιωφελῶς καὶ τῷ παντὶ λυσιτελῶς προτεινομένας. ταῖς μὲν οὖν συνθήκαις προθύμως ὑπακούειν ὁ δηλωθεὶς ὑπεκρίνετο ὅρκοις βεβαιῶν τὴν πίστιν, λαθραίαν δ᾽ αὖθις ὁπλιτῶν συνῆγε παρασκευὴν καὶ πάλιν πολέμου καὶ μάχης κατῆρχε βαρβάρους τ᾽ ἄνδρας ἀνεκαλεῖτο συμμάχους, θεούς τε ζητῶν περιῄει ἑτέρους, ὡς ἂν ἐπὶ τοῖς προτέροις ἠπατημένος. καὶ τῶν αὐτῷ πρὸ μικροῦ περὶ θεῶν ὁμιληθέντων οὐδεμίαν ἐν νῷ κατεβάλετο μνήμην, οὐδὲ τὸν ὑπέρμαχον Κωνσταντίνου γνωρίζειν θεὸν ἤθελε, πλείους δ᾽ αὐτῷ καὶ καινότεροι γελοίως ἀνεζητοῦντο.

Εἶτ᾽ ἔργῳ μαθὼν ὁπόση τις ἦν θεϊκὴ καὶ ἀπόρρητος ἐν τῷ σωτηρίῳ τροπαίῳ δύναμις, δι᾽ ἧς ὁ Κωνσταντίνου κρατεῖν ἔμαθε στρατός, τοῖς ἀμφ᾽ αὐτὸν ὁπλίταις παρῄνει μηδαμῶς ἐξ ἐναντίας ἰέναι τούτῳ μηδ᾽ ὡς ἔτυχεν ἀπεριβλέπτως ὁρᾶν ἐπ᾽ αὐτῷ· δεινὸν γὰρ εἶναι ἰσχύι αὐτῷ τε ἐχθρὸν καὶ πολέμιον, διὸ χρῆναι φυλάττεσθαι τὴν πρὸς αὐτὸ συμβολήν. καὶ δὴ ταῦτα συνταξάμενος, τῷ διὰ φιλανθρωπίαν ὀκνοῦντι καὶ τὸν κατ᾽ αὐτοῦ θάνατον ἀναβαλλομένῳ μάχῃ συμβαλεῖν ὡρμᾶτο. οἵδε μὲν οὖν πολυπληθείᾳ θεῶν θαρροῦντες σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆς ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀψύχοις ἀγάλμασι προβεβλημένοι· ὁ δ᾽ εὐσεβείας θώρακι περιπεφραγμένος, τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν ἐναντίων παρέταττε. καὶ τέως μὲν ἐπεῖχε φειδοῖ χρώμενος τὰ πρῶτα, ὡς ἂν μὴ πρότερος κατάρχοι τοῦ πολέμου ὧν πεποίητο συνθηκῶν εἵνεκα, ὡς δ᾽ ἐπιμόνως ἔχοντας τοὺς ὑπεναντίους, ἤδη δὲ ξιφῶν ἁπτομένους ἑώρα, τηνικαῦτα διαγανακτήσας βασιλεὺς μιᾷ ῥοπῇ πᾶσαν τὴν τῶν ἐναντίων ἐτροποῦτο δύναμιν ὁμοῦ τε τὰς κατ᾽ ἐχθρῶν καὶ κατὰ δαιμόνων ἀπεφέρετο νίκας.

εἶτ᾽ αὐτὸν τὸν θεομισῆ κἄπειτα τοὺς ἀμφ᾽ αὐτὸν νόμῳ πολέμου διακρίνας τῇ πρεπούσῃ παρεδίδου τιμωρίᾳ, ἀπήγοντό τ᾽ αὐτῷ τυράννῳ καὶ ἀπώλλυντο τὴν προσήκουσαν ὑπέχοντες δίκην οἱ τῆς θεομαχίας σύμβουλοι, οἵ τε σμικρὸν ἔμπροσθεν τῇ τῶν μάντεων ἐλπίδι μετεωρισθέντες ἔργῳ τὸν Κωνσταντίνου θεὸν ὅστις ἦν παρελάμβανον καὶ τοῦτον ⌜ἄρα⌝ θεὸν ἀληθῆ καὶ μόνον γνωρίζειν ὡμολόγουν.

Καὶ δὴ τῶν δυσσεβῶν ἀνδρῶν ἐκποδὼν ἠρμένων καθαραὶ λοιπὸν ἦσαν ἡλίου αὐγαὶ τυραννικῆς δυναστείας, συνήπτετό τε πᾶσα ὅση τις ὑπὸ Ῥωμαίους ἐτύγχανε μοῖρα, τῶν κατὰ τὴν ἑῴαν ἐθνῶν ἑνουμένων θατέρῳ μέρει, μιᾷ τε τῇ τοῦ παντὸς ἀρχῇ ὥσπερ τινὶ κεφαλῇ τὸ πᾶν κατεκοσμεῖτο σῶμα μοναρχικῆς ἐξουσίας διὰ πάντων ἡκούσης, λαμπραί τε φωτὸς εὐσεβείας μαρμαρυγαὶ τοῖς πρὶν καθημένοις ἐν σκότῳ καὶ σκιᾷ θανάτου φαιδρὰς παρεῖχον ἡμέρας. οὐδ᾽ ἦν τις ἔτι προτέρων μνήμη κακῶν, ἁπανταχοῦ πάντων τὸν νικητὴν ἀνυμνούντων μόνον τε τὸν τούτου σωτῆρα θεὸν ὁμολογούντων γνωρίζειν. ὁ δ᾽ ἀρετῇ θεοσεβείας πάσῃ ἐμπρέπων νικητὴς βασιλεύς (ταύτην γὰρ αὐτὸς αὐτῷ τὴν ἐπώνυμον κυριωτάτην ἐπηγορίαν εὕρατο τῆς ἐκ θεοῦ δεδομένης αὐτῷ κατὰ πάντων ἐχθρῶν τε καὶ πολεμίων νίκης εἵνεκα) τὴν ἑῴαν ἀπελάμβανε, καὶ μίαν συνημμένην κατὰ τὸ παλαιὸν τὴν Ῥωμαίων ἀρχὴν ὑφ᾽ ἑαυτὸν ἐποιεῖτο, μοναρχίας μὲν ἐξάρχων θεοῦ κηρύγματος τοῖς πᾶσι, μοναρχίᾳ δὲ καὶ αὐτὸς τοῦ Ῥωμαίων κράτους τὸν σύμπαντα πηδαλιουχῶν βίον.

ἀφῄρητό τε πᾶν δέος τῶν πρὶν πιεζόντων τοὺς πάντας κακῶν, λαμπρὰς δ᾽ ἐπετέλουν ἑορτὰς οἱ κατὰ πάσας ἐπαρχίας καὶ πόλεις δῆμοι, μειδιῶσί τε προσώποις ὄμμασί τε φαιδροῖς οἱ πρὶν κατηφεῖς ἀλλήλοις ἐνέβλεπον, χοροὶ δ᾽ αὐτοῖς καὶ ὕμνοι τὸν παμβασιλέα θεὸν πρώτιστα πάντων †ὄντα δὴ τοῦτον ἐδίδασκον†, κἄπειτα τὸν καλλίνικον παῖδάς τ᾽ αὐτοῦ κοσμιωτάτους καὶ θεοφιλεῖς καίσαρας φωναῖς ἀσχέτοις ἐγέραιρον, κακῶν τ᾽ ἀμνηστία παλαιῶν ἦν καὶ δυσσεβείας ἁπάσης λήθη, παρόντων δ᾽ ἀγαθῶν ἀπόλαυσις καὶ προσέτι μελλόντων προσδοκία.