Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον τοῦ Κωνσταντίνου

Εὐσέβιος Καισαρείας

Η θεία Οικονομία: Ο υπερβατικός Θεός και η κυβερνητική ενέργεια του Λόγου

Προσφώνηση προς τον αυτοκράτορα, αναίρεση της πολυθεΐας και θεολογική ανάπτυξη της μεσιτείας του Λόγου στη δημιουργία, τη συνοχή και τη διοίκηση του σύμπαντος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 6 από 8

Φέρε δή σοι, Νικητὰ Μέγιστε Κωνσταντῖνε, λόγων ἀπορρήτων μυήσεις ἐν τῷ βασιλικῷ τῷδε ἀμφὶ τοῦ παμβασιλέως τῶν ὅλων συγγράμματι παραθώμεθα, οὐ σὲ μυοῦντες τὸν ἐκ θεοῦ σεσοφισμένον οὐδὲ σοὶ τὰ ἀπόρρητα γυμνοῦντες, ᾧ καὶ πρὸ τῶν ἡμετέρων λόγων θεὸς αὐτὸς οὐκ ἐξ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπου δι᾽ αὐτοῦ δὲ τοῦ κοινοῦ σωτῆρος καὶ τῆς αὐτοῦ σοι πολλαχῶς ἐπιλαμψάσης θεϊκῆς ὄψεως τὰ κρύφια τῶν ἱερῶν ἐξέφηνέν τε καὶ ἀπεκάλυψεν, τοὺς δ᾽ ἀμαθεῖς ἀνθρώπους εἰς φῶς ἄγοντες καὶ τῶν σῶν τῆς εὐσεβείας ὁσίων ἔργων τὰς ὑποθέσεις καὶ τὰς αἰτίας τοῖς ἀγνοοῦσιν ὑποτιθέμενοι.

τὰ μὲν γὰρ εἰς τὴν τοῦ παμβασιλέως θεοῦ θεραπείαν τε καὶ τιμὴν ὁσημέραι καθ᾽ ὅλης τῆς ἀνθρώπων οἰκουμένης πρὸς τῆς 〈σῆς〉 ἀρετῆς κατορθούμενα πᾶν στόμα θνητῶν ἀνυμνεῖ, τὰ δ᾽ ἐπὶ τῆς ἡμεδαπῆς ἑστίας, φημὶ δὴ τοῦ Παλαιστινῶν ἔθνους, πόλεώς τε τῆσδε, ἔνθεν ὁ σωτήριος λόγος ὥσπερ ἀπὸ πηγῆς εἰς πάντας ἀνώμβρησεν ἀνθρώπους, ἀνατεθέντα τῷ σῷ φύλακί τε καὶ σωτῆρι χαριστήρια, τρόπαιά τε τῆς κατὰ τοῦ θανάτου νίκης ἐν προσευκτηρίων οἴκοις καὶ ναῶν ἀφιερώμασιν ἀνεγηγερμένα, ὑψηλά τε καὶ περικαλλῆ βασιλικῆς διανοίας βασιλικὰ μεγαλουργήματα ἀμφὶ τὸ σωτήριον 〈μαρτύριον〉 τῆς ἀθανάτου μνήμης ἐπεσκευασμένα οὐ τοῖς πᾶσι πρόδηλον ἔχει τὴν αἰτίαν, ἀλλ᾽ οἱ μὲν τὰ θεῖα δυνάμει πνεύματος ἐνθέου πεφωτισμένοι ἴσασί τε καὶ γνωρίζουσι, καὶ σὲ τῆς ἐπὶ ταῦτα διανοίας τε καὶ ὁρμῆς οὐκ ἀθεεὶ κεκινημένης ἐνδίκως θαυμάζουσί τε καὶ μακαρίζουσιν, οἱ δὲ τῶν θείων ἀγνώμονες ψυχῆς ἀβλεψίᾳ χλεύην καὶ γέλωτα πλατὺν τίθενται τὸ πρᾶγμα, νεκρῶν σωμάτων μνημεῖα καὶ τάφους τοσούτῳ βασιλεῖ σπουδάζεσθαι ἀπρεπὲς εἶναι καὶ ἀνοίκειον ὑπειληφότες. εἶτ᾽ οὐχὶ βέλτιον, φαίη ἄν τις αὐτῶν, τὰ πάτρια φυλάττειν καὶ τοὺς καθ᾽ ἕκαστον ἔθνος τιμωμένους ἥρωάς τε καὶ θεοὺς εὐμενίζειν μηδὲ ἀποπτύειν αὐτοὺς καὶ φεύγειν τῶν τοιῶνδε συμφορῶν ἕνεκα;

ἀλλ᾽ ἢ κἀκείνους ὁμοίως τῷδε τῆς ὁμοπαθείας χάριν θειάζειν, ἢ εἰ ἀπόβλητοι διὰ τὰς ἀνθρωποπαθείας ἐκεῖνοι, καὶ τούτῳ δίκαιον εἶναι τὴν αὐτὴν ἀπονέμειν ψῆφον. ταῦτα γοῦν αὐτῶν εἴποι τις ἂν εὖ μάλα τὰς ὀφρῦς συνάγων οἰήματί τε δοκησισόφῳ τὸν αὐτοῦ σεμνολογῶν τῦφον. ὃν δὴ συγγνώμης ἀξιῶν τῆς ἀμαθίας οὐ μόνον ἀλλὰ καὶ πάντα πεπλανημένον ὁ τοῦ παναγάθου πατρὸς φιλάνθρωπος λόγος, διατριβὰς καὶ διδασκαλεῖα καθ᾽ ὅλης τῆς τῶν ἐθνῶν οἰκουμένης πηξάμενος ἔν [τε] χώραις καὶ κώμαις ἀγροῖς τε καὶ ἐρημίαις ταῖς θ᾽ ἁπανταχοῦ πόλεσιν εἰς τὴν τῶν ἐνθέων μαθημάτων παίδευσιν ἀφθόνως ἐπικαλεῖται, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, σοφοὺς καὶ ἰδιώτας, πένητας καὶ πλουσίους, οἰκέτας ἅμα δεσπόταις, ἄρχοντας καὶ ἀρχομένους, ἀσεβεῖς ἀδίκους ἀμαθεῖς αἰσχροποιοὺς βλασφήμους ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν ἔνθεον θεραπείαν οἷα φιλάνθρωπος σωτὴρ καὶ ψυχῶν ἰατρὸς παρακελευόμενος.

λαμπραῖς γοῦν φωναῖς προτέρων κακῶν ἀμνηστίαν τοῖς πᾶσιν ἀνακηρύττων ἐβόα· “δεῦτε, πρός με„, λέγων, “πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·„ καὶ αὖθις· “οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·„ καὶ προστίθησί γε τὸ αἴτιον φάσκων· “οὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες.„ καὶ· “οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ.„ ἐνθένδε μόνῳ τῷ τὰ θεῖα πεπαιδευμένῳ, τὰς αἰτίας ἐκμαθόντι τῆς τῶν προκειμένων σπουδῆς, κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπίπνοιαν τῷ ἡμετέρῳ βασιλεῖ συνομολογεῖν ἔπεισι καὶ τοῦ τρόπου τὸ θεοσεβὲς ἀποθαυμάζειν τήν τε περὶ τὸ μαρτύριον τῆς σωτηρίου ἀθανασίας σπουδὴν οὐκ ἀθεεὶ γεγονέναι πιστεύειν ἐξ ἐπιπνοίας δὲ ἀληθῶς τοῦ κρείττονος, οὗ θεράπων ἀγαθὸς ἀγαθῶν ὑπηρέτης εἶναι σεμνύνεται.

ταῦτά σοι, βασιλεῦ μέγιστε, φίλτατα καὶ προσήγορα εἶναι ἀληθῶς πεπεισμένος, τῶν σῶν φιλοθέων ἔργων τοὺς λόγους καὶ τὰς αἰτίας ὁ παρών μοι λόγος 〈εἰς〉 τοὺς πάντας ἐκφῆναι βούλεται, ὑφερμηνευτής τις εἶναι τῆς σῆς διανοίας καὶ τῆς φιλοθέου ψυχῆς ἄγγελος ὑπάρχειν εὐχόμενος, διδάσκων πάντα ἃ δεῖ καὶ προσήκει παιδεύεσθαι πάντα, ᾧ πόθος ἐστὶ μανθάνειν τῆς τοῦ σωτῆρος ἡμῶν θεοῦ δυνάμεως τοὺς λόγους, δι᾽ οὓς καὶ πάλαι προὼν καὶ τοῦ παντὸς ἐπιμελόμενος ὀψέ ποτε οὐρανόθεν εἰς ἡμᾶς κατῄει, καὶ δι᾽ οὓς φύσιν ἀνθρωπείαν ὑπεδύετο, καὶ δι᾽ οὓς ἐπὶ τὸν θάνατον παρῄει, τῆς τε μετὰ ταῦτα ζωῆς ἀθανάτου καὶ τῆς ἐκ νεκρῶν ἀναβιώσεως τὰς αἰτίας οὐ μόνον ἀλλὰ καὶ λογικὰς ἀποδείξεις ἐναργῆ τε διδάγματα τοῖς εἰσέτι τούτων δεομένοις ἀναγκαῖα. ἀλλὰ γὰρ καὶ τούτων αὐτῶν ἐνθένδε ποθὲν ἄρξασθαι ὥρα.

οἱ τὸ σέβας τοῦ κοσμοποιοῦ καὶ πανηγεμόνος θεοῦ τῶν ὅλων τοῖς πρὸς αὐτοῦ γεννηθεῖσιν ἀντικαταλλαξάμενοι ἥλιόν τε καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη τά τε πρῶτα στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, τῇ ἴσῃ προσηγορίᾳ τῷ τούτων ποιητῇ καὶ δημιουργῷ τιμήσαντες καὶ θεοὺς ταῦτα προσειπόντες, ἃ οὐδαμῆ οὐδαμῶς ἦν, οὐδ᾽ ὑπῆρχεν ἂν οὐδ᾽ ὠνόμαστο, εἰ μὴ τῷ κοσμοποιῷ τοῦ θεοῦ λόγῳ παρέστη, οὔ μοι δοκοῦσι τούτων διαφέρειν, ὅσοι τὸν ἀρχιτέκτονα τῶν ἐν τοῖς βασιλικοῖς οἴκοις μεγαλουργημάτων παριόντες ὀρόφους καὶ τοίχους καὶ τὰς ἐν τούτοις πολυχρώμους καὶ πολυανθεῖς γραφὰς χρυσόφορα τε δαιδάλματα καὶ λίθων γλυφὰς ὑπερεκπλήττονται, τούτοις τε αὐτοῖς τῆς τοῦ τεχνίτου σοφίας ἀνατίθενται τὴν ἐπηγορίαν, δέον μὴ τοῖς ὁρωμένοις μόνῳ δὲ τῷ τούτων ἀρχιτέκτονι τὴν τοῦ θαύματος ἐπιγράφειν αἰτίαν, καὶ σοφίας ἔργα τὰ πολλὰ εἶναι ὁμολογεῖν σοφὸν δ᾽ ἐκεῖνον μόνον τὸν δὴ τοῖς πολλοῖς τοῦ τοιαδὶ εἶναι παρασχόντα αἰτίαν.

νηπίων γοῦν κομιδῆ παίδων διαφέροιεν ἂν οὐδὲν καὶ οἱ τῆς ἑπταχόρδου λύρας αὐτὸ δὴ τὸ μουσικὸν ὄργανον ἀλλ᾽ οὐ τὸν τῆς συντάξεως εὑρέτην τε καὶ ἐπιστήμονα τῆς σοφίας ἀποθαυμάζοντες, ἢ οἱ τὸν ἐν πολέμοις ἀριστέα παριόντες τὸ δὲ δόρυ καὶ τὴν ἀσπίδα ἐπινικίοις κοσμοῦντες στεφάνοις, ἢ οἱ τῷ μεγάλῳ βασιλεῖ τῷ τῆς μεγάλης καὶ βασιλικῆς παραιτίῳ πόλεως ἐξ ἴσου τιμῶντες ἀγορὰς καὶ πλατείας καὶ οἰκοδομήματα τεμένη τε ἄψυχα καὶ γυμνάσια, δέον μὴ κίονας μηδὲ λίθους τὸν δὲ τῶν σοφῶν μεγαλουργὸν καὶ νομοθέτην ὑπερεκπλήττεσθαι. κατὰ τὰ αὐτὰ δὴ καὶ τὸ σύμπαν τόδε σαρκὸς ὀφθαλμοῖς θεωμένους οὔτε ἡλίῳ οὔτε σελήνῃ οὔτ᾽ ἄλλῳ τῶν κατ᾽ οὐρανὸν ἀναθετέον τὴν αἰτίαν, σοφίας δ᾽ ἔργα τὰ πάντα προσῆκον ὁμολογεῖν, μηδὲ μὴν ὁμοίως τῷ τούτων ποιητῇ τε καὶ δημιουργῷ τιμᾶν τε καὶ σέβειν, ἐκ δὲ τούτων αὐτῶν τῆς ὄψεως τὸν μηκέτι σώματος ὀφθαλμοῖς μόνῳ δὲ νῷ διαυγεῖ καὶ καθαρῷ νοούμενον τὸν παμβασιλέα θεοῦ λόγον πάσῃ διαθέσει ψυχῆς θεολογεῖν τε καὶ προσκυνεῖν· ἐπεὶ καὶ 〈ἐπὶ〉 ἀνθρώπου σώματι οὐδεὶς πώποτε τοῦ σοφοῦ καὶ ἐπιστήμονος ὀφθαλμοὺς ἢ κεφαλὴν ἢ χεῖρας ἢ πόδας ἢ τὰς λοιπὰς σάρκας, πολλοῦ δεῖ τὴν ἔξωθεν τοῦ τρίβωνος περιβολὴν σοφὴν ἀνηγόρευσεν, οὐδὲ σοφὰ τῆς οἰκίας τὰ ἔπιπλα οὐδὲ [τοῦ φιλοσόφου] τὰ ὑπηρετικὰ σκεύη, τὸν δ᾽ ἀφανῆ καὶ ἀόρατον ἐν ἀνθρώπῳ νοῦν πᾶς τις ἔμφρων θαυμάζει.

ταύτῃ τοι καὶ μᾶλλον πρὸ τῶν ὁρωμένων δαιδαλμάτων τοῦ σύμπαντος κόσμου, σωμάτων ὄντων καὶ ἐκ μιᾶς ὕλης πεποιημένων, τὸν ἀφανῆ καὶ ἀόρατον λόγον τὸν δὴ τοῦ παντὸς εἰδοποιόν τε καὶ κοσμήτορα ὑπερεκπληκτέον, ὄντα τοῦ θεοῦ μονογενῆ, ὃν ὁ τῶν ὅλων ποιητὴς ὁ πάσης ἐπέκεινα καὶ ἀνωτάτω οὐσίας αὐτὸς ἐξ αὐτοῦ γεννήσας ἡγεμόνα καὶ κυβερνήτην τοῦδε τοῦ παντὸς κατεστήσατο. ἐπεὶ γὰρ μὴ οἷόν τε ἦν τὴν ῥευστὴν τῶν σωμάτων οὐσίαν τήν τε τῶν ἄρτι γενομένων λογικῶν φύσιν τῷ πανηγεμόνι θεῷ πελάζειν δι᾽ ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως· ὁ μὲν γὰρ ἦν ἀγέννητος, ἀνωτάτω τε καὶ ἐπέκεινα τῶν ὅλων, ἄρρητος ἀνέφικτος ἀπροσπέλαστος φῶς οἰκῶν ἀπρόσιτον, ᾗ φασὶν οἱ θεῖοι λόγοι· ἡ δ᾽ ἐξ οὐκ ὄντων προβεβλημένη πορρωτάτω τε διεστῶσα καὶ μακρὰν τῆς ἀγεννήτου φύσεως ἀπεσχοινισμένη· εἰκότως ὁ πανάγαθος καὶ θεὸς τῶν ὅλων μέσην τινὰ προεμβάλλει τὴν τοῦ μονογενοῦς αὐτοῦ λόγου θείαν καὶ παναλκῆ δύναμιν, ἀκριβέστατα μὲν ὡς ὅτι μάλιστα καὶ ἐγγύτατα τῷ πατρὶ προσομιλοῦσαν εἴσω τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν καὶ ἁμωσγέπως συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις· ἄλλως γὰρ οὔτ᾽ εὐαγὲς οὔθ᾽ ὅσιον τὸν τῶν ὅλων ἐπέκεινα καὶ ἀνωτάτω ὕλῃ φθαρτῇ καὶ σώματι συμπλέκειν.

διὸ δὴ λόγος θεῖος ἀναμὶξ τόδε τὸ πᾶν ὑπελθὼν καὶ τὰς ἡνίας τοῦ παντὸς ἐνδησάμενος ἀσωμάτῳ καὶ θεϊκῇ δυνάμει ἄγει καὶ φέρει, πανσόφως ἡνιοχῶν ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται. τοῦ δὲ λόγου σαφὴς ἡ ἀπόδειξις. εἰ γὰρ δὴ αὐτὰ καθ᾽ ἑαυτὰ τὰ τοῦ κόσμου μέρη, ἃ δὴ καὶ πρῶτα στοιχεῖα καλεῖν εἰώθαμεν, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἅπερ ἐξ ἀλόγου συνέστηκε φύσεως, ὃ δὴ καὶ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν, 〈ἢ〉 εἰ μία τοῖς πᾶσιν ὑπόκειται οὐσία, ἣν δὴ καὶ πάνδοχον καὶ μητέρα καὶ τιθήνην τοῖς περὶ ταῦτα δεινοῖς ὀνομάζειν φίλον, ἄμορφός τε καὶ ἀνείδεος αὕτη πάντη τε ἄψυχος καὶ ἄλογος, πόθεν ἂν εἴποι τις τὸν ἐν αὐτῇ κόσμον ἐνυπάρχειν αὐτῇ; πόθεν ἡ τῶν στοιχείων διάκρισις; πόθεν ἡ τῶν ἐναντίων ἐπὶ ταὐτὸ συνδρομή; τίς τὸ βαρὺ τῆς γῆς στοιχεῖον ἐφ᾽ ὑγρᾶς οὐσίας ὀχεῖσθαι παρεκελεύσατο; τίς τὴν τῶν ὑδάτων φύσιν κάτω ῥέουσαν ἀναστρέψας εἰς τοὐπίσω μετέωρον διὰ νεφῶν ἤγαγεν; τίς τὴν τοῦ πυρὸς δύναμιν πεδήσας ξύλοις φωλεύειν [καὶ] τοῖς ἐναντίοις τῇ φύσει συνεκεράσατο; τίς τὸν ψυχρὸν ἀέρα θερμῇ δυνάμει καταμίξας, τῆς πρὸς ἄλληλα μάχης αὐτὰ διαλύσας εἰς φιλίαν κατήλλαξεν; τίς τὸ θνητὸν γένος τῷ τῆς διαδοχῆς τρόπῳ μηχανησάμενος εἰς μακρὸν αἰῶνα ζωῆς ἀθανάτου [βίον] διεξήγαγεν; τίς ὧδε τὸ ἄρρεν 〈μὲν〉 μορφώσας τὸ δὲ θῆλυ σχηματίσας ἄμφω τε εἰς ἁρμονίαν συναγαγὼν μίαν, γενέσεως ἀρχὴν ἅπασι ζώοις ἐξεύρατο;

τίς τὴν ῥοώδη καὶ σπερματικὴν γένεσιν τῆς φθαρτῆς καὶ ἀναισθήτου μεταβαλὼν ῥοῆς ζωογόνον ἀπέδειξεν; τίς ταῦτα πάντα καὶ μυρία τούτων ἐπέκεινα θαύματος καὶ ἐκπλήξεως κρείττονα εἰσέτι καὶ νῦν ἐνεργεῖ; τίς ἐφ᾽ ἑκάστης ἡμέρας καὶ ὥρας τὰς τούτων γενέσεις καὶ φθορὰς ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει κατεργάζεται; ἀλλὰ γὰρ τούτων ἁπάντων ὁ παραδοξοποιὸς τοῦ θεοῦ λόγος αἴτιος ἂν ἐνδίκως ἀποφανθείη· λόγος γὰρ ὡς ἀληθῶς θεοῦ παντοδύναμος διὰ πάντων ἑαυτὸν ἁπλώσας, καὶ ἄνω τε πρὸς ὕψος καὶ κάτω πρὸς βάθος ἑαυτὸν ἀσωμάτως ἐκτείνας, πλάτη τε καὶ μήκη τοῦ παντὸς πλατείαις ὥσπερ ταῖς χερσὶ περιλαβών, συνήγαγεν τόδε τὸ πᾶν καὶ συνέσφιγξεν, ὄργανον τε τοῦτο παναρμόνιον αὐτὸς ἑαυτῷ συμπηξάμενος τὴν ἄλογον καὶ ἄμορφον καὶ ἀνείδεον τῶν σωμάτων οὐσίαν πανσόφῳ καὶ λογικῇ δυνάμει, εὖ μάλα τοῖς διατόνοις τὰ διεζευγμένα συνάπτων, ἀνακρούεται, ἥλιόν τε αὐτὸν καὶ σελήνην καὶ τὰ κατ᾽ οὐρανὸν φωσφόρα λόγοις διακυβερνῶν ἀρρήτοις ἐς τὸ χρήσιμον τῶν ὅλων ὁδηγεῖ. ὁ δ᾽ αὐτὸς τοῦ θεοῦ λόγος καὶ κατὰ γῆν ἑαυτὸν βαθύνας παντοδαπῶν γένη ζώων φυτῶν τε πολύμορφα κάλλη συνεστήσατο· οὗτος αὐτὸς ὁ τοῦ θεοῦ λόγος καὶ βυθῶν ἄχρι θαλάττης καταδὺς νηκτῶν ἐπενόησε φύσιν, πάλιν κἀνταῦθα μυρίας καὶ ἀναρίθμους ἰδέας καὶ παντοίων ζώων διαφορὰς ἐργασάμενος.

ὁ δ᾽ αὐτὸς οὗτος καὶ τὰ γαστρὸς κυούμενα ἔνδον ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ τελεσιουργῶν ζωοπλαστεῖ· οὗτος καὶ τῆς ὑγρᾶς οὐσίας τὴν ῥευστὴν καὶ βαρεῖαν φύσιν ἄνω μετέωρον ἀνακουφίσας κἄπειτα γλυκάνας τῇ μεταβολῇ, μέτρῳ μὲν εἰσάγει τῇ γῇ, χρόνοις δὲ ὡρισμένοις τὴν ἐπιχορηγίαν ἐκτελεῖ. εἶθ᾽ οἷά τις γεωργὸς ἄριστος ἐποχετεύσας εὖ μάλα τὴν χώραν τῇ τε ξηρᾷ τὴν ὑγρὰν συγκερασάμενος, μεταρρυθμίζει παντοίως τοτὲ μὲν ὡραίοις ἄνθεσιν, τοτὲ δὲ σχήμασι παντοίοις, τοτὲ δὲ ὀδμαῖς ἡδείαις, τοτὲ δὲ καρπῶν ἐναλλαττούσαις διαφοραῖς, τοτὲ δὲ τῇ γεύσει παντοδαπὰς ἀπολαύσεις παρέχων. τί με δεῖ τοῦ θείου λόγου τὰς δυνάμεις ἐπεξιέναι τολμᾶν καὶ ἀδυνάτοις ἐπιχειρεῖν, πᾶσαν θνητὴν διάνοιαν ὑπερνικώσης τῆς ἐνεργείας; ἄλλοι μὲν οὖν τοῦτον φύσιν τοῦ παντὸς ὠνομάκασιν, ἄλλοι δὲ τὴν καθ᾽ ὅλου ψυχήν, ἄλλοι δὲ εἱμαρμένην· οἱ δ᾽ αὐτὸν εἶναι τὸν ἐπέκεινα τῶν ὅλων θεὸν οὐκ οἶδ᾽ ὅπως τὰ πορρωτάτω διεστῶτα μιγνύντες ἀπεφήναντο, αὐτὸν τὸν πανηγεμόνα καὶ τὴν ἀγέννητον καὶ ἀνωτάτω δύναμιν κάτω βάλλοντες ἐπὶ γῆν, καὶ σώματι ὕλῃ τε φθαρτῇ συμπλέξαντες, ζώων τε ἀλόγων καὶ λογικῶν θνητῶν τε καὶ ἀθανάτων μέσον εἰλεῖσθαι φήσαντες. ἀλλ᾽ οἱ μὲν ταῦτα.

Ἡ δ᾽ ἔνθεος διδασκαλία τὸ τῶν ἀγαθῶν ἀνώτατον αὐτὸ δὴ τὸ πάντων αἴτιον ἐπέκεινα πάσης καταλήψεως εἶναί φησιν· διὸ δὴ ἄρρητον καὶ ἄλεκτον καὶ ἀνωνόμαστον καὶ φωνῆς οὐ μόνον ἀλλὰ καὶ ἐννοίας ἁπάσης ὑπέρτερον εἶναι, οὐκ ἐν τόπῳ περιληπτόν, οὐκ ἐν σώμασιν ὄν, οὐκ ἐν οὐρανῷ οὐκ ἐν αἰθέρι οὐδ᾽ ἔν τινι μέρει τοῦ παντός, ἀλλὰ πάντη καὶ πάντων ἐκτὸς ἐν ἀπορρήτῳ βυθῷ γνώσεως τεταμιευμένον. τοῦτον μόνον ἀληθῆ θεὸν εἰδέναι τὰ θεῖα λόγια παιδεύει, πάσης κεχωρισμένον σωματικῆς οὐσίας, πάσης ἀλλότριον ὑπηρετικῆς οἰκονομίας· διὸ δὴ ἐξ αὐτοῦ τὸ πᾶν, οὐ μὴν δι᾽ αὐτοῦ φῦναι παραδέδοται. ἀλλ᾽ αὐτὸς μὲν οἷα βασιλεὺς εἴσω που ἐν ἀρρήτοις καὶ ἀδύτοις καὶ ἀβάτοις φῶς οἰκῶν ἀπρόσιτον διὰ παντὸς μόνῃ τῇ θελητικῇ δυνάμει νομοθετεῖ καὶ διατάττεται· θέλοντος γὰρ ἔστιν ὅ τι καὶ ἔστιν, καὶ μὴ θέλοντος οὐκ ἔστιν, θέλει δὲ ἀγαθὰ πάντα, ὅτι δὴ καὶ αὐτοαγαθὸν τὴν οὐσίαν τυγχάνει. ὁ δέ, δι᾽ οὗ τὰ πάντα, θεοῦ λόγος ἄνωθεν ἐξ ἀγαθοῦ πατρὸς ὡς ἐξ ἀενάου καὶ ἀπείρου πηγῆς ἀνομβρῶν λόγοις ἀρρήτοις ποταμοῦ δίκην πρόεισιν, ὅλος πλημμυρῶν ἐς τὸ κοινὸν τῆς τοῦ παντὸς σωτηρίας.

ὡς δὲ ἐπὶ τοῦ καθ᾽ ἡμᾶς παραδείγματος ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς [δ᾽] οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ὑπάρχων μόνος τὰ πρακτέα βουλεύεται, λόγος δ᾽ ἐξ αὐτοῦ πρόεισι μονογενής, οἷα πατρὸς ἐξ ἀδύτου μυχοῦ γεγεννημένος, ἀρρήτῳ λόγῳ καὶ δυνάμει ἀκατονομάστῳ, ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος εἰς φανερόν τε κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἐπιτελεῖ τὰ βουλεύματα προϊὼν εἰς τὰς πάντων ἀκοάς, εἶθ᾽ οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ᾽ ἀφανῆ καὶ ἀόρατον νοῦν τὸν δὴ τοῦ λόγου πατέρα οὐδεὶς πώποτε εἶδεν ὀφθαλμοῖς· κατὰ τὰ αὐτὰ δὴ μᾶλλον δὲ ἐπέκεινα πάσης εἰκόνος τε καὶ παραδείγματος ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οἷα μονογενὴς πατρὸς υἱός, οὐ προφορικῇ δυνάμει συνεστώς, οὐδ᾽ ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ᾽ ἐν φωνῇ δι᾽ ἀέρος πληττομένῃ σημαινόμενος, θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων λόγος, κατ᾽ οὐσίαν τε ὑφεστὼς οἷα θεοῦ δύναμις καὶ θεοῦ σοφία, πρόεισι μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἀγαθοῦ δὲ πατρὸς ἀγαθὸν τυγχάνων γέννημα κοινός τε ἁπάντων σωτὴρ ἐποχετεύει τὰ σύμπαντα, ζωῆς καὶ λόγου καὶ σοφίας καὶ φωτὸς καὶ πάντων ἀγαθῶν ἐκ τοῦ οἰκείου πληρώματος τοῖς πᾶσιν ἐπιλιμνάζων.

ἄρδει τε οὐ τὰ προσεχῆ μόνον καὶ ἐγγυτάτω, ἀλλὰ καὶ τὰ πόρρω διεστῶτα κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ εἴ τις ἑτέρα τούτων ἐν τοῖς οὖσιν τυγχάνει λῆξις· οἷς ὁμοῦ πᾶσιν ὅρους καὶ χώρας καὶ νόμους καὶ κλήρους διατάττεται κατὰ τὸ δικαιότατον, ἐξουσίᾳ βασιλικῇ τὰ πρόσφορα νέμων ἑκάστῳ καὶ χορηγῶν, καὶ τοῖς μὲν ὑπερκοσμίους ἁψῖδας τοῖς δ᾽ αὐτὸν οὐρανὸν οἰκεῖν, τοῖς δ᾽ αἰθερίους διατριβάς, τοῖς δ᾽ ἀέρα, τοῖς δὲ γῆν ἀφορίζων, κἄπειτα μεθιστῶν ἐνθένδε πάλιν ἀλλαχόσε, διακρίνων τε εὖ μάλα τοὺς ἑκάστων βίους, ἤθη τε καὶ τρόπων διαφορὰς ἀμειβόμενος, ζωῆς τε καὶ τροφῆς οὐ λογικῶν μόνον ἀλλὰ καὶ ζώων ἀλόγων ἐπὶ χρήσει τῶν λογικῶν ἐπιμελόμενος, καὶ τοῖς μὲν θνητῆς καὶ προσκαίρου ζωῆς ἀπόλαυσιν, τοῖς δ᾽ ἀθανάτου μετουσίαν παρέχων· πάντα τε αὐτὸς οἷα θεοῦ λόγος ἐνεργεῖ, τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα λογικῇ δυνάμει ἐπιπορευόμενος, ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων τοῖς ἐκείνου νεύμασι τὰ κάτω καὶ μετ᾽ αὐτὸν ἀκολούθως οἷα κοινὸς ἁπάντων σωτὴρ διακυβερνᾷ, μεσεύων ἁμηγέπη καὶ συνάγων πρὸς τὸν ἀγέννητον τὴν γεννητὴν οὐσίαν.

δεσμός τις οὗτος ἀρραγὴς θεοῦ λόγος μέσος τυγχάνει συνδέων τὰ διεστῶτα καὶ μὴ μακρὰν ἀποπίπτειν αὐτὰ συγχωρῶν, οὗτος ἡ καθόλου πρόνοια, κηδεμὼν οὗτος καὶ διορθωτὴς τοῦ παντός, οὗτος θεοῦ δύναμις καὶ θεοῦ σοφία, οὗτος μονογενὴς θεός, ἐκ θεοῦ γεγεννημένος λόγος· “ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος· πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε„ θεολόγων ἀνδρῶν ἱεραὶ διδάσκουσι φωναί· οὗτος ὁ κοινὸς ἁπάντων φυτουργός, δι᾽ ὃν ἡ τῶν ὅλων οὐσία φύει καὶ θάλλει, ὀμβρήμασι τοῖς ἐξ αὐτοῦ διὰ παντὸς ἀρδομένη, νεαράν τε εἰς ἀεὶ τὴν ἀκμὴν καὶ τὴν ὥραν περικαλλῆ τοῦ παντὸς παρεχομένη. ὁ δὲ τῶν ἡνίων ἐπειλημμένος εὐθείᾳ περαίνει, πατρικῷ νεύματι τὸ μέγα τοῦ σύμπαντος κόσμου πηδαλιουχῶν σκάφος. τοιοῦτον καλλιτέχνην υἱὸν μονογενῆ ὁ τῶν ὅλων ἐπέκεινα θεός, οἷα πατὴρ 〈ἀγαθὸς〉 ἀγαθὸν ἀπογεννήσας καρπόν, τῷδε τῷ κόσμῳ μέγιστον ἀγαθὸν ἐδωρήσατο, ἅτε ψυχὴν ἀψύχῳ σώματι, τῇ τῶν σωμάτων ἀλόγῳ φύσει τὸν αὐτοῦ λόγον ἐμβαλών, καὶ τὴν ἄμορφον καὶ ἀνείδεον ἄψυχόν τε καὶ ἀσχημάτιστον οὐσίαν θείᾳ δυνάμει λόγου φωτίσας τε καὶ ψυχώσας.

ὃν δὴ ἡμῖν καὶ γνωριστέον τε καὶ σεπτέον, ἐν ὕλῃ μὲν καὶ σωμάτων στοιχείοις διὰ παντὸς ἐπιχωριάζοντα καὶ τὰ πάντα ζωογονοῦντα, τὸν αὐτὸν δὲ φῶς καὶ γέννημα νοερὸν φωτὸς ἀλέκτου, καὶ ἕνα μὲν τὴν οὐσίαν, ὡς ἂν ἐξ ἑνὸς ὄντα πατρός, πολλὰς δὲ τὰς ἐν αὐτῷ κεκτημένον δυνάμεις. οὐ γὰρ ἐπειδὴ πολλὰ μέρη κόσμου, διὰ τοῦτο καὶ πολλὰς δυνάμεις ἡγητέον, οὐδ᾽ ἐπεὶ πολλὰ τὰ πεποιημένα, ταύτῃ καὶ θεοὺς ὑφίστασθαι προσήκει πλείους. δεινὴν δὲ οἷα νήπιοι τὰς ψυχὰς πολυθέων ἀνδρῶν παῖδες πλάνην ἐπλανήθησαν τὰ μέρη τοῦ παντὸς θεοποιήσαντες καὶ τὸν ἕνα κόσμον εἰς πολλὰ διελόντες, ὡς εἰ καὶ ἀνθρώπου συνεστῶτος ἑνὸς ἀπολαβών τις ἰδίως ὀφθαλμούς, ἄνθρωπον εἶναι λέγοι τούτους, καὶ ὦτα πάλιν ἄλλον ἄνθρωπον καὶ κεφαλὴν ὁμοίως, αὐχένα τε καὶ στέρνα καὶ ὤμους πόδας τε καὶ χεῖρας καὶ τὰ λοιπὰ κατακερματίσας μέλη, τάς τε τῶν αἰσθητηρίων δυνάμεις καταδιελὼν τῷ λόγῳ παμπόλλους λέγοι εἶναι ἀνθρώπους τὸν ἕνα, πλεῖον οὐδὲν ἢ μωρίας γέλωτα παρὰ τοῖς ἔμφροσιν ὀφλισκάνων. τοιοῦτος ἂν εἴη καὶ ὁ μυρίους ἑαυτῷ θεοὺς ἐξ ἑνὸς κόσμου τῶν μερῶν ὑφιστάμενος, ἢ καὶ αὐτὸν εἶναι θεὸν τὸν γεν〈ν〉ητὸν τουτονὶ κόσμον πολλῶν ἐκ μερῶν ὑφεστῶτα νομίζων καὶ οὐκ εἰδὼς ὅτι θεία φύσις οὐκ ἄν ποτε ἐκ μερῶν συσταίη· εἰ δὲ σύνθετος γένοιτο, καὶ ἑτέρου δέοιτο ἂν τοῦ συνθήσοντος αὐτήν· οὐδ᾽ αὖ πολυμερὴς οὖσα ὑπάρχοι ἂν θεία· πῶς γάρ;

ἐξ ἀνομοίων διαφορῶν, χειρόνων τε καὶ ἀμεινόνων ὑφεστῶσα. ἁπλῆ δὲ καὶ ἀμερὴς καὶ ἀσύνθετος οὖσα, πάσης ἐπέκεινα τυγχάνει τῆς ὁρωμένης τοῦ κόσμου διατάξεως. διὸ δὴ τῆς ἀληθείας ὁ κήρυξ ὧδέ πη λέγων διαρρήδην κέκραγεν· θεοῦ μὲν λόγος ὁ πρὸ πάντων μόνος ἂν εἴη λογικῶν πάντων σωτήρ, θεὸς δὲ ὁ ἐπέκεινα, λόγου γενεσιάρχης, μόνος ἁπάντων αἴτιος ὤν, αὐτοῦ μὲν οἷα μονογενοῦς κυρίως ἂν λεχθείη τοῦ λόγου πατήρ, αὐτὸς δ᾽ ἀνώτερον αἴτιον οὐκ ἐπιγράψεται· διὸ δὴ καὶ μόνος θεὸς αὐτός, μονογενὴς δ᾽ ἐξ αὐτοῦ πρόεισιν ὁ τῶν ὅλων σωτήρ, θεοῦ λόγος εἷς, ὁ διὰ πάντων. ὁ μὲν οὖν αἰσθητὸς κόσμος, οἷά τις πολύχορδος λύρα ἐξ ἀνομοίων συνεστῶσα χορδῶν, ὀξειῶν τε καὶ βαρειῶν, τῶν τε ἀνειμένων καὶ ἐπιτεταμένων καὶ μέσων, εὖ δ᾽ ἡρμοσμένων ἁπασῶν τέχνῃ τῇ μουσικῇ, κατὰ ταῦτα δὴ καὶ ὅδε πολυμερὴς ὢν καὶ πολυσύνθετος ψυχρᾶς ὁμοῦ καὶ τῆς ἐναντίας ταύτης θερμῆς, ὑγρᾶς τε καὶ αὖ πάλιν τῆς ἐναντίας ταύτης ξηρᾶς οὐσίας, εἰς μίαν συνελθὼν ἁρμονίαν ὄργανον ἂν εἴη μέγα, μεγάλου θεοῦ δημιούργημα, λόγος δ᾽ ὁ θεῖος, οὐκέτ᾽ ἐκ μερῶν συνεστὼς οὐδ᾽ ἐξ ἐναντίων συγκείμενος, ἀμερὴς αὐτὸς ὢν καὶ ἀσύνθετος εὖ καὶ σοφῶς τὸ πᾶν ἀνακρούεται, τῷ αὐτοῦ πατρὶ καὶ βασιλεῖ τῶν ὅλων τὴν ὀφειλομένην καὶ αὐτῷ πρέπουσαν ἀποδιδοὺς μελῳδίαν.

ὡς 〈δ᾽〉 ὑφ᾽ ἑνὶ σώματι μέλη μὲν καὶ μέρη σπλάγχνα τε καὶ ἔγκατα συνῆκται μυρία, ψυχὴ δ᾽ ἀφανὴς ἥπλωται δι᾽ ὅλων μία καὶ νοῦς ἀμερὴς καὶ ἀσώματος εἷς, οὕτω δὴ καὶ ἐπὶ τοῦδε, ἐκ μὲν πολλῶν μερῶν κόσμος συνέστηκεν εἷς, λόγος δὲ ὡσαύτως θεοῦ πολυδύναμος καὶ παντοδύναμος εἷς διὰ πάντων ἥκων καὶ τοῖς πᾶσιν ἀφανῶς ἐφηπλωμένος πάντων ἂν εἴη τῶν ἐν αὐτοῖς αἴτιος. οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὡς οὐρανὸς εἷς μυρίας περιλαμβάνει ἀμφὶ τοῦτον χορείας ἄστρων περιπολούσας; πάλιν εἷς ἥλιος, ἀλλ᾽ οὐ πλείους, τὰς ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει μαρμαρυγάς· οὕτω δῆτα ἑνὸς ὄντος πατρός, καὶ τὸν τούτου λόγον ἕνα χρὴ ἀγαθὸν ἀγαθοῦ πατρὸς εἶναι. εἰ δ᾽ ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελήνας καὶ κόσμους καὶ μυρία ἄλλα αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὖ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντα.

ἀλλ᾽ ὡς ἐν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δὴ καὶ ἐν νοητοῖς ἀφανῶς ἡμῖν καὶ ἀοράτως εἷς ὁ τοῦ θεοῦ λόγος παντοδύναμος τὰ σύμπαντα καταυγάζει· ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ᾽ ἂν δημιουργός, εἰ καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο, καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ᾽ ἄν ποτε μυρίων ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει καὶ λόγους γραμματικῆς καὶ ῥητορικῆς παραδώσει καὶ ἰατρικῆς, ἔν τε μαθήμασι καὶ τοῖς κατὰ χεῖρα προστήσεται, καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν τὰς ἐν ἀνθρώπῳ οὐσίας διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν.

εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθείη ζώου μορφήν, ἄλλῳ μὲν σχήματι κεφαλήν, χεῖρας δὲ καὶ πόδας ἑτέρῳ, καὶ ὀφθαλμοὺς πάλιν ἄλλῳ καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυπωσάμενος τέχνῃ τῇ πλαστικῇ· ἀλλ᾽ οὐκ, ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ᾽ ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἀλλ᾽ ἕνα μόνον τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν τὸν ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον· οὕτω δὴ καὶ ἐπὶ τοῦδε τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, οὐ πολλὰς χρὴ ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, οὐδὲ πολλοὺς ὀνομάζειν θεούς, μίαν δὲ θεολογεῖν τὴν πάνσοφον καὶ παναρμόνιον τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ διὰ πάντων ἥκουσαν καὶ διὰ παντὸς τοῦ κόσμου χωροῦσαν καὶ τὰ πάντα ὑφισταμένην τε καὶ ζωοῦσαν, καθόλου τε τοῖς πᾶσι καὶ τοῖς κατὰ μέρος σώμασί τε καὶ στοιχείοις ποικίλην τὴν ἐξ αὐτῆς χορηγίαν ποιουμένην.

οὕτως καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμούς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, [καὶ] αὔξει φυτά, χρόνον ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναργῆ τῷ παντὶ συνίστησιν, ταῦτά τε πάντα μιᾷ ῥοπῇ φύσεως συντελεῖ, καὶ πυρὸς φύσις ὡσαύτως χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει, καὶ κηρὸν μὲν λύει, πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει, μιᾷ τῇ καυστικῇ δυνάμει τοσαῦτα κατεργαζομένη.

ταύτῃ τοι καὶ ὁ παμβασιλεὺς τοῦ θεοῦ λόγος, ὁ διὰ πάντων ἥκων, ἐν πᾶσί τε ὢν καὶ πάντα ἐπιπορευόμενος, οὐράνιά τε καὶ ἐπίγεια, τὰ ἀφανῆ καὶ τὰ ὁρώμενα διακυβερνῶν, ἥλιόν [τε] αὐτὸν οὐρανόν τε καὶ τὸν σύμπαντα κόσμον ἀρρήτοις δυνάμεσιν ἡνιοχεῖ, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων χωρῶν, ἔτι αὐτῷ μὲν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας πηγῆς ἀέναον φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δ᾽ ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀγγέλων καὶ πνευμάτων νοερῶν τε καὶ λογικῶν οὐσιῶν ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς καλοῦ τε καὶ ἀγαθοῦ παντὸς ἐκ τῶν παρ᾽ αὐτῷ θησαυρῶν ἐμπίπλησιν, μιᾷ δὲ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ καὶ στοιχείοις οὐσίας οὔποτε διαλιμπάνει παρέχων καὶ τοῖς σώμασι μίξεις καὶ κράσεις καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα, ποιότητάς τε μυρίας ἔν τε ζώοις καὶ φυτοῖς καὶ ψυχαῖς λογικαῖς τε καὶ ἀλόγοις ἄλλοτε ἄλλως καταποικίλλων καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, διαρρήδην τε ἐπιδεικνὺς οὐχ ἑπτάχορδον οὔτε πολύχορδον λύραν, ἕνα δὲ κόσμον πολυαρμόνιον ἑνὸς λόγου κοσμοποιοῦ ἔργον.