Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον τοῦ Κωνσταντίνου

Εὐσέβιος Καισαρείας

Το ευσεβές έργο του βασιλέως και η οικουμενική διάδοση της πίστεως

Η καθιέρωση της προσευχής στα στρατεύματα, ο σεβασμός της Κυριακής, η ανοικοδόμηση ναών στην αυτοκρατορία και η μέριμνα του ηγεμόνα για την πνευματική πρόοδο του λαού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 8

οὕτω δὴ βασιλεὺς αὐτός, ὢ τῆς παραδόξου ἀκοῆς, λόγων εὐκτηρίων διδάσκαλος τῷ αὐτοῦ στρατῷ καθίστατο, εὐχάς τε εὐσεβεῖς θεσμοῖς ἀκολούθως παρεδίδου θείοις, ἄνω μὲν αἴροντας εἰς οὐρανὸν μετεώρους τὰς χεῖρας, ἀνωτάτω δ᾽ ἐπὶ τὸν ἐπουράνιον βασιλέα τοὺς τῆς διανοίας παραπέμποντας ὀφθαλμούς, κἀκεῖνον ταῖς εὐχαῖς νίκης δοτῆρα σωτῆρα φύλακά τε καὶ βοηθὸν ἐπιβοωμένους· ναὶ μὴν καὶ ἡμέραν εὐχῶν ἡγεῖσθαι κατάλληλον τὴν κυρίαν ἀληθῶς καὶ πρώτην ὄντως κυριακήν τε καὶ σωτήριον, τὴν δὴ καὶ φωτὸς καὶ ζωῆς, ἀθανασίας τε καὶ ἀγαθοῦ παντὸς ἐπώνυμον. αὐτός τε αὐτοῦ διδάσκαλος ἀγαθῶν ὑποστάς, ἐν αὐτοῖς βασιλικοῖς ταμείοις τὸν αὐτοῦ σωτῆρα γεραίρων, ὧδε μὲν εὐχαῖς θεσμοὺς ἐξετέλει θείους, ὧδε δὲ λόγων ἱερῶν ἀκοαῖς τὸν νοῦν ἐξεπαιδεύετο, διάκονοι δ᾽ αὐτῷ καὶ ὑπηρέται θεῷ καθιερωμένοι, βίου τε σεμνότητι καὶ ἀρετῇ κεκοσμημένοι ἄνδρες, φύλακες τοῦ παντὸς οἴκου καθίσταντο, καὶ δορυφόροι δὲ πιστοί, σωματοφύλακες τρόποις εὐνοίας ἀγαθῆς καθωπλισμένοι, βασιλέα διδάσκαλον θεοσεβοῦς ἐπεγράφοντο βίου.

ὁ δὲ βασιλεὺς τὸ νικοποιὸν ἐτίμα σημεῖον, ἔργῳ τὴν πεῖραν τῆς ἐν αὐτῷ θεότητος μαθών· καὶ γὰρ δὴ τούτῳ πλήθη πολεμίου στρατιᾶς ὑπεχώρει, τούτῳ θεομάχων μεγαλαυχίαι καθῃροῦντο, τούτῳ δυσφήμων καὶ δυσσεβῶν γλῶτται κατεσιγάζοντο, τούτῳ βάρβαρα φῦλα καθυπετάττετο, τούτῳ δυνάμεις ἀφανῶν δαιμόνων ἠλαύνοντο, τούτῳ παιδιαὶ δεισιδαίμονος ἀπάτης ἠλέγχοντο, τούτῳ τὸ πάντων ἀγαθῶν τέλος οἷόν τι χρέος βασιλεὺς ἀποδιδοὺς ἁπανταχοῦ γῆς στήλας ἐπινικίους ἱδρύετο, πλουσίᾳ καὶ βασιλικῇ χειρὶ νεὼς καὶ τεμένη ἱερά τε προσευκτήρια συνίστασθαι τοῖς πᾶσι διακελευόμενος. ὑψοῦτο δὲ παραχρῆμα μέσαις αὐταῖς ἐπαρχίαις τε καὶ πόλεσι βασιλικῆς μεγαλονοίας μεγαλουργήματα, ἐν ὀλίγῳ τε ταῦτα κατὰ πᾶν ἔθνος διέλαμπεν, ἀθέου τυραννίδος τὸν ἔλεγχον ἐφελκόμενα· οἱ μὲν γὰρ ψυχῆς ἀπονοίᾳ πρὸ μικροῦ θεομαχεῖν ὡρμημένοι κυνῶν δίκην λυττῶντες κατὰ τῶν ἀψύχων οἰκοδομημάτων, ὅτι μὴ κατ᾽ αὐτοῦ θεοῦ δυνατὸν ἦν αὐτοῖς, τοὺς θυμοὺς ἠφίεσαν, εἶτ᾽ ἐξ ὕψους εἰς ἔδαφος καταρρίπτοντες ἐξ αὐτῶν τε βάθρων ἀνασκάπτοντες τὰ προσευκτήρια ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν. καὶ τοῦτ᾽ ἦν αὐτοῖς τῶν κακῶν τὸ δρᾶμα, δι᾽ οὗ τὸ θεῖον ὥσπερ ἀμυνόμενοι τῆς φρενοβλαβείας αὐτίκα τὴν πεῖραν ἐλάμβανον.

οὔπω δ᾽ οὖν αὐτοῖς βραχὺς διῄει χρόνος, καὶ μιᾷ ῥιπῇ θεηλάτου καταιγίδος ἀφανεῖς ἐποίει, ὡς μὴ γένος, μὴ σπέρμα, μηδέ τι λείψανον τῆς αὐτῶν μνήμης ἐν ἀνθρώποις ἀπολειφθῆναι ἄρδην δ᾽ ἐν βραχεῖ τοὺς πάντας καίπερ εἰς πλῆθος ἀφωρισμένους θεηλάτοις μάστιξι τιμωρουμένους ἀποσβῆναι. ἀλλ᾽ οἵδε μὲν θεομάχου λύττης τοιοῦτον εὕραντο τέλος, ὁ δὲ τὸ σωτήριον τρόπαιον προβεβλημένος μόνος αὐτός, οὐ μὴν μόνος συνόντος δὲ καὶ συμπράττοντος αὐτῷ τοῦ μόνου, τῶν μικρῷ πρόσθεν ἑαλωκότων τὰ νέα πολὺ κρείττονα τὰ δεύτερα μακρῷ τῶν πρώτων ἀπέφαινε τιμιώτερα, ὧδε μὲν τὴν ἐπώνυμον αὐτῷ πόλιν διαφόροις ἐκκλησίαις θεοῦ φαιδρύνων, ὧδε δὲ τὴν Βιθυνῶν ἄρχουσαν μεγίστῃ τιμῶν καὶ περικαλλεστάτῃ, καὶ τῶν δὲ λοιπῶν ἐθνῶν τὰς μάλιστα κρατιστευούσας τοῖς ὁμοίοις ἐκόσμει.

πάντων δ᾽ ἐξαίρετα δύο τμήματα τῆς ἑῴας ἀπολαβών, τὸ μὲν ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ὡς ἂν ἐνθένδε τοῦ ζωοποιοῦ νάματος πηγῆς δίκην ἀνομβρήσαντος εἰς πάντας, τὸ δ᾽ ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως ἣ τὴν ἐπώνυμον Ἀντιόχου κοσμεῖ προσηγορίαν, τῇδε μὲν ὥσπερ ἐν κεφαλῇ τῶν τῇδε ἐθνῶν ἁπάντων θεῖόν τι καὶ μονογενὲς χρῆμα μεγέθους ἕνεκα καὶ καλλονῆς ἀφιέρου· μακροῖς ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαμβάνων, εἴσω δὲ τὸ ἀνάκτορον εἰς ἀμήχανον ἐπαίρων ὕψος, ἐν ὀκταέδρου μὲν σχήματι κατεποίκιλλεν, οἴκοις δὲ τοῦτο πλείοσιν ἐξέδραις τε ἐν κύκλῳ περιστοιχισάμενος, παντοίοις ἐστεφάνου κάλλεσιν. τάδε μὲν οὖν ὧδε συνετελεῖτο, τὰ δ᾽ ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους τῆς Ἑβραίων βασιλικῆς ἑστίας ἐν μέσῳ κατ᾽ αὐτὸ δὴ τὸ σωτήριον μαρτύριον οἶκον εὐκτήριον παμμεγέθη νεών τε ἅγιον τῷ σωτηρίῳ σημείῳ πλουσίαις καὶ δαψιλέσι κατεκόσμει φιλοτιμίαις, μνῆμά τε μνήμης αἰωνίου γέμον αὐτά τε τοῦ μεγάλου σωτῆρος τὰ κατὰ τοῦ θανάτου τρόπαια λόγου παντὸς κρείττοσιν ἐτίμα καλλωπίσμασιν. τρεῖς δ᾽ ἀπολαβὼν ἐν τῇδε χώρας τρισὶν ἄντροις μυστικοῖς τετιμημένας, πλουσίαις ταύτας οἰκοδομαῖς ἐκόσμει, τῷ μὲν 〈τῆς〉 πρώτης θεοφανείας ἄντρῳ τὰ τῆς καταλλήλου νέμων τιμῆς, τῷ δὲ τῆς ὑστάτης ἀναλήψεως τὴν ἐπὶ τῆς ἀκρωρείας μνήμην σεμνύνων, τῷ δὲ μέσῳ τοῦ παντὸς ἀγῶνος τὰς σωτηρίους ἀνυψῶν νίκας.

ταῦτα δὴ πάντα βασιλεὺς ἐκόσμει τὸ σωτήριον εἰς ἅπαντας ἀνακηρύττων σημεῖον· τὸ δὲ τῆς εὐσεβείας αὐτῷ τὰ ἀμοιβαῖα δωρούμενον οἶκον ἅπαντα καὶ γένος αὔξει, θρόνον τε βασιλείας μακραῖς ἐτῶν περίοδοις κρατύνει, παισὶν ἀγαθοῖς καὶ αὐτοῦ γένει διαδοχαῖς τε τούτων τοὺς τῆς ἀρετῆς καρποὺς ταμιευόμενον. καὶ δὴ τοῦτ᾽ ἦν τὸ μέγιστον τῆς τοῦ τιμωμένου δυνάμεως δεῖγμα, ὅτι δὴ δικαιοσύνης ἐξ ἴσου νέμων τὰ τάλαντα τὴν κατ᾽ ἀξίαν ἀμοιβὴν ἑκατέρῳ τάγματι προσῆγεν. διὸ τοῖς μὲν τοὺς εὐκτηρίους οἴκους πολιορκήσασι παρὰ πόδας εἵπετο τἀπίχειρα τῆς δυσσεβείας, ἄρριζοί τε καὶ ἄοικοι ἀνέστιοί τε καὶ ἀφανεῖς καθίσταντο παραχρῆμα· ὁ δὲ τὸν αὐτοῦ δεσπότην παντοίοις τρόποις εὐσεβείας τιμῶν, καὶ τοτὲ μὲν οἴκους αὐτῷ βασιλικοὺς ἀνυψῶν, τοτὲ δὲ τοῖς ἁπανταχοῦ γῆς ἀφιερώμασι τοῖς ἀρχομένοις ἀναφαίνων, εἰκότως αὐτὸν οἴκου, βασιλείας καὶ γένους σωτῆρα καὶ φρουρὸν εὕρατο. ὧδε θεοῦ κατεφαίνοντο πράξεις δι᾽ ἐνθέου ἀρετῆς τοῦ σωτηρίου σημείου, οὗ δὴ πέρι μακρὸς ἂν εἴη λόγος μύσταις θεολόγων ἀνδρῶν παραδεδομένος· καὶ γὰρ ἦν τουτὶ σωτήριον ἀληθῶς, θαῦμα μὲν εἰπεῖν πολὺ δὲ θαυμάσιον ἐννοῆσαι, ὡς πάντα μὲν τὰ ἐξ αἰῶνος περὶ θεῶν ἐψευσμένα μόνον ἐπὶ γῆς ἐκάλυψεν ὀφθὲν καὶ σκότῳ μὲν καὶ λήθῃ παραδέδωκεν τὴν πλάνην, φῶς δὲ νοερὸν ψυχαῖς ἀνθρώπων ἐκλάμψαν τὸν μόνον ἀληθῆ τοῖς πᾶσιν ἀνεκάλυψε θεόν.

διὸ δὴ πᾶς ἐπὶ τὸ κρεῖττον μεταβαλὼν νεκρῶν μὲν εἰδώλων καταπτύει προσώποις, πατεῖ δ᾽ ἄθεσμα δαιμόνων θέσμια, καὶ παλαιᾶς ἀπάτης πατροπαραδότου καταγελᾶ. λόγων δ᾽ ἱερῶν ἁπανταχοῦ διατριβὰς ἄνθρωποι συστησάμενοι [ᾧ] σωτηρίοις μαθήμασιν ἐκπαιδεύονται, ὡς δὴ μηκέτι τὴν ὁρωμένην σαρκὸς ὀφθαλμοῖς ἐπτοῆσθαι κτίσιν μηδ᾽ ἄνω βλέποντας ἥλιον καὶ σελήνην καὶ ἀστέρας μέχρι τούτων ἱστάναι τὸ θαῦμα, τὸν δὲ τούτων ἐπέκεινα, τὸν ἀφανῆ καὶ ἀόρατον κτίστην τῶν ὅλων ὁμολογεῖν, μόνον αὐτὸν σέβειν δεδιδαγμένους. τοσούτων δῆτα παραίτιον ἀγαθῶν ἀνθρώποις τὸ μέγα τουτὶ καὶ παράδοξον ἀναπέφανται σημεῖον, δι᾽ οὗ τὰ μὲν οὐκ〈έτ᾽〉 ἔστιν ὅσα φαῦλα, τὰ δὲ πρὶν οὐκ ὄντα νῦν παρὰ τοῖς πᾶσιν ἀκτῖσιν εὐσεβείας ἐκλάμπει. λόγοι δ᾽ οὖν καὶ μαθήματα καὶ προτροπαὶ σώφρονος καὶ θεοσεβοῦς βίου εἰς ἐξάκουστον πᾶσιν ἔθνεσι κηρύττονται, κηρύττει τε βασιλεὺς αὐτός· τὸ δὲ μέγιστον θαῦμα ὅτι δὴ τοσοῦτος βασιλεὺς μεγίστῃ φωνῇ τῷ παντὶ κόσμῳ οἷά τις ὑποφήτης τοῦ παμβασιλέως θεοῦ κέκραγεν, πάντας ὁμοῦ τοὺς ὑπ᾽ αὐτῷ ποιμαινομένους ἐπὶ τὴν τοῦ ὄντος γνῶσιν ἀνακαλούμενος.

καὶ δὴ μέσοις βασιλείων οἴκοις οὐκ ἔθ᾽ ὡς τὸ πρὶν ἀνδρῶν ἀθέων φλήναφοι, ἱερεῖς δὲ καὶ θιασῶται θεοῦ βασιλικῆς ὕμνοις εὐσεβείας σεμνυνόμενοι πανηγυρίζουσιν, θεός τε εἷς αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς εἰς ἅπαντας καταγγέλλεται, ἀγαθῶν τε λόγος εὐαγγελικὸς τῷ τοῦ παντὸς βασιλεῖ τὸ τῶν ἀνθρώπων συνάπτει γένος, ἵλεων καὶ φίλον τὸν ἐπουράνιον πατέρα τοῖς κατὰ γῆν υἱοῖς εὐαγγελιζόμενος, χοροί τε παντοῖοι ᾠδαῖς ἐπινικίοις γεραίρουσι, καὶ πᾶν τὸ θνητὸν συνηχεῖ γένος τοῖς κατ᾽ οὐρανὸν ἀγγελικοῖς θιάσοις, ψυχαί τε λογικαὶ δι᾽ ὧν περιβέβληνται σωμάτων ὥσπερ διὰ μουσικῶν ὀργάνων τοὺς πρέποντας ὕμνους αὐτῷ καὶ τὰς ὀφειλομένας ἀναπέμπουσι θεολογίας· ὁμοῦ τε τοῖς κατ᾽ ἀνατολὰς οἰκοῦσιν οἱ τὰ πρὸς δυσμὰς λαχόντες ὑπὸ μίαν καιροῦ ῥοπὴν τοῖς αὐτοῦ μαθήμασιν ἐκπαιδεύονται, τοῖς τε κατὰ μεσημβρίαν οἱ τὴν ἀρκτῴαν διειληφότες λῆξιν σύμφωνα κελαδοῦσι μέλη, τοῖς αὐτοῖς τρόποις τε καὶ λόγοις τὸν θεοσεβῆ μεταδιώκοντες βίον, καὶ ἕνα μὲν τὸν ἐπὶ πάντων θεὸν ἀνευφημοῦντες, ἕνα δὲ τὸν μονογενῆ σωτῆρα πάντων αἴτιον ἀγαθῶν ἐπιγραφόμενοι, ἕνα δὲ καὶ τὸν ἐπὶ γῆς διορθωτὴν βασιλέα παῖδάς τε τούτου θεοφιλεῖς γνωρίζοντες.

ὁ δ᾽ οἷα σοφὸς κυβερνήτης ὑψίζυγος ὑπὲρ πηδαλίων ὀχούμενος εὐθείᾳ περαίνων οἰακίζει, οὐρίῳ πνεύματι τοὺς ὑπ᾽ αὐτῷ πάντας ἐπὶ τὸν ἀσφαλῆ καὶ γαληνὸν ναυστολῶν ὅρμον, θεὸς δὲ αὐτὸς ὁ μέγας βασιλεὺς ἄνωθεν αὐτῷ δεξιὰν χεῖρα προτείνων τέως μὲν ἁπάντων ἐχθρῶν καὶ πολεμίων νικητὴν αὐτὸν καθίστησιν, μακραῖς ἐτῶν περιόδοις τὸ τῆς βασιλείας ἐπαύξων κράτος, μέλλει δὲ καὶ κρειττόνων ἀποφαίνειν κοινωνὸν ἀγαθῶν, ἔργοις εἰς αὐτὸν τὰς οἰκείας πιστούμενος ἐπαγγελίας, ἃς οὐκέθ᾽ ὁ παρὼν καιρὸς [οἷός τε] ἐπιτρέπει λέγειν, μένειν δὲ χρὴ τὴν ἐκεῖσε πορείαν, ὅτι δὴ θνητοῖς ὄμμασι καὶ σαρκὸς ἀκοαῖς οὐκ ἔχει φύσιν τὰ θεῖα καταλαμβάνεσθαι.