Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εἰς τὸν βίον τοῦ Κωνσταντίνου

Εὐσέβιος Καισαρείας

Ο πνευματικός πόλεμος, οι διωγμοί και η συντριβή της ειδωλολατρίας

Η αναφορά στην υποδούλωση των ανθρώπων στους δαίμονες, η καρτερία των μαρτύρων, και η οριστική νίκη του Κωνσταντίνου διά του σωτηρίου σημείου του σταυρού κατά των θεομάχων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 8

θνητῶν δ᾽ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἀκοή τις διέγνω, ἀλλ᾽ οὐδὲ νοῦς σάρκα ἠμφιεσμένος οἷός τε ἂν εἴη διαθρῆσαι ἃ τοῖς εὐσεβείᾳ διακοσμησαμένοις προητοίμασται, ὥσπερ οὖν καὶ σοί, βασιλεῦ θεοσεβέστατε, ᾧ μόνῳ τῶν ἐξ αἰῶνος ἐντεῦθεν ἤδη τὸν ἀνθρώπειον ἀποκαθᾶραι βίον αὐτὸς ὁ τῶν ὅλων παμβασιλεὺς θεὸς ἐδωρήσατο, ᾧ καὶ τὸ αὐτοῦ σωτήριον ἀνέδειξε σημεῖον, δι᾽ οὗ τὸν θάνατον καταγωνισάμενος τὸν κατὰ τῶν ἐχθρῶν ἤγειρε θρίαμβον· ὃ δὴ νικητικὸν τρόπαιον, δαιμόνων ἀποτρόπαιον, τοῖς τῆς πλάνης ἰνδάλμασιν ἀντιπαρατάξας τὰς κατὰ πάντων ἀθέων πολεμίων τε καὶ βαρβάρων ἤδη δὲ καὶ αὐτῶν δαιμόνων, ἄλλων τουτωνὶ βαρβάρων, ἤρατο νίκας.

Δυεῖν γάρ τοι φύσεων ἐν ἡμῖν συμπεπλεγμένων, ψυχῆς λέγω καὶ σώματος, καὶ τοῦ μὲν ὁρωμένου τοῖς πᾶσι τοῦ δ᾽ ἀφανοῦς καθεστῶτος, δύο τούτοις ἐναντία βάρβαρα καὶ πολέμια γένη, τὸ μὲν ἀφανῶς τὸ δ᾽ ἐκ τοῦ προφανοῦς παρετάττετο. καὶ τὸ μὲν σώματα σώμασι προβεβλημένον, τὸ δ᾽ ἀσωμάτοις παντευχίαις γυμνὴν αὐτὴν ἐπολιόρκει τὴν ἀνθρώπου ψυχήν. εἶθ᾽ οἱ μὲν ὁρατοὶ βάρβαροι, νομάδες τινὲς ἄγριοι θηρῶν οὐδὲν διαφέροντες, ἐπὶ τὰς ἡμέρους τῶν ἀνθρώπων ἐφοίτων ἀγέλας, χώρας δῃοῦντες, πόλεις ἐξανδραποδιζόμενοι, λύκων ἀπηνῶν δίκην ἐκ τῆς ἐρήμης τοῖς κατὰ πόλιν ἐπιόντες, κἄπειτα λυμαινόμενοι ὅσοις ἂν δύναιντο. οἱ δ᾽ ἀφανεῖς ἐχθροί, ψυχοφθόροι δαίμονες, οἱ δὴ βαρβάρων ἁπάντων ἀπηνέστεροι, ἀμφὶ τὸν ἀέρα τόνδε ποτώμενοι πᾶν τὸ θνητὸν γένος μηχαναῖς πολυθέου κακίας ἐξηνδραποδίζοντο, ὡς μηκέτ᾽ αὐτοῖς εἶναι θεὸν τὸν ἀληθῆ θεὸν ἀλλά τινα πολὺν καὶ ἄθεον πλάνον· τοὺς γὰρ μηδαμῆ μηδαμῶς ὄντας οὐκ οἶδ᾽ ὁπόθεν παραγαγόντες, τὸν ὄντα καὶ μόνον ἀληθῶς ὄντα ὡς οὐκ ὄντα πάρεργον ἐποιήσαντο. ἔνθεν αὐτοῖς ἡ τῶν σωμάτων γένεσις ἐνομίσθη θεός, καὶ πάλιν ἄλλος ἐναντίος τούτῳ θεός, ἡ τῶν αὐτῶν διαφθορά τε καὶ λύσις. ἀλλ᾽ ὁ μὲν πρῶτος αὐτοῖς ὡς ἂν γενέσεως ἀρχηγὸς Ἀφροδίτης ὀργίοις ἐτιμᾶτο, ὁ δὲ δεύτερος ὡς ἂν πολὺς καὶ τοῦ θνητοῦ κατισχύων γένους Πλούτων καὶ Θάνατος ὠνομάζετο.

ὡς γὰρ μὴ ἑτέραν ἢ τὴν διὰ γενέσεως ζωὴν εἰδότες οἱ τότ᾽ ἄνθρωποι τὴν ταύτης αἰτίαν [γένεσιν] θεὸν εἶναι ἀπέφαινον· καὶ ὡς μηκέτ᾽ ὄντες μετὰ θάνατον νικητὴν ἁπάντων καὶ μέγαν θεὸν τὸν Θάνατον ἀνηγόρευον· εἶθ᾽ ὡς εὐθύναις οὐδαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανάτου λύσιν τὰ μυρίων θανάτων ἄξια δρῶντες διῆγον, βίον τε ἔζων ἀβίωτον, οὐ θεὸν ἐν νῷ λαμβάνοντες, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐ τῆς σφῶν κατὰ ψυχὴν οὐσίας τὴν μνήμην ἀναζωπυροῦντες, ἑνὶ δὲ δεινῷ προστάτῃ τῷ Θανάτῳ χρώμενοι, καὶ τὴν ἐκ τούτου τῶν σωμάτων φθορὰν λύσιν τοῦ παντὸς ἑαυτοὺς εἶναι πείσαντες, μέγαν θεὸν καὶ πλούσιον, παρὸ καὶ Πλούτωνα, τὸν Θάνατον ἀνηγόρευον. καὶ Θάνατος ἦν αὐτοῖς θεὸς οὐ μόνος, ἀλλὰ καὶ τὰ πρὸ τούτου τίμια, τὰ δὴ πρὸς ἡδυπαθῆ ζωὴν αὐτοῖς συμβαλλόμενα. θεὸς γοῦν αὐτοῖς ἦν ἡ τῶν σαρκῶν ἡδονή, θεὸς ἡ τροφή, θεὸς ἡ τούτων βλάστη, θεὸς ἡ τῶν ἀκροδρύων φυή, θεὸς ἡ διὰ μέθης τρυφή, θεὸς ὁ τῶν σωμάτων πόθος, θεὸς ἡ τούτων ἡδονή. ἔνθεν τὰ Δήμητρος καὶ Φερεφάττης μυστήρια καὶ Κόρης ἁρπαγὴ ὑπὸ Ἀϊδωνέως καὶ πάλιν ἡ ταύτης ἀνάδοσις. ἔνθεν Διονύσου τελεταὶ καὶ νικώμενος Ἡρακλῆς ὡς ὑπὸ κρείττονος θεοῦ τῆς μέθης, ἔνθεν Ἔρωτος καὶ Ἀφροδίτης ὄργια μοιχικά. ἔνθεν Ζεὺς αὐτὸς γυναικομανῶν καὶ Γανυμήδους ἐρῶν, φιληδόνων τε θεῶν καὶ φιλοπαθῶν ἀσελγῆ μύθων ἀναπλάσματα.

τοσούτοις δῆτα βέλεσι θεομάχου πλάνης οἱ δεινοὶ βάρβαροι καὶ τῷ βασιλεῖ τῶν ὅλων ἐχθροὶ τοὺς ἐπὶ γῆς κατεπόνουν, καὶ εἷλόν γε τὸ πᾶν γένος ὑποχείριον, ὡς ἁπανταχοῦ γῆς ἀθεότητος ἀνεγεῖραι στήλας νεώς τε καὶ ἱερὰ ψευδωνύμου θεολογίας καθ᾽ ἑκάστην γωνίαν συνίστασθαι. οἱ γοῦν τότε κρατεῖν νομιζόμενοι τοσοῦτον καταδεδούλωντο τῇ πλάνῃ, ὡς ὁμοφύλων καὶ συγγενῶν φόνους τοῖς αὐτῶν καλλιερεῖν θεοῖς καὶ τὰ ξίφη θήγειν κατὰ τῶν προμάχων τῆς ἀληθείας, πόλεμόν τε ἄσπονδον καὶ ἀθέους αἴρεσθαι χεῖρας, οὐ κατ᾽ ἐχθρῶν ἀλλοφύλων καὶ ἀπεξενωμένων, κατὰ δὲ τῶν συνεστίων καὶ φίλων, κατά τε ἀδελφῶν καὶ συγγενῶν καὶ φιλτάτων, οἳ δὴ σεμνότητι βίου σωφροσύνῃ τε καὶ θεοσεβείας ἀληθοῦς ἐγχειρήμασι τιμᾶν τὸ θεῖον καὶ σέβειν διεγνώκεσαν.

ἀλλ᾽ οἱ μὲν ὧδέ πη μανίᾳ φρενῶν τοὺς τῷ βασιλεῖ τῶν ὅλων καθωσιωμένους τοῖς αὐτῶν δαίμοσι κατέσφαττον, οἱ δὲ τῆς ἀληθοῦς εὐσεβείας γενναῖοι μάρτυρες καὶ ζωῆς αὐτῆς τὸν ὑπὲρ ἀληθείας εὐκλεῆ θάνατον προτιμᾶν μεμελετηκότες παρ᾽ οὐδὲν τὴν τοσαύτην ἐτίθεντο τυραννίδα, οἷα δὲ θεοῦ στρατιῶται καρτερίας ἀρετῇ φραξάμενοι, πάντα τρόπον θανάτου γέλωτα ἔθεντο, πῦρ καὶ σίδηρον καὶ προσηλώσεις, θῆράς τε ἀγρίους καὶ θαλάττης βυθούς, ἀποτομὰς μελῶν καὶ καυτῆρας, ὀφθαλμῶν ἐξορύξεις, τοῦ παντὸς σώματος ἀκρωτηριασμούς, λιμὸν ἐπὶ τούτοις καὶ μέταλλα καὶ δεσμὰ παντὸς καλοῦ καὶ ἡδονῆς ἁπάσης γλυκίονα ἡγησάμενοι δι᾽ ἔρωτα καὶ πόθον τὸν πρὸς τὸν αὐτῶν βασιλέα. θηλειῶν τε ὡσαύτως νεανικαὶ ψυχαὶ τῶν ἀνδρῶν οὐχ ἧττον ἠρρενωμέναι, αἱ μὲν τοὺς αὐτοὺς τοῖς ἀνδράσιν ἀγῶνας ὑποστᾶσαι ἴσα τῆς ἀρετῆς ἀπηνέγκαντο βραβεῖα, αἱ δ᾽ ἐπὶ φθορᾷ τῶν σωμάτων ἑλκόμεναι θᾶττον τὴν ψυχὴν θανάτῳ ἢ τὸ σῶμα 〈τῇ φθορᾷ〉 παραδεδώκασιν, μυρίαι τε ἄλλαι πρὸς τῶν κατ᾽ ἔθνος ἀρχόντων, πορνείας ἀπειλὴν μηδ᾽ ἄκροις ὠσὶν ἐπακοῦσαι δεδυνημέναι, πᾶν εἶδος στρεβλωτηρίων πᾶσάν τε ψῆφον θανατηφόρον εὐθαρσῶς ὑπέστησαν.

ἀλλ᾽ οἱ μὲν τοῦ μεγάλου βασιλέως πρόμαχοι τῆς πολυθέου στρατιᾶς ὧδέ πη τοὺς ἄθλους ψυχῆς ἐρρωμένῳ λογισμῷ κατηγωνίζοντο· οἱ δ᾽ ἐχθροὶ τῷ θεῷ καὶ τῆς ἀνθρώπων πολέμιοι σωτηρίας, πάντων ἀνημέρων βαρβάρων χείρους, τοιαύταις ἔχαιρον ἀνθρωπίνων αἱμάτων σπονδαῖς· οἵ τ᾽ αὖ τούτων ὑπηρέται τοιαύτας αὐτοῖς προπόσεις ἐξ ἀδίκου μιαιφονίας προὔπινον, πικρὰν ταύτην καὶ δυσσεβῆ πανδαισίαν ἐπ᾽ ὀλέθρῳ τοῦ κοινοῦ γένους αὐτοῖς παρασκευάζοντες. τούτων 〈δ᾽〉 ὧδε ἐχόντων τί ἐχρῆν τὸν τῶν καταπονουμένων βασιλέα [θεὸν] διαπράξασθαι; ἆρά γε τὴν τῶν φιλτάτων ἀντιπαρελθεῖν σωτηρίαν καὶ παριδεῖν οὕτω τοὺς οἰκείους πολιορκουμένους; ἀλλ᾽ οὔτε κυβερνήτης οὕτω ποτ᾽ ἂν λεχθείη σοφός, εἰ κατὰ βυθῶν αὔτανδρον τὸ σκάφος ἐκδώσει, μηδὲν παρ᾽ ἑαυτοῦ πρὸς τὴν τῶν ἐμπλεόντων σωτηρίαν πορισάμενος, οὔτε στρατηγὸς οὕτω ποτ᾽ ἂν γένοιτο ἀφειδής, ὡς τοὺς αὐτοῦ γνωρίμους ἀτιμωρητὶ τοῖς ἐχθροῖς παραχωρῆσαι· ἀλλ᾽ οὐδὲ ποιμὴν ἀγαθὸς τῆς αὐτοῦ ποίμνης τὸ πεπλανημένον ἀπαθῶς παρίδοι ἂν θρέμμα, ἀλλὰ τὰ μὲν εὖ ἔχοντα αὐτῷ ἐν ἀσφαλεῖ κείμενα καταλείψει, τῆς δὲ τοῦ πεπλανημένου χάριν σωτηρίας πᾶν ὁτιοῦν ἂν πάθοι, εἰ καὶ πρὸς θῆρας ἀγρίους συμπλακῆναι δέοι. ἀλλ᾽ οὐκ ἦν ἀλόγου θρέμματος ἡ σπουδὴ τῷ μεγάλῳ βασιλεῖ, τὸ δὲ πᾶν αὐτῷ τῆς οἰκείας στρατιᾶς καὶ τῶν δι᾽ αὐτὸν πολεμουμένων χάριν ἐσπουδάζετο.

ὧν τοὺς ἀγῶνας καὶ τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἀποδεξάμενος, τοὺς μὲν τὴν πρὸς αὐτὸν στειλαμένους πορείαν τοῖς παρ᾽ αὐτῷ νικητηρίοις τιμήσας ταῖς κατ᾽ οὐρανὸν ἀγγελικαῖς ἐνέγραφεν χορείαις, τοὺς δ᾽ ἐπὶ γῆν ἐφύλαττεν, εὐσεβείας ζώπυρα σπέρματα τοῖς ὀψιγόνοις, θεατὰς ἅμα τῆς κατὰ τῶν ἀσεβῶν δίκης καὶ τῆς τῶν πεπραγμένων ἱστορίας ἐξηγητὰς γενησομένους. εἶτ᾽ ἐπὶ τὴν ἄμυναν τῶν πολεμίων τὴν αὐτοῦ δεξιὰν ἐκτείνας, ἑνὶ νεύματι τοὺς μὲν ἀθρόως ἀφανεῖς κατεστήσατο θεηλάτοις πληγαῖς προτιμωρησάμενος, αὐτούς τε οἰκείοις χείλεσι τὴν παλινῳδίαν [τῆς] τῶν πεπλημμελημένων σφίσιν αὐτοῖς καὶ μὴ βουλομένους ᾆσαι καταναγκάσας, τοὺς δ᾽ ἀπὸ χθονὸς ἤγειρεν ὑψώσας τοὺς πάλαι ταπεινοὺς καὶ πρὸς ἁπάντων ἀπεγνωσμένους. καὶ τοῦθ᾽ ὁ μέγας βασιλεὺς οὐρανόθεν ἐνήργει, ὁπλίτην ἄμαχον τὸν αὐτοῦ θεράποντα προστησάμενος (χαίρει γὰρ ὧδε προσφωνούμενος εὐσεβείας ὑπερβολῇ βασιλεύς)· ὃν δὴ νικητὴν παντὸς τοῦ τῶν πολεμίων ἀπέφηνε γένους, ἕνα κατὰ πολλῶν ἐγείρας. οἱ μὲν γὰρ ἦσαν μυρίοι πολλοί τε, πολλῶν ἅτε φίλοι δαιμόνων, μᾶλλον δ᾽ οὐδένες ἦσαν, ὅθεν οὐδ᾽ εἰσίν, ὁ δ᾽ ἐξ ἑνὸς εἷς βασιλεύς, εἰκὼν ἑνὸς τοῦ παμβασιλέως, καὶ οἱ μὲν ἀθέῳ ψυχῇ τοὺς εὐσεβεῖς ἄνδρας μιαιφόνοις ἀνῄρουν σφαγαῖς, ὁ δὲ τὸν αὐτοῦ σωτῆρα μιμούμενος καὶ μόνον σώζειν εἰδὼς καὶ τοὺς ἀθέους ἔσωζεν εὐσεβεῖν διδάσκων.

εἶθ᾽ οἷα νικητὴς ἀληθῶς τὸ διττὸν ἐκεῖνο βάρβαρον ἐνίκα γένος, ἀνδρῶν μὲν τὰ ἀνήμερα φῦλα λογικαῖς ἐξημερῶν πρεσβείαις καὶ τοὺς κρείττονας εἰδέναι καὶ μὴ ἀγνοεῖν ἐπαναγκάζων, ἐξ ἀνόμου τε καὶ θηριώδους βίου ἐπὶ τὸ λογικὸν καὶ νομιμὸν μεθαρμοζόμενος, τὸ δ᾽ ἀπηνὲς καὶ ἀπηγριωμένον τῆς ἀφανοῦς δαιμόνων φύσεως ἔργοις αὐτοῖς ἀπελέγχων ὑπὸ τοῦ κρείττονος πάλαι νενικημένον. ὁ μὲν γὰρ κοινὸς τῶν ὅλων σωτὴρ τοὺς ἀφανεῖς ἀφανῶς ἠμύνατο, ὁ δ᾽ οἷα μεγάλου βασιλέως ὕπαρχος τοῖς νενικημένοις ἐπεξῄει, τοὺς πάλαι νεκροὺς καὶ ἀπολωλότας σκυλεύων καὶ τὰ λάφυρα διανέμων ἀφθόνως τοῖς τοῦ νικητοῦ στρατιώταις.

Ἐπειδὴ γὰρ συνεῖδεν μάτην δειμαίνοντα νηπίων δίκην ἀφρόνων τὰ πλήθη τῆς πλάνης τὰ μορμολύκεια ὕλῃ χρυσοῦ καὶ ἀργύρου πεπλασμένα, καὶ ταῦτα ἐκποδὼν ᾤετο δεῖν ἄρασθαι ὥσπερ τινὰ λίθων ἐγκόμματα τοῖς ἐν σκότῳ βαδίζουσι πρὸ τῶν ποδῶν ἐρριμμένα, λείαν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσας πορείαν. ταῦτ᾽ οὖν διανοηθεὶς οὐχ ὁπλιτῶν αὐτῷ καὶ πλήθους στρατοπεδ〈ε〉ίας ἡγήσατο δεῖν πρὸς τὸν τούτων ἔλεγχον, εἷς δὲ μόνος αὐτῷ καὶ δεύτερος τῶν αὐτοῦ γνωρίμων πρὸς τὴν ὑπηρεσίαν ἀπήρκουν, οὓς ἑνὶ νεύματι κατὰ πᾶν ἔθνος διεπέμπετο. οἱ δ᾽ εὐσεβείᾳ πίσυνοι μυριάνδρων δήμων τε καὶ λαῶν μέσον παριόντες ἀνὰ πάσας πόλεις τε καὶ χώρας πολυχρονίου πλάνης ἐποιοῦντο φωράν, αὐτοὺς τοὺς ἱερωμένους σὺν πολλῷ γέλωτι καὶ σὺν αἰσχύνῃ παράγειν εἰς φῶς ἐκ σκοτίων μυχῶν τοὺς αὐτῶν θεοὺς παρακελευόμενοι, κἄπειτα ἀπογυμνοῦντες τοῦ φάσματος καὶ τὴν εἴσω τῆς ἐπικεχρωσμένης μορφῆς ἀμορφίαν τοῖς πάντων ὀφθαλμοῖς ἐνδεικνύμενοι. εἶτ᾽ ἀποξέοντες τὸ δοκοῦν χρήσιμον τῆς ὕλης, χωνείᾳ τε καὶ πυρὶ δοκιμάζοντες, τὸ μὲν λυσιτελὲς ὅσον αὐτοῖς ἀναγκαῖον ἐνομίζετο ἐν ἀσφαλεῖ τιθέμενοι συνεῖχον, τὸ δ᾽ ἄλλως περιττὸν καὶ ἄχρηστον εἰς μνήμην αἰσχύνης παρεχώρουν τοῖς δεισιδαίμοσιν.

οἷον δὲ καὶ τόδ᾽ ἔρεξε βασιλεὺς ὁ θαυμάσιος· ὡς γὰρ καὶ τῶν νεκρῶν εἰδώλων τὰ τῆς πολυτελοῦς ὕλης τὸν ἀποδοθέντα τρόπον ἐσκυλεύετο, τὰ λοιπὰ μετῄει ἀνδρείκελα χαλκοῦ πεποιημένα. δέσμιοι δῆτα καὶ οἵδε μύθων θεοὶ γεγηρακότων τριχῶν ὑφάσμασιν ἤγοντο περιβληθέντες, κἀπὶ τούτοις ὁ μέγας βασιλεὺς ὥσπερ τινὰ πολυφεγγῆ πυρσὸν ἐξάψας, μή πη λανθάνοι κρύφιόν τι πλάνης λείψανον, ὄμματι βασιλικῷ περιεσκόπει· οἷα δέ τις οὐρανοπετὴς ἀετῶν ὀξυωπέστατος ἄνωθεν ἀφ᾽ ὑψηλοῦ τὰ πορρωτάτω διεστῶτα κατὰ γῆς ἴδοι, ὧδε καὶ αὐτὸς τῆς αὐτοῦ καλλιπόλεως τὴν βασιλικὴν ἀμφιπολεύων ἑστίαν, δεινόν τι ψυχῶν θήρατρον ἐπὶ τοῦ Φοινίκων λανθάνον ἔθνους ἐξ ἀπόπτου συνεῖδεν. ἄλσος δὲ τοῦτ᾽ ἦν καὶ τέμενος, οὐκ ἐν μέσαις πόλεσιν οὐδ᾽ ἐν ἀγοραῖς καὶ πλατείαις, ὁποῖα τὰ πολλὰ κόσμου χάριν ταῖς πόλεσι φιλοτιμεῖται, τὸ δὲ ἦν ἔξω πάτου τριόδων τε καὶ λεωφόρων αἰσχρῷ δαίμονι Ἀφροδίτης ἐπ᾽ ἀκρωρείας μέρει τοῦ Λιβάνου καθιδρυμένον. σχολή τις ἦν αὕτη κακοεργίας ἅπασιν ἀκολάστοις πολλῇ τε ῥᾳστώνῃ διεφθορόσι τὰ σώματα· γύννιδες γοῦν τινες ἄνδρες οὐκ ἄνδρες τὸ σεμνὸν τῆς φύσεως ἀπαρνησάμενοι θηλείᾳ νόσῳ τὴν δαίμονα ἱλεοῦντο, γυναικῶν τε αὖ παράνομοι ὁμιλίαι, κλεψίγαμοί τε φθοραί, ἄρρητοί τε καὶ ἐπίρρητοι πράξεις ὡς ἐν ἀνόμῳ καὶ ἀπροστάτῃ χώρῳ κατὰ τόνδε τὸν νεὼν ἐπεχειροῦντο.

φώρ τε οὐδεὶς ἦν τῶν πραττομένων, τῷ μηδένα σεμνῶν αὐτόθι τολμᾶν παριέναι. ἀλλ᾽ οὐχὶ καὶ βασιλέα τὸν μέγαν οἷα τε ἦν τὰ τῇδε δρώμενα λανθάνειν, αὐτοπτήσας δὲ ταῦτα βασιλικῇ προμηθείᾳ οὐκ ἄξιον εἶναι ἡλίου αὐγῶν τὸν τοιόνδε νεὼν ἔκρινεν, αὐτοῖς δὲ ἀφιερώμασιν ἐκ βάθρων τὸ πᾶν ἀφανισθῆναι κελεύει. ἐλύετο δῆτα· αὐτίκα βασιλικῷ νεύματι τὰ τῆς ἀκολάστου πλάνης μηχανήματα, χείρ τε στρατιωτικὴ τῇ τοῦ τόπου καθάρσει διηκονεῖτο, σωφρονεῖν δ᾽ ἐμάνθανον ἀπειλῇ βασιλέως οἱ μέχρι τοῦδε ἀκόλαστοι. ἀλλὰ γὰρ ὧδε καὶ τὰ τῆς λαοπλάνου φάσματα κακίας ἐμφανῆ τοῖς πᾶσι καταστησάμενος βασιλεύς, τὸν αὐτοῦ σωτῆρα τοῖς πᾶσιν ἀνεκήρυττεν, οὐκ ἦν τε ἀρωγὸς οὐδεὶς οὐδ᾽ ἐπαμύνων τοῖς ἑαλωκόσιν, οὐ δαίμων, οὐ θεός, οὐ χρησμῳδός, οὐ μάντις. οὐδὲ γὰρ ἔτι σκοτίῳ ζόφῳ αἱ τῶν ἀνθρώπων ἐκαλινδοῦντο ψυχαί, θεοσεβείας δὲ ἀπλανοῦς ἀκτῖσι πεφωτισμέναι τοῖς μὲν αὐτῶν προπάτορσι κατεμέμφοντο ἀγνωσίαν ἠλέουν τε αὐτοὺς τῆς ἀβλεψίας, σφᾶς δὲ αὐτὰς μακαρίας ἀπέφαινον ὡς ἂν δεινῆς ἠλευθερωμέναι πλάνης.

οὕτω δῆτα ἐν βραχεῖ θεοῦ μεγάλου βουλῇ βασιλέως τε ὑπουργίᾳ πᾶν τὸ τῶν ἐχθρῶν καὶ πολεμίων ὁρωμένων τε καὶ ἀφανῶν ἀνῄρητο γένος, εἰρήνη τε λοιπὸν ἀγαθὴ καὶ κουροτρόφος τὸ πάντων ἀνθρώπων διελάμβανεν οἰκητήριον, καὶ οὐκέτ᾽ ἦσαν πόλεμοι, ὅτε μηδὲ θεοί, ἀλλ᾽ οὐδὲ μάχαι κατ᾽ ἀγροὺς καὶ κατὰ πόλεις, οἷαι τὸ πρὶν ὅτε τὰ δαιμόνων ἐπήνθει, καὶ οὐκέθ᾽ αἱμάτων παρ᾽ ἀνθρώποις ἐκχύσεις, ὡς ὅτε τὰ τῆς πολυθέου μανίας ἤκμαζεν.

Ὥρα δ᾽ οὖν τὰ νέα τοῖς παλαιοῖς ἀντιπαραβάλλειν καὶ τὴν ἐπὶ τὰ κρείττω ῥοπὴν ἐκ τῆς τῶν χειρόνων ἀντιπαραθέσεως ἐπισκοπεῖν, διακρίνειν τε καὶ συνορᾶν ὡς πάλαι μὲν πρόπυλα καὶ τεμένη ἄλση τε καὶ ἱερὰ κατὰ πᾶσαν πόλιν αὐτοῖς φιλοπόνως ἐξησκεῖτο ἀναθήμασί τε πάνυ πολλοῖς ἐστεφανοῦντο οἱ ναοί. καὶ θεῶν μὲν πολὺς ἦν ὁ παρὰ τοῖς τότε τυράννοις λόγος, ἔθνη τε καὶ δῆμοι κατ᾽ ἀγροὺς καὶ κατὰ πάντα τόπον ἤδη τε κατ᾽ οἴκους ἐν αὐτοῖς αὐτῶν ταμείοις τε καὶ θαλάμοις 〈βωμοῖς〉 καὶ ἀγάλμασιν ἐτίμων τὰ πάτρια, τῆς δ᾽ εὐσεβείας αὐτοῖς ὁ καρπὸς οὐ τὰ νῦν ὀφθαλμοῖς ὁρώμενα τῆς πρὸς ἀλλήλους ὑπῆρχεν εἰρήνης, πάντα δὲ τἀναντία τούτοις, πόλεμοι καὶ μάχαι καὶ στάσεις· αἷς διὰ παντὸς τοῦ βίου κατατριβόμενοι αἵμασι καὶ φόνοις ἐμφυλίοις τὰς ἑαυτῶν ἐπλήρουν χώρας. οἱ τ᾽ αὖ πρὸς αὐτῶν τιμώμενοι μαντείας μὲν καὶ χρησμοὺς καὶ μελλόντων προγνώσεις σὺν κολακείᾳ πολλῇ τοῖς τότε κρατοῦσιν ἐπηγγέλλοντο, τὸν δὲ σφῶν ὄλεθρον οὐκ ἔγνωσαν προγνῶναι οὐδὲ προφῆσαι σφίσιν αὐτοῖς, ὃ δὴ καὶ μέγιστον γένοιτ᾽ ἂν δεῖγμα τοῦ τῆς ἀπάτης ἐλέγχου.

οὐδεὶς γοῦν πώποτε τῶν ἐπὶ χρησμοῖς πάλαι θαυμαζομένων τὴν εἰς ἀνθρώπους ἔκλαμψιν τοῦ κοινοῦ σωτῆρος προηγόρευσεν οὐδὲ τὸ νέον κήρυγμα τῆς ὑπ᾽ αὐτοῦ προβληθείσης θεογνωσίας· ἀλλ᾽ οὐδ᾽ αὐτὸς ὁ Πύθιος συνῆκεν οὐδ᾽ ἕτερος τῶν μεγαλοδαιμόνων τὴν οἰκείαν ἐρημίαν οὐδὲ τὸν πολιορκητὴν ἐθέσπισεν οὐδὲ τὸν αὐτῶν καθαιρέτην ἐμαντεύσατο. τίς δὲ χρησμῳδὸς ἢ μάντις τὰ μὲν αὐτῶν σεμνὰ νέου τινὸς ἐπιφανέντος τῷ βίῳ σβεσθήσεσθαι, τὴν δ᾽ εἰς τὸν πάντων βασιλέα γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις παραδοθήσεσθαι προηγόρευσεν; τίς τὸ σεμνὸν τουτὶ καὶ θεοσεβὲς βασίλειον αὐτόν τε τὸν καλλίνικον ἡμῶν τά τε κατὰ δαιμόνων αὐτῷ πανταχοῦ γῆς ἀνεγηγερμένα τρόπαια καὶ τῶν ὑψηλῶν τὸν ἀφανισμὸν προέγνω; τὴν δὲ διὰ πυρὸς χωνείαν καὶ τὴν ἐξ ἀχρήστου ἰδέας εἰς ἀναγκαίας χρήσεις τῶν ἀψύχων μεταβολὴν τίς πώποτε ἡρώων διεστείλατο; χωνευομένων δ᾽ αὐτοῖς τῶν ξοάνων εἰς λεπτόν τε γελοίως κατακοπτομένων τίς πώποτε θεῶν ἐμνημόνευσεν; ποῖ δ᾽ ἦσαν οἱ τούτων ἀρωγοὶ μὴ οὐχὶ ἐπαμύνειν τοῖς αὐτῶν ἀφιερώμασιν ὑπ᾽ ἀνθρώπων ἀφανιζομένοις; ποῖ ποτ᾽ ἦσαν οἱ τοὺς πολέμους τὸ πρὶν ἐνεργοῦντες, τοὺς σφῶν πολιορκητὰς ἐν βαθυτάτῃ διατελοῦντας εἰρήνῃ θεώμενοι;

ποῖ δὲ οἱ τούτοις ὡς θεοῖς ἐπιθαρσοῦντες καὶ πεποιθήσει ματαίᾳ τοὺς λογισμοὺς ἐπαιρόμενοι, οἱ τὴν μὲν πλάνην εἰς ὕψος ἐγείραντες πόλεμον δ᾽ ἀκήρυκτον κατὰ τῶν προμάχων τῆς ἀληθείας ἀράμενοι; ποῖ τὸ τῶν θεομάχων γιγάντων στῖφος καὶ τῶν δρακόντων τὰ συρίγματα, οἳ τὰς γλώττας ἀκονήσαντες φωνὰς ἀθέους κατὰ τοῦ παμβασιλέως ἠφίεσαν; ἀλλ᾽ οἱ μὲν τῷ βασιλεῖ τῶν ὅλων πεπολεμωμένοι πολυπληθείᾳ θεῶν θαρροῦντες, σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆς ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀψύχοις ἀγάλμασι προβεβλημένοι, ὁ δ᾽ εὐσεβείας θώρακι πεφραγμένος τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν ἐναντίων ἀντιπαρατάξας, ὁμοῦ τὴν κατ᾽ ἐχθρῶν καὶ κατὰ δαιμόνων νίκην ἀπηνέγκατο, εἶτ᾽ εὐγνώμονι λογισμῷ χαριστήριον ἀποδιδοὺς εὐχὴν τῷ τῆς νίκης αἰτίῳ φωνῇ μεγάλῃ καὶ στήλαις ἅπασιν ἀνθρώποις τὸ νικοποιὸν ἀνεκήρυττεν σημεῖον, μέσῃ τῇ βασιλευούσῃ πόλει μέγα τρόπαιον τουτὶ κατὰ πάντων πολεμίων ἐγείρας, διαρρήδην τε ἀνεξάλειπτον σωτήριον τουτὶ σημεῖον τῆς Ῥωμαίων ἀρχῆς καὶ τῆς καθόλου βασιλείας φυλακτήριον. τοῦτο μὲν δὴ γνωρίζειν ἅπαντας ἐδίδασκεν ἀνθρώπους, πρό γε πάντων τὰ στρατιωτικά, οὓς δὴ μάλιστα χρῆναι μὴ δόρασι καὶ παντευχίαις μηδ᾽ ἀλκῇ σωμάτων τὰς ἐλπίδας ἐξάπτειν, τὸν δ᾽ ἐπὶ πάντων εἰδέναι θεόν, τὸν παντὸς ἀγαθοῦ καὶ αὐτῆς νίκης δοτῆρα.