Ἔργον
Εὐσέβιος Καισαρείας – Εὐαγγελικὰ ζητήματα πρὸς Μαρίνον
Πρώτο ζήτημα: Η ώρα της Αναστάσεως
Εξέταση της φαινομενικής διαφοράς μεταξύ του Ματθαίου και του Μάρκου ως προς την ώρα της Αναστάσεως και προτεινόμενες ερμηνευτικές προσεγγίσεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πρώτο ζήτημα: Η ώρα της Αναστάσεως
Εξέταση της φαινομενικής διαφοράς μεταξύ του Ματθαίου και του Μάρκου ως προς την ώρα της Αναστάσεως και προτεινόμενες ερμηνευτικές προσεγγίσεις.
Ἠρώτας δὲ τὸ πρῶτον·
Αʹ. Πῶς παρὰ μὲν τῷ Ματθαίῳ ὀψὲ Σαββάτων φαίνεται ἐγηγερμένος ὁ Σωτὴρ, παρὰ δὲ τῷ Μάρκῳ πρωῒ τῇ μιᾷ τῶν Σαββάτων. αʹ. Τούτου διττὴ ἂν εἴη ἡ λύσις· ὁ μὲν γὰρ τὸ κεφάλαιον αὐτὸ τὴν τοῦτο φάσκουσαν περικοπὴν ἀθετῶν, εἴποι ἂν μὴ ἐν ἅπασιν αὐτὴν φέρεσθαι τοῖς ἀντιγράφοις τοῦ κατὰ Μάρκον Εὐαγγελίου· τὰ γοῦν ἀκριβῆ τῶν ἀντιγράφων τὸ τέλος περιγράφει τῆς κατὰ τὸν Μάρκον ἱστορίας ἐν τοῖς λόγοις τοῦ ὀφθέντος νεανίσκου ταῖς γυναιξὶ καὶ εἰρηκότος αὐταῖς, «Μὴ φοβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν·» καὶ τοῖς ἑξῆς, οἷς ἐπιλέγει· «καὶ ἀκούσασαι ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.» Ἐν τούτῳ γὰρ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις τοῦ κατὰ Μάρκον Εὐαγγελίου περιγέγραπται τὸ τέλος· τὰ δὲ ἑξῆς σπανίως ἔν τισιν ἀλλ᾽ οὐκ ἐν πᾶσι φερόμενα περιττὰ ἂν εἴη, καὶ μάλιστα εἴπερ ἔχοιεν ἀντιλογίαν τῇ τῶν λοιπῶν εὐαγγελιστῶν μαρτυρίᾳ· ταῦτα μὲν οὖν εἴποι ἄν τις παραιτούμενος καὶ πάντη ἀναιρῶν περιττὸν ἐρώτημα. Ἄλλος δέ τις οὐδ᾽ ὁτιοῦν τολμῶν ἀθετεῖν τῶν ὁπωσοῦν ἐν τῇ τῶν Εὐαγγελίων γραφῇ φερομένων, διπλὴν εἶναί φησι τὴν ἀνάγνωσιν, ὡς καὶ ἐν ἑτέροις πολλοῖς, ἑκατέραν τε παραδεκτέαν ὑπάρχειν, τῷ μὴ μᾶλλον ταύτην ἐκείνης, ἢ ἐκείνην ταύτης, παρὰ τοῖς πιστοῖς καὶ εὐλαβέσιν ἐγκρίνεσθαι.
βʹ. Καὶ δὴ τοῦδε τοῦ μέρους συγχωρουμένου εἶναι ἀληθοῦς, προσήκει τὸν νοῦν διερμηνεύειν τοῦ ἀναγνώσματος· εἰ γοῦν διέλοιμεν τὴν τοῦ λόγου διάνοιαν, οὐκ ἂν εὕροιμεν αὐτὴν ἐναντίαν τοῖς παρὰ τοῦ Ματθαίου ὀψὲ σαββάτων ἐγηγέρθαι τὸν Σωτῆρα λελεγμένοις· τὸ γὰρ ἀναστὰς δὲ πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου κατὰ τὸν Μάρκον, μετὰ διαστολῆς ἀναγνωσόμεθα· καὶ μετὰ τὸ ἀναστὰς δὲ, ὑποστίξομεν· καὶ τὴν διάνοιαν ἀφορίσομεν τῶν ἑξῆς ἐπιλεγομένων· εἶτα τὸ μὲν ἀναστὰς ἂν, ἐπὶ τὴν παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων· τότε γὰρ ἐγήγερτο· τὸ δὲ ἑξῆς ἑτέρα, ὂν διανοίας ὑποστατικὸν, συνάψωμεν τοῖς ἐπιλεγομένοις· πρωῒ γὰρ τῇ μιᾷ τοῦ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ· τοῦτο γοῦν ἐδήλωσε καὶ ὁ Ἰωάννης πρωῒ καὶ αὐτὸς τῇ μιᾷ τοῦ Σαββάτου ὦφθαι αὐτὸν τῇ Μαγδαληνῇ μαρτυρήσας· οὕτως οὖν καὶ παρὰ τῷ Μάρκῳ πρωῒ ἐφάνη αὐτῇ· οὐ πρωῒ ἀναστὰς, ἀλλὰ πολὺ πρότερον κατὰ τὸν Ματθαῖον ὀψὲ τοῦ Σαββάτου· τότε γὰρ ἀναστὰς ἐφάνη τῇ Μαρίᾳ, οὐ τότε, ἀλλὰ πρωΐ· ὡς παρίστασθαι ἐν τούτοις καιροὺς δύο· τὸν μὲν γὰρ τῆς ἀναστάσεως, τὸν ὀψὲ τοῦ Σαββάτου· τὸν δὲ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, τὸν πρωῒ, ὃν ἔγραψεν ὁ Μάρκος εἰπὼν (ὃ καὶ μετὰ διαστολῆς ἀναγνωστέον) «ἀναστὰς δέ·» εἶτα ὑποστίξαντες, τὸ ἑξῆς ῥητέον, «πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾽ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.»
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.