Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὰ ζητήματα πρὸς Μαρίνον

Εὐσέβιος Καισαρείας

Έκτο ζήτημα: Ο υπολογισμός του τριημέρου της Αναστάσεως

Ανάλυση της ευαγγελικής ρήσης για την τριήμερη παραμονή του Χριστού στην καρδιά της γης και ερμηνεία του ακριβούς χρόνου μέχρι την Ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 6 από 6

δʹ. Ὅτι Ἰωάννης λέγει τῇ μιᾷ τῶν Σαββάτων Μαρίαν τὴν Μαγδαληνὴν μόνην ἔρχεσθαι πρὸς τὸ μνῆμα, σκοτίας ἔτι οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον καὶ ἔρχεται πρὸς Σίμωνα καὶ πρὸς Ἰωάννην καὶ λέγει, «Ἦραν τὸν Κύριον ἀπὸ τοῦ μνημείου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· ἦλθεν οὖν Πέτρος καὶ Ἰωάννης ἐπὶ τὸ μνημεῖον,» καὶ τὰ ἑξῆς. Εἶτα εἰσάγει κλαίουσαν τὴν Μαγδαληνὴν, καὶ παρακύψασαν ἰδεῖν λέγει δύο ἀγγέλους καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν· καὶ λέγουσιν αὐτῇ, «Γύναι, τί κλαίεις;» ἡ δὲ εἶπεν, «Ἦραν τὸν Κύριόν μου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.» Εἶτα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ εἶδεν τὸν Ἰησοῦν ἑστῶτα· καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν· ὁ δὲ Ἰησοῦς λέγει, «Γύναι, τί κλαίεις; τίνα ζητεῖς;» εʹ. Ὅτι ἀποροῦσί τινες ὡς τρεῖς ἡμέραι καὶ τρεῖς νύκτες πληροῦνται, καθὼς εἶπεν Χριστὸς, αἱ τῆς ἀναστάσεως· καὶ ἔστιν εἰπεῖν· οἱ μὲν ἀπὸ τῆς προδοσίας· οἱ δὲ τὴν Παρασκευὴν εἰς δύο ποιοῦσιν, ἐπεὶ νὺξ γέγονεν καὶ πάλιν ἡμέρα· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τοῦ ἡλίου σκοτισθέντος καὶ πάλιν ἀναφλεχθέντος· εἶτα ἡ τοῦ Σαββάτου ἡμέρα ὅλη καὶ ἡ νὺξ αὐτῆς. Οἱ δὲ ἡμέραν μὲν τὴν Παρασκευὴν ὅλην καὶ τὴν νύκτα αὐτῆς, Σάββατον ὅλον καὶ τὴν νύκτα αὐτοῦ· τῆς δὲ Κυριακῆς τὴν ἀρχὴν εἰς ἡμέραν μετροῦσιν ὅλην· ὡς ἀρξαμένης ἤδη τότε ὁ Χριστὸς ἠγέρθη· οὕτω τρεῖς ἡμέρας λέγουσιν.

Ἐπεὶ καὶ ἐπὶ νεκρῶν καὶ ἐπὶ τῶν ἀρτιγενῶν παίδων οὕτως μετρεῖν ἔθος ὅλην ἡμέραν, ὅτε τὴν ἀπὸ τῆς δεκάτης ὥρας ἀρξαμένην γέννησιν μετροῦμεν, ἢ τὴν ἀπὸ τῆς ἀρχῆς τῆς ἡμέρας ἀρξαμένην γέννησιν· ὁμοίως καὶ ἐπὶ νεκρῶν τὴν τρίτην ἡμέραν καὶ τὴν ἐνάτην καὶ τὴν τεσσαρακοστὴν τὰ νενομισμένα ποιοῦντες· οὐχ ὅλην τὴν τρίτην μετὰ τῆς νυκτὸς αὐτῆς· οὐδὲ ὅλην τὴν ἐνάτην μετὰ τῆς οἰκείας νυκτὸς αὐτῆς· οὐδὲ τὴν τεσσαρακοστὴν ὁμοίως ὅλην μετὰ νυκτὸς αὐτῆς· ἀλλὰ τὰς ἀρχὰς τῶν τελευταίων ἡμερῶν ὁρῶντες ἐκτελοῦμεν τὰ πραττόμενα, ὅλην ἡμέραν ταύτην καὶ μετροῦντες καὶ λογιζόμενοι.

ϛʹ. Ἀλλ᾽ ἐπεὶ Χριστός φησιν, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ καρδίᾳ τῆς γῆς ἔσομαι, ἔστι δὲ οὕτως εἰπεῖν· ἆρα εἰ χρεώστην ἐπαγγειλάμενον τῷ οἰκείῳ δανειστῇ μετὰ τρεῖς ἡμέρας πληρώσειν τὸ χρέος, πρὸ τῆς προθεσμίας πληρώσαντα θεασάμενοι, ὡς ψευσάμενον κρινοῦμεν, ἢ ὡς πλέον ἀληθεύσαντα;

Καὶ ἄλλως· εἰ θᾶττον ἢ εἶπεν, ἀνέστη, πλέων ἡ δύναμις, καὶ ἔγκλημα οὐκ ἔχει· τὸ δὲ βράδιον, ὑποψίας γέμει καὶ ψεῦδος λογίζεται γιγνόμενον· ψεῦδος μὲν, ὅτι παρῆλθεν ὁ λεχθεὶς ὅρος· ὕποπτον δὲ, ὅτι τῶν φυλάκων ἀναχωρησάντων, κλοπὴ τὸ πρᾶγμα ἐνομίσθη ἄν.