Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὰ ζητήματα πρὸς Μαρίνον

Εὐσέβιος Καισαρείας

Οι αγγελικές εμφανίσεις στον τάφο

Εξέταση των διαφορετικών οπτασιών των αγγέλων στο μνημείο, με το επιχείρημα ότι κάθε ευαγγελιστής καταγράφει διαφορετική χρονική στιγμή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 5 από 6

Δʹ. Περὶ τοῦ τάφου καὶ τῆς δοκούσης διαφωνίας. Πῶς παρὰ τῷ Ματθαίῳ ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ἄλλης Μαρίας ἔξω τοῦ μνήματος ἑώρακεν τὸν ἕνα ἄγγελον ἐπικαθήμενον τῷ λίθῳ τοῦ μνήματος· καὶ πῶς κατὰ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος ἀγγέλους δύο θεωρεῖ καθημένους ἡ Μαγδαληνὴ Μαρία· κατὰ δὲ τὸν Λουκᾶν δύο ἄνδρες ἐπέστησαν ταῖς γυναιξίν· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐταῖς ὁ ὁρώμενος καθήμενος ἐν τοῖς δεξιοῖς τοῦ μνημείου τῇ Μαγδαληνῇ Μαρίᾳ καὶ Μαρίᾳ Ἰακώβου καὶ Σαλώμῃ.

αʹ. Τὰ μὲν παρὰ τῷ Ματθαίῳ προηγοῦνται· ὅθεν καὶ αἱ δύο Μαρίαι ἄρτι τὸν ἄγγελον ἐπιστάντα καὶ τὸν λίθον ἀποκυλίσαντα ἐθεάσαντο· τὰ δὲ παρὰ τῷ Ἰωάννῃ ὕστερον γίνεται, δύο ἀγγέλων εἴσω τοῦ μνήματος ὀφθέντων, ἑτέρων δὲ ὄντων παρὰ τὸν ἔξω φανέντα καὶ ἐπὶ τὸν λίθον καθεζόμενον, ὡς Ματθαῖος λέγει· τὸ δὲ παρὰ τῷ Λουκᾷ λεγόμενον, ὅτι δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες· ἔτι δὲ καὶ ὁ παρὰ Μάρκῳ νεανίσκος λευκὴν περιβεβλημένος στολὴν, δεξιός τε ἀλλ᾽ οὐκ ἀριστερὸς ὁρώμενος, ὁ τὰ φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελιζόμενος, ἕτεροι ἀλλήλων ἂν εἶεν καὶ αὐτοὶ, καὶ τῶν ἄλλων τῶν παρὰ τοῖς πρώτοις εὐαγγελισταῖς λεγομένων· διὸ οὐδὲ ἀγγέλους αὐτοὺς οὗτοι ὠνόμασαν· ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς οὐδὲ τὰ παρὰ τῷ Ἰωάννῃ καὶ Ματθαίῳ ἐμνημόνευσαν, λέγω δὴ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν· ἀλλὰ τοῖς κρείττοσιν Ματθαίῳ καὶ Ἰωάννῃ τὰ κρείττονα κατέλιπον εἰπεῖν· αὐτοὶ τὰ δεύτερα εἰπόντες, καὶ ἀναπληροῦντες τὰ ἐκείνοις σεσιγημένα.

βʹ. Ἔστιν οὖν εἰπεῖν οὕτως, ὅτι τεσσάρων ὄντων τῶν εὐαγγελιστῶν, ἰσάριθμοι τούτοις καὶ παρ᾽ αὐτῶν ἀναγραφεῖσαι φαίνονται ὀπτασίαι· οἵ τε καιροὶ τέσσαρες, καὶ οἱ καθ᾽ ἕκαστον καιρὸν ὀφθέντες ἰδιαζόντως· ὁμοίως δὲ καὶ αἱ θεώμεναι τῶν γυναικῶν διάφοροι, καὶ οἱ παρὰ τῶν ὀφθέντων λόγοι λεγόμενοι πρὸς αὐτὰς παραλλάττοντες· πῶς οὖν ἐστι τοῦτο;

Πρῶτος οὖν καιρός ἐστιν ὁ παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων, ὅπου ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ἄλλης ἔξω τοῦ μνήματος, ὅτε καὶ ἐγένετο σεισμὸς, ἕνα εἶδον λέγοντα οὕτως, «Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ· δεῦτε, ἴδετε.» Τέταρτος δὲ καὶ τελευταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνατείλαντος φανεὶς ὁ νεανίσκος ὁ ὀφθεὶς ταῖς γυναιξὶν τῇ Μαρίᾳ τῇ Μαγδαληνῇ καὶ τῇ Μαρίᾳ Ἰακώβου καὶ Σαλώμῃ, αἳ μετ᾽ ἀρωμάτων ἐλθοῦσαι ἤκουσαν, «Μὴ ἐκθαμβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον.» Μέσοι δὲ οἱ παρὰ τῷ Ἰωάννῃ καὶ τῷ Λουκᾷ καὶ ὀφθέντες κατὰ καιρὸν ἰδιάζοντες· ἐφάνη μὲν γὰρ ὀψὲ Σαββάτων ἄγγελος εἷς ἐκτὸς τοῦ μνήματος· μεθ᾽ οὗ καὶ αὐτὸς ὁ Σωτήρ· ὄρθρου δὲ βαθέος, ἕτεροι οἱ κατὰ τὸν Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι οὐκ εἴσω τοῦ μνήματος ὀφθέντες· ὕστερος ἁπάντων ὁ νεανίσκος, καὶ πρὸ τούτου καὶ τῶν παρὰ τῷ Λουκᾷ οἱ δύο εἴσω τοῦ μνήματος.

γʹ. Ὅτι ὁ Λουκᾶς μιᾷ λέγει τῶν Σαββάτων, ὄρθρου βαθέος, φέρειν ἀρώματα γυναῖκας δύο τὰς ἀκολουθησάσας αὐτῷ, αἵτινες ἦσαν ἀπὸ τῆς Γαλιλαίας συνακολουθήσασαι, ὅτε ἔθαπτον αὐτὸν ἐλθοῦσαι ἐπὶ τὸ μνῆμα· αἵτινες δύο ἀγγέλους εἶδον, οἳ καὶ εἶπον, «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν σὺν ὑμῖν λέγων, ὅτι δεῖ παθεῖν τὸν Υἱὸν ἀνθρώπου,» καὶ τὰ ἑξῆς.