Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὰ ζητήματα πρὸς Μαρίνον

Εὐσέβιος Καισαρείας

Τρίτο ζήτημα: Οι επισκέψεις στο μνήμα και το «Μή μου άπτου»

Διερεύνηση της ταυτότητας των γυναικών με το όνομα Μαρία, της χρονικής αλληλουχίας των γεγονότων και των λόγων για τους οποίους ο Χριστός απαγόρευσε να τον εγγίσουν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 6

γʹ.

Οὐκ ἂν γοῦν ἁμάρτοις τὰ μὲν πρῶτα τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν σημαίνεσθαι εἰπὼν παρὰ τῷ Ἰωάννῃ, παρ᾽ ᾧ ἡ Μαγδαληνὴ πρωῒ, ἔτι οὔσης σκοτίας, καὶ πρῶτον καὶ δεύτερον ἐπιστᾶσα τῷ μνήματι, καὶ μὴ εὑροῦσα τὸ σῶμα τοῦ Σωτῆρος, κλαίει διὰ τὸ μηδένα μήπω ἐγνωκέναι περὶ τῆς ἀναστάσεως αὐτοῦ· τῆς αὐτῆς δὲ ὥρας μέρος εἶναι δεύτερον τὸν παρὰ τῷ Ματθαίῳ χρόνον, καθ᾽ ὂν τρίτον ἐπιστᾶσα ἡ αὐτὴ Μαγδαληνὴ ἅμα τῇ ἄλλῃ Μαρίᾳ τῷ μνήματι, οὐκέτι κλαίει, ὡς ἂν παρὰ τῷ Ἰωάννῃ τεθεαμένη τοὺς ἀγγέλους καὶ αὐτὸν τὸν Σωτῆρα· τὰ γὰρ παρὰ τῷ Λουκᾷ καὶ τῷ Μάρκῳ ἑτέρων ἂν εἴη δηλωτικὰ, παρ᾽ οἷς πλείους ἀπαντῶσιν γυναῖκες ἐπὶ τὴν θέαν· τὴν δέ γε Μαγδαληνὴν μὴ μακρὰν ἀλλήλων διεστῶσιν ἀπηντηκέναι καιροῖς νόμιζε, ἀλλ᾽ ἐν τῷ αὐτῷ καὶ κατὰ τὸ αὐτὸ παρατυχεῖν καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον· τὸ μὲν πρῶτον, καθ᾽ ἑαυτὴν μόνην· τὸ δὲ δεύτερον, μετὰ τῆς ἄλλης Μαρίας· οὕτω δ᾽ οὖν ἡ αὐτὴ Μαρία ἡ Μαγδαληνὴ καὶ τὰ παρὰ τῷ Ματθαίῳ ἐθεᾶτο καὶ τὰ παρὰ τῷ Ἰωάννῃ· οὐκ ἀπελιμπάνετο δὲ τῶν παρὰ τοῖς πολλοῖς ἀναγεγραμμένων· οὐ γὰρ ἀπεστάτει τοῦ τόπου· παρῆν δὲ καὶ παρέμενεν καταπεπληγμένη μὲν τὰ τεθεαμένα, ποθοῦσα δὲ πρὸς τοῖς πρώτοις καὶ δευτέρων καὶ τριῶν θεοφανειῶν καταξιωθῆναι· ὧν ἐτύγχανεν μετὰ ταῦτα διαφόρως μὲν πλειόνων γυναικῶν ἐπὶ τὸ μνημεῖον ἀφικνουμένων, ἄλλοτε δ᾽ ἄλλως αὐταῖς ἀγγελικῆς ὄψεως παραφαινομένης, αὐτῆς δὲ ἐφ᾽ ἑκάστῃ θέᾳ παρατυγχανούσης· οὕτω γοῦν τῶν παρὰ τοῖς τέσσαρσιν εὐαγγελισταῖς ἀναγεγραμμένων θεωρὸς ἐγίγνετο ἡ Μαγδαληνή· διὸ καὶ παρὰ τοῖς πᾶσιν ἐμνημονεύθη· οὕτω δὲ καὶ ὁ μὲν καιρὸς ὁ αὐτὸς ἦν ὁ ὑπὸ τοῦ Ἰωάννου καὶ τοῦ Ματθαίου παριστάμενος· τοῦ δ᾽ αὐτοῦ καιροῦ διάφορα διαστήματα παρ᾽ ἑκάστῳ τετηρημένα.

δʹ. Μὴ ταραττέτω δέ σε τὸ λέγεσθαι παρὰ τῷ Ματθαίῳ μετὰ τὸ ἐλθεῖν τὰς δύο Μαρίας θεωρῆσαι τὸν τάφον, «ὁ ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ ἀπεκύλισεν τὸν λίθον ἐκ τῆς θύρας.» Οὐ γὰρ κατ᾽ αὐτὴν τὴν ὥραν προσήκει νοεῖν τὸν ἄγγελον ἀποκεκυλικέναι τὸν λίθον· πῶς γάρ; ὁπότε προϋπῆρχεν παρὰ τῷ Ἰωάννῃ, παρ᾽ ᾧ οὐχ ἡ Μαρία μόνη, ἀλλὰ καὶ δύο μαθηταὶ ἐληλύθασιν εἰς τὸ μνημεῖον· διόπερ εἴποις ἂν τὸν παρὰ τῷ Ματθαίῳ λόγον διηγηματικὸν εἶναι τῶν πρὸ τούτου γεγενημένων· ἦλθον μὲν γὰρ κατὰ τοῦτον αἱ δύο Μαρίαι θεωρῆσαι τὸν τάφον, εὗρον δὲ αὐτὸν ἀνεῳγμένον, ἐπειδήπερ πρὸ τούτου σεισμὸς ἐγεγόνει μέγας, καὶ ὁ ἄγγελος ἀποκεκυλίκει τὸν λίθον, ὃς ἐπιστὰς, αὖθις εὐαγγελίζεται τὰς γυναῖκας.

Αὕτη μὲν οὖν μία λύσις ἂν γένοιτο τῶν κατὰ τὸν τόπον ἀπορουμένων. εʹ. Λυθείη δ᾽ ἂν καὶ ἄλλως τὰ προκείμενα, εἰ ἑτέρας μὲν τὰς παρὰ τῷ Ματθαίῳ Μαρίας ὑπολάβοις εἶναι, ἑτέραν δὲ τὴν παρὰ τῷ Ἰωάννῃ· τέσσαρας γοῦν τὰς πάσας Μαρίας παρούσας τῷ πάθει τοῦ Σωτῆρος μετὰ τῶν ἄλλων γυναικῶν εὑρίσκομεν· πρῶτον μὲν οὖν τὴν Θεοτόκον τὴν αὐτοῦ τοῦ Σωτῆρος μητέρα· δευτέραν δὲ τὴν ταύτης ἀδελφὴν Μαρίαν, τὴν τοῦ Κλωπᾶ· εἶτα τρίτην Μαρίαν τὴν Μαγδαληνήν· καὶ τετάρτην τὴν Ἰακώβου καὶ Ἰωσὴφ μητέρα· καὶ τῶν μὲν πρώτων τριῶν Μαριῶν ἐμνημόνευσεν Ἰωάννης λέγων οὕτως· «Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.» Τῆς δὲ τετάρτης Μαρίας τῆς μητρὸς Ἰακώβου καὶ Ἰωσὴφ, οἱ λοιποὶ τρεῖς ἐμνημόνευσαν εὐαγγελισταὶ, συμπαραλαβόντες τῇ Μαγδαληνῇ καὶ αὐτήν· Ματθαῖος μὲν οὕτως εἰπών· «Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ, αἳ ἐθεάσαντο τὸν τόπον ποῦ τίθεται.» Καὶ ὁ Λουκᾶς δὲ περὶ τῆς ἄλλης Μαρίας οὕτως ἱστορεῖ· «Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς.» ϛʹ.

Τούτων οὖν τῶν τεσσάρων Μαριῶν, εἰ τὰς δύο τὰς παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων ἐλθούσας ἐπὶ τὸ μνημεῖον, καὶ τὸν ἄγγελον θεασαμένας, ἑτέρας εἶναι ἐκλάβοις παρὰ τὴν πρωῒ τῇ μιᾷ τῶν Σαββάτων, ἔτι σκοτίας οὔσης ἀφικομένην μόνην κατὰ τὸν Ἰωάννην, ἀγνοοῦσαν τὸ ἐπὶ τὴν ἀνάστασιν, καὶ διὰ τοῦτο κλαίουσαν, οὐδὲν ἂν σκολιὸν ἀπαντήσεται, πάσης ἀπορίας καὶ ζητήσεως ἐκποδὼν ἀρθείσης· καὶ ὀψὲ μὲν Σαββάτων, κατὰ τὰ ἀποδεδομένα, πεπραγμένων τῶν ἐπὶ τῷ Ματθαίῳ συγγεγραμμένων ἐπὶ παρουσίᾳ τῶν δύο Μαριῶν, πρωΐας δὲ τῇ μιᾷ τῶν Σαββάτων ἑτέρας Μαρίας τὰς παρὰ τῷ Ἰωάννῃ τεθεαμένας, ἀληθεύεσθαί τε κἀκεῖνα καὶ ταῦτα, μηδὲ ἀντιλογίαν περιέχειν τοὺς τόπους, μήτε κατὰ τοὺς χρόνους, μήτε κατὰ τὰ πρόσωπα, μήτε κατὰ τοὺς λόγους.

ζʹ.

Εἰ δὲ τὸ τῆς Μαγδαληνῆς προσκείμενον ἐν ἀμφοτέροις τοῖς εὐαγγελισταῖς ὄνομα τὴν διάνοιαν ταράττει, ἀλλ᾽ οὐ προσήκει τὴν θείαν συγχεῖν Γραφὴν λέξεως μιᾶς ἢ ὀνόματος ἕνεκεν, ὃ πολλάκις συμβαίνει καὶ κατὰ γραφικὸν προσκεῖσθαι σφάλμα· ἢ γὰρ δύο καὶ ταύτας ἀπὸ μιᾶς πόλεως ἢ κώμης τῆς Μαγδαληνῆς ὁρμᾶσθαι ἡγητέον· ἢ ἐπὶ μιᾶς αὐτῶν προσκεῖσθαι τὸ τῆς Μαγδαληνῆς ἐπώνυμον, ἅπαξ τοῦ γραφέως κατὰ τὴν ἀρχὴν σφαλέντος, ὅτι ἐξ ἐκείνου τῶν μετ᾽ αὐτὸν πρώτῳ ἐπηκολουθηκότων σφάλματι· τοῦτο δὲ καὶ ἐφ᾽ ἑτέρῳ συμβὰν, σμικρὸν ὕστερον ἐπιδείξωμεν· ἀλλ᾽ ὥσπερ ἐπὶ τοιούτων ὀρθῶς κατὰ τὴν ἀρχὴν ὑπηγόρευτο, κατὰ σφάλμα δὲ τῶν μετὰ ταῦτα μὴ ἀκριβούντων τὴν μεταβολὴν, συμβέβηκέ τινα ζητεῖσθαι, οὕτω καὶ ἐπὶ τοῦ ἐπωνύμου τῆς Μαγδαληνῆς περιττῶς ἐπὶ μιᾶς Μαρίας κειμένου εἴποις ἂν γεγονέναι· οὗ ὑφαιρεθέντος, περιγέγραπται πᾶσα ζήτησις, μηδενὸς μηκέτι κατὰ τοὺς τόπους ἀπορουμένου· ἀλλὰ καὶ ὀψὲ Σαββάτων, τοῦτ᾽ ἔστι βαθείας νυκτὸς, τῶν παρὰ τῷ Ματθαίῳ πεπραγμένων ἑωραμένων ὑπὸ τῆς Μαγδαληνῆς καὶ τῆς ἄλλης Μαρίας· καὶ πρωΐας, ἔτι σκοτίας οὔσης, ἑτέρας Μαρίας ἀφικομένης ἐπὶ τὸν αὐτὸν τόπον· καὶ πρότερον μὲν ἀπορούσης ἐπὶ τὸ μὴ εὑρεῖν τὸ σῶμα τοῦ Σωτῆρος· ὕστερον δὲ καὶ αὐτῆς αὐτοπτούσης αὐτόν· κάλλιον δὲ τὸ μὴ δὲ σφάλμα αἰτιάσασθαι κατὰ τοὺς τόπους, δύο δὲ ἀληθῶς γεγονέναι τὰς Μαγδαληνὰς φάσκειν, ὡς καὶ τέτταρας ἀπεδείξαμεν τὰς Μαρίας· ὧν οὐδὲν ἄτοπον ἀπὸ τῆς αὐτῆς Μαγδαληνῆς δύο Μαρίας ὁρμᾶσθαι λέγειν, μηδέν τε λοιπὸν ἀπορεῖν, ἀλλ᾽ ἑτέραν μὲν εἶναι τὴν ὀψὲ Σαββάτων παρὰ τῷ Ματθαίῳ Μαγδαληνὴν, ἑτέραν δὲ αὖθις καὶ αὐτὴν Μαγδαληνὴν τὴν παρὰ τῷ Ἰωάννῃ πρωΐας ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαν· ταύτην δὲ εἶναι τὴν καὶ παρὰ τῷ Μάρκῳ δηλουμένην, κατά τινα τῶν ἀντιγράφων, ἀφ᾽ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· καὶ ταύτην εἰκὸς εἶναι τὴν ἀκούσασαν Μή μου ἅπτου, ἀλλ᾽ οὐ τὴν παρὰ τῷ Ματθαίῳ· εἰ γὰρ καὶ τὰ μάλιστα κἀκείνη ἀπὸ τῆς Μαγδαληνῆς ὡρμᾶτο, ἀλλ᾽ οὐ τὰ ὅμοια καὶ αὐτῆς ἡ θεία κατηγορεῖ Γραφή.

Γʹ. Πῶς κατὰ τὸν Ματθαῖον ὀψὲ Σαββάτων ἡ Μαγδαληνὴ μετὰ τῆς ἄλλης Μαρίας ἁψαμένη τῶν ποδῶν τοῦ Σωτῆρος, ἡ αὐτὴ πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου ἀκούει «Μή μου ἅπτου» κατὰ τὸν Ἰωάννην. αʹ. Εἰ μὲν οὖν μία καὶ ἡ αὐτὴ εἴη Μαρία παρ᾽ ἀμφοτέροις τοῖς εὐαγγελισταῖς, λέξομεν ὅτι ἡ αὐτὴ πολλάκις ἐπὶ τὸν αὐτὸν ἀπήντα τόπον, ἐπειδὴ εἷλκεν αὐτὴν ἡ ἔκπληξις τοῦ πράγματος καὶ ἡ ἐπὶ τῷ γεγονότι χαρά· πρώτη τοίνυν ἀπαντήσασα καὶ πρώτη τεθεαμένη τὰ παρὰ τῷ Ἰωάννῃ, ἐσπευσμένως ἀπῄει πρὸς τοὺς ἀποστόλους τὸ πρῶτον, τὴν τοῦ μνήματος ἄνοιξιν ἀπαγγέλλουσα· εἶθ᾽ ἅμα τὴν ἀνάστασιν τεθεαμένη, ἐδυσφόρει ὑπονοοῦσα ἦρθαι τὸ σῶμα τοῦ Ἰησοῦ ἀπὸ τοῦ μνήματος, μὴ εἰδέναι τε ὅπου τέθειτο· εἶτ᾽ ἐπανῄει δεύτερον σὺν αὐτοῖς ἐπὶ τὸ μνῆμα· ὡς δ᾽ ἐπέστρεφον οἴκαδε ἐκεῖνοι, μόνη πάλιν ἀπολειφθεῖσα ἐν τῷ τόπῳ, ἔκλαιεν ἑστῶσα· εἶτα τοῦ μνήματος εἴσω διακύψασα, τοὺς δύο ἀγγέλους ἐθεώρει· ἔπειτα καὶ αὐτὸν ὁρᾷ τὸν Σωτῆρα· ὃς, ἐπειδὴ κλαίουσα εἱστήκει, ἀνθρωπίνως δὲ καὶ ταπεινῶς, ὡς ἂν κλαπέντος σώματος αὐτοῦ, διακειμένη, ἀνάξιά τε περὶ αὐτοῦ φρονοῦσα, πρῶτον μὲν αὐτὴν γυναῖκα ὀνομάζει, ἐπιπλήττων αὐτῇ καὶ ὀνειδίζων τὸ γυναικεῖον πάθος· διό φησιν, γύναι, τί κλαίεις;

εἶτά φησιν πρὸς αὐτήν· Μαρία· διὰ τοῦ ὀνόματος αὐτὴν ἑαυτῆς ὑπομιμνήσκων, καὶ τῶν πάλαι πρὸς αὐτήν τε καὶ τοὺς λοιποὺς μαθητὰς περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγων· ἡ δ᾽ εἰς συναίσθησιν ἐλθοῦσα, καὶ τί ποτε ἦν ἀπὸ τῆς φωνῆς καὶ τῆς τοῦ λόγου δυνάμεως ἐπιγνοῦσα, Ῥαββουνί φησιν, ὃ μεθερμηνεύεται διδάσκαλε.

βʹ. Εἶτ᾽ ἐπειδὴ ὡς διδασκάλῳ αὐτῷ ἔτι καὶ οὐχ ὡς Θεῷ προσιέναι ὡρμᾶτο, ἀναίνεται καὶ παραιτεῖται αὐτὴν, Μή μου ἅπτου· θνητὰ γὰρ ἔτι φρονοῦσα, οὐχ οἵα τε ἦν τῆς αὐτοῦ θεότητος θίγειν· οὐδὲ γὰρ ἄξιον ἦν τὴν ἔτι κλαίουσαν, καὶ κάτω περὶ τὰ μνήματα καὶ τάφους οἷα νεκρὸν ζητοῦσαν αὐτὸν, ταπεινά τε καὶ ἀνθρώπινα περὶ αὐτοῦ δοξάζουσαν, τῆς ἐπαφῆς αὐτοῦ κοινωνεῖν· διὸ τὴν αἰτίαν ἀπήλεγχεν, μὴ γὰρ ἀνεληλυθέναι οὔπω φησὶν, ὅσον τὸ ἐπ᾽ αὐτὴν, πρὸς τὸν Πατέρα, ἐπεὶ μὴ τοῦτ᾽ ἐπίστευσεν γεγονέναι, νεκρὸν δέ που κεῖσθαι αὐτὸν ᾤετο· διό φησιν πρὸς αὐτήν· Μή μου ἅπτου, τοιαύτη τις οὖσα καὶ τοιαῦτα περὶ ἐμοῦ λογιζομένη· σοὶ γὰρ Θεὸς οὔπω πεπίστευμαι· σοὶ ἔτι κάτω εἶναι λελόγισμαι· οὕτω τὴν κλαίουσαν καὶ δόξασαν αὐτὸν εἶναι τὸν κηπουρὸν, διὰ μὲν τοῦ Μή μου ἅπτου ἀπέστρεφεν ἐπιπλήττων αὐτῇ· ὡς καὶ διὰ τοῦ γυναῖκα καλεῖν, καὶ διὰ τοῦ λέγειν, Τί κλαίεις; τὸ γὰρ κλαίειν τὸν ζῶντα, μᾶλλον δὲ τὴν ζωὴν αὐτὴν, ἐσχάτης ἦν ἀμαθίας· καὶ διὰ μὲν τούτων ἐπέπληττεν αὐτῇ· διὰ δὲ τῶν ἑξῆς τὴν καθ᾽ ἑαυτὸν ἐπαίδευεν θεολογίαν· ἡ δ᾽ ἐπὶ τούτοις τὰ μεγάλα ὠφελημένη, πάλιν ἀναχωρεῖ τοῦ μνήματος· τοῦτο δεύτερον· εἶτ᾽ ἐξειποῦσα τῇ ἄλλῃ Μαρίᾳ τὰ τεθεαμένα παρὰ τῷ Ἰωάννῃ, ἐπανῄει σὺν αὐτῇ· τοῦτο τρίτον· καὶ τῶν παρὰ τῷ Ματθαίῳ μνημονευομένων θεωρὸς ἐγίγνετο οὐκέτι μόνη.

σὺν δὲ τῇ ἑτέρᾳ Μαρίᾳ· καὶ οὐκέτι εἴσω τοῦ τάφου παρακύπτουσα ὡς παρὰ τῷ Ἰωάννῃ, οὐδὲ δύο ἀγγέλους, ἀλλ᾽ ἕνα πρὸς τῷ λίθῳ καθήμενον ὁρῶσα.

γʹ. Εἶτ᾽ ἐπὶ τούτοις αὐτὸν πάλιν τὸν Σωτῆρα μετὰ τῆς ἄλλης Μαρίας θεωρεῖ· τοῦτο δεύτερον· καὶ οὐκέτι μὲν ἀκούει, Μή μου ἅπτου, τοὐναντίον δὲ χαίρειν ἀντὶ τοῦ κλαίειν ὑπ᾽ αὐτοῦ κελεύεται· ἀλλὰ καὶ ἅπτεσθαι αὐτοῦ συγχωρεῖται, ἐπεὶ καὶ προσκυνεῖ αὐτὸν ὡς Θεόν· λέγει γοῦν αὐταῖς ὁ Ἰησοῦς, Χαίρετε· αἱ δὲ προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ· καὶ οὕτως ἅμα ἀληθεύει τὰ ἱερὰ Εὐαγγέλια, κατ᾽ οὐδένα λόγον διαφωνοῦντα· τὴν αὐτὴν δὲ Μαρίαν τὴν Μαγδαληνὴν εἰσάγοντα καὶ μὴ ἁπτομένην πρότερον τοῦ Σωτῆρος, ὅτε ἔκλαιε καὶ ἠπίστει· καὶ ἁπτομένην αὐτοῦ, ὅτε χαίρειν ἐκελεύετο· πρῶτα δὲ ἡγεῖσθαι τὰ παρὰ τῷ Ἰωάννῃ δηλούμενα τῶν παρὰ τῷ Ματθαίῳ φερομένων, καὶ διὰ τῶν ἔμπροσθεν γεγυμνασμένων ἡμῖν κατὰ μίαν τῶν ἐκδοχῶν παρεστήσαμεν, διασαφήσαντες ὅπως εἴρηται παρὰ τῷ Ματθαίῳ τὸ ὀψὲ Σαββάτων, οὐ τὴν ἑσπερινὴν ὥραν δηλοῦντος τοῦ εὐαγγελιστοῦ, ἀλλὰ τὸν ἐπιφαύσκοντα εἰς μίαν Σαββάτων· ἦν δ᾽ οὗτος δεύτερος τοῦ παρὰ τῷ Ἰωάννῃ δεδηλωμένου. Καὶ ταῦτα μὲν εἰρήσθω, εἴπερ τις ἐξ ἅπαντος τὴν αὐτὴν εἶναι Μαρίαν παρ᾽ ἀμφοτέροις τοῖς εὐαγγελισταῖς Ἰωάννῃ τε καὶ Ματθαίῳ διϊσχυρίζοιτο.

δʹ. Εἰ δὲ συγχωρηθείη τὸ μὴ τὴν αὐτὴν εἶναι, ἑτέραν δὲ τὴν ὀψὲ Σαββάτων κατὰ τὸν Ματθαῖον μετὰ τῆς ἄλλης Μαρίας ἀπαντήσασαν, καὶ ἄλλην τὴν παρὰ τῷ Ἰωάννῃ πρωῒ τῇ μιᾷ τῶν Σαββάτων, ἔτι οὔσης σκοτίας, μόνην ἐλθοῦσαν ἐπὶ τὸ μνημεῖον, πᾶσα λυθείη ἂν ἀμφιβολία· τὸ τὰς μὲν πρώτας ὀψὲ Σαββάτων ἀφικομένας, ἅτε σπουδαιοτέρας καὶ πιστοτέρας ὑπαρχούσας, καὶ τὸ χαίρειν παρὰ τοῦ Σωτῆρος ἀκοῦσαι, καὶ προσκυνῆσαι, καὶ τοὺς πόδας αὐτοῦ κρατῆσαι καταξιωθῆναι· τὴν δὲ παρὰ τῷ Ἰωάννῃ Μαρίαν ἑτέραν οὖσαν παρ᾽ ἐκείνας βράδιον μὲν ἀπηντηκέναι καὶ πρωΐ· ταύτην δ᾽ αὐτὴν εἶναι κατὰ τὸν Μάρκον ἀφ᾽ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· σφόδρα δὲ τὴν ψυχὴν τεθορυβῆσθαι καὶ ἀπιστοτέραν εἶναι ὡς ἑστῶσαν κλαίειν, καὶ ὑπολαμβάνειν ὑφαιρεῖσθαι τοῦ μνημείου τὸ σῶμα τοῦ Σωτῆρος, καὶ ἐν ἑτέρᾳ μετενηνέχθαι γῇ· οὕτω δὲ συγκέχυτο ἡ ψυχὴ αὐτῇ, ὡς μηδὲ τοὺς δύο ἀγγέλους τοὺς εἴσω τοῦ μνήματος ὀφθέντας αὐτῇ καταπλαγῆναι, μηδὲ αὐτὸν γνωρίσαι ὀφθέντα αὐτῇ τὸν Σωτῆρα, νομίσαι δὲ αὐτὸν εἶναι τὸν κηπουρόν.