Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Α΄: Ο Χριστιανισμός ως αναβίωση της προπατορικής ευσέβειας

Η χριστιανική πολιτεία παρουσιάζεται ως αναβίωση της ελεύθερης και αδέσμευτης ευσέβειας των αρχαίων Πατριαρχών, σε αντιδιαστολή προς τον τοπικά περιορισμένο ιουδαϊσμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 31

Εἴρηται μὲν ἤδη καὶ πρότερον ἐν τῇ Προπαρασκευῇ ὡς ὁ χριστιανισμὸς οὔτε ἑλληνισμός τίς ἐστιν οὔτε ἰουδαϊσμός, οἰκεῖον δέ τινα φέρων χαρακτῆρα θεοσεβείας, καὶ τοῦτον οὐ νέον οὐδὲ ἐκτετοπισμένον, ἀλλ᾽ εὖ μάλα παλαιότατον καὶ τοῖς πρὸ τῶν Μωσέως χρόνων θεοφιλέσιν ἐπ᾽ εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ μεμαρτυρημένοις συνήθη καὶ γνώριμον. πλὴν ἀλλὰ καὶ νῦν ἐπιθεωρήσαντες τί ποτ᾽ ἐστὶν ὅ τε ἑλληνισμὸς καὶ ἰουδαϊσμός, σκεψώμεθα ποτέρῳ τούτων ὑπηγμένους τοὺς πρὸ Μωσέως θεοφιλεῖς ἄνδρας πρὸς αὐτοῦ Μωσέως [θεοφιλεῖς καὶ] ἐπ᾽ εὐσεβείᾳ μεμαρτυρημένους εὕροιμεν ἄν.

Τὸν μὲν ἰουδαϊσμὸν εὐλόγως ἄν τις ὀνομάσειε τὴν κατὰ τὸν Μωσέως νόμον διατεταγμένην πολιτείαν, ἑνὸς ἐξημμένην τοῦ ἐπὶ πάντων θεοῦ, τὸν δὲ ἑλληνισμόν, ὡς ἐν κεφαλαίῳ φάναι, τὴν κατὰ τὰ πάτρια τῶν ἐθνῶν ἁπάντων εἰς πλείονας θεοὺς δεισιδαιμονίαν.

Τί οὖν φήσαιμεν 〈ἂν〉 περὶ τῶν πρὸ Μωσέως καὶ πρὸ τοῦ ἰουδαϊσμοῦ θεοφιλῶν ἀνδρῶν, ὧν ὁ Μωσῆς ἐμνημόνευσεν, οἷον περὶ τοῦ Ἐνώχ, ᾧ μαρτυρεῖ λέγων· «εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ», καὶ περὶ τοῦ Νῶε, περὶ οὗ πάλιν φησί· «Νῶε δὲ ἦν ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ», περί τε τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, περὶ ὧν ταῦτα ἀναγράφει· «εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σήμ, καὶ πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ»· καὶ ἔτι πρὸς τούτοις περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, οἷς καὶ τὸν Ἰὼβ συναριθμεῖν εὔλογον, καὶ εἴ τινες ἄλλοι τὸν ἐμφερῆ τούτοις ἐζήλωσαν βίον; ἆρά γε Ἰουδαίους αὐτοὺς χρὴ νομίζειν γεγονέναι ἢ Ἕλληνας; ἀλλὰ γὰρ Ἰουδαῖοι μὲν οὐκ ἂν εὐλόγως λεχθεῖεν, μήπω τῆς Μωσέως παρεισαχθείσης τῷ βίῳ νομοθεσίας. εἰ γὰρ ἰουδαϊσμὸς οὐδὲν ἦν ἕτερον ἢ ἡ κατὰ Μωσέα πολιτεία, Μωσῆς δὲ μακροῖς ὕστερον χρόνοις τῶν εἰρημένων πέφηνε, δῆλον ὡς οὐκ ἂν εἶεν Ἰουδαῖοι οἱ πρὸ τῶν αὐτοῦ χρόνων ἐπ᾽ εὐσεβείᾳ μεμαρτυρημένοι. ἀλλ᾽ οὐδὲ Ἕλληνας προσήκει νομίζειν αὐτούς, μὴ τῇ πολυθέῳ δεισιδαιμονίᾳ κεκρατημένους. ὅ τε γὰρ Ἀβραὰμ καταλεῖψαι τελέως λέγεται οἶκον πατρῷον καὶ συγγένειαν καὶ ἑνὶ μόνῳ προσεσχηκέναι θεῷ, ὃν καὶ ὁμολογεῖ φάσκων· «ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν».

ὅ τε Ἰακὼβ ἀναγέγραπται παρὰ τῷ Μωσεῖ φήσας τῷ οἴκῳ καὶ πᾶσι τοῖς αὐτοῦ· «ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βεθήλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾽ ἐμοῦ καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην. καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ ἔκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας».

Εἰ δὴ οὖν καὶ τῆς εἰδωλολάτρου πλάνης ἀλλότριοι καθεστήκεσαν, ἰουδαϊσμοῦ δὲ ἐκτὸς γεγονότες ἀπεδείχθησαν, ὅμως γε μὴν οὔτε Ἕλληνες οὔτε Ἰουδαῖοι φύντες θεοφιλεῖς γεγονέναι μεμαρτύρηνται καὶ δίκαιοι καὶ εὐσεβεῖς, εἰ καί τινες ἄλλοι, ὥρα τρίτον ἐπινοεῖν θεοσεβείας τρόπον, δι᾽ οὗ κατορθῶσαι εἰκὸς ἦν αὐτούς. σκόπει τοιγαροῦν εἰ μὴ τοῦτ᾽ αὐτὸ ἦν τὸ μεταξὺ ἰουδαϊσμοῦ καὶ ἑλληνισμοῦ τρίτον ἡμῖν ἀποδεδειγμένον τάγμα, παλαίτατον μὲν καὶ πάντων τυγχάνον πρεσβύτατον, νεωστὶ δὲ διὰ τοῦ ἡμετέρου σωτῆρος πᾶσι τοῖς ἔθνεσι κατηγγελμένον. καὶ τοῦτ᾽ ἂν εἴη ὁ χριστιανισμός, οὔτε ἑλληνισμός τις ὢν οὔτε ἰουδαϊσμός, ἀλλὰ τὸ μεταξὺ τούτων παλαιότατον εὐσεβείας πολίτευμα, καὶ ἀρχαιοτάτη μέν τις φιλοσοφία πλὴν ἀλλὰ νεωστὶ πᾶσιν ἀνθρώποις τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης νενομοθετημένη· ὥστε τὸν ἐξ ἑλληνισμοῦ ἐπὶ τὸν χριστιανισμὸν μετατιθέμενον οὐκ ἐπὶ ἰουδαϊσμὸν ἐκπίπτειν, οὐδ᾽ αὖ πάλιν 〈τὸν〉 ἐκ τῆς ἰουδαϊκῆς ἐθελοθρησκείας ἀναχωροῦντα εὐθὺς Ἕλληνα γίνεσθαι, τὸν δὲ ἐξ ἑκατέρου τάγματος ἔκ τε ἑλληνισμοῦ καὶ ἰουδαϊσμοῦ μεθιστάμενον ἐπὶ τὸν μέσον παριέναι νόμον τε καὶ βίον, τὸν τῶν πάλαι θεοφιλῶν καὶ δικαίων ἀνδρῶν, ὃν ὁ σωτὴρ καὶ κύριος ἡμῶν μακρὸν ἐφησυχάσαντα χρόνον αὖθις ἀνενεώσατο ἀκολούθως τοῖς αὐτοῦ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν περὶ τούτων αὐτῶν θεσπίσμασιν.

ἐν γοῦν τοῖς πρὸς τὸν Ἀβραὰμ χρησμοῖς αὐτὸς ὁ Μωσῆς ἀναγράφει θεσπίζων, ὡς ὅτι μελλήσουσιν ἐν ὑστέροις ποτὲ χρόνοις οὐχ οἱ τοῦ Ἀβραὰμ ἀπόγονοι οὐδ᾽ οἱ ἐκ σπέρματος αὐτοῦ Ἰουδαῖοι, ἀλλὰ γὰρ «πᾶσαι αἱ φυλαὶ τῆς γῆς» καὶ «πάντα τὰ ἔθνη» ἐπὶ τῷ ὁμοίῳ τρόπῳ τῆς τοῦ Ἀβραὰμ θεοσεβείας εὐλογίας παρὰ θεοῦ καταξιωθήσεσθαι. γράφει δὲ οὕτως· «καὶ εἶπε κύριος τῷ Ἀβραάμ, ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». καὶ πάλιν ὁ θεὸς εἶπεν· «μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς».

Πῶς δ᾽ ἂν ἔμελλον τῷ Ἀβραὰμ ἐνευλογηθήσεσθαι «πάντα τὰ ἔθνη» καὶ «πᾶσαι αἱ φυλαὶ τῆς γῆς», εἰ μηδέν τι προσήκοντες ὑπῆρχον αὐτῷ, μήτε κατὰ ψυχῆς τρόπον μήτε κατὰ σώματος συγγένειαν; τῆς τε γὰρ κατὰ σάρκα συγγενείας τίς ἦν πρὸς τὸν Ἀβραὰμ συγγένεια Σκύθαις, φέρε εἰπεῖν, ἢ Αἰγυπτίοις ἢ Αἰθίοψιν ἢ Ἰνδοῖς ἢ Βρεττανοῖς ἢ Ἱσπανοῖς; ἢ πῶς ἂν ταῦτα τὰ ἔθνη καὶ τὰ ἔτι τούτων ἀπῳκισμένα τῆς πρὸς τὸν Ἀβραὰμ κατὰ σάρκα συγγενείας χάριν ἔμελλον εὐλογηθήσεσθαι; ἀλλ᾽ οὐδὲ τῆς κατὰ ψυχὴν εὐλογίας εἰκὸς ἦν κοινωνήσειν τῷ Ἀβραὰμ πάντα τὰ ἔθνη. πῶς γάρ, ὅτε τὰ μὲν αὐτῶν ἐκθέσμοις μητρογαμίαις καὶ θυγατρομιξίας τὰ δ᾽ ἀκολάστοις ὁμιλίαις ἀρρένων πρὸς ἄρρενας ἀνεφύρετο, τὰ δὲ τὴν εὐσέβειαν ἐν ἀνθρωποθυσίαις καὶ ζῴων ἀλόγων θεοποιίαις ἀψύχου τε ὕλης ἱδρύμασι καὶ πνευμάτων πολυπλανῶν δεισιδαιμονίαις ἀνετίθετο, τὰ δὲ ζῶντας κατακαίειν τοὺς γεγηρακότας, τὰ δὲ πυρὶ τοὺς φιλτάτους παραδιδόναι, τὰ δὲ καὶ νεκρῶν ἀπογεύεσθαι καλὸν εἶναι καὶ εὐσεβὲς ἡγεῖτο; πῶς οὖν τοὺς ἐν τῷ τοιούτῳ θηριώδει βίῳ προηγμένους τῆς τοῦ θεοφιλοῦς μετασχεῖν οἷόν τε ἦν εὐλογίας, εἰ μήποτ᾽ ἄρα τῆς θηριωδίας μεταβαλόντες τοῦ ὁμοίου τρόπου τῆς τοῦ Ἀβραὰμ θεοσεβείας ἤμελλόν ποτε μεταλήψεσθαι;

ἐπεὶ κἀκεῖνος, ἀλλοεθνής τις ὢν καὶ ἀλλότριος ἧς ὕστερον μετῆλθεν εὐσεβείας, λέγεται μετατεθεῖσθαι καὶ τῆς πατρικῆς δεισιδαιμονίας μεταβεβλῆσθαι, οἶκόν τε καὶ συγγένειαν καὶ ἔθη πάτρια βίου τε ἀγωγήν, ἐν ᾗ γεγέννητό τε καὶ τέθραπτο, καταλελοιπέναι, ἠκολουθηκέναι δὲ θεῷ τῷ καὶ τοὺς χρησμοὺς αὐτῷ τοὺς ἀναγράπτους δεδωκότι. εἰ μὲν οὖν Μωσῆς μετὰ τὸν Ἀβραὰμ γενόμενος καὶ πολιτείαν τινὰ διὰ τῆς ἐκδοθείσης ὑπ᾽ αὐτοῦ νομοθεσίας τῷ Ἰουδαίων ἔθνει καταβεβλημένος τοιαῦτα ἐνομοθέτησεν, οἷα καὶ τοῖς πρὸ αὐτοῦ θεοφιλέσι κατώρθωτο, καὶ οἷα δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσιν ἐφαρμόττειν, ὡς δύνασθαι κατὰ τὴν Μωσέως διαταγὴν «πάσας τὰς φυλὰς τῆς γῆς» καὶ «πάντα τὰ ἔθνη» θεοσεβεῖν· ἦν εἰπεῖν, ὅτι διὰ τῆς Μωσέως νομοθεσίας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν θεοσεβήσοντας καὶ τὸν ἰουδαϊσμὸν ζηλώσοντας πρὸς αὐτούς τε γενησομένους κατὰ τὸν νόμον εὐλογηθήσεσθαι τῇ τοῦ Ἀβραὰμ εὐλογίᾳ προηγόρευε τὰ λόγια. ἐχρῆν δὲ καὶ ἡμᾶς τὰ παρὰ Μωσεῖ διατεταγμένα φυλάττειν. ἐπεὶ δὲ οὐκ ἦν ἡ κατὰ Μωσέα πολιτεία κατάλληλος τοῖς λοιποῖς ἔθνεσιν ἀλλ᾽ ἢ μόνοις Ἰουδαίοις, καὶ τούτοις οὐχὶ τοῖς πᾶσιν ἀλλὰ τοῖς ἐπὶ τῆς Ἰουδαίας γῆς τὰς διατριβὰς ποιουμένοις, ἕτερον ἐχρῆν ἐξ ἅπαντος ὑποστῆναι τρόπον παρὰ τὸν Μωσέως νόμον, καθ᾽ ὃν ἤμελλον βιοῦντα ὁμοίως τῷ Ἀβραὰμ τὰ καθ᾽ ὅλης οἰκουμένης ἔθνη τῆς ἴσης αὐτῷ κοινωνήσειν εὐλογίας.

Ὅτι δὲ ἡ κατὰ Μωσέα διαταγὴ Ἰουδαίοις, ὡς ἔφην, καὶ τούτοις οὐχὶ πᾶσιν, οὐδὲ γὰρ τοῖς ἐν διασπορᾷ τυγχάνουσιν, ἀλλ᾽ ἢ μόνοις τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν ἐφήρμοζεν, ὧδέ σοι συλλογιζομένῳ φανερὸν ἔσται. φησί που Μωσῆς νομοθετῶν· «τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου». καὶ ἔτι σαφέστερον ὅπου ἐχρῆν ἀπαντᾶν τοὺς πάντας τρὶς τοῦ ἔτους ἀφορίζει λέγων· «τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος».

Θεωρεῖς ὡς οὐκ ἐν πάσῃ πόλει οὐδ᾽ ὅποι ἔτυχεν ἀπαντᾶν προστάττει, ἀλλ᾽ «ἐν τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου»· ἔνθα τρισὶν ἑκάστου ἐνιαυτοῦ καιροῖς ἐπὶ ταὐτὸ συνιέναι νομοθετεῖ, καὶ τοὺς καιροὺς ἀφορίζει καθ᾽ οὓς ἀπαντᾶν ἐχρῆν ἐν τῷ τόπῳ, ἐν ᾧ τὰ τῆς κατ᾽ αὐτὸν λατρείας ἐπετελεῖτο, ἕνα μὲν τοῦ πάσχα, δεύτερον τὸν μετὰ πεντήκοντα ἡμέρας ἐπὶ τῆς ὀνομαζομένης πεντηκοστῆς ἑορτῆς, καὶ τρίτον τῷ ἑβδόμῳ μηνὶ μετὰ τὸ πάσχα κατὰ τὴν τοῦ ἱλασμοῦ ἡμέραν, καθ᾽ ἣν εἰσέτι νῦν Ἰουδαῖοι πάντες τὴν νηστείαν ἐπιτελοῦσιν· ἐπαρᾶταί τε τοῖς μὴ ἐμμένουσι τοῖς νομοθετουμένοις. οὐκοῦν τοὺς μέλλοντας ἀπαντᾶν τρὶς τοῦ ἔτους εἰς τὰ Ἱεροσόλυμα καὶ τὰ νόμιμα πληροῦν οὐ πόρρω που τῆς Ἰουδαίας ἐχρῆν δήπου οἰκεῖν, ἀλλ᾽ εἴσω ἀμφὶ τοὺς ὅρους· εἰ δὲ δὴ τοῖς πορρωτάτω τῆς Παλαιστίνης οἰκοῦσιν Ἰουδαίοις ἀδύνατα ἦν τελεῖν τὰ νενομοθετημένα, πολλοῦ δεῖ φάναι πᾶσι τοῖς ἔθνεσι καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς ἐφαρμόζειν.

Ἐπάκουσον δὲ τίνα τρόπον ὁ αὐτὸς πάλιν νομοθέτης τὴν ἀπὸ λέχους γυναῖκα ἀπαντᾶν προστάττει καὶ θυσίας τῷ θεῷ προσφέρειν, λέγων οὕτως· «καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν, λέγων λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς, γυνὴ ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας». εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέρει· «καὶ ὅταν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ᾽ υἱῷ ἢ ἐπὶ θυγατρί, προσοίσει ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωμα, καὶ νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα προσοίσει αὐτὰ ἔναντι κυρίου. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς. οὗτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ».

Ἔτι πρὸς τούτοις ὁ αὐτὸς καὶ τὸν ἀπὸ κήδους καὶ νεκρῶν ἐπαφῆς προστάττει μὴ ἄλλως καθαίρεσθαι ἢ διά τινος σποδοῦ δαμάλεως, ἐφ᾽ ὅλαις ἡμέραις ἑπτὰ τῶν συνήθων ἀποστάντα. λέγει γοῦν· «καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσκειμένοις προσηλύτοις ἐν μέσῳ αὐτῶν νόμιμον αἰώνιον. ὁ ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ καθαρισθήσεται· ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἔσται. πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ καὶ μὴ ἁγνισθῇ, τὴν σκηνὴν τοῦ μαρτυρίου τοῦ κυρίου ἐμίανεν. ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ᾽ αὐτόν· ἀκάθαρτός ἐστιν, ἀκαθαρσία ἐπ᾽ αὐτῷ ἔσται. καὶ οὗτος ὁ νόμος· ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ, πᾶς εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ πάντα ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτά ἐστιν ἑπτὰ ἡμέρας.

καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμῷ καταδέδεται, ἀκάθαρτα ἔσται, καὶ πᾶς ὃς ἂν ἅψηται ἐπὶ πρόσωπον τοῦ πεδίου τραυματίου ῥομφαίας, ἢ νεκροῦ, ἢ ὀστέου ἀνθρωπίνου, ἢ μνήματος, ἀκάθαρτός ἐστιν ἑπτὰ ἡμέρας, καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ, καὶ ἐκχεοῦσιν αὐτὴν εἰς σκεῦος, καὶ λήψονται ὕσσωπον· καὶ βάψει ἀνὴρ καθαρός, καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ τὰ σκεύη καὶ τὰς ψυχάς, ὅσοι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος. καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ πλυνεῖ τὰ ἱμάτια ἑαυτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. καὶ ἄνθρωπος ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τῆς συναγωγῆς, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ᾽ αὐτόν. καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον».

Ταῦτα Μωσῆς νομοθετήσας τὸν τρόπον τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἐπεκδιδάσκει, «δάμαλιν πυρρὰν ἄμωμον» ὁλοκαυτοῦσθαι προστάττων, καὶ ἀπὸ τῆς σποδιᾶς αὐτῆς ἐμβάλλεσθαι τῷ ὕδατι ἐξ οὗ χρῆναι καθαίρεσθαι τοὺς ἐπὶ νεκρῷ μεμολυσμένους. ποῦ δὲ χρὴ ὁλοκαυτοῦσθαι τὴν δάμαλιν, ποῦ δὲ τὴν ἐν λέχει προσφέρειν τὰς θυσίας, ποῦ δὲ τὰ λοιπὰ νόμιμα συντελεῖν, ὅτι μὴ ἀδιαφόρως ἐν παντὶ τόπῳ, ἀλλ᾽ ἐν μόνῳ ἑνὶ ᾧ αὐτὸς ἀφορίζει, δῆλον ἀφ᾽ ὧν νομοθετεῖ λέγων· «καὶ ἔσται ὁ τόπος ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν, ἐν αὐτῷ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον». καὶ διαστέλλεται ἑξῆς ἀκριβῶς ἐπιλέγων· «πρόσεχε σεαυτῷ μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου, οὗ ἂν ἴδῃς, ἀλλ᾽ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν πόλεών σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐντέλλομαι ὑμῖν σήμερον».

καὶ προστίθησι λέγων· «οὐ δυνήσῃ φαγεῖν ἐν πάσαις ταῖς πόλεσι τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχάς σου ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, ἀλλ᾽ ἢ ἐναντίον κυρίου τοῦ θεοῦ σου φαγῇ αὐτὰ ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου». καὶ ἔτι προελθὼν ἐπασφαλίζεται τὸν λόγον ἐν ᾧ φησιν· «πλὴν τὰ ἅγιά σου ἐὰν γένωνταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ». καὶ πάλιν· «δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου· τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ᾽ ἐνιαυτόν. φαγῇ αὐτὸ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ».

Εἶτ᾽ ἐπιλογισάμενος τί δέοι πράττειν, εἰ μακρὰν ἀφεστὼς εἴη ὁ πρὸς αὐτοῦ δηλούμενος τόπος, ὁ δὲ καρπὸς τῶν γενημάτων πολύς, πῶς δέοι παρακομίζειν οἴκοθεν εἰς τὸν τοῦ θεοῦ τόπον τοὺς ἐπετείους καρποὺς τῆς ὁλοκαυτώσεως, καὶ περὶ τούτου τόνδε τίθησι τὸν νόμον· «ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδός, καὶ μὴ δυνήσῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσῃ σε κύριος ὁ θεός σου, καὶ ἀποδώσεις αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν, καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντὸς οὗ ἐπιθυμεῖ ἡ ψυχή σου, ἐπὶ βουσίν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σικέρᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου». καὶ αὖθις τὸν τόπον ἐπισφραγίζεται ὧδέ πως φάσκων· «πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσί σου, καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἀποίσεις κυρίῳ τῷ θεῷ σου. οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ, καὶ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου· ἐναντίον κυρίου τοῦ θεοῦ φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου».

Μετὰ ταῦτα πάλιν θέα τίνα τρόπον καὶ τὰ περὶ τῶν ἑορτῶν διαστέλλει οὐκ ἄλλοθι γῆς ἀλλ᾽ ἢ ἐν μόνῳ τῷ δηλουμένῳ τόπῳ πανηγυρίζειν. λέγει δ᾽ οὖν· «φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν». καὶ πάλιν ὑπομιμνήσκει λέγων· «οὐ δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν κύριος ὁ θεός σου δίδωσί σοι, ἀλλ᾽ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου, ἐκεῖ θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμαῖς ἡλίου, ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐκ γῆς Αἰγύπτου, καὶ ἑψήσεις, καὶ φαγῇ 〈ἐν τῷ τόπῳ〉 ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου». ὁ μὲν δὴ τῆς τοῦ πάσχα ἑορτῆς νόμος τοιοῦτος. περὶ δὲ τῆς πεντηκοστῆς τί φησὶν ἄκουσον· «ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτῷ, ἀρξαμένου σου δρέπανον ἐπ᾽ ἀμητόν, καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ τῷ θεῷ σου, καθὰ ἰσχύει ἡ χείρ σου, ὅσα ἂν δῷ σοι ὅτι εὐλόγησέν σε κύριος ὁ θεός σου. καὶ εὐφρανθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανός, καὶ ἡ χήρα ἡ ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ».

καὶ τὴν τρίτην δ᾽ ἑορτὴν ἔνθα προστάττει ἐκτελεῖν ἐπάκουσον· «ἑορτὴν τῶν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας, ἐν τῷ συναγαγεῖν σε ἀπὸ τῆς ἄλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου, καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ἡ χήρα, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ».

Διὰ τοσούτων οὖν τὸν τόπον ἐπισημαινόμενος, τοσαυτάκις τε εἰπὼν εἰς αὐτὸν ἀπαντᾶν παγγενεὶ καὶ πανοικί, πῶς ἂν ἥρμοζε τοῖς τῆς Ἰουδαίας καὶ ἐπὶ μικρὸν διεστῶσι, μή τί γε τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνεσι; μάλιστα ὅτε οὐδὲ συγγνώμην τινὰ νέμει τοῖς παραβαίνουσι τὰ διωρισμένα, ἀρὰν δὲ κατὰ πάντων τῶν μὴ τὰ πάντα τηρούντων ἐπάγει, ῥήμασιν αὐτοῖς λέγων· «ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ πᾶσι τοῖς γεγραμμένοις ἐν τῷδε τῷ νόμῳ τοῦ ποιῆσαι αὐτά».

Θεώρησον δὲ καὶ ἄλλως τὰ ἀδύνατα πᾶσιν ἀνθρώποις τῆς Μωσέως νομοθεσίας. διαστειλάμενος τὰ ἑκούσια καὶ χαλεπὰ τῶν ἁμαρτημάτων, καὶ τιμωρίας περιθεὶς ἑκάστῳ τῶν μεγίστης κολάσεως ἀξίων, νόμους τίθησι, καθ᾽ οὓς ἑτέρῳ τρόπῳ καὶ τοὺς ἀκουσίως πλημμελοῦντας ἐπιστρέφει. ὧν ὁ μὲν οὕτως ἔχει· «ἐὰν ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν, καὶ οἴσει δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄμωμον θήλειαν οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος». καὶ ὅρα γε ὡς καὶ ἐνταῦθα τὸν πταίσαντά τι παρὰ γνώμην ἐν τῷ τόπῳ δεῖ ἀπαντᾶν οὗ σφάζουσι τὰ ὁλοκαυτώματα· οὗτος δὲ ἦν οὗ διὰ πλείστων ἤδη πρότερον ἐμνήσθη λέγων· «ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου».

Τοῦτο δ᾽ ὅτι μὴ δυνατὸν πρὸς ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἐκτελεῖσθαι καὶ αὐτὸς ὁ νομοθέτης συνιδὼν ἀκριβῶς ἐπεσημήνατο, οὐκ ἀορίστως κατὰ πάντων προαγαγὼν τὸν νόμον, ἀλλ᾽ ἐπειπών· «ἐὰν ψυχὴ ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς». καὶ δεύτερον δὲ νόμον τίθησιν οὕτως ἔχοντα· «ἐὰν δὲ ψυχὴ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν». τί οὖν χρὴ τοῦτον ποιεῖν ἀλλ᾽ ἢ λαβόντα μετὰ χεῖρας τὸ ἱερεῖον σπεύδειν ἐπὶ τὰ καθάρσια; ποῦ πάλιν ἀλλ᾽ ἢ ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα; καὶ τρίτον πάλιν· «ψυχή», φησίν, «ἥτις ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ τῶν θνησιμαίων τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ λάβῃ ἀπ᾽ αὐτοῦ, καὶ αὐτὸς μεμίανται, καὶ πλημμελήσῃ, ἢ ἅψηται ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτόν, μετὰ τοῦτο δ᾽ ἔγνω καὶ πλημμελήσῃ». τί δὴ οὖν καὶ τὸν μιανθέντα προσῆκον ἦν ποιεῖν ἀλλ᾽ ἢ ἀπαντᾶν πάλιν ἐν τῷ τόπῳ, καὶ προσφέρειν περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε θῆλυ ἀπὸ τῶν προβάτων ἢ ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν περὶ ἁμαρτίας;

ὁ δ᾽ αὐτὸς ἦν νόμος καὶ ἐπὶ ψυχῆς, ἣ ἂν ὀμόσῃ «διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι, κατὰ πάντα ὅσα ἂν διαστείλῃ ἄνθρωπος μεθ᾽ ὅρκου καὶ λάθῃ αὐτόν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἕν τι τούτων, καὶ ἐξαγορεύσῃ τὴν ἁμαρτίαν περὶ ἧς ἥμαρτεν», καὶ οὗτος δῆτα, φησίν, τὸ αὐτὸ λαβὼν ἱερεῖον σπευδέτω ἐν τῷ τόπῳ, καὶ «ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία». καὶ ἄλλος παρὰ τοὺς εἰρημένους νόμος ὧδέ πη διορίζει· «ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ εἰσοίσει κριὸν τῆς πλημμελείας αὐτοῦ τῷ κυρίῳ». οἴσει δὲ πάλιν παρὰ τὸν ἀρχιερέα ἐν τῷ τόπῳ δηλαδὴ τῷ ἐξειλεγμένῳ. καὶ ἕκτον δὲ νόμον τούτοις προστίθησι λέγων· «ψυχὴ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν αὐτοῦ, καὶ οἴσει πάλιν κριὸν τῷ ἀρχιερεῖ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἀγνοίας αὐτοῦ ἧς ἠγνόησεν καὶ οὗτος οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ».

ἤδη δὲ ἕβδομόν φησιν· «ψυχὴ ἂν ἁμάρτῃ, καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου, καὶ ψεύσηται πρὸς τὸν πλησίον αὐτοῦ ἐν παρακαταθήκῃ, περὶ κοινωνίας ἢ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὗρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις, καὶ ἡνίκα ἂν ἁμάρτῃ καὶ πλημμελήσῃ καὶ ἀποδῷ τὸ ἅρπαγμα ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν, ἢ τὴν παρακαταθήκην ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν ἣν εὗρεν, ἀπὸ παντὸς πράγματος οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον». ἐχρῆν δ᾽ ἂν μετὰ τὸ ἐξαγορεῦσαι τὸ ἁμάρτημα καὶ μετὰ τὸ ἀποτῖσαι σπεύδειν πάλιν πάντα ὑπερθέμενον εἰς τὸν τόπον «ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός», καὶ προσφέρειν γε περὶ τῆς πλημμελείας κριὸν ἄμωμον, «καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου, καὶ ἀφεθήσεται αὐτῷ».

Ταῦτα καὶ περὶ τῶνδε ὁ θαυμάσιος Μωσῆς, περί τε τῶν ἀκουσίως ἡμαρτηκότων καὶ περὶ τῶν κατ᾽ ἄγνοιαν, ἐξηκριβώσατο πόρρωθεν τῶν κατὰ προαίρεσιν πλημμελημάτων, ἐφ᾽ οἷς καὶ ἀπαραιτήτους ὁρίζει τιμωρίας, τοὺς οἰκείους ἀναστέλλων. ὁ γὰρ ἐπὶ τοῖς ἀκουσίοις μὴ πρότερον νείμας συγγνώμην ἢ ἐξαγορεῦσαι τὸ ἁμάρτημα, κἄπειτα ὥσπερ μικρὰν τιμωρίαν διὰ τῆς προστεταγμένης θυσίας εἰσπραξάμενος τὸν ἡμαρτηκότα, διά τε τῆς ἐπὶ τὸν ἁγνὸν τόπον ἀμελλήτου πορείας τὴν σπουδὴν ὁμοῦ καὶ τὸ εὐλαβὲς ἐπιτείνας τῶν κατ᾽ αὐτὸν θεοσεβεῖν προῃρημένων, πῶς οὐχὶ τῶν ἑκουσίως δρωμένων πολὺ πρότερον ἐπίσχοι ἂν τὰς ὁρμάς; τί δὴ οὖν πρὸς ταῦτα συλλογίζεσθαι χρῆν, ὅτε δή, ὡς εἴρηται, συγκεφαλαιούμενος τὰ πάντα ὁ Μωσῆς ἐπισκήπτει λέγων· «ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά».

Ἆρα γὰρ τοὺς ἐκ περάτων γῆς μέλλοντας κατὰ Μωσέα θεοσεβεῖν, ὡς ἂν φύγοιεν μὲν τὴν κατάραν, τύχοιεν δὲ τῆς ἐπηγγελμένης πρὸς τὸν Ἀβραὰμ εὐλογίας, ταῦτα πάντα χρῆν πράττειν καὶ τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς τὰ Ἱεροσόλυμα, καὶ τὰς ἐκ πάντων δὲ τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένας γυναῖκας, ἄρτι τόκων καὶ ὠδίνων παυσαμένας, τοσαύτην στέλλεσθαι πορείαν, ὡς ἂν τὴν προστεταγμένην ὑπὸ Μωσέως θυσίαν ἐφ᾽ ἑκάστῳ τῶν γεννωμένων ἀνενέγκαιεν, ἢ τοὺς ἐφαψαμένους νεκροῦ σώματος, ἢ τοὺς ἐπίορκον ὀμωμοκότας, ἢ τοὺς ἀκούσιόν τι δεδρακότας, ἐκ περάτων γῆς ἥκειν τρέχειν τε καὶ σπεύδειν ἐπὶ τὸν νενομοθετημένον καθαρισμόν, ὡς ἂν ἐκφύγοιεν τὴν τῆς κατάρας ἐπίσκηψιν; ἀλλὰ συνορᾷς ὡς καὶ αὐτοῖς τοῖς ἀμφὶ τὰ Ἱεροσόλυμα κατοικοῦσι καὶ ἐπὶ μόνης τῆς Ἰουδαίας τὰς διατριβὰς ποιουμένοις ὁ κατὰ Μωσέα βίος δυσκατόρθωτος ἦν, μή τί γε δυνατὸς ἐπιτελεῖσθαι καὶ τοῖς λοιποῖς ἔθνεσιν.

Ἔνθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ υἱὸς τοῦ θεοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς αὐτοῦ μαθηταῖς εἰπών· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη», ἐπιλέγει· «διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν». οὐ γὰρ τὰ Μωσέως νόμιμα διδάσκειν πάντα τὰ ἔθνη παρεκελεύσατο, ἀλλ᾽ ὅσα αὐτὸς ἐνετείλατο· ταῦτα δ᾽ ἦν τὰ ἐν τοῖς εὐαγγελίοις αὐτοῦ φερόμενα. εἰκότως οὖν καὶ οἱ αὐτοῦ μαθηταὶ καὶ οἱ ἀπόστολοι ἐν τῇ περὶ τῶν ἐθνῶν σκέψει ὁμολογοῦσι μὴ δύνασθαι τὰ Μωσέως νόμιμα τοῖς ἔθνεσιν ἐφαρμόζειν, ὅτε μήτε αὐτοῖς μήτε τοῖς πατράσιν αὐτῶν εὐκατόρθωτα γέγονεν. λέγει δ᾽ οὖν ἐν ταῖς Πράξεσιν ὁ Πέτρος· «νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι»;

Εἰκότως δὲ καὶ αὐτὸς ὁ Μωσῆς τούτων αὐτῶν ἕνεκεν ἕτερον παρ᾽ ἑαυτὸν ἀναστήσεσθαι ἔφη προφήτην, καὶ τοῦτον νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ἁπάντων εὐαγγελίζεται, τὸν Χριστὸν αἰνιττόμενος, αὐτῷ τε πείθεσθαι τοῖς οἰκείοις παραινεῖ, ὧδέ πη καὶ τοῦτο θεσπίζων· «προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ ὑμῖν. ἔσται δέ, πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς». καὶ τοῦτον δὲ τὸν προφήτην, δηλονότι τὸν Χριστόν, ἐξ Ἰουδαίων προελθόντα πάντων τῶν ἐθνῶν κατακρατήσειν πάλιν ἀναφωνεῖ λέγων· «ὡς καλοὶ οἱ οἶκοί σου Ἰακώβ, αἱ σκηναί σου Ἰσραήλ, ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμόν, ὡς σκηναὶ ἃς ἔπηξεν κύριος. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ». ἀλλὰ καὶ ἐξ ὁποίας φυλῆς, δώδεκα τῶν ὅλων παρ᾽ Ἑβραίοις οὐσῶν, ὅτι δὴ ἀπὸ τῆς Ἰούδα ὁ θεσπιζόμενος τῶν ἐθνῶν νομοθέτης Χριστὸς προελεύσεται, καὶ κατὰ ποίους χρόνους, ὅτι μετὰ τὴν ἔκλειψιν τῶν ἐκ προγόνων διαδοχῆς τοῦ Ἰουδαίων ἔθνους ἀρξάντων, δηλοῖ λέγων· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν».

Ποία δὲ προσδοκία ἦν ἀλλ᾽ ἢ ἡ τῷ Ἀβραὰμ ἐπηγγελμένη περὶ τοῦ δεῖν «εὐλογηθήσεσθαι ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς»; πέφηνε τοιγαροῦν καὶ αὐτὸς ὁ Μωσῆς ἀκριβῶς ἐπιστάμενος τὴν μὲν πρὸς αὐτοῦ διαταγεῖσαν νομοθεσίαν ἐξασθενεῖν εἰς τὸ πᾶσιν ἐφαρμόσαι τοῖς ἔθνεσιν, εἰς ἐκπλήρωσιν δὲ τῶν πρὸς τὸν Ἀβραὰμ χρησμῶν ἑτέρου δεῖσθαι προφήτου. οὗτος δ᾽ ἄρα ἦν, ὃν ἐξ Ἰούδα φυλῆς προελεύσεσθαι καὶ πολλῶν ἐθνῶν κυριεύσειν προμαρτυρόμενος εὐηγγελίζετο.

Διὰ δὴ οὖν ταῦτα, ὡς ἂν τὰ περὶ ἡμῶν τῶν ἐθνῶν θεσπίσματα περιεχούσας, τὰς παρ᾽ Ἑβραίοις ἱερὰς βίβλους, ἅτε καὶ ἡμῶν οἰκείας οὔσας, εἱλάμεθά τε καὶ ἐστέρξαμεν, ὅτε μάλιστα οὐ μόνον Μωσῆς περὶ τοῦ μετ᾽ αὐτὸν ἥξοντος νομοθέτου τῶν ἐθνῶν προανεφώνει, ἀλλὰ καὶ οἱ μετ᾽ αὐτὸν προφῆται συλλήβδην εἰπεῖν ἅπαντες τὰ ὅμοια προεκήρυττον, ὥσπερ οὖν Δαβὶδ φάσκων· «κατάστησον, κύριε, νομοθέτην ἐπ᾽ αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν». ὅρα ὡς δευτέρου μέμνηται καὶ οὗτος νομοθέτου ἐθνῶν. διὸ καὶ ἐν ἑτέρῳ τοῖς ἔθνεσι προσφωνεῖ ᾄδειν οὐ τὸ παλαιὸν καὶ Μωσαϊκὸν ᾆσμα, ἀλλ᾽ ἕτερον καινόν, λέγων· «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν, ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ». καὶ πάλιν· «εἴπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται». καὶ πάλιν· «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν. ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ. ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν».

Καὶ ὅρα τίνα τρόπον ἐν τούτοις τὸ καινὸν ᾆσμα οὐ τῷ Ἰουδαίων ἔθνει, ἀλλὰ τοῖς πᾶσιν ἔθνεσιν καταγγέλλει, τοῦ διὰ Μωσέως παλαιοῦ μόνοις Ἰουδαίοις προσήκοντος. τοῦτό τοι τὸ καινὸν ᾆσμα καινὴν διαθήκην Ἱερεμίας, ἕτερος Ἑβραίων προφήτης, ἀποκαλεῖ λέγων· «ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ Ἰσραήλ, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν γράψω, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός».

Ὁρᾷς καὶ τοῦτον ὡς διαστελλόμενος δύο διαθήκας, τὴν μὲν παλαιὰν ὀνομάζει τὴν δὲ καινήν, καί φησιν τὴν καινὴν οὐ κατὰ τὴν παλαιὰν ἔσεσθαι, ἣν διέθετο τοῖς πατράσιν; ἡ μὲν γὰρ τοῖς ἀποπεσοῦσι τῆς τῶν προγόνων εὐσεβείας Ἰουδαίοις τὸν αἰγυπτιακὸν δὲ βίον καὶ τρόπον ζηλώσασιν ἐπί τε τὴν πολύθεον πλάνην καὶ τὴν ἀμφὶ τὰ εἴδωλα τῶν ἐθνῶν δεισιδαιμονίαν ὀλισθήσασιν νενομοθέτητο, ὡς ἂν πεσόντας ἀνεγείρουσα καὶ ἀνορθοῦσα τοὺς πρηνεῖς κειμένους καταλλήλοις διδασκαλίαις. «δικαίοις γάρ, φησί, νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς», καὶ τοῖς παραπλησίοις. ἡ δὲ καινὴ τοὺς διὰ τοῦ σωτῆρος ἡμῶν χάριτι καὶ δωρεᾷ θεοῦ ἀνεγηγερμένους ἐπὶ τὸ βαδίζειν καὶ σπεύδειν εἰς τὴν ἐπηγγελμένην τοῦ θεοῦ βασιλείαν χειραγωγεῖ, πάντας ἐπ᾽ ἴσης ἀνθρώπους εἰς μίαν καὶ τὴν αὐτὴν τῶν ἀγαθῶν μετουσίαν προκαλουμένη. ταύτην τὴν καινὴν διαθήκην αὖθις νόμον ὀνομάζει καινὸν Ἡσαΐας, ἄλλος πάλιν Ἑβραίων προφήτης, λέγων· «ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἥξουσι πάντα τὰ ἔθνη, καὶ συναχθήσονται πάντες οἱ λαοὶ καὶ ἐροῦσι, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ».

τίς δ᾽ ἂν εἴη ὁ ἐκ Σιὼν προεληλυθὼς νόμος, ἕτερος ὢν τοῦ ἐπὶ τῆς ἐρήμου διὰ Μωσέως ἐν τῷ Σινᾶ ὄρει νενομοθετημένου, ἀλλ᾽ ἢ ὁ εὐαγγελικὸς λόγος ὁ διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ ἐκ τῆς Σιὼν προεληλυθὼς καὶ διελθὼν πάντα τὰ ἔθνη; πρόδηλον γὰρ ὡς ἀπὸ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ταύτῃ προσπαρακειμένου Σιὼν ὄρους, ἔνθα τὰς πλείστας διατριβάς τε καὶ διδασκαλίας ὁ σωτὴρ καὶ κύριος ἡμῶν πεποίητο, ὁ τῆς καινῆς διαθήκης αὐτοῦ ἀρξάμενος νόμος κἀκεῖθεν προελθὼν εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους, ἀκολούθως ταῖς αὐτοῦ φωναῖς, ἃς πρὸς τοὺς αὐτοῦ μαθητὰς πεποίητο φήσας· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν». τίνα δὲ ταῦτα ἦν ἀλλ᾽ ἢ τὰ τῆς καινῆς διαθήκης μαθήματά τε καὶ παιδεύματα; ἐπειδὴ τοίνυν ταῦθ᾽ οὕτως ἔχειν ἀποδέδεικται, ὥρα νῦν ἰδεῖν τὸν τρόπον τῆς καινῆς διαθήκης καὶ τοῦ προκεκηρυγμένου καινοῦ ᾄσματός τε καὶ νόμου.

Ἡ μὲν δὴ παλαιὰ διαθήκη καὶ ὁ διὰ Μωσέως νόμος μόνῳ τῷ Ἰουδαίων ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς οἰκείας γῆς οἰκοῦντι, κατάλληλος ἀποδέδεικται, οὔτε δὲ τοῖς λοιποῖς ἔθνεσι τοῖς καθ᾽ ὅλης τῆς οἰκουμένης οὔτε τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀπῳκισμένοις Ἰουδαίοις· τὸν δὲ τῆς καινῆς διαθήκης τρόπον πᾶσιν ἔθνεσιν βιωφελῆ χρῆν δήπου καταστῆναι, ὡς μηδαμῶς μηδαμόθεν παραποδίζεσθαι τοὺς κατὰ τοῦτον πολιτεύεσθαι μέλλοντας, μήτ᾽ ἀπὸ χώρας μήτ᾽ ἀπὸ γένους μήτ᾽ ἀπὸ τόπου μήτε ἔκ τινος ἑτέρου τὸ σύνολον. τοιοῦτος δὲ πέφηνεν ὁ πρὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ νενομοθετημένος νόμος τε καὶ βίος, τὴν παλαιτάτην καὶ πρεσβυτέραν Μωσέως εὐσέβειαν ἀνανεούμενος, καθ᾽ ἣν ὁ θεοφιλὴς Ἀβραὰμ καὶ οἱ τούτου προπάτορες δείκνυνται πεπολιτευμένοι. εἰ γοῦν ἐθελήσειας τόν τε Χριστιανῶν βίον καὶ τὴν ὑπὸ τοῦ Χριστοῦ πᾶσιν ἔθνεσι καταβεβλημένην θεοσέβειαν συνεξετάσαι τῷ τρόπῳ τῶν ἀμφὶ τὸν Ἀβραὰμ ἐπ᾽ εὐσεβείᾳ καὶ δικαιοσύνῃ μεμαρτυρημένων, ἕνα καὶ τὸν αὐτὸν εὑρήσεις. ἐκεῖνοί τε γὰρ τῆς πολυθέου πλάνης ἀποχωρήσαντες, καὶ τὴν περὶ τὰ ἀγάλματα δεισιδαιμονίαν ἀποστραφέντες, ὑπερκύψαντες δὲ καὶ τὴν ὁρωμένην ἅπασαν κτίσιν, καὶ μήθ᾽ ἥλιον μήτε σελήνην μήτε τι τῶν μερῶν τοῦ παντὸς θεοποιήσαντες, ἐφ᾽ ἕνα τὸν ἀνωτάτω θεόν, αὐτὸν δὴ τὸν ὕψιστον τὸν οὐρανοῦ καὶ γῆς δημιουργόν, ἑαυτοὺς ἀνήγαγον.

ὃ καὶ συνίστησιν αὐτὸς ὁ Μωσῆς ἐν ταῖς τῆς ἀρχαιολογίας ἱστορίαις τὸν Ἀβραὰμ ἀναγράφων φάσκοντα· «ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν».

Καὶ πρό γε τούτου εἰσάγων τὸν Μελχισεδέκ, ὃν δή φησιν «ἱερέα» γεγονέναι «τοῦ θεοῦ τοῦ ὑψίστου», τὸν Ἀβραὰμ ὧδέ πως εὐλογοῦντα· «εὐλογημένος Ἀβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν». εὕροις δ᾽ ἂν καὶ τὸν Ἐνὼχ καὶ τὸν Νῶε δικαιωθέντας καὶ εὐαρεστήσαντας τῷ θεῷ κατὰ τὸν αὐτὸν τῷ Ἀβραὰμ τρόπον. ἀλλὰ καὶ ὁ Ἰὼβ «ἄνθρωπος δίκαιος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος» πρὸ τῶν Μωσέως χρόνων μεμαρτύρηται· ὃς δὴ καὶ πεῖραν τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας δι᾽ ἀθρόας τῆς τῶν ὑπαρχόντων ἀποβολῆς ὑποσχών, μέγιστον εὐσεβοῦς ὑπόδειγμα τρόπου καὶ τοῖς μετ᾽ αὐτὸν ἀπολέλοιπεν, τὸν φιλόσοφον ἐκεῖνον ἐπιφωνήσας λόγον· «γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον». καὶ τὸν ἁπάντων κύριον σέβων ταύτας ἠφίει τὰς φωνάς, ἃς προϊὼν ὁ αὐτὸς διασαφεῖ δι᾽ ὧν φησι· «σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας, ὁ σείων τὴν ὑπ᾽ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται, ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος».

Εἰ δὴ οὖν τοῦτον αὐτῶν ἐκείνων τῶν πάλαι καὶ πρὸ Μωσέως θεοφιλῶν θεὸν ἔναγχος πᾶσι τοῖς ἔθνεσιν ὁ Χριστοῦ λόγος ὁμοίως ἐκείνοις μόνον εὐσεβεῖν διετάξατο, πέφηνεν ὅπως κοινωνοὶ γεγενήμεθα τῆς ἴσης αὐτῶν ἐκείνων εὐσεβείας· τῆς δὲ εὐσεβείας μετασχόντες δῆλον ὡς καὶ τῆς εὐλογίας μεταληψόμεθα.

Ἀλλὰ καὶ τὸν τοῦ θεοῦ λόγον, ὃν δὴ Χριστὸν ἡμῖν προσαγορεύειν φίλον, ὁμοίως κἀκεῖνοι γνόντες ἐμαρτυρήθησαν· οἵ γε καὶ πολὺ διαφερόντως τῆς ἐμφανοῦς αὐτοῦ παρουσίας τε καὶ θεοφανείας ἠξιώθησαν. ἐπάκουσον γοῦν ὡς πάλιν αὐτὸς ὁ Μωσῆς τὸν ἐπιφανέντα τοῖς θεοφιλέσι καὶ πολλάκις χρηματίσαντα αὐτοῖς τὰ ἀναγεγραμμένα ποτὲ μὲν θεὸν καὶ κύριον ποτὲ δὲ καὶ ἄγγελον θεοῦ προσαγορεύει, ἄντικρυς παριστὰς ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἀλλά τις δεύτερος, θεὸς μὲν καὶ κύριος τῶν θεοφιλῶν ἀνδρῶν ἀνηγορευμένος, ἄγγελος δὲ τοῦ ἀνωτάτου πατρός. λέγει δ᾽ οὖν αὐτοῖς ῥήμασι· «καὶ ἐπορεύθη Ἰακὼβ εἰς Χαράν, καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾽ αὐτήν. ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ᾽ αὐτῆς, καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ, ἡ γῆ, ἐφ᾽ ἧς σὺ καθεύδεις ἐπ᾽ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς». οἷς ἑξῆς ἐπιλέγει· «καὶ ἀνέστη Ἰακὼβ τὸ πρωί, καὶ ἔλαβε τὸν λίθον ὃν ὑπέθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην».

εἶτα προϊὼν αὐτὸν δὴ τοῦτον τὸν ἐπιφανέντα αὐτῷ θεὸν καὶ κύριον ἄγγελον ὀνομάζει θεοῦ. φησὶν γοῦν ὁ Ἰακώβ· «καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ᾽ ὕπνον, Ἰακώβ· ἐγὼ δὲ εἶπα, τί ἐστίν»; καὶ ἑξῆς· «ἑώρακα», φησίν, «πάντα ὅσα Λάβαν ποιεῖ σοι. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν».

Ὁ δ᾽ αὐτὸς οὗτος καὶ τῷ Ἀβραὰμ παραφανεὶς θεὸς καὶ κύριος ἀνηγόρευται, μυσταγωγῶν τὸν θεοφιλῆ τὰς περὶ τοῦ πατρὸς αὐθεντίας, καί τινα ὡς περὶ ἑτέρου θεοῦ διδάσκων, ἃ καὶ κατὰ καιρὸν ἐπισκεψώμεθα. ἀλλὰ καὶ τῷ Ἰὼβ οὐδένα ἢ τοῦτον εἶναι τὸν χρηματίσαντα μετὰ τὴν αὐτάρκη διαγυμνασίαν θεμιτὸν εἰπεῖν. πρότερον μὲν γὰρ «διὰ λαίλαπος καὶ νεφῶν» ἐπιφανεὶς αὐτῷ τὸν τῶν ὅλων θεὸν ἑαυτὸν ὄντα παρίστη, προϊὼν δὲ ἑξῆς ἑαυτὸν ἐπιδείκνυσιν, ὥστε φάναι τὸν Ἰώβ· «ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω. ἀκοὴν μὲν φωνῆς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε».

Εἰ δὲ μὴ οἷόν τε τὸν ἐπέκεινα θεόν, τὸν ἀόρατον καὶ ἀγέννητον καὶ παμβασιλέα τῶν ὅλων, θνητῇ φάναι θεωρεῖσθαι φύσει, τίς ἂν ὁ δηλούμενος εἴη πλὴν τοῦ πρὸς ἡμῶν μετὰ τὸν πατέρα κυριολογουμένου θεοῦ λόγου; καὶ τί δεῖ πλείονα περὶ τούτου συναγαγεῖν, παρὸν ἐκ τῶν ἱερῶν βίβλων τὰς τούτων συστάσεις λαμβάνειν, ἃς καὶ αὐτοὶ κατὰ τὴν προκειμένην ὑπόθεσιν ἐπὶ σχολῆς ἀναλεξόμεθα, εἰς ἀπόδειξιν τοῦ μηδὲ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον εἶναι τὸν τοῖς θεοφιλέσιν προπάτορσιν ἑωραμένον; οὐκοῦν μετὰ τὴν περὶ τοῦ τῶν ὅλων δημιουργοῦ διάληψιν καὶ τὰ περὶ τοῦ Χριστοῦ κοινῶς ἡμῖν τε κἀκείνοις παραδέδοται· ἔνθεν καὶ Χριστοὺς αὐτοὺς δὴ ἐκείνους τοὺς πρὸ Μωσέως θεοφιλεῖς, ὥσπερ οὖν ἡμᾶς Χριστιανούς, εὕροις ἂν κεκλημένους. καὶ τοῦτο δὲ ἐπάκουσον ὥς φησι περὶ αὐτῶν ἐν ψαλμοῖς τὸ λόγιον· «ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ, καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον, οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς λέγων, μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε». ταῦτα γὰρ ἐπὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ ἀνειρῆσθαι ἡ πᾶσα σύμφρασις τοῦ λόγου παρίστησιν· ὥστε καὶ τῆς τοῦ Χριστοῦ προσηγορίας ἡμῖν ὁμοίως ἐκοινώνουν.

Ἀλλὰ καὶ ὁ κατ᾽ ἀρετὴν βίος ἥ τε κατὰ εὐσέβειαν πολιτεία ὥσπερ τοῖς ἔθνεσιν ἅπασι διὰ τῆς τοῦ Χριστοῦ νουθεσίας κεκήρυκται δίχα τῆς κατὰ Μωσέα διαταγῆς, οὕτως καὶ τοῖς παλαιοῖς ἐκείνοις ὁ αὐτὸς τῆς εὐσεβείας κατωρθοῦτο τρόπος. οὔτ᾽ οὖν σώματος αὐτοῖς περιτομῆς ἔμελεν, ὅτι μηδ᾽ ἡμῖν· οὔτε ἀποχῆς τῶν τοιῶνδε ζῴων βρώσεως, ὅτι μηδὲ ἡμῖν. αὐτίκα τὸν Μελχισεδὲκ ὁ Μωσῆς εἰσάγει «ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου», οὐ τὸ σῶμα περιτετμημένον, οὐ μύρῳ σκευαστῷ κατὰ Μωσέα κεχρισμένον, οὐ σάββατον τί ποτ᾽ ἐστὶν εἰδότα, οὐδ᾽ ὅλως τι τῶν μετὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει διὰ Μωσέως παρηγγελμένων ἐπαΐοντα, ἄντικρυς δὲ κατὰ τὸ Χριστοῦ εὐαγγέλιον βιοῦντα. πλὴν ἀλλ᾽ ὅμως «ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου» φησὶν αὐτὸν ὁ Μωσῆς γεγονέναι, καὶ τοῦ Ἀβραὰμ κρείττονα· εἰσῆκται γοῦν τὸν Ἀβραὰμ εὐλογῶν. τοιοῦτός τις ἦν καὶ Νῶε, «ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ», ὃν καὶ ζώπυρον σπέρμα τῷ γένει τῶν ἀνθρώπων ἐν τῇ τοῦ κατακλυσμοῦ φθορᾷ πάντων τῶν ἐπὶ γῆς ἀπολλυμένων ὁ τῶν ὅλων θεὸς διεφύλαξεν. οὐδὲν γοῦν οὐδὲ οὗτος τῶν ἰουδαϊκῶν ἐθῶν ἐπιστάμενος, οὔτε ἐν περιτομῇ σώματος οὔτ᾽ ἐν τοῖς ἄλλοις τοῖς ὑπὸ Μωσέως διατεταγμένοις, ὅμως δίκαιος, εἰ καί τις ἄλλος, ἀνηγόρευται.

καὶ πρό γε τούτου ὁ Ἐνώχ, ὃς καὶ λέγεται εὐηρεστηκέναι τῷ θεῷ καὶ μετατεθεῖσθαι ὡς μὴ εὑρίσκεσθαι αὐτοῦ θάνατον, τοιοῦτος δὲ καὶ οὗτος γεγονὼς οὔτε τὸ σῶμα περιτέτμητο οὔτε τι τῆς Μωσέως μετῄει νομοθεσίας, ἄντικρυς δὲ χριστιανικῶς ἀλλ᾽ οὐχὶ ἰουδαϊκῶς ζῶν ἀναπέφηνε. καὶ αὐτὸς δ᾽ ὁ Ἀβραὰμ μετὰ τοὺς προωνομασμένους γεγονὼς καὶ νεώτερος παρ᾽ αὐτοὺς τοῖς χρόνοις, πρεσβύτης δὲ διὰ τὴν ἡλικίαν, διὰ τοὺς μέλλοντας ἐξ αὐτοῦ φῦναι ὥσπερ τινὰ σφραγῖδα τὴν περιτομὴν πρῶτος ὑπέμεινε τοῦ σώματος, γνώρισμα τῆς αὐτοῦ διαδοχῆς τοῖς ἐξ αὐτοῦ κατὰ σάρκα γενησομένοις τουτὶ τὸ σημεῖον παραδιδοὺς φέρειν· πρὸ δέ γε τῆς παιδοποιίας καὶ πρὸ τῆς περιτομῆς καὶ αὐτὸς διὰ τῆς τῶν εἰδώλων ἀναχωρήσεως καὶ τῆς ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ὁμολογίας καὶ διὰ μόνου τοῦ κατ᾽ ἀρετὴν βίου δείκνυται χριστιανικῶς ἀλλ᾽ οὐχὶ ἰουδαϊκῶς βεβιωκώς. μεμαρτύρηται γοῦν τὰ προστάγματα καὶ τὰς ἐντολὰς τά τε δικαιώματα καὶ τὰ νόμιμα τοῦ θεοῦ πρὸ τῆς Μωσέως διαταγῆς πεφυλαγμένος. λέγει δ᾽ οὖν πρὸς τὸν Ἰσαὰκ χρηματίζων ὁ θεός· «καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾽ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου».

Ἦν γὰρ καὶ πρὸ τοῦ Μωσέως νόμου προστάγματα θεοῦ ἕτερα, καὶ δικαιώματα οὐχ ὅμοια τοῖς παρὰ Μωσεῖ, νόμιμά τε ἄλλα καὶ ἐντολαὶ Χριστοῦ, δι᾽ ὧν ἐδικαιώθησαν. ὅτι δ᾽ οὐ τὰ αὐτὰ ἦν τοῖς διὰ Μωσέως νομοθετηθεῖσι σαφῶς ὁ Μωσῆς παρίστησιν ἐν οἷς φησιν πρὸς τὸν λαόν· «ἄκουε Ἰσραὴλ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξασθε ποιεῖν αὐτά. κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς ἐν Χωρὴβ διαθήκην, οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς».

Καὶ ὅρα γε ὅπως ἀκριβῶς φησι «τὴν διαθήκην ταύτην», ἐπεὶ μὴ τὴν αὐτὴν τοῖς πατράσιν αὐτῶν διετέθειτο. εἰ δ᾽ οὖν ἀπολύτως μὴ δεδόσθαι τοῖς πατράσιν αὐτῶν διαθήκην εἰρήκει, ψευδὴς ἂν ἦν ὁ λόγος αὐτῷ. δέδοται γοῦν τῷ Ἀβραὰμ διαθήκη καὶ τῷ Νῶε, ὡς τὰ ἱερὰ μαρτυρεῖ λόγια. διὰ τοῦτο μετὰ προσθήκης ὁ Μωσῆς οὐ ταύτην φησὶ δεδόσθαι τοῖς πατράσιν αὐτῶν, ἑτέραν αἰνιττόμενος τὴν κρείττω καὶ διαφέρουσαν, δι᾽ ἧς καὶ θεοφιλεῖς ἀπεφάνθησαν. αὐτίκα τῷ Ἀβραὰμ διὰ τῆς εἰς τὸν τῶν ὅλων θεὸν πίστεως τὰ τῆς δικαιοσύνης κατωρθῶσθαι μεμαρτύρηται ὑπ᾽ αὐτοῦ Μωσέως λέγοντος· «ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». ὅτι δὲ μετὰ τὴν τῆς δικαιοσύνης κατόρθωσιν καὶ μετὰ τὴν ἐπ᾽ εὐσεβείᾳ μαρτυρίαν τὸ τῆς περιτομῆς εἴληφε σημεῖον καὶ μηδὲν πρὸς εὐσεβείας δικαίωσιν αὐτῷ τουτὶ συνεβάλλετο, σαφῶς ὁ λόγος παρίστησιν.

Εὕροις δ᾽ ἂν καὶ τὸν Ἰωσὴφ πρὸ τῶν Μωσέως χρόνων ἐν τοῖς Αἰγυπτίων βασιλείοις ἀπαραφυλάκτως ἀλλ᾽ οὐκ ἰουδαϊκῶς ἀχθέντα. εἰ δὲ θέλεις, καὶ τὸν κορυφαῖον αὐτὸν καὶ νομοθέτην τοῦ Ἰουδαίων ἔθνους Μωσέα γνοίης ἂν ἐξ ἔτι νηπίας ἡλικίας παρὰ τῇ τοῦ Αἰγυπτίου βασιλέως θυγατρὶ τὰς διατριβὰς πεποιημένον, τροφῆς τε τῆς Αἰγυπτίας ἀπαρατηρήτως μετειληχότα.

Τί δεῖ λέγειν τὸν τρισμακάριον Ἰώβ, τὸν ἀληθῆ ἄνθρωπον ἐκεῖνον, τὸν ἄμεμπτον, τὸν δίκαιον, τὸν θεοσεβῆ, τῆς εἰς ἄκρον εὐσεβείας αὐτῷ καὶ δικαιοπραγίας τίς ἄρα αἰτία ἦν; μή τί γε τὰ Μωσέως παραγγέλματα; οὐδαμῶς. ἀλλὰ σαββάτου ἡμέρας ἐπιτήρησις ἦν ἤ τινος ἄλλης ἰουδαϊκῆς ἐθελοθρησκείας φυλακή; πόθεν, πρεσβυτέρῳ τοῖς χρόνοις Μωσέως καὶ τῆς κατ᾽ αὐτὸν νομοθεσίας γενομένῳ; ὁ μὲν γὰρ Μωσῆς ἕβδομος ἐξ Ἀβραὰμ γενεαλογεῖται, οὑτοσὶ δὲ πέμπτος, δυσὶ προτέραις τὸν Μωσέα γενεαῖς προάγων. θέα δ᾽ οὖν καὶ τούτου τὸν βίον, Μωσέως μὲν τῆς νομοθεσίας οὐδὲν ἐπαγόμενον, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας οὐκ ἀλλότριον. λέγει δ᾽ οὖν αὐτὸς τὸν ἑαυτοῦ διεξιὼν βίον ἐν τῇ πρὸς τοὺς ἑταίρους ἀπολογίᾳ· «διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς ἐβοήθησα. στόμα δὲ χήρας με εὐλόγησεν, δικαιοσύνην δὲ ἐνεδεδύκειν. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι, ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων». αὐτὰ δὴ ταῦτα ἄντικρυς τὰ πᾶσιν ἡμῖν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας μαθήματα κηρυττόμενα.

ἀλλὰ καὶ ὡς εἰδὼς εὖ μάλα τὸ «κλαίειν μετὰ κλαιόντων», καὶ τὸ «μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται» καὶ τὸ «εἰ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη» ἐν τοῖς τῆς εὐαγγελικῆς διδασκαλίας μηθήμασι περιεχόμενα, τὸ πρὸς τοὺς ἐν τῷ βίῳ ταλαιπωρουμένους φιλάνθρωπον ἐπεδείκνυε, λέγων· «ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα· ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις». εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας τοὺς ἀσέμνους ἀπαγορευούσης γέλωτας προλαβὼν ὁ μακάριός φησιν· «εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον, ἵσταμαι δὲ ζυγῷ δικαίῳ, οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου». ἐπειδὴ δὲ ὁ παρὰ Μωσεῖ λόγος νομοθετεῖ λέγων· «οὐ μοιχεύσεις», θάνατον τε κατὰ μοιχῶν ἐπιψηφίζεται, ὁ δὲ τῆς εὐαγγελικῆς διδασκαλίας τὸν νόμον ἐπιτείνων φησίν· «ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ τὴν ἀρχὴν ἐπιθυμεῖν», σκέψασθε καλῶς τὸν περὶ οὗ νῦν ὁ λόγος, ὃς κατὰ τὸ Χριστοῦ βιοὺς εὐαγγέλιον καὶ τὸ μετ᾽ ἐπιθυμίας ἀκολαστότερον ἐμβλέπειν παρεφυλάττετο, ἐφ᾽ ᾧ καὶ ἐσεμνύνετο λέγων· «εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου». καὶ τὸν λογισμὸν ἀποδίδωσιν ἑξῆς ἐπάγων· «θυμὸς γὰρ ἀνδρὸς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ᾽ ἂν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν».

ἀλλὰ καὶ τὸ τοῦ τρόπου ἀδωροδόκητον παρίστησιν ὧδε· «εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄριζος δὲ γενοίμην ἐπὶ γῆς». ὅπως δὲ καὶ τοῖς οἰκείοις προσεφέρετο, μαθεῖν ἔστιν ἀφ᾽ ὧν διδάσκει φάσκων· «εἰ δὴ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς ἐμέ». καὶ πάλιν τὸν λογισμὸν ἀποδίδωσι· «τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ θεός; πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν σαρκί, οὕτως κἀκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ». τούτοις ἐπιλέγει· «χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μετέδωκα, εἰ δὲ καὶ εἶδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίεσα». καὶ πάλιν ὑποβὰς λέγει· «εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ᾽ ἀναριθμήτοις ἐθέμην χεῖρά μου». καὶ τὸν λογισμὸν αὖθις ἐπιλέγει· «ἢ οὐχ ὁρῶμεν ἥλιον ἐπιφαύσκοντα καὶ ἐκλείποντα, καὶ σελήνην δὲ φθίνουσαν»; εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας φησάσης· «ἐρρέθη τοῖς ἀρχαίοις, ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου, ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν», αὐτοφυεῖ διδασκαλίᾳ προλαβὼν ὁ θαυμάσιος τοὔργον ἀπεπλήρου· διό φησιν· «εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου, καὶ εἶπεν ἡ καρδία μου, εὖ γε, ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου».

καὶ ἐπιλέγει· «ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο», ἐπεὶ μὴ ἀλλότριος τοῦ φήσαντος· «ξένος ἤμην, καὶ συνηγάγετέ με». οἷα δὲ αὐτοῦ καὶ τὰ περὶ τῶν ἀκουσίων πλημμελημάτων, ἐπάκουσον λέγοντος· «εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν. εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν κόλπῳ κενῷ, χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δὲ ἣν εἶχον κατά τινος εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα, οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου».

Ταῦτ᾽ ἦν καὶ τὰ τοιαῦτα τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν, (ἐξ ἑνὸς γὰρ καὶ τὸν τῶν λοιπῶν τεκμαίρεσθαι προσήκει βίον) τὰ περιύμνητα τῆς θεοσεβείας ἆθλα, δι᾽ ἃ καὶ φίλοι θεοῦ καὶ προφῆται 〈κληθῆναι〉 κατηξιώθησαν. τοιούτοις δ᾽ οὖσιν τίς ἔτι χρεία ἦν τῶν παρὰ Μωσεῖ παραγγελμάτων, φαύλοις ἀνδράσι καὶ μοχθηροῖς παραδεδομένων; οὐκοῦν διὰ τούτων ἁπάντων τὸν ἀρχαιότατον τῆς τῶν προπατόρων θεοσεβείας τρόπον ὁ Χριστοῦ λόγος πᾶσι καταγγείλας τοῖς ἔθνεσιν προφανῶς ἀποδέδεικται, ὡς εἶναι τὴν καινὴν διαθήκην οὐδ᾽ ἄλλην ἐκείνης τῆς ἀρχαιοτάτης 〈πρὸ〉 τῶν Μωσέως χρόνων εὐσεβοῦς πολιτείας, ὥστε ὁμοῦ καὶ παλαιὰν αὐτὴν εἶναι καὶ νέαν· παλαιτάτην μὲν διὰ τὰ ἀποδεδειγμένα, νέαν δὲ αὖθις διὰ τὸ μακροῖς τοῖς μεταξὺ χρόνοις ὥσπερ ἀποκρυβεῖσαν ἐξ ἀνθρώπων αὖθις ἀναβεβιωκέναι διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας. τοῦτόν γέ τοι τὸν μεταξὺ δηλούμενον χρόνον ἕως συνέβαινε λανθάνειν ἀνθρώπους καὶ ὥσπερ ἐφησυχάζειν τὸν τῆς καινῆς διαθήκης τρόπον, ὁ Μωσέως ἐν τῷ μεταξὺ παρεισελθὼν νόμος, οἷά τις νηπίων καὶ ἀτελῶν ψυχῶν ἐπίτροπος καὶ οἰκονόμος ἢ καὶ ἰατρὸς δεινῇ καὶ Αἰγυπτιακῇ νόσῳ τετρυχωμένῳ τῷ παντὶ Ἰουδαίων ἔθνει, αὐτοῖς δὴ τοῖς τοῦ Ἀβραὰμ ἀπογόνοις, μὴ οἵοις τε οὖσιν ὁμοίως τοῖς προπάτορσι κατορθοῦν, τὸν ὑποβεβηκότα καὶ ἀτελῆ βίον παρεδίδου.