Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Εὐαγγελικὴ ἀπόδειξις

Εὐσέβιος Καισαρείας

Βιβλίο Ε΄: Ο Λόγος ως ενυπόστατη Σοφία και το ακατάληπτο της θείας γεννήσεως

Η θεολογία περί της ενυπόστατης Σοφίας, η ταύτισή της με τον Υιό του Θεού και η αποφατική εξήγηση της άχρονης, απαθούς και άυλης γέννησής Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 16 από 31

Ἀλλὰ ταῦτα μὲν ὧδε τέλος ἐχέτω, τῆς ἐν τοῖς Ἑβραίων προφήταις θείας δυνάμεως ὄντα παραστατικά. ὥρα δὴ οὖν αὐτοῖς, οἷα δὴ ἐνθέοις ἀνδράσιν καὶ σοφοῖς οὐ κατ᾽ ἄνθρωπον γενομένοις κατ᾽ ἐπίπνοιαν δὲ θείου πνεύματος, πείθεσθαι διδάσκουσιν παιδεύεσθαί τε τὰ παρ᾽ αὐτοῖς δόγματα καὶ τὰς εὐσεβεῖς καὶ ἀδιαπτώτους θεολογίας, οὐκέτ᾽ ἀμφιβολίαν ἔχοντα, μή πη ἀρετῆς καὶ ἀληθείας ἀλλότριον ἐπάγωνται. φέρ᾽ οὖν ἤδη λοιπὸν ἀναλαβόντες ἐξ ὑπαρχῆς τὸν λόγον, τὴν ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ θεολογίαν ἀπὸ τῆς προφητικῆς μαρτυρίας πιστωσώμεθα. ἡ μὲν οὖν εὐαγγελικὴ μαρτυρία ὧδε τὸν Χριστὸν θεολογεῖ· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· καλεῖ δὲ αὐτὸν καὶ φῶς νοερόν, καλεῖ δὲ καὶ κύριον, ὥσπερ οὖν καὶ θεόν. καὶ ὁ θεσπέσιος δὲ Παῦλος, οἷα τοῦ Χριστοῦ μαθητὴς ὢν καὶ ἀπόστολος, συνᾴδει τῇ θεολογίᾳ, ταῦτα περὶ αὐτοῦ διεξιών· «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι. τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα δι᾽ αὐτοῦ συνέστηκεν». κέκληται καὶ «θεοῦ δύναμις» καὶ «θεοῦ σοφία».

αὐτὰ δὴ οὖν ταῦτα πρόκειται καὶ νῦν ἀπὸ τῶν παρὰ Ἑβραίοις προφητικῶν γραφῶν ἐξανθίσασθαι, ὡς ἂν διὰ τῆς ἐν ἑκατέροις τοῖς μέρεσι συμφωνίας ἡ τοῦ ἀληθοῦς ἀπόδειξις παρασταθείη.

Χρὴ δὲ μὴ ἀγνοεῖν ὅτι οἱ μὲν θεῖοι χρησμοί, πολὺ τὸ καὶ πρὸς λέξιν καὶ πρὸς διάνοιαν ὑπερφυὲς τῇ Ἑβραίων φωνῇ περιέχοντες, διαφόρου τῆς ἐπὶ τὸ Ἑλληνικὸν ἑρμηνείας τετυχήκασιν τοῦ δυσθεωρήτου χάριν. ἑβδομήκοντα δ᾽ οὖν ἄνδρες ἀθρόως Ἑβραῖοι συμφώνως αὐτὰς μεταβεβλήκασιν, οἷς μάλιστα τὸν νοῦν προσέξομεν, ὅτι δὴ καὶ τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ τούτοις κεχρῆσθαι φίλον. εἰ δέ που γίνοιτο χρεία, οὐδὲ τὰς τῶν μετὰ ταῦτα νεωτέρων ἑρμηνευτῶν ἐκδόσεις, αἷς φίλον εἰσέτι νῦν Ἰουδαίοις χρῆσθαι, παραιτησόμεθα, ὡς ἂν πανταχόθεν τὰ τῆς ἀποδείξεως ἡμῖν βεβαιοτέρας τύχοι παραστάσεως. τούτων ἡμῖν πεπροοιμιασμένων, καὶ τῶν ἐνθέων φωνῶν ἤδη λοιπὸν ἐφαψώμεθα. 〈〈Ἀπὸ τῶν Παροιμιῶν〉〉. «Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς· δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι᾽ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι᾽ ἐμοῦ κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ.

ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἐν ὁδοῖς δικαιοσύνης ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· 〈ἐὰν〉 ἀναγγείλω ὑμῖν τὰ καθ᾽ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾽ οὐρανόν. ἡνίκα ἡτοίμαζεν ... τὸν ἑαυτοῦ θρόνον ἐπ᾽ ἀνέμων· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ᾽ οὐρανόν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν, καθ᾽ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων.»

Ἡ πρὸ τῶν γενητῶν θεία καὶ πανάρετος οὐσία, ἡ νοερὰ καὶ πρωτότοκος τῆς ἀγενήτου φύσεως εἰκών, ὁ γνήσιος καὶ μονογενὴς τοῦ τῶν ὅλων θεοῦ υἱός, πολυώνυμός τις ὢν καὶ διὰ πλείστων προσρήσεων θεολογούμενος, τῷ τῆς σοφίας ἐπὶ τοῦ παρόντος ἀξιώματί τε καὶ προσηγορίᾳ τετίμηται· λόγον δὲ θεοῦ αὐτὸν καὶ φῶς καὶ ζωὴν καὶ ἀλήθειαν καὶ ἐπὶ πᾶσι «Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν» προσαγορεύειν μεμαθήκαμεν. ἤδη οὖν τὰ μετὰ χεῖρας αὐτὸς περὶ ἑαυτοῦ, ὡς ἂν θεοῦ σοφία ζῶσα καὶ καθ᾽ αὑτὴν ὑφεστῶσα, διὰ τοῦ σοφωτάτου Σολομῶνος διεξέρχεται· «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην», καὶ τὰ τούτοις ἐπαγόμενα λέγων. ἀλλὰ καὶ ὡς τὴν τῶν ὅλων διοίκησιν καὶ πρόνοιαν ἀναδεδεγμένος ἐπιφέρει· «δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι᾽ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται». εἶτα εἰπὼν μνημονεύσειν τὰ ἐξ αἰῶνος, ἐπάγει λέγων· «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με». δι᾽ ὧν ὁμοῦ καὶ γενητὸν ἑαυτόν, οὐχὶ δὲ τὸν αὐτὸν ὄντα τῷ ἀγενήτῳ διδάσκει, πρὸ παντὸς αἰῶνος οὐσιωμένον, θεμελίου τε τρόπον τῶν γενητῶν ἁπάντων προβεβλημένον. ὅθεν τὸν θεῖον ἀπόστολον εἰκὸς ὁρμώμενον περὶ αὐτοῦ φάναι· «ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς».

πρωτότοκος μὲν γὰρ πάσης ἀνείρηται κτίσεως κατὰ τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». νοοῖτο δ᾽ ἂν εἰκότως εἰκὼν τοῦ θεοῦ, ὡς ἂν γέννημα τῆς ἀγεννήτου φύσεως τυγχάνον· τοῦτο δ᾽ οὖν ἐν τοῖς μετὰ χεῖρας ὁμολογεῖ δι᾽ ὧν φησιν· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι», καὶ «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ἔνθεν αὐτὸν υἱὸν μονογενῆ καὶ πρωτότοκον τοῦ θεοῦ λόγον ἀναγορεύομεν, τὸν αὐτὸν ὄντα τῇ δηλουμένῃ σοφίᾳ.

Ὅπως δὲ γέννημα θεοῦ αὐτὸ εἶναι φαμέν, ἰδίας ἂν δέοιτο ἐξετάσεως, ἐπεὶ μήτε κατὰ προβολὴν μήτε κατὰ διάστασιν ἢ διαίρεσιν ἢ μείωσιν ἢ τομήν, ἢ κατά τι ὅλως τῶν ἐπὶ τῆς θνητῆς γενέσεως ἐπιτελουμένων, τὴν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ἐπινοοῦμεν. οὐδὲ γὰρ θέμις τῶν ἐν γενητοῖς τισιν τὴν ἄρρητον καὶ ἀκατονόμαστον αὐτοῦ γένεσίν τε καὶ οὐσίωσιν ἀφομοιοῦν, οὐδέ τινα τῶν ἐπικαίρων καὶ θνητῶν παραβάλλειν αὐτῷ εἰκόνα, ἐπεὶ μηδὲ κατὰ τὰς παρ᾽ ἡμῖν τῶν ζῴων γενέσεις, οὐσίαν ἐξ οὐσίας κατὰ πάθος ἢ διαίρεσιν μεριστὴν καὶ χωριστήν, ἐκ τοῦ πατρὸς προ[σ]εληλυθέναι τὸν υἱὸν φάναι ὅσιον. ἀμερὲς γὰρ καὶ ἄτομον τὸ θεῖον, οὐ τεμνόμενον, οὐ διαιρούμενον, οὐκ ἐκτεινόμενον, οὐ συστελλόμενον, οὐ μειούμενον, οὐ μεῖζον, οὐ χεῖρον, οὐ κρεῖττον αὐτοῦ γινόμενον, οὐκ ἔχον ἐν ἑαυτῷ ἕτερόν τι αὐτοῦ, ἵνα καὶ πρόηται τοῦτο. πᾶν γὰρ τὸ ἔν τινι ὂν ἢ ὡς συμβεβηκός, οἷον λευκὸν ἐν σώματι, ἢ ὡς ἕτερον ἐν ἑτέρῳ τυγχάνει, ὡς τὸ ἐν τῇ κυοφορούσῃ κατὰ γαστρὸς κυοφορούμενον, ἢ ὡς μέρος ἐν τῷ ὅλῳ, ὡς ἂν ἐν σώματι χεὶρ ἢ ποὺς ἢ δάκτυλος τοῦ παντὸς ὄντα μέρη, ὧν ἀποκοπὴν ἤ τινα τομὴν ἢ διαίρεσιν πεπονθότων, ἀτελὲς καὶ κολοβόν, ὡς ἂν τοῦ μέρους ἠκρωτηριασμένου, ἀπολέλειπται τὸ πᾶν.

ἀλλὰ γὰρ καὶ τὸ εἰκόνι τοιᾷδε καὶ ὁμοιώσει χρῆσθαι ἐπὶ τῆς ἀγενήτου φύσεως τοῦ τῶν ὅλων θεοῦ καὶ τῆς τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου γενέσεως πάντων ἂν εἴη ἀσεβέστατον. οὐ τοίνυν ὡς ἕτερον ἐν ἑτέρῳ ἐξ ἀπείρων καὶ ἀνάρχων αἰώνων ἦν ὁ υἱὸς ἀγένητος ἐν τῷ πατρί, μέρος ὢν αὐτοῦ ὃ μεταβληθὲν ὕστερον καὶ κενωθὲν ἐκτὸς αὐτοῦ γέγονεν· τροπῆς γὰρ ἤδη τοῦτο οἰκεῖον, καὶ δύο γ᾽ ἂν οὕτως ἀγένητα εἶεν, τὸ προβεβληκὸς καὶ τὸ προβεβλημένον. καὶ τίς ἦν κατάστασις κρείττων; ἆρα ἡ πρὸ τῆς τροπῆς, 〈πρὸ〉 τῆς κατὰ τὴν προβολὴν διαστάσεως; οὔκουν ὡς μέρος ἢ μέλος, ἀγενήτως ἡνωμένον ἀεὶ πρότερον, ἔπειτα δὲ διαστὰν καὶ χωρὶς γενόμενον τοῦ ὅλου, τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς οἷόν τε ἐπινοεῖν. ἄρρητα γὰρ καὶ ἄντικρυς ἀσεβῆ ταῦτα, ὕλης μὲν ὄντα σωμάτων οἰκεῖα, τῆς δ᾽ ἀσωμάτου καὶ ἀύλου φύσεως ἀλλότρια.

Διὸ κατὰ καιρὸν εἰκότως ἄν τις ἐνταῦθα πάλιν τὸ «τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται» ἀναφθέγξαιτο ἄν, ἐπειδὴ καὶ τὴν ἐναντίαν ἐλθεῖν οὐκ ἀκίνδυνον καὶ ἁπλῶς οὕτως ἐξ οὐκ ὄντων γενητὸν τὸν υἱὸν τοῖς λοιποῖς γενητοῖς ὁμοίως ἀποφήνασθαι· ἄλλη γὰρ υἱοῦ γένεσις καὶ ἄλλη ἡ διὰ τοῦ υἱοῦ δημιουργία. ἀλλὰ γὰρ ὥσπερ ἡ θεία γραφὴ τοτὲ μὲν «πρωτότοκον πάσης κτίσεως» τὸν υἱὸν ἀναγορεύει, ἐξ αὐτοῦ προσώπου τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ» φάσκουσα, τοτὲ δὲ γέννημα τοῦ πατρὸς εἶναι λέγει κατὰ τὸ «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ταύτῃ καὶ ἡμῖν ἕπεσθαι ὑγιῶς ἂν ἔχοι καὶ τὸ πρὸ πάντων αἰώνων εἶναι, λόγον ὄντα θεοῦ δημιουργικόν, καὶ τῷ πατρὶ συνεῖναι, μονογενῆ τε υἱὸν εἶναι τοῦ τῶν ὅλων θεοῦ, ὑπουργόν τε καὶ συνεργὸν τῷ πατρὶ τῆς τῶν ὅλων οὐσιώσεώς τε καὶ διακοσμήσεως γεγενημένον ὁμολογεῖν.

εἰ γὰρ οὖν καὶ ἄλλο τι ἄρρητον καὶ ἀκατάληπτον ἡμῖν ἐν τῇ τῶν ὅλων ἀπολέλειπται φύσει (μυρία δὲ τὰ τοιαῦτα, ὁποῖα καὶ τὰ τοῖς θεοφιλέσιν ἐπηγγελμένα τυγχάνει, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», κατὰ τὸν ἱερὸν ἀπόστολον), πολὺ πρότερον πάσης ἐννοίας ἐπέκεινα, ἄρρητα καὶ ἀκατονόμαστα, ἀνεπινόητά τε καὶ ἀνενθύμητα γένοιτο ἂν τὰ περὶ τῆς πρώτης τοῦ μονογενοῦς τοῦ θεοῦ γενέσεως, ἄλλο μηδὲν πλέον ἐχόντων ἡμῶν περὶ αὐτοῦ λέγειν τε καὶ νοεῖν ἢ «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Εἰ δέ τις τούτου περαιτέρω χωρῶν τόλμῃ προαχθείη τὰ πάντη ἀπερινόητα ὁρατικοῖς καὶ σωματικοῖς παραβάλλειν ὑποδείγμασιν, τάχα ἂν εἴποι 〈ἐκ〉 τῆς τοῦ πατρὸς ἀγενήτου φύσεως καὶ τῆς ἀνεκφράστου οὐσίας ὥσπερ εὐωδίαν τινὰ καὶ φωτὸς αὐγὴν τὸν υἱὸν ἐξ ἀπείρων αἰώνων μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑποστῆναι, γενόμενόν τε συνεῖναι καὶ συγγενόμενον ἀεὶ τῷ πατρὶ ὡς τῷ μύρῳ τὸ εὐῶδες καὶ τῷ φωτὶ τὴν αὐγήν· ἀλλ᾽ οὐ τοῖς ὑποδείγμασιν κατὰ πάντα τρόπον ὁμοίως, ὥσπερ οὖν ἤδη πρότερον εἴρηται.

τὰ μὲν γὰρ ἄψυχα σώματα τὸ συμβεβηκὸς ἐν ποιότησι κέκτηνται· ἥ τε γὰρ αὐγή, σύμφυτος οὖσα τῇ τοῦ φωτὸς φύσει καὶ οὐσιωδῶς συνυπάρχουσα τῷ φωτί, οὐκ ἂν δύναιτο ἐκτὸς ὑφεστάναι τοῦ ἐν ᾧ ἐστιν· ὁ δέ γε τοῦ θεοῦ λόγος καθ᾽ ἑαυτὸν οὐσίωταί τε καὶ ὑφέστηκεν, καὶ οὐκ ἀγενήτως συνυπάρχει τῷ πατρί, ἀλλ᾽ ὡς μονογενὴς υἱὸς μόνος πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένος· ἥ τε εὐωδία, ἀπορροή τις οὖσα σωματικὴ τοῦ ὑποκειμένου καὶ οὐ καθ᾽ ἑαυτὴν ἐκτὸς τοῦ πρώτου αἰτίου τὸ πλησιάζον πληροῦσα, οὐδὲν ἧττον σωματικὴ οὖσα καὶ αὐτὴ τυγχάνει. οὐ ταύτῃ οὖν ἡμῖν νοηθήσεται καὶ τὰ περὶ τῆς πρώτης οὐσιώσεως τοῦ σωτῆρος ἡμῶν. οὐδὲ γὰρ ἐξ οὐσίας τῆς ἀγενήτου κατά τι πάθος ἢ διαίρεσιν οὐσιωμένος, οὐδέ γε ἀνάρχως συνυφέστηκεν τῷ πατρί, ἐπεὶ ὁ μὲν ἀγέννητος ὁ δὲ γεννητός, καὶ ὁ μὲν πατὴρ ὁ δὲ υἱός, προϋπάρχειν δὲ καὶ προϋφεστάναι πατέρα υἱοῦ πᾶς ὅστις οὖν 〈ἂν〉 ὁμολογήσειεν. εἴη δ᾽ ἂν ταύτῃ καὶ εἰκὼν θεοῦ, ἀρρήτως πάλιν καὶ ἀνεπιλογίστως ἡμῖν, ζῶντος θεοῦ ζῶσά τις καὶ καθ᾽ αὑτὴν ὑφεστῶσα ἀύλως καὶ ἀσωμάτως καὶ τοῦ ἐναντίου παντὸς ἀμιγῶς, ἀλλ᾽ οὐχ οἵα τις πάλιν ἡ παρ᾽ ἡμῖν εἰκών, ἕτερον μὲν ἔχουσα τὸ κατ᾽ οὐσίαν ὑποκείμενον, ἕτερον δὲ τὸ εἶδος, ἀλλ᾽ ὅλον αὐτὸ εἶδος ὥν, καὶ αὐτοουσίᾳ τῷ πατρὶ ἀφομοιούμενος.

οὕτω δὲ καὶ ζωτικωτάτη τοῦ πατρὸς εὐωδία τυγχάνει, ἀρρήτως ἡμῖν πάλιν καὶ ἀνεπιλογίστως, ἐπεὶ καὶ πάντα, ὅσα ἐστὶν περὶ αὐτὸν ἀληθῆ, ἄρρητα ἂν εἴη ἀνθρώπων φωναῖς καὶ λογισμοῖς θνητῶν ἀνεπιλόγιστα κατὰ τὸν ἀκριβῆ λόγον. ἀλλὰ γὰρ ὡς ἡμῖν ἀκούειν φίλον, τοιῶσδε καὶ τὰ λόγια παιδεύει. ἢ οὐχὶ καὶ «Χριστοῦ εὐωδίαν» αὐτὸς ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ὁ ἱερὸς ἀπόστολος προσεῖπεν διὰ τὴν τοῦ Χριστοῦ πνεύματος μετοχήν, «μύρον τε ἐκκενωθὲν» ὁ οὐράνιος νυμφίος ἐν τοῖς Ἄισμασιν ἀνηγόρευται;

Διὸ τῆς αὐτοῦ ἐκκενώσεως τὰ πάντα ὁρατά τε καὶ ἀόρατα σώματά τε καὶ ἀσώματα λογικά τε καὶ ἄλογα μετασχόντα, ἀναλόγως κατηξίωται ... μετουσίας, καὶ τῆς τοῦ θείου λόγου μετείληφεν κοινωνίας. ταύτης γε τῆς ἐνθέου πνοῆς τὴν ἀντίληψιν τοῖς τὰς λογικὰς αἰσθήσεις μὴ πεπηρωμένοις ὁ σύμπας ἀποδίδωσι κόσμος, ὡς τὰ τῇ φύσει γεώδη καὶ φθαρτὰ σώματα τῆς ἀύλου καὶ ἀκηράτου εὐωδίας ἀποπνεῖν, πηγάζοντος μὲν ἄνωθεν τοῦ τῶν ὅλων θεοῦ, ὃς τοῦ μονογενοῦς αὐτοῦ λόγου πατὴρ ὢν αὐτὸς ἂν εἴη τὸ πρῶτον καὶ κύριον καὶ μόνον ἀληθῶς ἀγαθόν, ἀγαθοῦ γεννητικόν, δευτερεύοντος δὲ καὶ ὡς ἂν ἀπὸ πρώτης καὶ ἡγουμένης οὐσίας ἐπιχορηγουμένου τοῦ υἱοῦ, ὃς καὶ μόνος τῆς πατρικῆς 〈οὐσίας〉 εὐωδία τις ἡμῖν ἀνείρηται, δουλεύουσι λογίῳ παιδεύοντι περὶ αὐτοῦ, ὅτι δὴ «ἀτμίς ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής, καὶ ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ».

Πλὴν ἀλλὰ ταῦτα, ὅπη ἄν τις καὶ θέλοι, ταύτῃ τιθέσθω· ἡμῖν δὲ ἐξαρκεῖ τὸ ἀληθὲς ἐκεῖνο καὶ εὐσεβὲς αὖθις ἐπαναλαμβάνειν ῥῆμα, δι᾽ οὗ καὶ τὴν λύσιν ἐπιθήσομεν τοῖς ἐζητημένοις, πολλάκις ἤδη ἐπειπόντες· «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται»; ἀνέφικτος γὰρ ὡς ἀληθῶς, καὶ οὐκ ἀνθρώποις μόνον ἀλλὰ καὶ ταῖς πάσης ἐπέκεινα οὐσίας δυνάμεσιν, ἡ τοῦ μονογενοῦς τοῦ θεοῦ τυγχάνει γένεσις, ὥσπερ οὖν καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, τοὺς οἰκείους μαθητὰς αὐτὰ δὴ ταῦτα μυσταγωγῶν, «οὐδεὶς ἔγνω», φησίν, «τὸν πατέρα εἰ μὴ ὁ υἱός», ᾧ καὶ ἐπιλέγει· «καὶ οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ».

Ἀγνώστου τοίνυν ὁμοίως τῆς τε περὶ τοῦ πατρὸς καὶ τῆς περὶ τοῦ υἱοῦ θεολογίας τοῖς πᾶσιν πλὴν αὐτοῖς τυγχανούσης, ὡς ἐν ἀπορρήτοις ἐν ταῖς παρατεθείσαις τοῦ Σολομῶνος λέξεσιν τῆς σοφίας ἀκουστέον λεγούσης· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». ἔτι δέ φησιν συμπαρεῖναι τῷ πατρὶ τὸν οὐρανὸν κατασκευάζοντι· «ἡνίκα» γοῦν «ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ», καὶ τὸ ἐξ ἀπείρων δὲ αἰώνων ἀίδιον τῆς σὺν πατρὶ διαμονῆς ἐμφαίνει, οἷς ἐπιλέγει· «ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ᾽ ἡμέραν». ἀβύσσους δὲ καὶ πηγὰς ὑδάτων, ὄρη τε καὶ βουνούς, καὶ ὅσα ἄλλα κατὰ τὸν τόπον κοινοῖς ῥηματίοις ἐπωνόμασται, ἤτοι περὶ τῆς τοῦ κόσμου συστάσεως, ἐκ μέρους τὸ πᾶν δηλοῦντος, ἀκουστέον, ἢ τροπικώτερον ἐκληπτέον, ταῦτα μεταφέροντα τὰ σημαινόμενα ἐπὶ νοητὰς οὐσίας καὶ θείας· δυνάμεις, ὧν πάντων πρωτότοκος σοφία καὶ μονογενὴς καὶ πρωτόγονος τοῦ θεοῦ προϋπέστη λόγος, ὅντινα Χριστὸν ἡμεῖς προσαγορεύομεν, διδασκάλῳ μαθητευόμενοι τῷ ἀποστόλῳ λέγοντι· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία».

Κέκληται δὲ ἐνταῦθα τῷ τῆς σοφίας εἰκότως προσρήματι, ὡς τοῦ μόνου σοφοῦ πατρὸς τὰς πανσόφους καὶ ἐπιστημονικὰς τῶν ὅλων θεωρίας τε καὶ δυνάμεις ἐν αὐτῷ καταβεβλημένου, καὶ τῶν γεννητῶν ἁπάντων τὰς φύσεις ὁμοῦ καὶ τὰς οὐσίας πανσόφως τοῖς ἐν αὐτῷ νοήμασιν ὑποστησαμένου, πάντα τε σοφῶς δι᾽ αὐτοῦ δημιουργοῦντος καὶ ἀπευθύνοντος, τά τε ὄντα τά τε ἐσόμενα τά τε προόντα, ὡς εἰκότως τὴν ἐν ψαλμοῖς θεολογίαν ἀναφωνεῖν τά τε ἄλλα καὶ τὸ «ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας». ὡς καὶ Δαβίδ, ὁ τοῦ Σολομῶντος πατήρ, βασιλεὺς ἅμα γεγονὼς καὶ προφήτης, οἶδέ τινα ἀγαπητὸν τοῦ θεοῦ, καὶ τοῦτον μετὰ τὸν ἀνωτάτω θεὸν βασιλέα ὁμοῦ καὶ χριστὸν καὶ θεὸν δεύτερον ἀναγορεύει ἐν μδʹ ψαλμῷ, τὰ ὅμοια ἡμῖν περὶ τοῦ Χριστοῦ δοξάζων. 〈〈Ψαλμοῦ μδʹ〉〉. «Εἰς τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ».

Σημείωσαι πρῶτον, ὡς ἀγαπητὸν οἶδε τοῦ θεοῦ, δεύτερον ὡς «εἰς σύνεσιν» τῶν λεχθησομένων τὸν ἀκροατὴν παρορμᾷ, τρίτον «ὑπὲρ τῶν ἀλλοιωθησομένων» εἴρηται διὰ πλείστας αἰτίας, διά τε τὴν ἐκ θεοῦ εἰς ἀνθρώπους τοῦ δηλουμένου ἀγαπητοῦ ἀλλοίωσιν καὶ διὰ τὴν 〈ἐκ〉 τῆς ἐν ἀνθρώποις αὐτοῦ μεταβολῆς μετὰ ταῦτα εἰς θεὸν ἀποκατάστασιν, ναὶ μὴν καὶ διὰ τοὺς ἐκ πλάνης εἰς τὸν κατὰ εὐσέβειαν τρόπον διὰ τῆς αὐτοῦ διδασκαλίας ὅσον οὔπω μεταβληθησομένους. «ἀγαπητὸν» δὲ τίνα ἂν εἴποι τις τοῦ ἐπὶ πάντων θεοῦ ἢ τὸν ἀγγέλων καὶ πνευμάτων καὶ πάσης λογικῆς οὐσίας πολὺ κρείττονα, τὸν μονογενῆ καὶ «πρωτότοκον πάσης κτίσεως», ὃν ἀρτίως σοφίαν θεοῦ καὶ γέννημα πρὸ παντὸς αἰῶνος οὐσιωμένον κατὰ τὰ προηγορευμένα μεμαθήκαμεν. σαφῶς γὰρ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀγαπητὸν τοῦ πατρὸς ἀνηγόρευσε φωνὴ φωνήσασα κατὰ τὰ ἐν εὐαγγελίοις γεγραμμένα· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα». τοῦτον δὴ οὖν αὐτὸν καὶ ὁ παρὼν ὑποσημαίνει ψαλμός, «ὑπὲρ τοῦ ἀγαπητοῦ» τὴν προγραφὴν ἔχων, μεθ᾽ ἣν ἐπιλέγει· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων».

ταῦτα μὲν οὖν ἀρχόμενος ὁ προφήτης, μᾶλλον δὲ τὸ θεῖον ἐν αὐτῷ πνεῦμα, ὡς ἐν προοιμίῳ διεξῆλθεν, ἑξῆς δὲ εἰς πρόσωπον αὐτῷ δὴ τῷ προαναγραφέντι ἀγαπητῷ τοῦ θεοῦ ἐπιφωνεῖ λέγων· «ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα. περιζώσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως». τοσαῦτα εἰπὼν περὶ τῆς ἐνθέου καὶ βασιλικῆς ἀξίας τε καὶ ἀρετῆς τοῦ ἀγαπητοῦ, μηδέπω δ᾽ ἐκφήνας τὸν δηλούμενον, ἤδη λοιπὸν ἀποκηρύττει ἀναφανδόν, ὡς ἄρα θαυμάσιός τις εἴη καὶ κρείττων ἢ κατὰ ἄνθρωπον οὗτος ὁ διὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ δηλούμενος ἀγαπητὸς τοῦ θεοῦ· θεότητι γοῦν καὶ βασιλείᾳ τινὶ διαφέροντα καὶ ἐξαιρέτῳ χρίσματι οὐ πρὸς ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ τετιμῆσθαι αὐτόν φησι διὰ τούτων· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον χαρᾶς ἀπὸ ἑταίρων σου».

ἔνθα ἐπιστήσεις, ὡς ἐν μὲν τῷ προτέρῳ στίχῳ θεὸν αὐτὸν ἀναγορεύει, ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ, ἐν δὲ τῷ τρίτῳ τὴν κατ᾽ ἀρετὴν αὐτῷ τελείωσιν μαρτυρεῖ, εἶτ᾽ ἐπὶ τούτοις αὐτὸν δὴ τοῦτον τὸν θεὸν καὶ βασιλέα κεχρῖσθαι πρὸς τοῦ ἀνωτάτου διδάσκει θεοῦ, καὶ ταύτῃ γε Χριστὸν γεγονέναι. τί γὰρ ἂν καὶ ὀνομάσαιτό τις τὸν μὴ ὑπ᾽ ἀνθρώπων μὲν ὑπ᾽ αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ κεχρισμένον; ἐπὶ τούτῳ γοῦν φησίν· ὦ θεέ (πρὸς τὸν χρισθέντα ἀποτεινόμενος) «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο γὰρ ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου», ὡσεὶ ἔλεγεν, ὁ ἐπὶ πάντων θεὸς ἔχρισέν σε «ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου», ὥστε οὐδὲ κοινὸν καὶ γεῶδες τὸ δηλούμενον τοῦτο χρῖσμα ἦν οὐδ᾽ ὅμοιον τῷ παρὰ Μωσεῖ νενομοθετημένῳ, φθαρτῆς ἐξ ὕλης κατεσκευασμένῳ, ᾧ φίλον· ἦν τοὺς παλαιοὺς ἑβραίους ἱερέας καὶ βασιλέας χρίεσθαι. ἔνθεν ἡμῖν εἰκότως καὶ θεὸς ὁμοῦ καὶ Χριστὸς ἀνηγόρευται, ὡς ἂν μόνος μὴ δι᾽ ἀνθρώπων μηδ᾽ ἐξ ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ τῶν ὅλων ποιητοῦ, τῆς ἐνθέου χαρᾶς καὶ ἀγαλλιάσεως ἀσωμάτῳ καὶ θεοπρεπεῖ χρίσματι κεχρισμένος. διόπερ ἐνδίκως μόνος, ἀκάκως μόνος, ἀγαθῶς καὶ κυρίως παρὰ τοὺς ὀνομαζομένους αὐτοῦ μετόχους Χριστὸς 〈ἂν〉 ἀναγορευθείη. οἱ μέτοχοι δὲ αὐτοῦ τίνες ἂν εἶεν ἢ οἱ οἷοί τε λέγειν· «μέτοχοι γὰρ γεγόναμεν Χριστοῦ»;

περὶ ὧν εἴρηται· «μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε».

Καὶ δὴ πεφηνότος διὰ τούτων σαφῶς τοῦ Χριστοῦ ἀγαπητοῦ καὶ θεοῦ καὶ βασιλέως, ὥρα σε ζητεῖν, ὁ τηλικοῦτος πῶς ἐχθροὺς ἔχειν λέγεται, καὶ τίνας καὶ δι᾽ ἣν αἰτίαν, καθ᾽ ὧν τὰ ἑαυτοῦ βέλη καὶ τὴν ἑαυτοῦ ῥομφαίαν ἠκονήσατο, ὅπως τε οὐ δι᾽ ὁπλιτικῆς παρατάξεως, ἀλλ᾽ «ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης» μυρίους ὑπηγάγετο ἑαυτῷ λαούς. ζητοῦντα δὲ ἀκριβῶς ταῦτα καλῶς ἂν ἔχοι μεταφέρειν αὐτὰ ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἀνατρέχοντα ἐπὶ τὰ διεξωδευμένα περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου, καθ᾽ ἣν τὰς ἐχθρὰς καὶ ἀοράτους δυνάμεις τῶν μοχθηρῶν καὶ λυμαντικῶν δαιμόνων τῶν τε πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων τροπωσάμενος, μυρίους ὅσους ἑαυτῷ λαοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν συνεστήσατο. ὃν καὶ Χριστὸν ἀληθῆ προσήκοι ἂν τοῦ θεοῦ ἐντεῦθεν ἀναγορεύειν, οὐ κοινῷ μὲν ἐλαίῳ τοῖς πάλαι συνήθως χρισθέντα (οὐ γοῦν ἱστορεῖταί τι περὶ αὐτοῦ τοιοῦτον), κρείττονι δὲ καὶ ἐνθέῳ χρίσματι, παρ᾽ ὃ δὴ καὶ διὰ Ἡσαΐου φησίν· «πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με», ὅθεν καὶ μᾶλλον ἁπάντων τῶν πώποτε παρ᾽ Ἑβραίοις σωματικώτερον χρισθέντων μόνος ἀνὰ πᾶσαν τὴν οἰκουμένην Χριστὸς παρὰ τοῖς πᾶσιν βεβόηται, καὶ τῆς ἐξ αὐτοῦ Χριστιανῶν προσηγορίας τὴν σύμπασαν ἔπλησεν οἰκουμένην.

ὅπως δὲ φαμὲν αὐτὸν κεχρῖσθαι καὶ τί τὸ χρῖσμα καὶ τίς ὁ τῆς χρίσεως τρόπος αὐτάρκως ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν. τούτου δὲ ἐν τοῖς χείλεσιν καὶ ἐν τῇ διδασκαλίᾳ τοσαύτη κατεχύθη χάρις, ὡς ἐν ὀλίγῳ πάντα τόπον ἐμπλῆσαι τῆς πρὸς αὐτοῦ καταγγελ〈θ〉είσης εὐσεβείας, ὥστε ἤδη ἐν πᾶσιν ἔθνεσιν παρὰ τοῖς τὴν διδασκαλίαν αὐτοῦ μετιοῦσιν, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ, καὶ βασιλέως καὶ θεοῦ δόξαν περιβεβλῆσθαι καὶ παρὰ πᾶσιν ἀνθρώποις Χριστὸν ἀναγορεύεσθαι. πρόδηλοι δὲ καὶ οἱ ἐχθροί, οὐ μόνον οἱ πρὶν γεγονότες αὐτοῦ, ἀλλὰ καὶ οἱ ἀεὶ προσπολεμοῦντες αὐτοῦ τῷ λόγῳ, εἴτε ἐν ἀνθρώποις εἴτε καὶ ἐν ἀοράτοις δυνάμεσιν, οὓς ἀοράτῳ καὶ λεληθυίᾳ δυνάμει πάντοτε καθαιρῶν ἐξ ἁπάντων τῶν ἐθνῶν παντοίους ἑαυτῷ λαοὺς ὑποχειρίους πεποίηται. τὰ δὲ ἑξῆς ἐν τῷ ψαλμῷ· «σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου», τά τε ἐπὶ τούτοις, ὡς περὶ βασιλίδος δηλούμενα καὶ θυγατρὸς τὸν πατρῷον οἶκον ἀπολιπούσης καὶ τῷ προδηλωθέντι Χριστῷ καὶ βασιλεῖ καὶ θεῷ νυμφευθείσης κύριόν τε αὐτὸν ἀναγορευούσης, ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, τὴν πατρῴαν καὶ δαιμονικὴν ἀποστραφεῖσαν πλάνην, καθηραμένην τε καὶ τῇ τοῦ θείου λόγου κοινωνίᾳ καθαρμοσαμένην, ἀναφέροιτ᾽ ἄν, τῆς προσηκούσης τυγχάνοντα κατὰ σχολὴν ἑρμηνείας. 〈〈Ψαλμοῦ ρθʹ〉〉. «

Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών· καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε. ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. κύριος ἐκ δεξιῶν σου.» Τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν «πρωτότοκον πάσης κτίσεως» θεοῦ λόγον, τὴν πρὸ αἰῶνος σοφίαν, τὴν ἀρχὴν τῶν ὁδῶν τοῦ θεοῦ, τὸ πρωτότοκον καὶ μονογενὲς τοῦ πατρὸς γέννημα, τὸν τῇ τοῦ Χριστοῦ τιμώμενον προσηγορίᾳ, καὶ ὁ παρὼν ψαλμὸς κύριον ἀποκαλεῖ, διδάσκων αὐτὸν εἶναι σύνθρονον ὁμοῦ καὶ υἱὸν τοῦ ἐπὶ πάντων θεοῦ τε καὶ κυρίου τῶν ὅλων, αἰώνιόν τε τοῦ πατρὸς ἱερέα. πρῶτον δὴ οὖν ἐπιστήσεις, ὡς ἤδη τοῦτο δεύτερον, γέννημα θεοῦ, προσηγόρευται, καὶ ἐπεὶ θεοῦ γε πνεύματι τὰ τῆς προφητείας ἡμῖν εἰρῆσθαι πεπίστευται, ὅρα εἰ μὴ αὐτὸ δὴ τὸ ἐν τῷ προφήτῃ πνεῦμα ἅγιον ἑαυτοῦ κύριον δεύτερον μετὰ 〈τὸν〉 τῶν ὅλων ἀναγορεύει. «εἶπεν» γάρ, φησίν, «ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου». τὸν πρῶτον κύριον, ὡς ἂν καθόλου τῶν ἁπάντων δεσπότην, Ἑβραῖοι ἀνεκφωνήτῳ προσρήσει τῇ διὰ τῶν τεσσάρων στοιχείων ἀνηγόρευον· τὸν δὲ δεύτερον οὐκέθ᾽ ὁμοίως, ἰδίως δ᾽ αὐτὸν κύριον ὠνόμαζον.

εἰκότως οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ἐρόμενός ποτε τοὺς Φαρισαίους «τί ὑμῖν περὶ τοῦ Χριστοῦ δοκεῖ, τίνος ἐστὶν υἱός;» εἰπόντων «τοῦ Δαβίδ», ἐπιλέγει· «πῶς οὖν Δαβὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου;» μονονουχὶ ἑρμηνεύων τὴν λέξιν, ὡς οὐ μόνον τοῦ Δαβὶδ κύριον αὐτὸν ἀναγορεύουσαν, ἀλλὰ γὰρ καὶ τοῦ ἐν τῷ προφήτῃ πνεύματος. εἰ δὲ τὸ πνεύμα τὸ προφητικόν, τοῦτο δ᾽ ἡμῖν εἶναι πεπίστευται τὸ ἅγιον πνεῦμα, ὁμολογεῖ τοῦτον εἶναι κύριον, ὃν σύνθρονον εἶναι τοῦ πατρὸς ἐκδιδάσκει, καὶ οὐκ ἀπολύτως γε, ἀλλὰ καὶ ἑαυτοῦ κύριον, κατὰ πολὺ πλέον καὶ μᾶλλον τοῦτ᾽ ἂν εἴποιεν αἱ μετὰ τὸ ἅγιον πνεῦμα λογικαὶ δυνάμεις, ἥ τε σύμπασα ὁρωμένη τε ἐν σώμασιν καὶ ἐν ἀσωμάτοις ἑστῶσα δημιουργία, ἧς ἁπάσης εἰκότως ἂν καταδειχθείη κύριος ὁ μόνος τοῦ πατρὸς σύνθρονος, δι᾽ οὗ τὰ σύμπαντα ἐγένετο, ὅτι δὴ κατὰ τὸν θαυμάσιον ἀπόστολον «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα». μόνον γοῦν εἰκὸς αὐτὸν τῆς τοῦ πατρὸς ὁμοιώσεως ἔχειν τὸ κῦρος, ὡς ἂν καὶ μόνον σύνθρονον τοῦ πατρὸς ἀναδεδειγμένον. πρόδηλον οὖν ὅτι οὐδενὶ τῶν γενητῶν θέμις τῶν δεξιῶν λαχεῖν τῆς παντοκρατορικῆς ἀρχῆς τε καὶ βασιλείας, εἰ μὴ ἄρα ἑνὶ μόνῳ τῷ διὰ τῶν προκειμένων ποικίλως θεολογουμένῳ.

Ἐπίστησον οὖν ὡς πρὸς ἕνα καὶ τὸν αὐτὸν ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων κύριος καὶ τὴν «κάθου ἐκ δεξιῶν μου» δωρεῖται φωνὴν καὶ τὴν «πρὸ ἑωσφόρου γεγέννηκά σε», μεθ᾽ ὅρκου δὲ διαβεβαιώσεως ἄσειστον καὶ ἀπαράβατον αὐτῷ τὴν τιμὴν τῆς εἰς ἄπειρον αἰῶνα διαρκοῦς ἱερωσύνης παραδίδωσιν· «ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα». τίς δ᾽ ἂν ἐπινοοῖτο, οὔτι δὴ θνητὸς ἀνήρ, ἀλλ᾽ οὐδέ 〈τις〉 τῆς ἀγγελικῆς φύσεως, ὑπὸ θεοῦ μὲν γεγενημένος εἰς αἰῶνα δὲ ἱερωμένος, ἢ μόνος ὁ καὶ ἐν τοῖς πρόσθεν εἰπὼν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»; καὶ πρόσσχες δέ, ἐπιμελῶς τὸν νοῦν ἐπιστήσας, τῷ τε παρόντι ψαλμῷ καὶ ταῖς ἐν τῷ πρὸ τούτου παρατεθείσαις φωναῖς. ἐν μὲν γὰρ τούτῳ ὁ ἀνωτάτω θεὸς σύνθρονον τὸν δεύτερον καὶ ἡμῶν κύριον ἑαυτοῦ καθίστησι, λέγων «κάθου ἐκ δεξιῶν μου», ἐν δὲ τῷ πρὸ τούτου τὸν θρόνον εἰς αἰῶνα αἰῶνος διαμένειν ὁ λόγος ἔφησεν, ὁμοῦ θεὸν αὐτὸν ἀναγορεύων δι᾽ ὧν φησιν· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». πάλιν ἐν μὲν τῷ μετὰ χεῖρας «ῥάβδον», φησίν, «δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών», ἐν δὲ ἐκείνῳ «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου».

καὶ αὖθις ὁ μὲν παρών φησιν· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου», ὁ δὲ πρόσθεν· «τὰ βέλη σου ἠκονημένα, δυνατέ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως». οὐκοῦν καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ δηλουμένου ἐν ἀμφοτέροις συνᾴδει. τίς δῆτα οὖν ὀφθαλμοῖς ὁρῶν ἐν μέσαις ταῖς πόλεσιν ἔν τε κώμαις καὶ χώραις καθ᾽ ὅλης τε τῆς οἰκουμένης ἀνθούσας τὰς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας τούς τε πρὸς αὐτοῦ κυριευομένους λαούς, καὶ μυρίανδρα πλήθη τῶν αὐτῷ καθωσιωμένων πανταχόθεν ὑπὸ τῶν ὁρωμένων τε ἐν ἀνθρώποις ἀοράτων τε καὶ ἀφανῶν ἐχθρῶν καὶ πολεμίων τῆς τοῦ Χριστοῦ διδασκαλίας κυκλούμενα, οὐκ ἂν θαυμάσειεν τὸν παρόντα χρησμὸν εἰς πρόσωπον ἀναφωνηθέντα τοῦ θεσπιζομένου τὸ «κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου».

Καὶ ἐπειδήπερ ἐν τῷ πρόσθεν κεχρῖσθαι τῷ ἐλαίῳ «τῆς ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου», ἱερέων δὲ οἰκεῖον ἦν παρ᾽ Ἑβραίοις τὸ χρίεσθαι, εἰκότως ὁ μετὰ χεῖρας ἤδη λευκότερον ἱερέα αὐτὸν ἐπιφημίζει, πλείονα προτιθεὶς περὶ αὐτοῦ διδασκαλίαν, δι᾽ ἧς μόνον αὐτὸν παρὰ τοὺς πώποτε αἰώνιον ἱερέα εἶναι παιδεύει, ὅπερ οὐδεμιᾷ ἀνθρώπου φύσει δυνατὸν ἐφαρμόζειν· «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἱερᾶσθαί φησιν αὐτόν, πρὸς ἀντιδιαστολὴν τοῦ κατὰ τὴν Μωσέως διάταξιν ἱερέως, ἤτοι τοῦ Ἀαρὼν ἢ καί τινος τῶν ἐξ ἐκείνου· ὧν ἕκαστος μὴ ὢν πρότερον ἱερεὺς ὕστερόν ποτε δι᾽ ἀνθρώπων ἀλοιφῇ τινι σκευαστῇ χριόμενος, ὡς ἐν τύποις εἰπεῖν καὶ συμβόλοις, σκιώδης τις καὶ εἰκονικὸς Χριστὸς ἀπετελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπετίθετο τὴν ἱερωσύνην, καὶ παρὰ μὲν τῷ Ἰουδαίων μόνῳ ἱερᾶτο λαῷ, οὐ μὴν καὶ παρὰ τοῖς ἄλλοις ἔθνεσιν, ἀλλ᾽ οὐδὲ μεθ᾽ ὁρκωμοσίας θεοῦ ἐπὶ τὴν λειτουργίαν παρῄει κρίσει δὲ ἀνθρώπων τιμώμενος, ὡς καί ποτε μὴ ἄξιον εὑρίσκεσθαι ἐν αὐτοῖς τῆς τοῦ θεοῦ θεραπείας, οἷος ἀναγέγραπται ὁ Ἠλεί.

ἔτι πρὸς τούτοις ὁ παλαιὸς ἐκεῖνος ἱερεύς, ὁ κατὰ τὴν Μωσέως διάταξιν, ἐκ μόνης ἐκρίνετο φυλῆς τῆς Λευί, ἔδει δὲ ἐξ ἅπαντος καὶ τὸ γένος ἐκ τῆς τοῦ Ἀαρὼν διαδοχῆς αὐτὸν φέρειν, θύμασίν τε ζῴων ἀλόγων καὶ αἵμασιν σωματικῇ γε λατρείᾳ θεραπεύειν τὸ θεῖον· ὁ δὲ Μελχισεδὲκ ὠνομασμένος, ὃ μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν «βασιλεὺς δικαιοσύνης, ἔπειτα βασιλεὺς Σαλήμ», ὃ καὶ αὐτὸ ἂν εἴη «βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος», οὐκ ἔχων κατὰ τὴν ἱστορίαν οὐκ «ἀρχὴν ἡμερῶν», οὐ «ζωῆς τέλος», ἀλλ᾽ οὐδὲ κοινόν τι φέρων πρὸς τὸν τῆς τοῦ Ἀαρὼν ἱερωσύνης τρόπον. οὔτε γὰρ ὑπ᾽ ἀνθρώπων ᾕρητο, οὐκ ἐλαίῳ σκευαστῷ κέχριστο, οὐ γένος ἦν τῶν μηδὲ φανέντων πω· καὶ τὸ πάντων γε παραδοξότατον, ὅτι μηδὲ τὴν σάρκα περιτέτμητο, καὶ ὅμως τὸν Ἀβραὰμ εὐλογεῖ, ὡς ἂν πολὺ κρείττων αὐτοῦ τυγχάνων, ἀλλ᾽ οὐδὲ θυσίαις καὶ σπονδαῖς τῷ ὑψίστῳ ἱερᾶτο θεῷ, οὐδὲ μὴν παρὰ τῷ ἐν Ἱερουσαλὴμ 〈ναῷ〉 τὴν λειτουργίαν ἐξετέλει. πῶς γὰρ τῷ μηδὲ ὄντι; εἰκότως οὖν, ἐπεὶ καὶ τῷ ἡμετέρῳ σωτῆρι τῷ Χριστῷ οὐδὲν μὲν τῷ Ἀαρὼν ἐμφερὲς ἔμελλεν συμβήσεσθαι· οὔτε γὰρ μὴ ὢν πρότερον ὕστερόν ποτε ἱερεὺς ἀναδέδεικται, καὶ ἱερεὺς οὐ γενόμενος ἀλλὰ ὤν. προσεκτέον γὰρ ἐπιμελῶς τῷ «σὺ ἱερεὺς εἰς τὸν αἰῶνα».

οὐ γὰρ ἔσῃ, φησίν, μὴ ὢν πάλαι, ἀλλ᾽ οὐδ᾽ ἦσθα μὲν πάλαι νῦν δὲ οὔ, ἀλλὰ παρὰ τοῦ φήσαντος «ἐγώ εἰμι ὁ ὢν» σὺ εἶ καὶ «ἱερεὺς εἰς τὸν αἰῶνα» διαμένεις· ἐπεὶ οὖν οὔτε ἀπὸ χρόνου τῆς ἱερωσύνης ἀπήρξατο οὔτε ἐκ φυλῆς τῶν ἱερωμένων ὁ Χριστός, οὐδὲ διὰ σκευαστοῦ καὶ σωματικοῦ ἐλαίου κέχριστο, οὐδὲ τέλος ἕξειν ἔμελλεν τῆς ἱερωσύνης οὐδὲ μόνοις Ἰουδαίοις ἀλλὰ καὶ πᾶσιν ἔθνεσιν καταστήσεσθαι, τούτων ἕνεκα πάντων εἰκότως αὐτὸν τῆς μὲν κατὰ τὸν τύπον Ἀαρὼν λειτουργίας ἀπαλλάττει, «κατὰ τὴν τάξιν δὲ Μελχισεδὲκ» ἱερέα φησὶν ἔσεσθαι.

Καὶ τό γε ἀποτέλεσμα τοῦ χρησμοῦ θαυμάσιον συνορῶν〈τι〉 ὅπως ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τῷ τοῦ Μελχισεδὲκ τρόπῳ τὰ τῆς ἐν ἀνθρώποις ἱερουργίας εἰσέτι καὶ νῦν διὰ τῶν αὐτοῦ θεραπευτῶν ἐπιτελεῖ. ὥσπερ γὰρ ἐκεῖνος ἱερεὺς ἐθνῶν τυγχάνων οὐδαμοῦ φαίνεται θυσίαις σωματικαῖς κεχρημένος, οἴνῳ δὲ μόνῳ καὶ ἄρτῳ τὸν Ἀβραὰμ εὐλογῶν, τὸν αὐτὸν δὴ τρόπον πρῶτος μὲν αὐτὸς ὁ σωτὴρ κύριος ἡμῶν, ἔπειτα οἱ ἐξ αὐτοῦ πάντες ἱερεῖς ἀνὰ πάντα τὰ ἔθνη τὴν πνευματικὴν ἐπιτελοῦντες κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς ἱερουργίαν, οἴνῳ καὶ ἄρτῳ τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος αἰνίττονται τὰ μυστήρια, τοῦ Μελχισεδὲκ ταῦτα πνεύματι θείῳ προτεθεωρηκότος καὶ τῶν μελλόντων ταῖς εἰκόσι προκεχρημένου, ὡς ἡ Μωσέως γραφὴ μαρτυρεῖ λέγουσα· «καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ εὐλόγησεν τὸν Ἀβραάμ». εἰκότως οὖν καὶ μεθ᾽ ὅρκου παραλήψεως μόνῳ τῷ δηλουμένῳ «ὤμοσεν κύριος ὁ θεὸς καὶ οὐ μεταμεληθήσεται, σὺ εἶ», λέγων, «ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ».

ἐπάκουσον δὲ οἷα καὶ περὶ τῶνδε ὁ ἀπόστολός φησιν· «ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς βασιλείας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ προκαταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος». καὶ ἐπιφέρει λέγων· «καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος». καὶ ἐπιλέγει· «κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος». ταῦτα μὲν ὁ ἀπόστολος.

Ὁ δὲ ψαλμὸς ὑποβὰς καὶ τὸ πάθος ἐπικεκαλυμμένως τοῦ προφητευομένου δηλοῖ λέγων· «ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν». χείμαρρον δὲ τὸν καιρὸν τῶν πειρασμῶν καὶ ἄλλος δηλοῖ ψαλμὸς λέγων· «χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον». ἐν τῷ χειμάρρῳ τοίνυν πίεται, φησίν, τὸ ποτήριον, δηλονότι ὃ ᾐνίττετο πρὸς τῷ καιρῷ τοῦ πάθους, λέγων· «πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ», καὶ πάλιν· «εἰ μὴ δυνατόν ἐστιν αὐτὸ παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου». τοῦτο δὴ οὖν ἐκπιὼν τὸ ποτήριον ὕψωσεν κεφαλήν, καὶ κατὰ τὸν ἀπόστολον, ἐπεὶ γὰρ γέγονεν «ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο», φησίν, «ὑπερύψωσεν αὐτὸν ὁ θεός», «ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν, καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν», φησίν, «ὑπὸ τοὺς πόδας αὐτοῦ», κατὰ τὴν πρὸς αὐτὸν ἐπαγγελίαν, ἣν διὰ τοῦ ψαλμοῦ παρίστησι λέγων· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», 〈καὶ〉 «κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου».

πρόδηλον παντὶ ὡς ἔτι νῦν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις καὶ ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος ἐν μέσοις τοῖς ἐχθροῖς καὶ πολεμίοις αὐτοῦ τῶν πεπιστευκότων εἰς αὐτὸν ἁπάντων κατακυριεύει. 〈〈Τοῦ Ἡσαΐου〉〉. «Ἐγὼ κύριος ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾽ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. ἐγὼ ἤγειρα τὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπεν κύριος Σαβαώθ.» Τέως μὲν ταῦτα ὁ τῶν ὅλων ποιητὴς θεὸς περί τινος βασιλέως καὶ σωτῆρος μέλλοντος οἰκοδομεῖν τὸ τῆς εὐσεβείας πολίτευμα λυτρώσασθαί 〈τε〉 τὴν ἐπισυμβᾶσαν ἀνθρώποις ὑπὸ τῆς δαιμονικῆς πλάνης αἰχμαλωσίαν διὰ τοῦ προφήτου θεσπίζει. ἑξῆς δὲ τούτοις τὸ προφητικὸν πνεῦμα τὴν ὑποταγὴν τῶν ἀλλοφύλων ἐθνῶν αἰνίττεται, ἣν ὑποταγήσονται τῷ προφητευομένῳ, καὶ ὡς προσκυνήσουσιν αὐτῷ οἷα θεῷ οἱ ὑποταγησόμενοι, καὶ ὡς προσεύξονται ἐν αὐτῷ, διὰ τὸ μείζονα κατοικεῖν ἐν αὐτῷ θεόν, τὸν ἀνωτάτω δηλαδὴ πατέρα καὶ θεὸν τῶν ὅλων.

τὰ δὲ τῆς λέξεως οὕτως ἔχει· «Οὕτως λέγει κύριος, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσιν νέοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ.» Ταῦτα μὲν ἡ προφητεία. οὐχ ἡγοῦμαι δὲ ἀντωπήσειν δύνασθαί τινα, κἂν σφόδρα ᾖ ἀγνώμων, τῷ προδήλῳ καὶ σαφεῖ τῆς λέξεως, ἐναργῶς οὕτως εἰσαγούση〈ς〉 θεὸν τοῦ Ἰσραὴλ σωτῆρα καὶ ἕτερον ἐν αὐτῷ θεόν. «προσκυνήσουσί σοι», φησίν, «οἱ δίκαιοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ ὁ θεός, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ.» τὸ δὲ «οὐκ ᾔδειμεν» ἐκ προσώπου τῶν πρὶν αὐτὸν μὴ ἐπεγνωκότων, παρὰ μόνοις τοῖς ἑβδομήκοντα εἰρημένον, ἑτέρως εἶχεν τὸ Ἑβραϊκόν, ὃ μεταλαβὼν ὁ μὲν Ἀκύλας φησίν· «θεὸς ἄρα ἰσχυρὸς ἀποκρυπτόμενος, θεὸς Ἰσραὴλ σῴζων», ὁ δὲ Θεοδοτίων· «διὰ τοῦτο ἰσχυρὸς κρυφαῖος θεὸς σῴζων».

σφόδρα θαυμαστῶς κρυφαῖον θεὸν τὸν Χριστὸν ὀνομάζει, καὶ τὴν αἰτίαν δέ, δι᾽ ἣν θεὸν αὐτὸν μόνον ὡς ἐν γενητοῖς μετὰ τὸ πρῶτον καὶ ἀγένητον ἀποκαλεῖ, σαφῶς ἐκδιδάσκει, τὴν τοῦ πατρὸς ἐν αὐτῷ κατοίκησιν. ἐν τούτῳ γάρ, κατὰ τὸν θεῖον ἀπόστολον, «εὐδόκησεν πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι». τοῦτο δηλοῖ φάσκουσα ἡ λέξις· «ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ». ἀντὶ δὲ τοῦ «πλὴν σοῦ» «πλὴν αὐτοῦ» ὁ Θεοδοτίων πεποίηκεν, ἵν᾽ ᾖ «οὐκ ἔστιν θεὸς πλὴν αὐτοῦ», δηλαδὴ τοῦ ἐν σοὶ θεοῦ, δι᾽ ὃν καὶ σὺ τυγχάνεις ὢν θεός, κατὰ δὲ τὸν Ἀκύλαν οὕτως ἔχει· «πλὴν ἐν σοὶ ἰσχυρός, καὶ οὐκ ἔστιν ἔτι παρὰ σοί, θεὸς ἄρα ἰσχυρὸς καὶ ἀποκρυπτόμενος. θεὸς σῴζων», κατὰ δὲ τὸν Σύμμαχον· «μόνον ἐν σοὶ θεός, καὶ οὐκ ἔστιν ἔτι οὐδ᾽ ὑπάρχει θεός, ὄντως σὺ θεὸς κρυφαῖος, θεὸς Ἰσραὴλ σῴζων». δι᾽ ὧν τὸ αἴτιον τοῦ εἶναι θεὸν τὸν Χριστὸν τοῦ θεοῦ σαφῶς ὁ λόγος παρέστησεν. ἐπεὶ γὰρ ἐν σοί, φησίν, ἐστὶν θεός, διὰ τοῦτο σὺ θεὸς ἰσχυρὸς καὶ κρυφαῖος.

οὐκοῦν διὰ τούτων ὁ μὲν ἀληθὴς καὶ μόνος θεὸς εἷς ἂν εἴη, μόνος κυρίως τυγχάνων τῆς προσηγορίας· ὁ δὲ δεύτερος μετουσίᾳ τοῦ ἀληθοῦς τῆς κοινωνίας ἠξίωται, οὔτε ὢν καθ᾽ ἑαυτόν, οὔτε ὑφεστὼς δίχα τοῦ θεοποιοῦντος αὐτὸν πατρός, οὔτ᾽ ἄνευ τοῦ πατρὸς θεολογούμενος, ἀλλ᾽ ὅλον αὐτὸ τοῦτο ὤν τε καὶ ζῶν καὶ ὑφεστὼς διὰ τὸν ἐν αὐτῷ πατέρα, συνών τε τῷ πατρὶ καὶ ἐξ αὐτοῦ καὶ δι᾽ αὐτὸν θεοποιούμενος, τό τε εἶναι ὁμοῦ καὶ τὸ θεὸς εἶναι οὐκ ἐξ ἑαυτοῦ παρὰ δὲ τοῦ πατρὸς ἐσχηκώς. διὸ δὴ μετὰ τὸν πατέρα τιμᾶν καὶ αὐτὸν ὡς θεὸν ἐδιδάχθημεν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα θεόν, ὥσπερ οὖν αἱ μετὰ χεῖρας περιέχουσι προφητεῖαι. ὡς γὰρ 〈ἂν〉 τιμηθείη βασιλέως εἰκὼν διὰ τὸν οὗ τοὺς χαρακτῆρας καὶ τὴν ὁμοίωσιν φέρει (τιμωμένης δὲ τῆς εἰκόνος καὶ τοῦ βασιλέως αὐτοῦ, εἷς ἂν εἴη ὁ τιμώμενος καὶ οὐ δύο· οὐ γὰρ δύο βασιλεῖς, ὅ τε πρῶτος καὶ ἀληθὴς καὶ ὁ ἐπὶ τῆς εἰκόνος τετυπωμένος, εἷς δ᾽ ὁ κατ᾽ ἀμφοτέρων, οὐ μόνον νοούμενος, ἀλλὰ καὶ ὀνομαζόμενος καὶ τιμώμενος), οὕτω δῆτα καὶ ὁ μονογενὴς υἱός, εἰκὼν ὢν μόνος τοῦ θεοῦ τοῦ ἀοράτου, εἰκότως διὰ τὸν οὗ φέρει ὁμοίωσιν «εἰκών» τε ἀνηγόρευται «τοῦ ἀοράτου θεοῦ» θεοποιεῖταί τε πρὸς αὐτοῦ τοῦ πατρός, οὕτω πεφυκὼς τὴν οὐσίαν, αὐτόθεν τε ἀπὸ πρώτης ὑπάρξεως φυσικὴν ἀλλ᾽ οὐκ ἐπίκτητον τὴν εἰκόνα τοῦ πατρὸς ἐπαγόμενος.

διὸ καὶ φύσει θεὸς ὁμοῦ καὶ μονογενὴς υἱὸς ὢν τυγχάνει, οὐχὶ δὲ ὁμοίως τοῖς ἔξωθεν εἰσποιούμενος, ἐπισυμβεβηκός γε τὸ ἀξίωμα τῆς τοῦ θεοῦ προσηγορίας ἐπέχουσιν. πλὴν εἰ καὶ φύσει μονογενὴς υἱὸς καὶ θεὸς ἡμῶν ἀνευφημεῖται, ἀλλ᾽ οὐχ ὁ πρῶτος θεός, πρῶτος δὲ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ διὰ τοῦτο θεός. καὶ ὅλον γε τοῦτο αἴτιον ἂν εἴη τοῦ καὶ αὐτὸν εἶναι θεόν, τὸ μόνον εἶναι φύσει τοῦ θεοῦ υἱὸν καὶ μονογενῆ χρηματίζειν, καὶ τὸ δι᾽ ὅλου σῴζειν τοῦ μόνου θεοῦ τὴν ἔμψυχον καὶ ζῶσαν νοερὰν εἰκόνα, κατὰ πάντα τῷ πατρὶ παρωμοιωμένην, [καὶ] τῆς θεότητός τε αὐτῆς τὴν ὁμοίωσιν ἐπιφερομένην. ταύτῃ τοιγαροῦν καὶ αὐτὸν ὡς ἂν μόνον υἱὸν καὶ μόνον εἰκόνα ὄντα τοῦ θεοῦ καὶ τῆς ἀγενήτου καὶ ἀνάρχου τοῦ πατρὸς οὐσίας τὰς δυνάμεις κατὰ τὸ παράδειγμα τῆς ὁμοιώσεως περιβεβλημένον, ὑπό τε τοῦ πάντων τεχνικωτάτου καὶ πανεπιστήμονος ζωογράφου τε καὶ ζωοποιοῦ πατρὸς εἰς τὸ ἔτι ἀκριβὲς τῆς ὁμοιώσεως ἀπειργασμένον, θεὸν εἰκότως οἱ θεῖοι ἀναγορεύουσι λόγοι, ὡς καὶ ταύτης μετὰ τῶν ἄλλων παρὰ τοῦ πατρὸς ἠξιωμένον τῆς προσηγορίας εἰληφότα τε ἀλλ᾽ οὐκ ἰδιόκτητον αὐτὴν ἐσχηκότα.

ὁ μὲν γὰρ δίδωσιν, ὁ δὲ λαμβάνει· ὥστε κυρίως καὶ ἕνα ἐκεῖνον εἶναι θεὸν καὶ μόνον μὲν καὶ φύσει ὄντα καὶ μὴ παρ᾽ ἑτέρου λαβόντα, τὸν δὲ τῶν δευτερ〈εί〉ων ἠξιῶσθαι καὶ τὸ θεὸν εἶναι λαβόντα παρὰ τοῦ πατρὸς ἔχειν, ὡς ἂν εἰκόνα τοῦ θεοῦ, μιᾶς ἐπ᾽ ἀμφοῖν κατὰ τὸ παράδειγμα τῆς θεότητος ἐπινοουμένης ἑνός τε ὄντος θεοῦ τοῦ καθ᾽ ἑαυτὸν ἀνάρχως καὶ ἀγενήτως ὄντος διὰ δὲ τοῦ υἱοῦ ὡς ἂν δι᾽ ἐσόπτρου καὶ εἰκόνος ἐπιθεωρουμένου. τοῦτό τοι καὶ τὸ πνευματικὸν παιδεύει λόγιον, οὐκ ἄλλως φάσκον θεὸν εἶναι προσκυνητὸν τὸν δηλούμενον ἀλλ᾽ ἢ διὰ τὸν ἐνοικοῦντα αὐτῷ πατέρα· «ἐν σοὶ» γάρ, φησίν, «προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστιν», καὶ σὺ δὲ αὐτὸς θεὸς ὢν σωτὴρ τοῦ Ἰσραὴλ τυγχάνεις, καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ κρυφαῖος θεὸς εἶ, ἐπεὶ «ἐν σοὶ ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ».