Ὅπως δὲ γέννημα θεοῦ αὐτὸ εἶναι φαμέν, ἰδίας ἂν δέοιτο ἐξετάσεως, ἐπεὶ μήτε κατὰ προβολὴν μήτε κατὰ διάστασιν ἢ διαίρεσιν ἢ μείωσιν ἢ τομήν, ἢ κατά τι ὅλως τῶν ἐπὶ τῆς θνητῆς γενέσεως ἐπιτελουμένων, τὴν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ἐπινοοῦμεν. οὐδὲ γὰρ θέμις τῶν ἐν γενητοῖς τισιν τὴν ἄρρητον καὶ ἀκατονόμαστον αὐτοῦ γένεσίν τε καὶ οὐσίωσιν ἀφομοιοῦν, οὐδέ τινα τῶν ἐπικαίρων καὶ θνητῶν παραβάλλειν αὐτῷ εἰκόνα, ἐπεὶ μηδὲ κατὰ τὰς παρ᾽ ἡμῖν τῶν ζῴων γενέσεις, οὐσίαν ἐξ οὐσίας κατὰ πάθος ἢ διαίρεσιν μεριστὴν καὶ χωριστήν, ἐκ τοῦ πατρὸς προ[σ]εληλυθέναι τὸν υἱὸν φάναι ὅσιον. ἀμερὲς γὰρ καὶ ἄτομον τὸ θεῖον, οὐ τεμνόμενον, οὐ διαιρούμενον, οὐκ ἐκτεινόμενον, οὐ συστελλόμενον, οὐ μειούμενον, οὐ μεῖζον, οὐ χεῖρον, οὐ κρεῖττον αὐτοῦ γινόμενον, οὐκ ἔχον ἐν ἑαυτῷ ἕτερόν τι αὐτοῦ, ἵνα καὶ πρόηται τοῦτο. πᾶν γὰρ τὸ ἔν τινι ὂν ἢ ὡς συμβεβηκός, οἷον λευκὸν ἐν σώματι, ἢ ὡς ἕτερον ἐν ἑτέρῳ τυγχάνει, ὡς τὸ ἐν τῇ κυοφορούσῃ κατὰ γαστρὸς κυοφορούμενον, ἢ ὡς μέρος ἐν τῷ ὅλῳ, ὡς ἂν ἐν σώματι χεὶρ ἢ ποὺς ἢ δάκτυλος τοῦ παντὸς ὄντα μέρη, ὧν ἀποκοπὴν ἤ τινα τομὴν ἢ διαίρεσιν πεπονθότων, ἀτελὲς καὶ κολοβόν, ὡς ἂν τοῦ μέρους ἠκρωτηριασμένου, ἀπολέλειπται τὸ πᾶν.